Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία
Ερμηνεία εις τους Ψαλμούς 111-117
Σχολιασμός των ψαλμών 111 έως 117, με έμφαση στη μακαριότητα των δικαίων, την Έξοδο ως τύπο της λύτρωσης από τον Χριστό και την τελική επικράτηση του ευαγγελίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς 111-117
Σχολιασμός των ψαλμών 111 έως 117, με έμφαση στη μακαριότητα των δικαίων, την Έξοδο ως τύπο της λύτρωσης από τον Χριστό και την τελική επικράτηση του ευαγγελίου.
Ἀλληλουία Ὕμνος νέου λαοῦ καὶ εὐχαριστία καὶ προφητεία περὶ τοῦ Χριστοῦ καὶ τῆς αὐτοῦ παρουσίας. μακάριος Ἅπαξ ἤκουσας, ὅτι μακάριος ὁ ἀνὴρ καὶ ποῖος ἔπαινος ἄλλος τοιοῦτος (τοσοῦτος) τῷ φοβουμένῳ τὸν κύριον, ὡς τὸ μακάριος. ἐν ταῖς ἐντολαῖς Πάντες γὰρ οἱ φοβούμενοι τὸν κύριον ἥδοντες σπεύδουσιν, ὅση δύναμις, κατορθοῦν (κατορθοῦντες) τὰς ἐντολὰς τοῦ θεοῦ. δυνατόν Τοῦ Χριστοῦ· αὐτοῦ γὰρ σπορὰ πάντες οἱ ἅγιοι. οὗτοι γὰρ δυνατοὶ ἐν τῇ γῇ, ὡς πνεῦμα θεοῦ ἔχοντες. γενεά Τῶν πιστῶν καὶ πάντων τῶν δικαίων. οἱ γὰρ φίλοι τοῦ θεοῦ γένος θεοῦ τυγχάνουσι. δόξα Τῷ σώματι τῷ δεσποτικῷ, περὶ οὗ λέγει (λαλεῖ) ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. νόει δὲ καὶ τὴν ἐκκλησίαν· οἶκος γὰρ θεοῦ καὶ αὕτη. νόει δὲ καὶ τὴν παρθένον. ἐν τούτοις γὰρ τοῖς οἴκοις δόξα πολλὴ καὶ ὁ πλοῦτος ἀμέτρητος. καὶ ἡ δικαιοσύνη Τοῦ Χριστοῦ δίκαιος γὰρ πρὸς ἀλήθειαν ὁ Χριστὸς ὡς πάντα δικαίως ποιήσας, καὶ διὰ τοῦτο μένει τὰ ἔργα αὐτοῦ εἰς τὸν αἰῶνα. ἐξανέτειλεν Ὁ Χριστός· αὐτὸς γὰρ ἐφάνη ἐπὶ γῆς, ὡς ἐν σκότει φῶς, καὶ ἐφώτισε τοὺς εὐθεῖς τῇ καρδίᾳ. ὅσοι γὰρ ἐδέξαντο αὐτόν, φησίν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, καὶ εἰσὶν εἰς αἰῶνα. ἐλεήμων Ὁ Χριστός, ὡς ἀμφότερα ἔχων ἀπαραλλάκτως, ἑκάτερα δὲ διὰ τὸν ἄνθρωπον. χρηστός Πᾶς μὲν ἄνθρωπος, οἰκτείρων τὸν πλησίον, χρηστὸς παρὰ πᾶσιν.
λέγει δὲ τὸν Χριστόν, ὃς τὰ ἑαυτοῦ ἐδάνεισεν ἡμῖν καὶ δανείζων οὐ παύεται διηνεκῶς. οἰκονομήσει Ὁ Χριστὸς ὡς καλὸς οἰκονόμος τοὺς λόγους αὐτοῦ, οὓς ἐπηγγείλατο τῷ ἀνθρώπῳ, ἐπλήρωσεν ὡς δίκαιος κριτής. ὅτι εἰς τὸν αἰῶνα Ὁ Χριστὸς οὐ σαλεύεται, ἀλλ’ ἔστιν αἰώνιος καὶ ἀσάλευτος τῇ θεότητι. εἰς μνημόσυνον Ὁ Χριστός· εἰς αἰῶνα γὰρ αἰώνων μένει ἡ σωτηρία μνημονευομένη, ἣν εἰργάσατο εἰς τὸν ἄνθρωπον. ἀπὸ ἀκοῆς Ὡς γὰρ φόβον ἀνθρώπων οὐ δέδοικεν, οὕτως οὐδὲ πάντες ὅσοι πορεύονται τῷ θελήματι τοῦ Χριστοῦ. οὔτε γὰρ τὴν παρὰ τῶν Ἰουδαίων πλεκομένην σκαιωρίαν ὁ Χριστὸς ἐφοβήθη. ἑτοίμη Θελήματι γὰρ ἰδίῳ ἑαυτὸν ἡτοίμασε ὁ Χριστὸς εἰς τὸ πάθος. ἡ οὖν ἐλπὶς ἐδόθη τοῖς πιστοῖς. ἐστήρικται Ὁ ἄνθρωπος, ὃν συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις (οὐρανοῖς). ἕως οὗ Ὑψωθεὶς γὰρ ὁ ἄνθρωπος (λόγος) ἐν δόξῃ ἐπεῖδε τοὺς δαίμονας πεπτωκότας. ἐσκόρπισεν Ὁ Χριστὸς τὰ χαρίσματα αὐτοῦ ἔδωκε τοῖς ἀνθρώποις· πένητες γὰρ ἦσαν πρὸ τῆς πίστεως. ἀλλὰ καὶ τὴν ἑαυτοῦ σάρκα ἔδωκε τροφὴν τοῖς πεινῶσιν. ἡ δικαιοσύνη Ἡ δικαιοσύνη τοῦ Χριστοῦ, ἣν εἰργάσατο εἰς τὸν ἄνθρωπον, μένει αἰώνιος. τὸ κέρας Τοῦ Χριστοῦ ὁ σταυρός, ὅ ἐστιν ἄκρον πάσης τῆς κτίσεως καὶ ἰσχύς· κέρας γὰρ ἰσχὺς ἑρμηνεύεται. ἁμαρτωλός Ὁ διάβολος, ὃν ὁ ἀπόστολος ἁμαρτωλὸν ἐκάλεσεν, οὗτος παρωξύνθη ἐπὶ πᾶσιν, οἷς ἐποίησεν ὁ Χριστὸς πρὸς τὸν ἄνθρωπον.
τοὺς ὀδόντας Ἔβρυξε γὰρ τοὺς ὀδόντας αὐτοῦ κατὰ τοῦ Χριστοῦ καὶ ἐτάκη ἐπὶ τοῖς σωζομένοις. ἐπιθυμία Τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ. ἐπεθύμησαν γὰρ ἀπολέσαι τὸν Χριστὸν καὶ ἀπώλοντο ἀπ’ αὐτοῦ.
Ἀλληλουία. Αἶνος τῷ Χριστῷ νέου λαοῦ, προβαλλομένου εἰς κλῆσιν καὶ ἐκλογήν. αἰνεῖτε Τὸν νέον λαὸν παῖδας καλεῖ ἡ προφητεία (ὁ προφήτης) <ἡ γραφή>. αἰνεῖτε τὸ ὄνομα Τῷ νέῳ λαῷ ὡσαύτως ἐπιτάσσει τὸ πνεῦμα τὸ ἅγιον ὥστε αἰνεῖν· [ἐλλωί, ἐλλωί]. εἴη τὸ ὄνομα Καὶ πρὸ μὲν τῆς παρουσίας τοῦ Χριστοῦ εὐλογημένον τὸ ὄνομα κυρίου ὡς ἅγιον, ἀπὸ δὲ τῆς παρουσίας, ὅ ἐστιν ἀπὸ τοῦ νῦν, ὑπερευλογημένον διὰ τὸ πολὺ ἔλεος αὐτοῦ, ὃ ἐποίησεν εἰς τὸν ἄνθρωπον. ἀπὸ ἀνατολῶν Οὐδεὶς γὰρ τόπος ἄμοιρος τῶν τοῦ Χριστοῦ μυστηρίων, ὅθεν ἀπαύστως δεῖ τὸν ἄνθρωπον προσφέρειν (προσφέρεσθαι) τῷ κυρίῳ ἀπὸ πάσης τῆς γῆς τὸ μυστικὸν ᾆσμα. ὑψηλός Ὡς πάντων ποιητὴς καὶ εὐεργέτης, δηλονότι πάντων μείζων ὡς θεός. ἐπὶ τοὺς οὐρανούς Ἐπὶ τοὺς αἰσθητούς, δῆλον, ἅμα (ἀλλὰ) γὰρ καὶ ἐπὶ τοὺς νοητούς, οἵτινές εἰσιν οἱ ἅγιοι· οὐρανοὶ γὰρ αὐτοὶ λέγονται, ὡς βίον οὐράνιον μετελθόντες. τίς ὡς κύριος Τίς; οὐδείς, οὔτε πρὸ αὐτοῦ οὔτε μετ’ αὐτοῦ. ὁ ἐν ὑψηλοῖς—ἐφορῶν Πάντα γὰρ ἐφορᾷ ὡς θεός, καὶ τὰ ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, ὡς πάντα ἔσω τῆς χειρὸς ἔχων. ἐν τῷ οὐρανῷ Ὁ οὐρανὸς γὰρ αὐτοῦ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον, ὥστε οὐδὲν λανθάνει τὸν θεόν. ὁ ἐγείρων Τὸν Ἀδὰμ ὁ Χριστός, ὡς πανταχόθεν πτωχεύσαντα τῇ παραβάσει. καὶ ἀπὸ κοπρίας Τὸν αὐτὸν ἀνεκαίνισε [γὰρ] σεσηπότα τῇ σαπρίᾳ τῆς ἁμαρτίας.
τοῦ καθίσαι Τουτέστιν ἐν τοῖς οὐρανοῖς· ἐκεῖ γὰρ ἐκάθισε τὸν ἄνθρωπον, ὅπου ἀρχαὶ καὶ ἐξουσίαι καὶ πᾶσα δύναμις τῶν οὐρανῶν. μετὰ ἀρχόντων Καὶ ἐπὶ γῆς γὰρ μετὰ τῶν ἀρχόντων τοῦ λαοῦ αὐτοῦ ἐκάθητο ὁ κύριος ἐφορῶν <φορῶν> τὸν ἄνθρωπον. ὁ κατοικίζων Τὴν ἐκκλησίαν λέγει, περὶ ἧς γέγραπται· εὐφράνθητι στεῖρα, ἡ οὐ τίκτουσα. κατοικίζει δὲ ταύτην ἐν τῷ οἴκῳ τῆς εἰρήνης· οἶκος γὰρ ἡ οἰκοδομή. [ἑρμηνεύεται· διὸ καὶ οἶκος εἰρήνης ὁ Χριστός ἐστιν]. μητέρα τέκνων Μόνη γὰρ ἡ ἐκκλησία εὐφραίνεται ἐπὶ τοῖς ἀναγεννωμένοις δι’ αὐτῆς.
Ἀλληλουία Καὶ πάλιν διὰ τοῦ ἀλληλουία αἶνος (ὁ ὕμνος) τῷ Χριστῷ προσφέρεται διὰ τῆς διδασκαλίας τοῦ νέου λαοῦ καὶ κλήσεως. ἐν ἐξόδῳ Ὅταν ὁ αἰσθητὸς Ἰσραὴλ ἐξῆλθεν ἐκ τῆς Αἰγύπτου. λέγει δὲ τὸν λαὸν [τὸν πιστὸν ἤγουν] τῶν ἐθνῶν ἐκ τῆς [νοητῆς] θλίψεως τῶν δαιμόνων. Αἴγυπτος γὰρ ἐκθλίβουσα ἑρμηνεύεται. οἴκου Οἶκος γὰρ [ἦσαν] Ἰακὼβ ὁ λαός, ὁ ἐξελθὼν ἐκ τῆς Αἰγύπτου [ἤγουν τῶν δαιμόνων]. ἐγενήθη Μετέπειτα γὰρ ἐν τῇ Ἰουδαίᾳ ἐφάνη ὁ Χριστὸς καὶ ἡγίασεν αὐτήν, πράξας ἐν αὐτῇ τὰ μυστήρια τῆς αὐτοῦ σαρκώσεως.
Ἰσραήλ Ἰσραὴλ γὰρ ὁ νοητός, ὅ ἐστιν ὁ Χριστός· αὐτὸς [γὰρ] τὴν Ἰουδαίαν <ἰδίαν> ἀνέθηκεν ἐξουσίαν. ἡ θάλασσα Ἐν τῷ λαῷ τῶν Ἐβραίων θεωρήσασα τοῦ νέου λαοῦ τὰ μυστήρια· τύπος γὰρ ἦν ἡ ῥάβδος τοῦ σταυροῦ, ἐν ᾧ ἐπατάχθη. ὁ Ἰορδάνης Ἡνίκα παρῄει ὁ λαὸς τὸν Ἰορδάνην, ἐφοβήθη· προεώρα γὰρ τὸν μέλλοντα ἐν Ἰορδάνῃ βαπτίζεσθαι. τὰ ὄρη Ἐσκίρτων γὰρ τὰ ὄρη, προβλέποντες τὴν δόξαν τοῦ Γολγοθᾶ. καὶ οἱ βουνοί Συγχαίροντες τῷ βουνῷ τῆς ἀναλήψεως ἐσκίρτησαν, τουτέστιν ἐσείσθησαν. τί ἐστιν Εἶδον, φησί [τῷ Ἰσραήλ], τὸν Χριστὸν μέλλοντα πεζεύειν τὰ νῶτά μου, καὶ ἐφοβήθην. καὶ σύ Εἶδον γὰρ παρερχόμενον τὸν Ἰσραὴλ καὶ δι’ αὐτοῦ ἔγνων τὸν μέλλοντα ἐν ἐμοὶ βαπτίζεσθαι, καὶ ἐφοβήθην. τὰ ὄρη Ἔγνωμεν, φησί, τὴν χαρὰν (χάριν), τὴν μέλλουσαν γίνεσθαι ἐν τῷ ὄρει τοῦ Γολγοθᾶ καὶ ἠγαλλιασάμεθα, ὅτι δι’ αὐτοῦ καὶ <πάντα> τὰ ὄρη εὐλογήθησαν. καὶ οἱ βουνοί Ἔγνωμεν, φησί, τὴν χαρὰν (χάριν) καὶ εἴδομεν, πῶς ὁ ἄνθρωπος (Χριστὸς) ἀπὸ τοῦ βουνοῦ τῆς ἀναλήψεως εἰς τὸν οὐρανὸν ἀνέρχεται, καὶ τῇ χαρᾷ ὡς ἄρνες ἐσκιρτήσαμεν. ἀπὸ προσώπου Ἡνίκα ἐπὶ τοῦ σταυροῦ ἐκρέματο ὁ Χριστός. — Τοῦ Χριστοῦ· Ἰακὼβ γὰρ ὁ παῖς μου, ὃν ἐξελεξάμην. τοῦ στρέψαντος Τότε τῷ λαῷ τὴν ἀκρότομον, λέγει δὲ νῦν τὴν πλευρὰν τοῦ Χριστοῦ· ἡ γὰρ πέτρα ἦν ὁ Χριστός· ἐξ αὐτῆς [γὰρ] ἐξῆλθεν ὁ ποταμὸς ὁ κατακλύσας τοῦς [νοητοὺς] γίγαντας.
καὶ τὴν ἀκρότομον Ἀκρότομος λέγεται, ἧς οὐκ ἐνῆν (ἔνι) κἂν τὸ τυχὸν τεμεῖν· οὐδὲ γὰρ τῆς θεότητος τοῦ Χριστοῦ δυνατὸν θιγεῖν. ἐκεῖθεν δὲ ἐξῆλθεν ἡ πηγὴ τῆς ζωῆς, νυχθείσης τῆς σωτηρίου πλευρᾶς. μὴ ἡμῖν Τὰ κτίσματα φησίν· μὴ ἡμῖν ἀτελὲς ἀφῇς (ἀφήσῃς) τὸ μυστήριον; ἀλλ’ ἤ Ἐπὰν γὰρ τελέσῃς τὸ μυστήριον, ὃ προέθου, τὸ ὄνομά σου δοξάζεται. ἐν τῷ ἐλέει Ἐν τῷ ἐλεῆσαι, φησίν, τὸν ἄνθρωπον ἐν ἀληθείᾳ. μή ποτε Ἐὰν γὰρ χρονίσῃ ἡ σωτηρία ἡμῶν, μέλλουσιν οἱ ἐχθροὶ ἡμῶν, οἱ δαίμονες, ἐπιχαίρειν ἡμῖν. ὁ δὲ θεὸς Τὸν γὰρ οὐρανὸν θρόνον ἔχει καὶ τὴν γῆν ὑποπόδιον, ὥστε πλήρης ὑπάρχει ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. αἰσχυνέσθωσαν οὖν οἱ ἐνδιαβάλλοντες ἡμᾶς (αὐτούς). πάντα ὅσα Τῷ γὰρ βουλήματι αὐτοῦ πάντα ἐγένετο. τὰ εἴδωλα Ὡς χωνευτὰ καὶ ἐλατὰ ὑπάρχοντα καὶ πανταχόθεν μάταια. ἔργα Ὁ δὲ θεὸς ἀληθινὸς ὑπὸ ἀνθρώπων οὐ γεγένηται (γίνεται), ἀχειροποίητος γὰρ καὶ ἀνεκδιήγητος (ἀνεκδίκητος), οἱ δὲ ψευδώνυμοι θεοὶ ὑπὸ ἀνθρώπων καθίστανται. στόμα Πῶς γὰρ τὰ ἄψυχα καὶ ἀναίσθητα λαλεῖν δύναται; τὸ δ’ αὐτὸ καὶ οἱ δαίμονες οἱ ἐπινοήσαντες αὐτά. ὀφθαλμούς Οἷς γὰρ οὐκ ἔστιν ἐνέργεια πνεύματος, πῶς δύνανται ὁρᾶν ἢ νοεῖν; ὦτα Ἀνενέργητα γὰρ [τὰ ὦτα καὶ] ὡς ἀναίσθητα. ῥῖνας Πῶς γὰρ ὁ ἄπνους εἰς συνολκὴν ἀέρος ἐπιτήδειος; χεῖρας Πῶς γὰρ νεκρὸς χεῖρα πρὸς ἐνέργειαν κινεῖν δύναται;
πόδας Πῶς γὰρ ὁ ἀκίνητος εὔθετος πρὸς (εἰς) μετάβασιν; οὐ φωνήσουσιν Οὔτε γὰρ πνεύματος οὔτε φωνῆς μετέχουσιν οὔτε ἄλλης αἰσθήσεως. ὅμοιοι Καὶ γὰρ [καὶ] ψυχὴν καὶ νοῦν ἔχοντες οὐδὲν ἧττον τῶν ἀψύχων τυγχάνουσιν οἱ ἐργαζόμενοι αὐτά. οἱ γὰρ αἰσθητικοὶ ἄνθρωποι τοῖς ἀναισθήτοις καὶ ἀψύχοις προσκυνοῦσι, καὶ πῶς οὐχ ὅμοιοι αὐτοῖς (αὐτῶν) τυγχάνουσι; οἶκος Ὁ λαὸς ὁ πιστός· Ἰσραὴλ γὰρ ὁρῶν κύριον ἑρμηνεύεται· οὗτος γὰρ πρὸς ἀλήθειαν ἐλπίζει ἐπὶ κύριον. βοηθός Πρὸς ἀλήθειαν τῶν ἁγίων πάντων βοηθὸς ὁ θεὸς τῶν πιστῶν (ὁ Χριστός). οἶκος Ἀαρών Αἰνίττεται τοὺς ἱερεῖς· αὐτοὶ γὰρ πρὸς ἀλήθειαν ἐλπίζουσιν ἐπὶ κύριον. βοηθός Καὶ μάλιστα (τίς μάλιστα) τῶν ἐν ἀληθείᾳ ἱερατευόντων. οἱ φοβούμενοι Πάντες οἱ ἅγιοι· ἀνελλιπῶς γὰρ οὗτοι καὶ ἐν ἀληθείᾳ ἐλπίζουσιν ἐπὶ κύριον. βοηθός Πρὸς ἀλήθειαν τῶν ἁγίων πάντων βοηθὸς ὁ θεός. κύριος Τοῦ ἀνθρώπου ἐμνήσθη ὁ θεός, ὅτι πλάσμα χειρῶν αὐτοῦ ἐστι καὶ εὐλόγησεν αὐτόν. εὐλόγησεν Τὴν ἐκκλησίαν λέγει ἡ προφητεία. — Τοὺς ἱερεῖς [τοὺς καθαροὺς ἱερεῖς εὐλόγησε τὸ ἅγιον πνεῦμα, ἐπειδή εἰσιν οἶκος θεοῦ δι’ ἔργων ἀγαθῶν]. εὐλόγησεν Τοὺς πιστοὺς καὶ πάντας τοὺς ἁγίους (τοὺς φοβουμένους τὸν κύριον). τοὺς μικρούς Καὶ τοὺς πένητας καὶ τοὺς πλουσίους, ὅσοι φοβοῦνται τὸν κύριον, εὐλογοῦνται ὑπὸ θεοῦ ὁμοῦ πάντες.
προσθείη Ἐπὶ τοὺς φοβουμένους τὸν κύριον καὶ ἐπὶ τὴν γενεὰν αὐτῶν· γενεὰ γὰρ εὐθέων εὐλογηθήσεται. εὐλογημένοι Λέγει τοὺς ἁγίους, ὅσοι τῷ φόβῳ τοῦ θεοῦ ὑπετάγησαν· οὗτοι γὰρ πρὸς ἀλήθειαν εὐλογοῦνται ὑπὸ θεοῦ. ὁ οὐρανός Ὁ οὐρανὸς καὶ αἱ ἐν αὐτῷ δυνάμεις διακονοῦσι τῷ κυρίῳ, ὡς λειτουργικὰ πνεύματα. τὴν δὲ γῆν Ὅπως καὶ αὕτη ἡ γῆ λειτουργοῦσα εὑρίσκοιτο τῷ θεῷ κατὰ τὸν τύπον τῶν οὐρανῶν καὶ μὴ λείποιτο λειτουργίας. οὐχ οἱ νεκροί Οὔτε γὰρ μετὰ θάνατον δύνανται οἱ νεκροὶ εὐλογεῖν τὸν θεόν, πλὴν τὸ ἀληθὲς <θαυμαστὸν> λέγει τοὺς νεκρωθέντας τῇ ἁμαρτίᾳ. οὐδὲ πάντες Ὅσοι διὰ τῆς ἀσεβείας τῷ ᾅδῃ παρεπέμφθησαν, οὗτοι πάντες ἐστερήθησαν τῆς δόξης τοῦ θεοῦ· οἱ γὰρ πιστοὶ πάντες καὶ δίκαιοι καὶ τεθνηκότες ζῶσι [καὶ δοξάζουσι τὸν θεόν]. ἀλλ’ ἡμεῖς Οἱ <ὅσοι> ζῶντες τῇ δικαιοσύνῃ, εἰσὶ δὲ οἱ ἅγιοι πάντες. ἀπὸ τοῦ νῦν Τουτέστιν καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι οἱ ἅγιοι πάντες οὐ παύονται εὐλογοῦντες τὸν θεόν.
Ἀλληλουία Αἶνος [ἅγιος] προσφερόμενος τῷ Χριστῷ ὑπὸ νέου λαοῦ, προκόπτοντος εἰς τὴν πίστιν. Ἠγάπησα Φωνὴ αὕτη τοῦ Ἀδάμ, ὅ ἐστιν νέου λαοῦ ἱκεσία πρὸς τὸν θεόν. ὅτι ἔκλινεν Εἰ μὴ γὰρ ἔκλινε τὸ οὖς αὐτοῦ ὡς συμπαθής, πῶς ἔσωζε τὸν ἄνθρωπον (ἐσώζετο ὁ ἄνθρωπος); καὶ ἐν ταῖς ἡμέραις Ὧδε φωνὴ τοῦ Χριστοῦ ἐκ προσώπου τοῦ Ἀδάμ, ἡνίκα ἦν ἐπὶ τοῦ σταυροῦ. περιέσχον Ἃς ὠδύνησεν ὁ διάβολος κατὰ τοῦ κυρίου, ὡς ἐνόμιζε θανατοῦν αὐτόν. κίνδυνοι Ὑπὸ τὰ κλεῖθρα γὰρ τοῦ ᾅδου συνείχετο ὁ Ἀδάμ, ἐσφιγμένος, ἕως ἦλθεν ὁ κύριος. θλῖψιν Ἣν παρέσχε τῷ Ἀδὰμ ἡ παρακοή, ἐλθὼν δὲ ὁ κύριος ἀνεδέξατο αὐτόν. καὶ τὸ ὄνομα Ἅμα ἐπεκαλεσάμην, ἅμα ἐσώθην, φησὶν ὁ ἄνθρωπος. ὦ κύριε Ἐκπλήξεως ὁ λόγος, ὀδυρμοῦ ἡ φωνή. ἐλεήμων Τουτέστιν ἐλεήμων ὁ κύριος. καὶ τίνος χάριν χρονίζομεν κρατούμενοι τῇ ἁμαρτίᾳ, φησὶν ὁ Ἀδὰμ καὶ ἡ Εὔα. καὶ ὁ θεός Διὰ τοῦτο ὁ θεὸς ἡμῶν ἐλεῶν οὐ παύεται. φυλάσσων Τὸν νηπιάζοντα λέγει λαόν, τουτέστιν τὸν νέον, περὶ οὗ ὁ Παῦλος λέγει· ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα. ἐταπεινώθην Ἡ προφητεία περὶ τοῦ Ἀδάμ· ταπεινωθέντα γὰρ αὐτὸν τῇ παραβάσει ἔσωσεν ὁ Χριστός. ἐπίστρεψον Ὑπέλαβε γὰρ πάλιν ὁ Ἀδὰμ τὸν παράδεισον, ἀλλὰ καὶ τὸν οὐρανόν. ὅτι κύριος Ἀνέλαβε τὸν Ἀδὰμ ὁ κύριος ἐπὶ τῆς θεότητος. ὅτι ἐξείλατο Τοῦ πονηροῦ θανάτου τῆς ἁμαρτίας ῥυσάμενος ὁ κύριος τὸν ἄνθρωπον.
τοὺς ὀφθαλμούς Οὐδέποτε γὰρ πενθῶν καὶ κλαίων ὁ Ἀδὰμ ἐπαύσατο, ἀφ’ οὗ ἔπεσε τῇ παραβάσει, ἕως ἐλθὼν ὁ κύριος ἤγειρεν αὐτόν, ἐμπλήσας χαρᾶς αἰωνίου. καὶ τοὺς πόδας Τῆς πτώσεως λέγει, ἧς ὀλισθήσας ἔπεσε διὰ τῆς παραβάσεως, ἀλλὰ ἀναστήσας αὐτὸν ἠσφαλίσατο τοὺς πόδας αὐτοῦ [ἐν τῷ] εὐαγγελίῳ. εὐαρεστήσω Ἐν τῷ παραδείσῳ λοιπὸν ποιήσας ἀναπαύεσθαι τὸν ἄνθρωπον.
Ἀλληλουία Αἰνοῦμεν θεὸν ζῶντα σημαίνει τὸ ἀλληλουία, διδασκαλία ἐστὶ (διδασκαλία δέ ἐστι) τοῦ νέου λαοῦ. ἐπίστευσα Ὁ προφήτης φησίν· ἐπίστευσα, περὶ ὧν ἐλάλησα, περὶ παρουσίας θεοῦ καὶ μυστηρίων καινῶν καὶ κλήσεως ἐθνῶν. ἐγὼ δέ Ἐλυπήθη γὰρ ὁ προφήτης, ὅτι ἃ προεῖδε καὶ προείρηκεν, οὐκ ἠδυνήθη σωματικοῖς ὀφθαλμοῖς ἰδεῖν. ἐγὼ εἶπα Ἐν ἐκστάσει γὰρ γενόμενος τῇ ὑπερβολῇ τοῦ μυστηρίου ἐδειλία, μὴ ἄρα ὡς ἄνθρωπος ψευδῆ ἐλάλησεν. τί ἀνταποδώσω Ὅτι, φησί, θεωρόν με τοῦ μυστηρίου κατέστησεν, ὅτι εἰς πέρας ἐγένοντο οἱ λόγοι μου, ὅτι ἠλέησε τὸν ἄνθρωπον. ποτήριον Τὸ μυστικὸν λέγει, ἐν ᾧ ὁ οἶνος ὡς αἷμα κιρνᾶται, ὃ ἔδωκεν εἰς σωτηρίαν τῷ ἀνθρώπῳ (τῶν ἀνθρώπων). καὶ τὸ ὄνομα Ἐν τῇ ἐπικλήσει τοῦ ἁγίου πνεύματος τοῦ Χριστοῦ λαμβάνονται τὰ μυστήρια. τὰς εὐχάς μου Αὕτη φωνὴ τοῦ προφήτου. τίμιος Τῶν μαρτύρων, οἵτινες ὑπὲρ Χριστοῦ ἑαυτοὺς παρέδωκαν, καὶ τῶν λοιπῶν ἁγίων πάντων· τιμᾷ γὰρ πρὸς ἀλήθειαν τούτων τὸν θάνατον ὁ Χριστός. ὦ κύριε Ὁ ἄνθρωπος (Ἀδὰμ) βοᾷ τοῦτο [πρὸς θεόν]. ὀδυρμοῦ δὲ ὁ λόγος. ἐγὼ δοῦλος Τουτέστιν ὡς δούλου ἐπίσκεψαί [με] καὶ μὴ ὑπερίδῃς. διέρρηξας Οὓς <οἷς> ἔδησεν ἡ ἁμαρτία τὸν ἄνθρωπον (τῶν ἀνθρώπων), διέρρηξεν ἡ πίστις ἐν τῷ βαπτίσματι. σοὶ θύσω Τὴν ἀναίμακτον θυσίαν λέγει, ἣν σωθεὶς ὁ ἄνθρωπος προσφέρει, τὴν τῶν μυστηρίων.
τὰς εὐχάς Ἃς οἱ πιστοὶ ἑκάστης ἡμέρας ἐπιτελοῦσιν ἐνδελεχῶς. ἐν αὐλαῖς Σημαίνει τὴν ἐκκλησίαν· αὐλὴ γὰρ ἁγία αὕτη. ἐκεῖ γὰρ τοῦ λαοῦ ἑστῶτος αἱ λατρεῖαι γίνονται, προανεφωνεῖτο δὲ ταῦτα.
Ἀλληλουία Αἶνος θεϊκός, δι’ οὗ δοξάζουσιν οἱ ἄνθρωποι (ἅγιοι) τὸν θεόν. Αἰνεῖτε Προαναφωνεῖ ὁ προφήτης τὴν τῶν ἐθνῶν ἐπιστροφὴν (κλῆσιν) καὶ δοξολογίαν. αἰνεσάτωσαν Δηλονότι πάντες οἱ προστεθέντες τῇ πίστει, τὸν αἶνον προσφέροντες (προσφέρουσι) τῷ θεῷ [καὶ] οὐ παύονται. ὅτι ἐκραταιώθη Τοσοῦτον γὰρ ἐκραταίωσεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον, ὥστε δι’ αὐτὸν καὶ τὴν γῆν (τῇ γῇ) ἐπεδήμησεν, ἵνα σώσῃ αὐτόν. καὶ ἡ ἀλήθεια Ἣν γὰρ ἐποίησεν ἀλήθειαν εἰς τὸν ἄνθρωπον, σώσας αὐτόν, λυθῆναι οὐ δύναται, ἀλλὰ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἀλληλούια Τὸν αἶνον τὸν θεϊκὸν λέγει, προκοπὴν καὶ νίκην (προκόπτειν νίκην) τῶν ἐν Χριστῷ προκοπτόντων. Ἐξομολογεῖσθε Τουτέστιν τοσαύτης τῆς ἀγαθοσύνης (ἀγαθότητος) προκειμένης ἐξομολογεῖσθε ἀφόβως οἱ ἁμαρτωλοί. ὅτι εἰς τὸν αἰῶνα Ἄφατον (γὰρ) καὶ ἀνεξιχνίαστον καὶ μένον εἰς αἰῶνα αἰῶνος τὸ ἔλεος τοῦ κυρίου. εἰπάτω δὴ Ἡ ἐκκλησία, φησίν, ὑμνείτω τὴν ἀγαθότητα τοῦ θεοῦ. ὅτι εἰς τὸν αἰῶνα Ἔλεος γὰρ θεοῦ ἐκλεῖψαι ἀδύνατον, ὅτι καὶ ὧδε ἐλεεῖ καὶ εἰς τὸν αἰῶνα τὸν μέλλοντα. εἰπάτω Οἱ ἐν ἱερωσύνῃ καταλεγόμενοι καὶ ἡ ἐκκλησία ἐξαγγειλάτωσαν τὴν ἀγαθότητα τοῦ θεοῦ. ὅτι εἰς τὸν αἰῶνα Ὡς αἰώνιος γὰρ ὤν, αἰωνίως ἐλεεῖ. εἰπάτωσαν δή Οἱ δίκαιοι καὶ (πάντες), ὅσοι ἐν ἀληθείᾳ δουλεύουσι τῷ θεῷ, τὸ ἀγαθὸν τοῦ θεοῦ ἐξαγγειλάτωσαν τῷ θεῷ. ὅτι εἰς τὸν αἰῶνα Εἰς τὸν αἰῶνα γὰρ μένει καὶ οὐκ ἐκλείψει. ἐκ θλίψεως Ὁ πιστὸς λαὸς ὁ ἐξ ἐθνῶν· ἦν γὰρ ἐν θλίψει πολλῇ δουλεύων τοῖς δαίμοσι [καὶ] τῇ εἰδωλολατρείᾳ. καὶ ἐπήκουσεν Πλατυνθείσης γὰρ τῆς πίστεως ὁ ἄνθρωπος ἐν αἰνέσει ἐγένετο <ἐν ἀναπαύσει ἐγένετο>. κύριος Τοῦ λαοῦ τῶν ἐθνῶν· ἀφ’ οὗ γὰρ τῇ πίστει ἐσφραγίσθησαν, οὐκέτι πτοοῦνται τὸ φρύαγμα τῶν [εἰδωλικῶν λαῶν καὶ τῶν] ἑλληνικῶν ἀνθρώπων. κύριος Σωθεὶς γὰρ ὁ ἄνθρωπος οὐκέτι λογίζεται τοὺς δαίμονας, ἀλλ’ εἰσὶ βδελυκτοί.
ἀγαθόν Ἀγαθὸν γὰρ ἡ ἐπὶ θεὸν πεποίθησις· ἄνθρωπος γὰρ ἄνθρωπον ἐλεεῖν οὐ δύναται (δυνατόν)· εἰ δὲ καὶ ἐλεεῖ, πρὸς καιρὸν ἐλεεῖ. ἀγαθὸν ἐλπίζειν Ἡ γὰρ ἐλπὶς ἡ ἐπὶ κύριον ἀπλανὴς ὑπάρχει ὑπὲρ τὸ ἐλπίζειν ἐπὶ τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου· πρόσκαιροι γάρ εἰσιν. πάντα Καὶ δαίμονες καὶ οἱ Ἰουδαῖοι ἐκύκλωσαν τὸν Χριστόν. προσεδόκησαν γὰρ αὐτὸν ψιλὸν ἄνθρωπον εἶναι καὶ ἐβούλοντο αὐτὸν ἀπολέσαι. κυκλώσαντες Ἀνταπέδωκε γὰρ αὐτοῖς ὁ θεὸς κατὰ τὰ ἔργα αὐτῶν καὶ ἐγένοντο εἰς οὐδέν. ἐκύκλωσαν Ὁμοῦ πάντες παρέστησαν αὐτῷ κράζοντες· ἆρον, ἆρον, σταύρωσον αὐτόν. καὶ ἐξεκαύθησαν Ὡς ὅταν εὕρῃ πῦρ ἀκάνθας ξηράς, ὀξέως ταύτας (αὐτὰς) ἀναλίσκει· οὕτως οἱ Ἰουδαῖοι τῇ ὀργῇ καὶ τῷ θυμῷ ἀνήφθησαν κατὰ τοῦ Χριστοῦ, ἐσβέσθησαν δὲ ὡσαύτως. καὶ τῷ ὀνόματι Ἐξήλειψε γὰρ αὐτοὺς ἐκ βίβλου ζώντων. ὠσθείς Ἀπώσαντο γὰρ αὐτόν, ὥστε ῥῖψαι (ῥῆξαι) αὐτὸν τοῦ μὴ ἑστάναι· οὐ γὰρ ἤθελον αὐτὸν ζῆν. καὶ κύριος Ἡ θεότης, ἡ ἐνοικοῦσα ἐν τῷ ἀνθρώπῳ, οὐ συνεχώρει πεσεῖν τὸν ἄνθρωπον, ἀλλ’ ἦν ἄμεμπτος. ἰσχύς μου Διὰ τοῦτο γὰρ ἀνέλαβε ὁ θεὸς τὸν ἄνθρωπον, κατὰ πάντα ἰσχυροποιήσας αὐτόν (ἵνα κατὰ πάντων ἰσχυροποιήσῃ αὐτόν). καὶ ἐγένετο Ὁ θεὸς τοῦ ἀνθρώπου.
φωνή Λέγει μὲν τὰ σκηνώματα (σώματα) τῶν ἁγίων, λέγει δὲ καὶ τὰς ἐκκλησίας, ὡς ἐν αὐταῖς ἀκαταπαύστως ὑμνοῦντες οἱ πιστοὶ ἐν ἀγαλλιάσει οὐ παύονται, καρπούμενοι τὴν ἑαυτῶν σωτηρίαν. δεξιά Ἡνίκα τὸν ᾅδην ἐσκύλευσε. δεξιά Ἡνίκα τὸν ἄνθρωπον εἰς οὐρανὸν ἀνέφερε (ἀναφέρει, ἀνήγαγε). δεξιὰ κυρίου Θεμελιώσας τὴν ἐπαγγελίαν τοῦ πνεύματος ἐπὶ τῆς γῆς. οὐκ ἀποθανοῦμαι Θάνατος αὐτοῦ οὐκέτι κυριεύει, καθὼς εἶπεν ὁ ἀπόστολος. καὶ ἐκδιηγήσομαι Ἐξηγούμενος καὶ διδάσκων τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις. παιδεύων Περὶ τοῦ πάθους λέγει, ὅσα [γὰρ] ὤφειλε παθεῖν (ἔπαθεν) ὁ κύριος, ἵνα πάθους καὶ φθορᾶς ἐλευθερώσῃ τὸν ἄνθρωπον. καὶ τῷ θανάτῳ Οὔτε γὰρ ἐκυρίευσεν αὐτοῦ ὁ θάνατος· ἦν γὰρ ζωὴ ἐκ ζωῆς. ἀνοίξατε Τὰς εὐαγγελικὰς διδασκαλίας, δι’ ὧν εἰσῆλθον τὰ ἔθνη καὶ ἐσώθησαν. εἰσελθών Εἰσελθόντα γὰρ τὰ ἔθνη τὰς πύλας τῆς πίστεως ἐξωμολογήσαντο καὶ ἐσώθησαν. αὕτη ἡ πύλη Αὕτη. ποία; ὁ Χριστός. αὐτὸς γὰρ εἶπε· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. καὶ πάλιν· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα, εἰ μὴ δι’ ἐμοῦ. ἐξομολογήσομαι Σωθεὶς ὁ ἄνθρωπος καὶ ἐξομολογησάμενος ἐδοξάσθη. καὶ ἐγένου Τῷ ἀνθρώπῳ ὁ Χριστὸς ἐγένετο εἰς σωτηρίαν, ῥυσάμενος αὐτὸν ἐκ τῆς πλάνης τῶν εἰδώλων. λίθον Τὸν Χριστὸν οἱ Ἰουδαῖοι, ὡς ἄτεχνοι οἰκοδόμοι.
λίθον γὰρ εὑρόντες τὸν πάσης κτίσεως τιμιώτερον ὡς ἄτεχνοι ἀπέβαλον. οὗτος ἐγενήθη Πᾶσα γωνία στερέωμά ἐστιν οἴκου καὶ εὐπρέπεια· οὕτως ὁ Χριστὸς πάσης δυνάμεως κεφαλὴ κεῖται. ἐν δεξιᾷ γὰρ καθέζεται ὁ Χριστός. λέγω (λέγων) δὲ τῇ σαρκί, ὅ ἐστιν ὁ λίθος ὁ ἀποδοκιμασθείς. παρὰ κυρίου Αὕτη. ποία; ἡ σὰρξ ἡ τοῦ Χριστοῦ, ἣν ᾠκοδόμησεν ἐκ Μαρίας. αὕτη γὰρ θαυμάζεται καὶ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὡς θεοῦ μυστήριον. αὕτη ἡμέρα Αὕτη. ποία; ἐν ᾗ ἀνέστη ὁ κύριος. ἐν αὐτῇ γὰρ ἀνέπλασε τὸν Ἀδάμ. αὕτη οὖν ἡ ἡμέρα ὡς ἐπίδοξος, ὡς μεγάλη, ὡς θαυμαζομένη παρὰ πάσης τῆς κτίσεως, καὶ ἐπουρανίοις καὶ ἐπιγείοις. ἀγαλλιασώμεθα Ἐν αὐτῇ γὰρ ἐχρῆν ἀγαλλιᾶσθαι καὶ εὐφραίνεσθαι καὶ τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια, ὅτι ἐν αὐτῇ ἠλευθερώθη τῶν κακῶν ἡ κτίσις ἡ σύμπασα. ὦ κύριε Ἐκπλήξεως καὶ ἐπικλήσεως ὁ λόγος. — Θάμβους ἡ φωνὴ καὶ ἐνεργείας τοῦ ἀνθρώπου ἐπὶ τῷ θαύματι γενομένης καὶ σπεύδων εὐοδωθῆναι. εὐλογημένος Περὶ τῆς παρουσίας τοῦ κυρίου ὁ προφήτης προβλέπων ἐβόα. εὐλογήκαμεν Ποίου οἴκου; ἐν ᾧ κατῴκησεν [ἐν αὐτῷ] ὁ θεὸς λόγος, ὡς ἠθέλησεν καὶ ὡς ἠβουλήθη· δι’ αὐτῆς εὐλογήθη (ἐσώθη) τὸ γένος τὸ ἀνθρώπινον. θεὸς κύριος Ὁ τεχθεὶς ἐκ τῆς παρθένου θεός· αὐτὸς ἐπέλαμψεν ἡμῖν τὴν χάριν τὴν ἑαυτοῦ. συστήσασθε Τουτέστιν τὴν ἑορτὴν τῆς χαρᾶς, ταύτην μεταπαράδοτε ταῖς μετὰ ταῦτα γενεαῖς.
πυκάζειν γὰρ λέγεται τὸ αὔξειν καὶ γίνεσθαι (γενέσθαι), ὅ ἐστι τοῖς τικτομένοις κατὰ γενεὰν καὶ γενεάν. ἕως τῶν κεράτων Ἕως τῶν ἀκροθινίων, τουτέστιν τῶν ἄκρων τῆς δυνάμεως. κέρας γάρ ἐστιν ἀρχὴ καὶ ἰσχύς. θεός μου Φωνὴ τοῦ σωθέντος λαοῦ. — Μεγαλύνει γὰρ ὁ σωθεὶς λαὸς ἀεὶ τὸν θεὸν (κύριον). ἐξομολογήσομαι Ἐξομολογοῦνται γὰρ οἱ σωθέντες ἀκαταπαύστως τῷ θεῷ. καὶ ἐγένου Ὁ ἄνθρωπος φησίν, ὅτι ἠλευθέρωσάς με ἐκ τῆς δουλείας τῶν δαιμόνων. ἐξομολογεῖσθε Πλησθέντες τῆς ἀγαθότητος τοῦ θεοῦ οἱ σωθέντες ἐξομολογοῦνται (ἐξομολογεῖσθε) θαρροῦντες. ὅτι εἰς τὸν αἰῶνα Καὶ ἐνταῦθα γὰρ καὶ ἐν τῷ μέλλοντι αἰῶνι μένει τὸ ἔλεος τοῦ θεοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.