Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία
Ερμηνεία εις τον 118ο Ψαλμό
Αναλυτική ερμηνεία του 118ου Ψαλμού, αναδεικνύοντας τη σπουδαιότητα του θείου νόμου, τη μετάνοια, τις δοκιμασίες του πιστού και τη μέλλουσα κρίση της κτίσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τον 118ο Ψαλμό
Αναλυτική ερμηνεία του 118ου Ψαλμού, αναδεικνύοντας τη σπουδαιότητα του θείου νόμου, τη μετάνοια, τις δοκιμασίες του πιστού και τη μέλλουσα κρίση της κτίσεως.
Ἀλληλουία Δηλοῖ ἡ προφητεία τὸν ὕμνον τῶν ἀγγέλων, δοθέντα ἐν ἀνθρώποις· ἡ γὰρ ἑπομένη (προκειμένη) προφητεία στοιχείωσίν τινα δηλοῖ πᾶσι τοῖς βουλομένοις κατὰ θεὸν ζῆν· ἡ γὰρ ῥητορεία τοῦ ψαλμοῦ ὧδε κἀκεῖσε συνσφίγγουσα εὑρίσκεται τὸν ἄνθρωπον.
Μακάριοι Βλέπεις, πῶς μακαρίζει τὸ πνεῦμα τὸ ἅγιον τοὺς ἐν ὁδῷ ἀμώμῳ πορευομένους, τουτέστιν ὧν ἡ ὁδὸς οὐ μεμώμηται. οἱ πορευόμενοι Οἵτινες κατορθοῦσι τὸν νόμον [τῇ μελέτῃ] τῶν θείων γραφῶν. μακάριοι Τῇ μελέτῃ τῶν γραφῶν· μαρτυρία γὰρ θεοῦ αἱ γραφαὶ τυγχάνουσιν. ἐν ὅλῃ καρδίᾳ Οἱ γὰρ σχολάζοντες ἀπὸ σπουδῆς ταῖς θείαις γραφαῖς, οὗτοι ἐν ὅλῃ καρδίᾳ ζητοῦσι τὸν κύριον. οὐ γάρ Περὶ Ἰουδαίων ὁ λόγος, ὅτι ἐξέκλιναν ἐκ τοῦ νόμου. σὺ ἐνετείλω Ὅσας διὰ τοῦ νόμου ἐνετείλατο, φησί, ταύτας φυλάττειν δεῖ τὸν ἄνθρωπον [ὁ θεὸς γὰρ οὕτως ἀρέσκεται]. ὄφελον Ζητῶ, φησὶν ὁ πιστὸς ἄνθρωπος, εὐθείας γενέσθαι τὰς ὁδούς μου, ἵνα οὕτως κατορθώσω. τοῦ φυλάξασθαι Ἐὰν γὰρ τὰς ὁδούς μου <σου, ἑαυτοῦ> κατορθώσῃ τις, εὐκόλως φυλάσσει τὰς ἐντολὰς τοῦ θεοῦ. τότε Ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ οὐ φοβεῖται αἰσχύνην ὁ τὰς ἐντολὰς τοῦ θεοῦ κατορθώσας. ἐξομολογήσομαι Ὡς Πέτρος ἐπὶ τῇ ἀρνήσει ἐν ὅλῃ καρδίᾳ ἐξωμολογήσατο, οὕτως χρὴ καὶ τὸν εὐθῆ ἄνθρωπον ἐξομολογεῖσθαι τῷ θεῷ. ἐν τῷ μεμαθηκέναι Ὅταν γὰρ κατορθώσῃ ὁ ἄνθρωπος τὰ κρίματα τοῦ θεοῦ, τότε τέλειος εὐρίσκεται καὶ κατὰ θεόν. τὰ δικαιώματα Τουτέστιν διὰ τοῦτο ἐφύλαξα, ἃ (ὅσα) ἐνετείλω, ἵνα μὴ ἐγκαταλειφθῶ εἰς τέλος. ἐν τίνι Ἐν τίνι κατορθώσει καὶ πότε ὁ νέος λαὸς τὰς ὁδοὺς τοῦ θεοῦ; δηλονότι τῇ παρουσίᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
ἐν τῷ φυλάσσεσθαι Ὅταν, φησίν, ἐπακούσητε τοῦ κηρύγματος τοῦ εὐαγγελίου καὶ φυλάξητε (cod. φυλάξῃ). ἐν ὅλῃ Ὁ πιστὸς <ἄνθρωπος> φησίν· ἀπὸ καρδίας ἐξεζήτησά σε καὶ οὐ παρέργως. διὸ μὴ ἀπώσῃ με ὡς ἄχρηστον. ἐν τῇ καρδίᾳ Τουτέστιν οὐκ ἀπέστησαν οἱ λόγοι σου ἀπὸ τῆς καρδίας μου, δεδιὼς μὴ ὡς οὐ θέλω ἁμάρτω (ἁμαρτῆσαι). εὐλογητός Ὡς εὐλογημένος, ὡς ἀγαθός, ὡς συμπαθὴς θέλησον διδάξαι με τὰ δικαιώματά σου, ὁ κατὰ θεὸν ἀγωνιζόμενος παρακαλεῖ. ἐν τοῖς χείλεσιν Τῇ μελέτῃ τῶν θείων γραφῶν κατορθώσας ἑκάτερα ὁ ἄνθρωπος. ἐν τῇ ὁδῷ Οὔτε γὰρ πλοῦτος πολὺς καὶ περιουσία οὕτως τερπνὸς τοῖς πιστοῖς, ὡς ἡ μελέτη τῶν θείων γραφῶν, καὶ ὁ κατὰ θεὸν πλοῦτος τότε μάλιστα. ἐν ταῖς ἐντολαῖς Ἐπὰν γὰρ ὁ (τις) ἄνθρωπος φροντίδα σχῇ περὶ τὰς ἐντολὰς τοῦ θεοῦ, τότε ἐπιποθεῖ τὰς ὁδοὺς τοῦ θεοῦ καὶ ζητεῖ ἐνδελεχῶς. ἐν τοῖς δικαιώμασιν Ἡνίκα γάρ τις ἐρευνᾷ ἀπὸ σπουδῆς· δικαιώματα γὰρ θεοῦ αἱ θεῖαι γραφαί· δηλονότι ὅτι ὁ τοιοῦτος οὐκέτι λήθην ποιεῖται τῶν λόγων τοῦ θεοῦ. ἀνταπόδος Ὅταν γὰρ πρὸς τὴν ἀνταπόδοσιν τοῦ θεοῦ ἀφορᾷ ὁ ἄνθρωπος, προθύμως φυλάσσει τοὺς λόγους τοῦ θεοῦ. ἀποκάλυψον Τουτέστιν διάνοιξον αὐτοὺς καὶ φώτισον, καὶ τοὺς τοῦ σώματος καὶ τοὺς τῆς ψυχῆς, ἵνα νοήσω τὸ θέλημά σου, κύριε.
καὶ κατανοήσω Τότε γὰρ ἐνοπτρίζεται τὰ θαυμάσια τοῦ θεοῦ ὁ ἄνθρωπος, ὅταν ἐκ τῆς μελέτης τοῦ νόμου οἱ ὀφθαλμοὶ τῆς καρδίας καθαρῶς ὁρᾶν δύνανται. πάροικος Ἐπειδὴ μετάστασιν προσδοκῶμεν. μὴ ἀποκρύψῃς Φησί, ὡς ἐν τῇ γῇ ὄντα τέως, μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὸ μυστήριον τῆς σῆς παρουσίας. ἐπεπόθησεν Ὁ γὰρ πιστὸς ἄνθρωπος διὰ πάσης τῆς ζωῆς ἐπιποθεῖ καὶ ζητεῖ τὰ λόγια τοῦ θεοῦ. κρίματα γὰρ θεοῦ οἱ λόγοι αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ. ἐπετίμησας Ἐβδελύξω, ἀπέρριψας, κατήργησας. ἐπικατάρατοι Ὅσοι τὸν νόμον τοῦ θεοῦ ἀθετοῦσι καὶ τὰς ἐντολὰς αὐτοῦ, οὗτοι κεκατήρανται (κατήρανται) ἀληθῶς. περίελε Ὧδε ὁ λόγος αἰνίττεται περὶ τοῦ Χριστοῦ, ὅτι οἱ Ἰουδαῖοι ὠνείδιζον αὐτὸν καὶ ἐξουδένουν ἀεί. ὅτι τὰ μαρτύρια Ἔλεγε γὰρ ὁ Χριστός, ὅτι ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ, ἐὰν μή τι βλέπω τὸν πατέρα ποιοῦντα· οὕτως δὲ δεῖ ποιεῖν καὶ πάντας τοὺς πιστούς. καὶ γὰρ ἐκάθισαν Οἱ ἄρχοντες τῶν Ἰουδαίων συνερχόμενοι ἀεὶ κατὰ τοῦ Χριστοῦ ἐβουλεύοντο. ὁ δὲ δοῦλος Ἐκεῖνοι μὲν κατελάλουν, ἐγὼ δέ, φησὶν ὁ κύριος, ἐφρόντιζον τοῦ δικαιώματος τοῦ κατὰ τὸν ἄνθρωπον. καὶ γὰρ τὰ μαρτύρια Τοῦ κατὰ θεὸν ἀνθρώπου αἱ γραφαὶ τῆς γλώσσης οὐκ ἀφίστανται· μαρτυρία γὰρ θεοῦ αἱ θεῖαι γραφαί. καὶ αἱ συμβουλίαι Συμβουλεύσας γὰρ μετὰ τοῦ πατρὸς κατῆλθεν εἰς ἀναζήτησιν τοῦ ἀνθρώπου.
ἐκολλήθη Λέγει τὴν συγκατάβασιν, ἣν ἐποιήσατο ἐπὶ τῆς γῆς διὰ τὸν ἄνθρωπον. ζήσομαι Καθὼς γὰρ ἐβουλεύσατο ὁ θεός, οὕτως καὶ ἐζωοποίησε τὸν ἄνθρωπον. τὰς ὁδούς Ὁ προφήτης νῦν βοᾷ, προαναφωνήσας τὴν παρουσίαν τοῦ Χριστοῦ καὶ θεοῦ. καὶ ὁδόν Καὶ αὕτη φωνὴ τοῦ προφήτου. καὶ ἀδολεσχήσω Μεριμνήσω, φησί, πότε εἰς πέρας ἔλθωσι τὰ θαυμάσιά σου, ἃ ἐβουλεύσω (ἐβουλήθης) περὶ τοῦ ἀνθρώπου. ἐνύσταξεν Πέτρος καὶ οἱ σὺν αὐτῷ, τῇ λύπῃ βαρυνόμενοι τῇ ὥρᾳ τῆς προδοσίας. βεβαίωσον Ὁ προφήτης φησί· βεβαίωσον τοὺς λόγους μου, οὓς προανεφώνησα. ὁδόν Ὁ πιστὸς ἄνθρωπος δέεται τοῦ θεοῦ μὴ συγχωρεῖν τῷ πονηρῷ ὑποσκελίζειν αὐτόν. καὶ τῷ νόμῳ Οὔτε γὰρ ἄλλως ἔνι (ἐνῆν) σωθῆναι, εἰ μὴ τῇ μελέτῃ τοῦ νόμου. ὁδὸν ἀληθείας Ὅσοι γὰρ τὴν ἀλήθειαν ποθοῦσι καὶ φυλάττουσι, μακάριοι. τὰ κρίματα Ὁ γὰρ κολλώμενος τῷ θεῷ τοῖς κρίμασιν αὐτοῦ διὰ παντὸς ἐνατενίζει. ἐκολλήθην Τῇ μελέτῃ τῶν γραφῶν ὁ κολλώμενος οὐ καταισχύνεται. ὁδόν Ὅταν γὰρ ἡ καρδία ἐν ἀνέσει ἐστίν, ὡς ἐν πλάτει, τότε ὁ ἄνθρωπος ἀνεμποδίστως βαδίζει τὴν ὁδὸν τοῦ θεοῦ. νομοθέτησον Δίδαξόν με, φησίν, τὴν ὁδόν σου βαδίζειν, ὁ κατὰ θεὸν ἀγωνιζόμενος λέγει. καὶ ἐκζητήσω Δῆλον γάρ, ὅταν μάθῃ ὁ πιστὸς ἄνθρωπος τὴν ὁδὸν τοῦ κυρίου, ἀμερίμνως βαδίζει. συνέτισόν με Ἐὰν γὰρ διδαχθῶ, ἐρευνᾶν οὐ παύομαι. καὶ φυλάξω Δῆλον γάρ, ὅτι οἱ μαθόντες ἀκριβῶς καὶ φυλάττουσιν.
ὁδήγησον Τουτέστιν χειραγώγησόν με εἰς τὴν ὁδὸν τῆς ἀληθείας, ὅτι τὸ θέλημά μού ἐστιν ἐν αὐτῇ τοῦ φυλάξαι τὰς ἐντολάς σου. κλῖνον Κρείττων ἡ μελέτη τοῦ θεοῦ ὑπὲρ πλοῦτον πολύν. ἀπόστρεψον Θεοῦ γάρ ἐστι τὸ χάρισμα τοῦ μισεῖν τὴν ματαιότητα τοῦ κόσμου. ἐν τῇ ὁδῷ Ζωὴ γὰρ αἰώνιος ἡ ὁδὸς τοῦ θεοῦ καὶ πάντες οἱ ὁδεύοντες ἐν αὐτῇ ζήσονται εἰς τὸν αἰῶνα. στῆσον Ἐπαινετὸς γὰρ παρὰ θεοῦ ὁ φοβούμενος αὐτὸν καὶ τοῖς λόγοις αὐτοῦ ἐμμένων. περίελε Ἐφοβεῖτο γὰρ ὁ προφήτης Δαυὶδ περὶ τῆς μοιχείας καὶ τοῦ φόνου, μή ποτε ἐγκληθῇ.
Τὰ γὰρ κρίματα Ἤιδει γάρ, ὅτι τὸ κρῖμα τοῦ θεοῦ ἀπροσωπόληπτον. ἰδού Διὰ τοῦτο, φησίν, ἀπὸ καρδίας τῇ μετανοίᾳ προσῆλθον, ἐπιποθῶν πληρῶσαι τὰς ἐντολάς σου. ἐν τῇ δικαιοσύνῃ Ὡς δίκαιος γὰρ ἐδικαίωσας τὴν ἐμὴν μετάνοιαν καὶ διὰ τοῦτο ἔζησα. καὶ ἔλθοι Παρακληθεὶς γὰρ ἠλέησάς με ὡς θεός. τὸ σωτήριον Ἐπηγγείλω γὰρ ζωὴν καὶ σωτηρίαν πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομά σου. καὶ ἀποκριθήσομαι Τοῖς ἐχθροῖς μου ἀντιστήσω τοὺς λόγους σου, ἡνίκα θέλουσιν ὀνειδίζειν περὶ θεοῦ, φησὶν ὁ πιστὸς ἄνθρωπος. ὅτι ἤλπισα Οἱ γὰρ λόγοι τοῦ θεοῦ ἐλπὶς καὶ ζωὴ τυγχάνουσιν. καὶ μὴ περιέλῃς Ὅσοι γὰρ φόβῳ θεοῦ ἄγονται, σπεύδουσιν ἀεὶ ἀλήθειαν λαλεῖν καὶ καθαρεύειν (καθαρεύουσιν) ἀπὸ ψεύδους. μέγας γὰρ σπῖλος τὸ ψεῦδος. ὅτι ἐπὶ τὰ κρίματα Τοῦ γὰρ πιστοῦ ἀνθρώπου [πάντοτε] ἡ ἐλπὶς εἰς τὸ θέλημα τοῦ θεοῦ, ὅ ἐστι κρῖμα θεοῦ. καὶ φυλάξω Τουτέστι μελετήσω [ἀεί]. εἰς τὸν αἰῶνα Ὅσοι γὰρ φυλάξαντες τὸν νόμον τοῦ θεοῦ ἐπέχουσιν αὐτὸν εἰς τὸν αἰῶνα. καὶ ἐπορευόμην Ἐναβρύνεται γὰρ ἡ ψυχὴ καὶ πλατύνεται καὶ γέγηθεν, ὅταν ἴδῃ ἐν αὐτῇ τὰς ἐντολὰς τοῦ θεοῦ κατορθουμένας. καὶ ἐλάλουν Οἱ γὰρ κατορθώσαντες τῇ μελέτῃ τοῦ νόμου τὴν παρρησίαν, οὐ δεδοίκασιν αἰσχύνην οὔτε βασιλέων οὔτε δυνατῶν. καὶ ἐμελέτων Τοῦ γὰρ κατὰ θεὸν ζῶντος [ἀνθρώπου] ἀδιαλείπτως ἡ μελέτη τῶν ἐντολῶν τοῦ θεοῦ ἐν τῷ στόματι ὑπάρχει.
καὶ ἦρα Ἐκτείνας τὰς χεῖρας εἰς εὐχὴν ἐπὶ τῷ φυλάξαι με τὰς ἐντολὰς κυρίου, ἃς ἠγάπησα. καὶ ἠδολέσχουν Ἐφρόντιζον, τουτέστιν ἐμερίμνων, ὥστε κατορθῶσαι δικαιοσύνην καὶ φυλάξαι τὸ θέλημα (τὰς ἐντολὰς) τοῦ θεοῦ. αὕτη γὰρ ἡ μεγάλη φροντίς. μνήσθητι Μνήσθητι τῶν λόγων σου, φησὶν ὁ ἄνθρωπος τῷ θεῷ, ὡς ἐπηγγείλω μοι βασιλείαν οὐρανῶν, ἐγὼ δὲ τῇ ἐλπίδι νευροῦμαι. αὕτη με Ἡ ἐλπὶς καὶ ἡ προσδοκία ἡ κατὰ θεόν, ἡνίκα ἐταπεινούμην τῇ ἀθυμίᾳ τῆς παραβάσεως· αὕτη γὰρ προθυμία καὶ παραμυθία ἦν ἐν ἐμοί, φησὶν ὁ ἄνθρωπος. ὅτι τὸ λόγιον Ζωὴ γὰρ ὑπάρχει ὁ λόγος τοῦ θεοῦ. ὑπερήφανοι Οἱ δαίμονες· παρηνόμουν γὰρ τὸν ἄνθρωπον, σφόδρα ἐπεμβαίνοντες αὐτῷ. ἀπὸ δὲ τοῦ νόμου Εἰ γὰρ ἐκεῖνοι ἠλαζονεύοντο, ἀλλ’ ἐγὼ τῷ νόμῳ τοῦ θεοῦ προσεῖχον, ὁ κατὰ θεὸν ἄνθρωπος λέγει. ἐμνήσθην Ἐμνήσθην <τὰ κρίματά σου>, φησίν, ὅτι ἀπὸ αἰῶνος ἔκρινας σῶσαι τὸν ἄνθρωπον, καὶ παρεκλήθην τῇ προσδοκίᾳ καὶ τῇ ἐλπίδι. ἀθυμία Ἠθύμει γὰρ ὁ ἄνθρωπος ἐπικρατούντων τῶν δαιμόνων· ἁμαρτωλοὶ γὰρ οὗτοι. ἀπὸ ἁμαρτωλῶν Αὐτοὶ γὰρ οἱ δαίμονες ἐγκατέλιπον τὸν νόμον τοῦ θεοῦ ἐξ ἀλαζονείας. ψαλτὰ ἦσαν Οἱ γὰρ πιστοί, ἕως εἰσὶν ἐπὶ τῆς γῆς, ὅ ἐστι παροικία (εἰσὶν ἐν τῇ παροικίᾳ τῆς γῆς), οὐ παύονται ψάλλοντες. ἐμνήσθην Καὶ νυκτὸς γὰρ καὶ ἡμέρας οἱ ἅγιοι φυλάσσουσι τὸν νόμον τοῦ θεοῦ, μνημονεύοντες διηνεκῶς τὸ ὄνομα τοῦ θεοῦ. αὕτη Αὕτη. τίς;
ἡ ἐντολὴ τοῦ θεοῦ καὶ ἡ ἐλπίς. μερίς μου Ὁ γὰρ ὢν ἐν τῇ μερίδι τοῦ θεοῦ, οὗτος φύλαξ ἀληθὴς τοῦ νόμου τοῦ θεοῦ. ἐδεήθην Οἱ γὰρ δίκαιοι ἐν ὅλῃ καρδίᾳ δέονται τοῦ θεοῦ. ἐλέησον Καθὼς ἐπηγγείλω, φησίν [ἐλέησόν με]. ὅτι διελογισάμην Οὔτε γὰρ παύονται οἱ πιστοί ποτε, ἀεὶ δὲ ἐν τῇ ὁδῷ τοῦ θεοῦ πορεύονται. καὶ ἀπέστρεψα Πορευόμενος ἀεὶ ἐν ὁδῷ ἀμώμῳ. ἡτοιμάσθην Ἀεὶ γὰρ ἕτοιμός ἐστι ὁ πιστὸς πρὸς τὴν ἔξοδον, φυλάσσων τὴν ἐντολὴν τοῦ θεοῦ. ὅθεν ἐλθόντος τοῦ θανάτου οὐ θορυβεῖται. σχοινία Οἱ λόγοι οἱ πονηροὶ καὶ τὰ πράγματα τοῦ βίου, ἅτινα συμποδίζει τὸν ἄνθρωπον. καὶ τοῦ νόμου Οὐδὲν γὰρ τούτων συμποδίζει τὸν πιστὸν ἄνθρωπον [πρὸς φυλακὴν τοῦ νόμου]. μεσονύκτιον Οὐδένα γὰρ καιρὸν ὀφείλει ἀργεῖν ὁ ἄνθρωπος ὁ πιστὸς ἀπὸ εὐχῆς καὶ ἐξομολογήσεως. μέτοχος Φωνὴ τοῦ προφήτου αὕτη. καὶ φυλασσόντων Ἔγνωκε γὰρ τὰ ἐπιτελῆ μυστήρια καὶ ἔσπευδε μετασχεῖν τῆς χαρᾶς (χάριτος) ἐκείνης. τοῦ ἐλέους Βλέπεις, περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ἦν τῷ προφήτῃ ὁ πόθος, ὅτι πληροῦσθαι ἤμελλεν ἡ γῆ τοῦ ἐλέους θεοῦ. τὰ δικαιώματα Ἀπολαύσω, φησὶν ὁ προφήτης, κἀγὼ ἐκείνων τῶν δικαιωμάτων, ὧν ποιήσεις τῷ ἀνθρώπῳ, ἐλθὼν ἐπὶ γῆς. χρηστότητα Μετὰ τοῦ ἀνθρώπου, φησίν, ἐλθὼν ἐπὶ γῆς. κύριε Καθὼς ἐλάλησας, φησί, τοῖς δούλοις σου, τοῖς προφήταις.
χρηστότητα Χρηστότητα, ἣν ἐποίησας τῷ ἀνθρώπῳ· παιδείαν, ἣν ἐπαίδευσας τὸν ἄνθρωπον τῇ χάριτι· γνῶσιν, ἣν ἐδίδαξας, ἐλθὼν ἐπὶ τῆς γῆς· ταύτης, φησὶν ὁ προφήτης, κἀμὲ ἀξίωσον. ὅτι ταῖς ἐντολαῖς Δι’ αὐτῶν γὰρ ἔγνω ὁ προφήτης τὴν τοῦ Χριστοῦ καὶ θεοῦ παρουσίαν. πρὸ τοῦ με Πρὸ τοῦ, φησί, πρᾶξαι τὸ κακὸν ἐπλημμέλησα, μὴ ἀσφαλισάμενος. διὰ τοῦτο Πεῖραν λαβὼν τοῦ κακοῦ, ἠσφαλισάμην τοῦ λοιποῦ (τὸ λοιπὸν) [ἐμαυτὸν] τῇ μετανοίᾳ. ἐπληθύνθη Τίς ὁ ταῦτα λαλῶν; [διὰ τὸν ἄνθρωπον] ὁ Χριστὸς ἐκ προσώπου τοῦ ἀνθρώπου διὰ τοὺς δαίμονας. ἐγὼ δὲ Λέγει γάρ· οὐκ ἦλθον, ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός. ἐτυρώθη Τῶν Ἰουδαίων· ἐπάγησαν γάρ, τουτέστιν ἀπελιθώθησαν τῇ ἀπιστίᾳ. ἐγὼ δὲ τὸν νόμον Ἐγὼ δὲ θέλω, φησί, πληρῶσαι, δι’ ὧν (ὃ) ἦλθον. ἀγαθόν μοι Οὐχ ἁρπαγμὸν γὰρ ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. ὅπως ἄν Τουτέστιν ἵνα διδάξω τὸν ἄνθρωπον τὰ δικαιώματά σου, ἃ μέλλω αὐτῷ παρατίθεσθαι. ἀγαθόν μοι Ποῖος γὰρ πλοῦτος ἢ ἄργυρος ἢ χρυσὸς ἐξισοῦται τῷ νόμῳ, τοῦ θεοῦ τῆς χάριτος; αἱ χεῖρες Χερσὶ [γὰρ] Θεοῦ ἐπλάσθη ὁ ἄνθρωπος συνέτισον Τουτέστιν δός μοι αἴσθησιν καρδίας εἰς τὸ συνιέναι καὶ γινώσκειν (σε), τὸν ἀληθινὸν θεόν. οἱ φοβούμενοι Οἱ γὰρ φόβον (πόθον) θεοῦ καὶ πόθον (φόβον) ἔχοντες, ἰδόντες τὴν παρουσίαν τοῦ κυρίου, εὐφράνθησαν.
ὅτι εἰς τοὺς λόγους Οὓς δι’ ἐμοῦ ἐφανέρωσας τοῖς ἀνθρώποις. ἔγνων Οὐδὲ γὰρ ἀδίκως κρίνει ὁ θεός, ἀλλ’ ἐν δικαιοσύνῃ καὶ ἀληθείᾳ. τῇ ἀληθείᾳ Φησὶν ὁ ἄνθρωπος· συνεχώρησας πεσεῖν με, ἵνα γνῶ τὸν ἐγείροντα. γενηθήτω Σπλαγχνισθεὶς ὁ θεὸς παρεμυθήσατο τὸν ἄνθρωπον, σώσας αὐτόν. καὶ τὸ λόγιον Καθὼς ἐπηγγείλω, ἐποίησας, φησίν. ἐλθέτωσαν Ἐλθόντος γὰρ τοῦ κυρίου ἔζησεν ὁ ἄνθρωπος. ὅτι ὁ νόμος Ὁ τῆς χάριτος, ὅ ἐστιν ὁ Χριστός. αἰσχυνθήτωσαν Οἱ δαίμονες, οἱ τυραννήσαντες τὸν ἄνθρωπον, ὡς οἱ Ἰουδαῖοι ἐπανέστησαν τῷ Χριστῷ. ἐγὼ δὲ ἀδολεσχήσω Μεριμνήσω περὶ τῶν ἐντολῶν σου. ἐπιστρεψάτωσαν Προφῆται καὶ ἀπόστολοι· οὗτοι γὰρ ἐπέστρεψαν τὸν ἄνθρωπον. γενηθήτω Ἐὰν γὰρ ἀμώμως καὶ ἀδόλως φυλάξῃ ὁ ἄνθρωπος τὰ δικαιώματα τοῦ θεοῦ ποτε, οὐ καταισχύνεται, ἀλλὰ παρρησιάζεται ὑπὸ θεοῦ. ἐκλείπει Τῷ πόθῳ καὶ τῇ σπουδῇ. καὶ εἰς τὸν λόγον Τουτέστιν ἐλπίζω διὰ παντός. ἐξέλιπον Τῇ προσδοκίᾳ καὶ τῇ ἐλπίδι. λέγοντες Τουτέστιν πότε ἀπολαύσω τὴν ἀμοιβὴν τῶν πόνων; ὅτι ἐγενήθην Τὸ πρόσκαιρον τῆς ζωῆς σημαίνει ὁ προφήτης· καὶ ὁ ἀσκὸς γὰρ ἀποπνεύσας ἐκενώθη καὶ ἡ πάχνη τοῦ ἡλίου θερμαίνοντος οὐκ ἐφάνη. τὰ δικαιώματα Καὶ γὰρ καὶ ὀλιγοχρόνιος ὢν οὐκ ἀπέστη τῶν δικαιωμάτων (ἐντολῶν) τοῦ θεοῦ. πόσαι Αὐτὸς γὰρ μόνος ὡς θεὸς ἐπίστασαι τὴν ὀλιγότητα τῶν ἡμερῶν μου.
πότε Ἵνα κρίνῃς ἀνὰ μέσον ἐμοῦ, τουτέστιν τοῦ ἀνθρώπου καὶ τῶν δαιμόνων, ὅτι πολὺν χρόνον κατεδυνάστευσαν τοῦ ἀνθρώπου. διηγήσαντο Πολλοὶ γὰρ τῶν ἀνόμων ἀνθρώπων τοῖς πιστοῖς φροντίδας καὶ σκάνδαλα ἐμβάλλουσιν. ἀλλ’ οὐχ Οὐχ οὕτως γὰρ ὁ νόμος ἀδολεσχίας ἐμποιεῖ, ἀλλ’ ὀρθότητα ἐμποιεῖ. πᾶσαι Παρὰ γὰρ τῷ θεῷ ψεῦδος οὐκ ἔστιν. ἀδίκως Οἱ δαίμονες τὸν ἄνθρωπον καταδιώκοντες καὶ καταπίνοντες. παρὰ βραχύ Τῇ παραβάσει ταπεινώσαντες τὸν ἄνθρωπον. ἐγὼ δέ Εἰ γὰρ καὶ ἐν κακοῖς ἦν ὁ ἄνθρωπος, ἀλλ’ ἡ καρδία αὐτοῦ τοῦ θεοῦ οὐκ ἐχωρίζετο. κατὰ τὸ ἔλεος Μέγα γὰρ τὸ ἔλεος τοῦ θεοῦ καὶ ζωοποιοῦν τὰ πάντα τῇ δυνάμει αὐτοῦ. καὶ φυλάξω Τοὺς λόγους λέγει τῶν γραφῶν. εἰς τὸν αἰῶνα Ὁ Χριστὸς καὶ (ὡς) λόγος καὶ θεός· οὗτος γὰρ καὶ ἐν οὐρανῷ μένει εἰς αἰῶνα αἰῶνος. εἰς γενεάν Ὅτι ἀλήθεια ὁ Χριστὸς καὶ οὐ ψεῦδος εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. ἐθεμελίωσας Μένει γὰρ καὶ οὐ μειοῦται, ὡς θεοῦ ἔργον ἀσύγκριτον καὶ ἀμέτρητον. τῇ διατάξει Ποία ἡμέρα; [ἡ μέλλουσα], ἐν ᾗ κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. ὅτι τὰ σύμπαντα [Τότε δοῦλα πάντα] ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα ἡ κτίσις. εἰ μὴ ὅτι Ἐλθὼν γὰρ εἰς ἐπίγνωσιν ὁ ἄνθρωπος, διὰ τῆς μελέτης τοῦ νόμου τῆς χάριτος ἐσώθη καὶ οὐκ ἀπώλετο, παρὰ μικρὸν γὰρ ἀπώλετο.
εἰς τὸν αἰῶνα Ὁ γὰρ διδαχθεὶς τὰ δικαιώματα τοῦ θεοῦ ζῇ ἐν αὐτοῖς καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι αἰῶνι. ὅτι ἐν αὐτοῖς Δι’ αὐτῶν γὰρ ἔζησαν οἱ πιστεύσαντες σός εἰμι Ἐζήτησα γάρ, φησὶν ὁ ἄνθρωπος, καὶ ζητήσας εὗρον, καὶ εὑρὼν ἐσώθην. ἐμὲ ὑπέμειναν Τὸν Χριστὸν οἱ Ἰουδαῖοι, ὡς οἱ δαίμονες τὸν Ἀδάμ. τὰ δὲ μαρτύρια Ὁ υἱὸς γνοὺς τοῦ πατρὸς τὸ θέλημα· ἐν τούτῳ γὰρ παρεγένετο σῶσαι τὸν ἄνθρωπον. πάσης συντελείας Πάντων, φησί, τῶν τελουμένων πέρας ἔσται καὶ λήθη πάντων ὁμοῦ. πλατεῖα Αὕτη γὰρ μόνη πλάτος ἔχει αἰώνιον κατορθούμενον (κατορθουμένη). ὡς ἠγάπησα Ἐν ὅλῃ γὰρ τῇ ζωῇ αὐτῶν οἱ πιστοὶ οὐκ ἀργοῦσιν ἐπὶ τῇ κατορθώσει τοῦ νόμου. ὑπὲρ τοὺς ἐχθρούς Ὑπὲρ γὰρ τοὺς Ἕλληνας καὶ τὴν τούτων σοφίαν ἐσοφίσθη ὁ πιστὸς ἄνθρωπος τὰ τῆς χάριτος νόμιμα. ὑπὲρ πάντας Κακοὶ γὰρ διδάσκαλοι οἱ σοφοὶ τῶν Ἑλλήνων· ὑπὲρ τούτους δὲ ὁ πιστὸς ἄνθρωπος συνιεῖ καὶ γινώσκει τὸν θεὸν τῇ μελέτῃ τῶν θείων γραφῶν. ὑπὲρ πρεσβυτέρους Ὑπὲρ (παρὰ) τοὺς ἀρχαίους φιλοσόφους, οἵτινες <κατὰ τοῦ κυρίου> τὸν οὐρανὸν (ἄνθρωπον) κληδονίζειν οὐ παρῃτήσαντο· ὑπὲρ τούτους [πιστὸς] ὁ ἐκζητῶν τὰς ἐντολὰς τοῦ θεοῦ σοφώτερός ἐστι. τούτους γὰρ ᾐνίξατο ὁ προφήτης. ἐκ πάσης ὁδοῦ Οὔτε γὰρ συνεδριάζουσιν οἱ πιστοὶ μετ’ αὐτῶν οὔτε πορεύονται τῇ διδαχῇ αὐτῶν. ὅπως ἂν φυλάξω Ἡ γὰρ σπουδὴ τοῦ πιστοῦ αὕτη ἐστὶ τὸ (τοῦ) φυλάσσειν τὰ λόγια τοῦ θεοῦ.
ἀπὸ τῶν κλιμάτων Ἀφ’ οὗ γὰρ ἐδιδάχθη ὁ πιστὸς ἄνθρωπος τὰ κρίματα τοῦ θεοῦ, οὐκέτι ἐκκλίνει δεξιᾷ ἢ ἀριστερᾷ, ἀλλὰ πορεύεται τῷ νόμῳ τοῦ θεοῦ. ὡς γλυκέα Πότε γὰρ μέλι οὕτω γλυκὺ τοῖς ἐσθίουσιν εὑρίσκεται, ὡς οἱ λόγοι τοῦ θεοῦ τοῖς πιστοῖς; ἀπὸ τῶν ἐντολῶν Ἔγνων, φησὶν ὁ κατὰ θεὸν ἄνθρωπος, ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ, ὅτι βδέλυγμα πᾶσα ὁδὸς ἀδικίας, καὶ διὰ τοῦτο ἐμίσησα αὐτὴν καὶ ἀπέστην ἀπ’ αὐτῆς. λύχνος Αἱ γὰρ ἀρεταὶ καὶ αἱ ἐντολαί, αἱ ἐν τῷ νόμῳ γεγραμμέναι, ἶσα λύχνῳ φωτίζουσι τὸν ἄνθρωπον. οὕτω γὰρ κατορθοῦσι τὰς τρίβους οἱ πιστοί. ὀμώμοκα Θεωρήσας γὰρ τὸν ἐν αὐτοῖς ὠφέλιμον ὁρισμόν, ὥσπερ ὅρκον ἔχουσιν οἱ ἅγιοι ἐν τῷ μὴ ἐκκλίνειν δεξιᾷ ἢ ἀριστερᾷ, ἀλλὰ διατηρεῖν ἐν τῇ καρδίᾳ τὰς ἀρετάς. ἐταπεινώθην Οἱ ἅγιοι, κακουχούμενοι, ὑστερούμενοι, θλιβόμενοι ἕνεκεν τῆς αἰωνίου ζωῆς. κύριε Καθὼς ἐπηγγείλω τοῖς ἁγίοις σου. τὰ ἑκούσια Ὅσα ἐλάλησα, φησὶν ὁ πιστὸς ἄνθρωπος δοξολογῶν, πρόσδεξαι ὡς θεός. καὶ τὰ κρίματα Διδαχθεὶς γὰρ ὁ ἄνθρωπος ἐφύλαξεν. ἡ ψυχή μου Ὁ γὰρ ἐν χειρὶ θεοῦ φυλαττόμενος οὗτος τοῦ νόμου οὐκ ἀφίσταται. ἔθεντο Οἱ δαίμονες γὰρ ἀεὶ παγιδεύουσι τὸν ἄνθρωπον ποικίλως, ὁ δὲ πιστὸς ἀπλανὴς τυγχάνει. ἐκληρονόμησα Τί γὰρ ταύτης τῆς κληρονομίας καὶ ἀγαλλιάσεως ἀνώτερον; τὸ τοῦ κληρονομεῖν τὸν θεὸν τῇ μελέτῃ τῶν γραφῶν.
ἔκλινα Ἐστερέωσα τουτέστιν <τὴν καρδίαν μου> τοῦ ἀεὶ ἐργάζεσθαι τὰ δικαιώματα τοῦ θεοῦ, λέγει ὁ πιστὸς ἄνθρωπος, ὅτι ἡ ἀνταπόδοσις αἰώνιός ἐστιν. παρανόμους Χρὴ γὰρ τὸν πιστὸν πάντας τοὺς παρὰ τὸν νόμον πράττοντας μισεῖν. οὕτω γὰρ κατορθοῦται ὁ νόμος. βοηθός μου Τῇ βοηθείᾳ τοῦ θεοῦ φρουρούμενος, ὁ ἄνθρωπος κατορθοῖ ἀσφαλῶς τοὺς λόγους τοῦ θεοῦ. ἐκκλίνατε Πρὸς τοὺς δαίμονας ὁ λόγος καὶ τοὺς κακοποιοὺς ἀνθρώπους, οἵτινες ἀεὶ τῷ πιστῷ ἀντίκεινται. οὗτοι, φησίν, ἀποστήτωσαν ἀπ’ ἐμοῦ. καὶ τότε πρὸς ἔρευναν τῶν ἐντολῶν τοῦ θεοῦ ἕτοιμος εὑρεθήσομαι (εὑρίσκομαι). ἀντιλαβοῦ Ἐὰν γὰρ αὐτὸς <σὺ> ἀντιλάβῃ μου ὡς θεός, τότε ζῆν κατὰ θεὸν δύναμαι. καὶ μὴ καταισχύνῃς Τότε, ὅταν ἀποδίδως ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. βοήθησόν μοι Δηλονότι ὁ ἔχων τὴν βοήθειαν τοῦ θεοῦ ἀπαραλείπτως, οὗτος ἀσφαλῶς ἐσώθη. καὶ μελετέσω Ἀναντιρρήτως γὰρ ὁ τῇ μελέτῃ τῶν δικαιωμάτων σχολάζων, τὸν θεὸν πληροφορεῖ. ἐξουδένωσας Μισεῖ γὰρ ὁ θεὸς πάντας τοὺς ἀποστατοῦντας ἀπ’ αὐτοῦ. ὅτι ἄδικον Ἐξ ἀδικίας γὰρ καὶ παρανομίας οἱ τοιοῦτοι τὰς ἐνθυμήσεις τίκτουσιν. παραβαίνοντας Ὡς γὰρ σκιὰ ἢ καπνὸς οἱ ἀσεβεῖς παρέρχονται· οὐ γὰρ ἔχουσιν ὑπόστασιν. διὰ τοῦτο Ἵνα μὴ τοῖς αὐτοῖς περιπέσω κἀγὼ κακοῖς, φησὶν ὁ κατὰ θεὸν ζῶν [ἄνθρωπος].
καθήλωσον Τουτέστιν περίσφιγξόν με τῷ φόβῳ σου, ἵνα ὥσπερ καθηλωμένος ἀμετακίνητος ὢν [εὑρεθῶ] ἐν τῷ θελήματί σου. ἀπὸ γὰρ τῶν κριμάτων Ἔφριξα, φησὶν ὁ ἄνθρωπος, ἐνθυμηθεὶς τὴν κρίσιν τοῦ θεοῦ, ὅτι ἀπροσωπόληπτός ἐστιν. ἐποίησα Τοῦτο φωνὴ τοῦ Δαυίδ, ὅτι φησίν· ὡς βασιλεὺς τὸ δίκαιον ἔκρινα. διὸ μὴ παραδῷς με τοῖς ἐχθροῖς μου (τοῖς ἀδικοῦσί με), τουτέστιν τοῖς δαίμοσι· ἐκεῖνοι γὰρ ἀδικοῦντες τὸν ἄνθρωπον οὐ παύονται. ἔκδεξαι Δός μοι καιρὸν μετανοίας, φησί. μὴ συκοφαντησάτωσαν Μὴ εἴπωσι κατ’ ἐμοῦ, ὃ (ἃ) μὴ δεῖ. οἱ ὀφθαλμοί Ὁ προφήτης λέγει περὶ τῆς ἐλεύσεως τοῦ κυρίου· πότε ἄρα ἔλθῃ, περὶ ὧν ἔδειξέ μοι τὸ πνεῦμα; καὶ εἰς τὸ λόγιον Περὶ ὧν ἔπνευσάς (ἐνέπνευσας) με τῇ προσδοκίᾳ τηκόμενον (τηκόμενος). ποίησον Ἐὰν γὰρ κατὰ τὸ ἔλεός σου, ὃ ἐπηγγείλω, ποιήσῃς τῷ ἀνθρώπῳ, μακάριος ἔσται. καὶ κατὰ τὰ δικαιώματα Ἐκεῖνα τὰ δικαιώματα, ἅπερ ἐλθὼν ὁ κύριος παρέθετο τῷ ἀνθρώπῳ, τὰ τῆς χάριτος. δοῦλός σου Ὅταν γὰρ ὁ θεὸς δῷ σύνεσιν τῷ ἀνθρώπῳ, τότε γνῶσιν καθαρὰν κτᾶται περὶ τὸ θέλημα τοῦ θεοῦ. καιρός Ὅταν γὰρ ὁ καιρὸς ἔφθασε τῆς παρουσίας (τῇ παρουσίᾳ) τοῦ κυρίου (Χριστοῦ) καὶ ἔγνω ὁ κόσμος τὸν κύριον, τότε οἱ Ἰουδαῖοι τὸν νόμον ἀπώλεσαν. διὰ τοῦτο Τοπάζιον λίθος ἐστὶ τίμιος. αἰνίττεται δέ, ὅτι ὑπὲρ πάντα πλοῦτον τιμιώτεραι τῷ πιστῷ ἀνθρώπῳ αἱ ἐντολαὶ τοῦ θεοῦ.
διὰ τοῦτο πρὸς πάσας Πάσας γὰρ χρὴ ποιεῖν, ἵνα μὴ πταίσας τις εἰς μίαν ἀπολέσῃ πάσας. πᾶσαν Ὁ θεὸς λέγει τῷ ἀνθρώπῳ, ὅπως προσέχειν δεῖ καὶ μετέρχεσθαι ὁδὸν ἄδικον. θαυμαστά Μαρτύρια γὰρ θεοῦ οἱ προφῆται καὶ πάντες οἱ λόγοι τῶν γραφῶν, ὧν χρὴ ἔρευναν ποιεῖσθαι διὰ παντός. ἡ δήλωσις Τὸ κήρυγμα λέγει τὸ εὐαγγελικόν· συνέτισε γὰρ τὸν λαὸν τῶν ἐθνῶν, ὡς νηπιάζοντα τῇ φρονήσει. τὸ στόμα Ὁ προφήτης λέγει· ἐν γὰρ τῷ ἀνοίγειν τὸ στόμα [μου], τὸ πνεῦμα τὸ ἅγιον ἐλάλει. ὅτι τὰς ἐντολάς Πόθον γὰρ [θεοῦ] ἔχων ἀπαύστως ἐλάλει. ἐπίβλεψον Ὡς τοῖς προφήταις, ὡς τοῖς ἀποστόλοις, ὡς τοῖς μάρτυσιν, οὕτως κἀμοὶ παράσχου, φησὶν ὁ ἄνθρωπος. τὰ διαβήματα Ὡς ἂν σὺ θέλῃς καὶ διὰ τῶν λόγων σου ἐκέλευσας, οὕτως μοι ῥύθμισον τὴν ὁδόν. καὶ μὴ κατακυριευσάτω Ἐὰν γὰρ κατευθύνω τὴν ὁδόν μου, ἡ ἀνομία οὐκέτι κυριεύει μου. λύτρωσαί με Ἑλλήνων καὶ αἱρετικῶν καὶ κακοπίστων, οἵτινες συκοφαντοῦντες τὴν παρουσίαν τοῦ Χριστοῦ οὐ παύονται. καὶ φυλάξω Ὅταν ἀπὸ τῶν συκοφαντῶν καθαρευθῇ ὁ ἄνθρωπος, τότε φυλάττει καλῶς τὸν νόμον τοῦ θεοῦ. τὸ πρόσωπον Ἐλθέ, φησί, ἐπίσκεψαι τὸν Ἀδάμ. καὶ δίδαξον Ἠνίξατο τὰ τῶν πιστῶν μυστήρια τῆς χάριτος. διεξόδους Ποταμοὺς [γὰρ] δακρύων ἠφίει ὁ Ἀδὰμ διὰ τὴν παράβασιν. ἐπεὶ οὐκ ἐφύλαξαν Παρέβην γάρ, φησὶ (ὁ Ἀδάμ), τὴν ἐντολὴν τοῦ θεοῦ.
δίκαιος Πάντα γάρ, ὅσα ἐποίησας τῷ ἀνθρώπῳ, ἐν ἀληθινῇ κρίσει ἐποίησας ὡς θεός. ἐνετείλω Ὅσα διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐλάλησας διὰ τὸν ἄνθρωπον, πάντα ἀληθινὰ καὶ ψεῦδος οὐκ ἔστιν ἐν αὐτοῖς. ἐξέτηξέν με Ἐχθροὺς γὰρ χρὴ (δεῖ) ἡγεῖσθαι [πάντας] τοὺς ἐπιλανθανομένους [τοῦ θεοῦ]. πεπυρωμένον Τοῖς γὰρ κατὰ θεὸν ζῶσιν ὡς πῦρ ὁ λόγος τοῦ θεοῦ [τῷ πόθῳ] ἀνάπτεται. νεώτερος Καὶ γὰρ πολλοὶ νεάζοντες πρεσβυτερικὸν φρόνημα ἔσχον <εἶχων> [εἰς τὰς ἐντολὰς τοῦ θεοῦ]. ἡ δικαιοσύνη Ἀμφότερα γὰρ αἰώνια ὡς θεοῦ ἔργα. θλίψεις Ἐν πολλῇ γὰρ θλίψει ὁ ἄνθρωπος ἐγενήθη, εἰ μὴ ἡ ἐντολὴ τοῦ θεοῦ ἐρρύσατο αὐτόν. δικαιοσύνη Ὁ νόμος καὶ ἡ χάρις· εἰς τὸν αἰῶνα γὰρ διαμένουσιν. συνέτισον Τουτέστιν ἐν αὐτοῖς με συνέτισον. ἐκέκραξα Οἱ γὰρ ἀπὸ καρδίας βοῶντες τῷ θεῷ οὐ παρορῶνται οὐδέποτε. τὰ δικαιώματα Νύκτωρ καὶ μεθ’ ἡμέραν οὐ παύονται οἱ πιστοὶ ἐκζητοῦντες τὸν θεόν. ἐκέκραξα Κραυγῆς γὰρ ἰσχυρὰ χρεία ἦν ἐν τῇ πρὸς θεὸν εὐχῇ, ἵνα δυνηθῇ τις φυλάξαι τὸν νόμον. προέφθασαν Οὐ γὰρ περιώρισται καιρῷ ἡ προσευχή, ἀλλὰ πάντοτε δεῖ προσεύχεσθαι. προέφθασαν οἱ ὀφθαλμοί Ὁ προφήτης σημαίνει τὴν ἀνάστασιν ἐν τοῖς ὄρθροις· προτρέπεται τοὺς πιστοὺς ἀεὶ σχολάζειν ταῖς προσευχαῖς. τῆς φωνῆς Ἡ φωνὴ αὕτη τοῦ Ἀδάμ. [ποία φωνή; τὰ δάκρυα τῆς μετανοίας]. προσήγγισαν Οἱ δαίμονες γὰρ τοῖς πιστοῖς ἐπιφύονται ἀνόμως ὡς τῷ Ἀδάμ.
ἀπὸ δὲ τοῦ νόμου Μακρὰν ἐγένοντο τῆς ἰδίας ἀξίας καὶ τοῦ θεοῦ οἱ δαίμονες. ἐγγὺς εἶ Συμπάρεστι γὰρ ἀεὶ τοῖς πιστοῖς καὶ σύνεστιν. κατ’ ἀρχάς Ἀπ’ ἀρχῆς γὰρ ἔγνων τοὺς λόγους σου, ὅ ἐστι τὰ [μαρτύρια καὶ] μυστήρια, ὅτι εἰς τὸν αἰῶνα μένει καὶ αὐτὰ καὶ οἱ ποιοῦντες αὐτά. ἴδε Ἐξεδέχετο γὰρ ὁ ἄνθρωπος τὴν παρὰ τοῦ θεοῦ σωτηρίαν καθεκάστην. ὅτι τὸν νόμον Οὔτε γὰρ λήθην οἱ πιστοὶ ποιοῦνταί ποτε, ἀλλὰ διὰ τοῦ νόμου τὸν θεὸν τιμῶσιν. κρῖνον Ἐὰν γὰρ αὐτὸς κρίνῃς τὴν κρίσιν μου, [καὶ] ἐλυτρώθην [καὶ ἔζησα]. μακράν Ἰουδαίοις γὰρ σωτηρία οὐκ ἔστιν, ὅτι οὐ προσέσχον τῷ νόμῳ, ἀλλὰ τὸν ἐν αὐτῷ λαλήσαντα ἠθέτησαν. οἱ οἰκτιρμοί Πολλοὶ γὰρ οἱ οἰκτιρμοὶ τοῦ θεοῦ καὶ [μέγα] τὸ κρῖμα τοῦ θεοῦ ἐπὶ τὸν ἄνθρωπον ἐγένετο καὶ ἔζησε. πολλοί Οἱ δαίμονες [καὶ Ἰουδαῖοι]· αὐτοὶ γὰρ ἀεὶ ἐκδιώκουσι τὸν ἄνθρωπον καὶ θλίβουσιν. λέγει δὲ τὸν Χριστὸν (αἰνίττεται δὲ τὸν Χριστὸν ἐν τῷ καιρῷ τοῦ πάθους). ἐκ τῶν μαρτυρίων Εἰ γὰρ καὶ ἐκεῖνοι θλίβουσιν, ἀλλ’ οἱ πιστοὶ οὐκ ἐκκλίνουσιν ἀπὸ τοῦ νόμου. εἶδον Ὅταν γὰρ ὁ πιστὸς [ἄνθρωπος] ὁρᾷ τοὺς ἀσεβεῖς ἐνυβρίζοντας τὸν θεόν, τήκεται τῷ ζήλῳ. ἴδε Αὕτη φωνὴ τοῦ προφήτου ἐπιζητοῦσα τὸν μισθὸν παρὰ τοῦ θεοῦ. ἀρχή Ὁ γὰρ ἀρξάμενος τῆς τοῦ θεοῦ ἀληθείας (τρέφεσθαι τῇ τοῦ θεοῦ ἀληθείᾳ) σώζεται καὶ οὐκ ἀπόλλυται.
καὶ εἰς τὸν αἰῶνα Εἰς αἰῶνας γὰρ αἰώνων μένει τὰ κρίματα τοῦ θεοῦ (Χριστοῦ). ἄρχοντες Αἰνίττεται τοὺς μάρτυρας καὶ πάντας, ὅσοι ὑπὲρ Χριστοῦ ἀπέθανον (ἔπαθον). ἐφοβοῦντο γὰρ τὸν θεὸν ὑπὲρ ἐκείνους. ἀγαλλιάσομαι Οἱ γὰρ ἅγιοι πάντες ἠγαλλιῶντο (ἠγαλλιάσαντο), εὐφραινόμενοι ἐπὶ τοῖς λόγοις τοῦ θεοῦ, ὥσπερ οἱ εὑρόντες πλοῦτον πολύν. ἀδικίαν Οἱ δίκαιοι πάντες ἐμίσουν (μισοῦντες) τὴν ἀδικίαν, ἐν ἀληθείᾳ ζῶντες (ζῶσιν). τὸν δὲ νόμον Τὴν μελέτην γὰρ τῶν γραφῶν ἐπόθουν [οἱ ἅγιοι πάντες] ὑπὲρ πλοῦτον. ἑπτάκις Ἑπτὰ γάρ εἰσιν ἐνέργειαι τοῦ ἁγίου πνεύματος· ἐπτὰ ὀφθαλμοὺς ὁ Ζαχαρίας λέγει· ἑπτὰ ἡμέρας ἔταξε τῇ ἑβδομάδι. καὶ κατ’ ἐνέργειαν τούτων ἑπτάκις τὸ πνεῦμα παρακελεύεται δοξάζειν τὸν θεόν. ἐπὶ τὰ κρίματα Κατ’ ἐνέργειαν τῶν θείων γραφῶν (κατ’ ἐνέργειαν τοῦ θεοῦ)· κρίματα γὰρ θεοῦ αἱ θεῖαι γραφαί (νόμος καὶ ἐντολαί). εἰρήνη Ἀποστόλοις καὶ μάρτυσι καὶ πᾶσι τοῖς ἁγίοις [καὶ δικαίοις], οἵ τινες ἀδιστάκτως ἐμμένουσι τῷ λόγῳ τοῦ κυρίου. καὶ οὐκ ἔστιν Τῶν γὰρ τοιούτων ἡ καρδία σκάνδαλον οὐχ ὑπομένει· ἀδιστάκτως γὰρ πρόσκεινται τῷ θεῷ. προσεδόκουν Τῇ γὰρ προσδοκίᾳ τῶν μελλόντων ἀγαθῶν τὰς ἐντολὰς τοῦ θεοῦ φυλάσσει ὁ ἄνθρωπος. καὶ ἐφύλαξεν Ἀπὸ γὰρ πολλῆς ἀγάπης καὶ πόθου φυλάσσουσιν οἱ πιστοὶ τὰς ἐντολὰς τοῦ θεοῦ. ἐφύλαξα Ὁ προφήτης λέγει.
ὅτι πᾶσαι Πάσας γὰρ ἐπίστασαι τὰς ὁδούς μου, φησὶν ὁ ἄνθρωπος, καὶ οὐδὲν λέληθε τὴν σὴν ἀγαθότητα, ὧν πράττομεν. ἐγγισάτω Τουτέστιν δέσποτα, μὴ ἀποστραφῇς τὴν δέησίν μου, ἀλλὰ πρόσδεξαι αὐτήν. κατὰ τὸ λόγιον Οὕτως <οὕτως ὡς> ὁ λόγος βούλεται καὶ θέλει. εἰσέλθοι Τουτέστιν δεχθήτω ἡ παράκλησίς μου ἐνώπιον τοῦ θεοῦ. κατὰ τὸ λόγιον Ὡς ὁ λόγος [σου] ἀληθής, οὕτως με ῥῦσαι ἀπὸ πάντων μου τῶν κακῶν. ἐξηρεύξαντο Τὰ τοῦ προφήτου, φησί, χείλη. ὅταν διδάξῃς Ὅταν, φησίν, ἐδίδαξάς με τὰ μυστήρια τὰ ἐπ’ ἐσχάτων μέλλοντα τελεῖσθαι. φθέγξαιτο Σὺ γὰρ αὐτὴν ἐκίνεις εἰς τοῦτο [γὰρ] τὸ ἔργον τῶν λόγων σου. ὅτι πᾶσαι Πᾶσαι γάρ εἰσι πλήρεις δικαιοσύνης [αἱ ἐντολαὶ κυρίου]. γενέσθω Εἰς αὐτὸ γὰρ τοῦτο τέτακται τὸ σώζειν ὡς δεξιὰ ποιητοῦ καὶ θεοῦ <ὡς δεξιὰ ποιεῖ τοῦ θεοῦ>. ὅτι τὰς ἐντολάς Αὐτὰς γὰρ καὶ μόνον αἱρετίζονται οἱ πιστοί. ἐπεπόθησα Ποθῶν γὰρ ἀεὶ τὸ σωτήριόν σου, κύριε, καὶ τὸν νόμον σου μελετῶν, ἔτυχον τῶν αἰωνίων σου ἀγαθῶν, φησὶν ὁ ἄνθρωπος. ζήσεται Ζήσεται τὴν αἰώνιον ζωήν· τότε γὰρ δύναται αἰνεῖν τὸν θεὸν αἰωνίως. καὶ τὰ κρίματα Ὅσα, φησίν, ἔκρινας τοῖς πιστοῖς· ἐν ἐκείνοις γὰρ σωζόμεθα <σώζονται> (σώζομαι). ἐπλανήθην Αἰνίττεται ὁ προφήτης τὸν Ἀδάμ. ζῆσον Εἰ γὰρ καὶ σκελισθεὶς ὑπῆρχεν ὁ ἄνθρωπος, ἀλλ’ ἡ καρδία <τῇ καρδίᾳ> τὸν θεὸν ἐνενόει ἀεί.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.