Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία εις τους Ψαλμούς 119-135 (Ωδές των Αναβαθμών και ακόλουθοι)

Εξηγητική προσέγγιση των Ωδών των Αναβαθμών και των ακόλουθων ψαλμών, με επίκεντρο τη λύτρωση από τους δαίμονες, την οικοδόμηση της Εκκλησίας και τη χάρη του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 15 από 16

ᾨδὴ τῶν ἀναβαθμῶν Ὥσπερ κλίμακά τινα ὑψηλήν, βαθμοὺς ζωῆς ἀλλεπαλλήλους ἔχουσαν, οὕτως τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου τὴν τῶν ψαλμῶν βίβλον συνέθηκεν· ὅθεν φησὶν ᾠδὴ τῶν ἀναβαθμῶν, τουτέστιν ᾆσμα τῶν ὑψηλῶν. πρὸς κύριον Ὁ πρωτόπλαστος ἐν πολλῇ θλίψει γενόμενος, βοήσας δὲ πρὸς θεὸν καὶ εἰσακουσθεὶς εὐχαριστεῖ τῷ θεῷ. κύριε Ἀπὸ τῶν δαιμόνων, ἀπὸ συκοφαντῶν ἀνθρώπων, ἀπὸ γοήτων καὶ λοιδόρων· νόει δὲ τὸν Χριστὸν λέγοντα ταῦτα. τί δοθείη Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. τὰ βέλη Βέλη τοῦ [πονηροῦ] διαβόλου αἱ γλῶσσαι τῶν πονηρῶν ἀνθρώπων (τοῦ πονηροῦ ἀνθρώπου), ἠκονημέναι τουτέστιν ὠξυμμέναι κατὰ τῶν πιστῶν. σὺν τοῖς ἄνθραξι Ὥσπερ γὰρ ἄνθρακες ἐπ’ ὀλίγον ἠρεμοῦντες καίουσιν, ἐπὰν γυμνωθῶσιν, οὕτως αἱ γλῶσσαι τῶν δολίων ἠρεμοῦσι τὸ (τῷ) δοκεῖν, ἀνάπτουσι δὲ δεινῶς. οἴμοι Ἀπολεγόμενος ὁ προφήτης τὴν συνοίκησιν τῶν φαύλων ἀνθρώπων καὶ τὸ ζῆν αὐτὸν ἀπεύχεται. κατεσκήνωσα Διὰ τί, φησί, κατοικῶ μετὰ τῶν ἐν σκότει; Κηδὰρ γὰρ σκότος ἑρμηνεύεται. πολλὰ παρῴκησεν Τουτέστιν ἀρκεῖ, οὐ δύναμαι γὰρ παροικεῖν. μετὰ τῶν μισούντων Ὁ Χριστὸς μετὰ τῶν Ἰουδαίων, ὡς πολεμίων, ὡς εἰρήνη παρῴκει, αὐτοὶ δὲ ἐμίσουν αὐτόν. ὅταν ἐλάλουν Ἐγὼ μὲν ἐλάλουν αὐτοῖς εἰρηνικά, φησὶν ὁ Χριστός [αὐτοὶ δὲ ἐμίσουν με δωρεάν]· αὐτοὶ δὲ μηδενὸς ὄντος αἰτίου ἐπολέμουν τῷ φθόνῳ καιόμενοι.

ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. ἦρα Οὐκ ἐκούφισα (ἐφεῖσα), φησὶν ὁ ἄνθρωπος, τοὺς ὀφθαλμούς μου εἰς τὰ δόγματα (λόγια) τῶν προφητῶν· ἐκεῖθεν γὰρ κηρυττόμενος ὁ Χριστὸς ἤρχετο βοηθῆσαι τῷ ἀνθρώπῳ. ἡ βοήθεια Ὁρᾷς, πῶς πρὸς τὸν Χριστὸν ἀπέβλεπεν ἐκδεχόμενος βοήθειαν. διὰ τοῦτο γὰρ πάντα ἐγένετο. μὴ δῷς Ἵνα μὴ σαλευθεὶς <σαλευθῶ, σαλευθῶσιν> εἰς ὄλισθον (ὀλίσθημα) καταπέσω. μηδὲ νυστάξει Θεὸς ὕπνον οὐ παραδέχεται· ἀναλλοίωτος γὰρ ὑπάρχει καὶ ἄυπνος (ἀνόρατος γάρ ἐστιν καὶ ἄνυπνος). ἰδού Ὁ Χριστὸς ὡς ἄυπνος τὸν λαὸν τῶν ἐθνῶν ἐφύλαξεν. Ἰσραὴλ γὰρ εἶδος θεοῦ ἑρμηνεύεται (θεὸν ἑρμηνεύεται ὁρᾶν). κύριος Ὁ πατὴρ τὸν υἱόν, ὡς δεξιὰν ὄντα τοῦ πατρός. λέγει δὲ τὸ σῶμα τὸ δεσποτικόν. ἡμέρας Καὶ ἐν νυκτὶ γὰρ καὶ ἐν ἡμέρᾳ ὁ θεὸς φυλάσσει τοὺς πιστούς· καὶ ἐν νυκτὶ γὰρ καὶ ἐν ἡμέρᾳ τῷ πάθει ἐκοινώνησεν. κύριος φυλάξει Περὶ τοῦ ἀνθρώπου λέγει, ὃν ἀνέλαβε καὶ ἔσωσε, νοερὸν ἐργασάμενος. φυλάξαι Ἣν ἀνέλαβε σὺν τῷ σώματι ὁ Χριστός. κύριος φυλάξει Τὴν ἐν τῷ κόσμῳ τοῦ ἀνθρώπου εἴσοδον· ὁμοίως τὴν ἐκ τοῦ κόσμου λέγει εἴσοδον καὶ ἔξοδον τὴν ἐκ τῆς παρθένου, ὅτι ἀμφότεραι σῶαι ἐφυλάχθησαν. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. εὐφράνθην Ἐπὶ τοῖς προφήταις· αὐτοὶ γὰρ ἐσήμαναν τὸν Χριστόν, ἔπειτα οἱ ἀπόστολοι, οἵτινες ἐκήρυξαν ἡμῖν τὴν ἐκκλησίαν. ἑστῶτες Δηλοῖ τὴν ἐκκλησίαν καὶ οὕτως.

Ἰερουσαλήμ Λέγει τὴν νέαν Ἰερουσαλήμ, δηλοῖ δὲ τὴν ἐκκλησίαν καὶ οὕτως· πόλις γὰρ τῶν πιστῶν ἡ ἐκκλησία. ἧς ἡ μετοχή Οἱ ἀπόστολοι καὶ οἱ πιστοὶ πάντες μετέχοντες τῶν μυστικῶν τῶν ἐν τῇ ἐκκλησίᾳ τελουμένων, τουτέστιν τῶν πραχθέντων ἐν Ἰερουσαλήμ. ἐκεῖ γὰρ Πᾶσαι γὰρ αἱ φυλαὶ τῆς γῆς ἀναβαίνουσιν εἰς Ἰερουσαλὴμ ἱστορῆσαι καὶ προσκυνῆσαι τὸν ἐν αὐτῇ φανέντα θεὸν ἐν σαρκί. τοῦ ἐξομολογήσασθαι Ὁρῶντες γὰρ οἱ πιστοὶ τὸ θαῦμα ἐξομολογοῦνται ἕκαστος τῷ θεῷ. ὅτι ἐκεῖ Αἰνίττεται τὴν τότε κρίσιν καὶ τοὺς θρόνους τῶν ἀποστόλων, λέγει δὲ καὶ τὰς βασιλείας τὰς ἐν αὐτῇ γενομένας. ἐρωτήσατε Ἐκεῖ γὰρ εἰρήνη ἐφάνη ὁ Χριστὸς τοῦ γένους ἡμῶν. καὶ εὐθηνία Τουτέστιν εὐθηνοῦσιν οἱ πιστοὶ καὶ πλεονάζουσι οἱ ἀγαπῶντες τὸν θεόν. γενέσθω Τῇ γὰρ ἰδίᾳ δυνάμει ὁ Χριστὸς ἔλυσε τὸ μεσότοιχον τῆς ἔχθρας καὶ ἐποίησε τὰ ἀμφότερα ἕν, ὅ ἐστιν εἰρήνη (ἐν εἰρήνῃ). καὶ εὐθηνία Εὐθήνησαν γὰρ αἱ ἐκκλησίαι. βάρις γάρ ἐστιν ὁ οἶκος, πύργος δὲ ἡ αὐτή (ἦν αὕτη), ὡς ἠσφαλισμένη τοῖς δόγμασι τῶν ἀποστόλων. ἕνεκα Τῶν ἀποστόλων, ὁ Χριστὸς λέγει· αὐτοὺς γὰρ ὁ Χριστὸς ἀδελφοὺς ἐπιγράφεται. ἐλάλουν Δι’ αὐτῶν γὰρ εὐθηνίαν καὶ εἰρήνην τῇ ἐκκλησίᾳ ἐκήρυξεν, ὅ ἐστιν Ἰερουσαλήμ. ἕνεκα τοῦ οἴκου Ἕνεκεν γὰρ τοῦ Χριστοῦ ἐδόθη τὰ ἀγαθὰ τῇ Ἰερουσαλὴμ ἤγουν τῇ ἐκκλησίᾳ. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν.

Πρὸς σέ Ὁ Ἀδὰμ φησί· πρὸς τὸν θεόν μου ἀνέβλεψα, ὅστις ἐν οὐρανῷ τὴν κατοικίαν ἔχεις καὶ ἡ δόξα σου πληροῖ τὴν γῆν. ἰδού Ὡς γὰρ ὁ δοῦλος ἐμβλέπει εἰς τὰς χεῖρας τοῦ ἔχοντος αὐτόν, οὕτως ὁ ἄνθρωπος προσεῖχεν εἰς τὸν θεὸν ῥυσθῆναι τῶν κακῶν. ὡς ὀφθαλμοί Ὡς παιδίσκη γὰρ ἡ ψυχὴ τοῦ πρωτοπλάστου ἐξεδέχετο τὴν χάριν ὡς κυρίαν αὐτῆς. οὕτως Αὐτὸς γὰρ δεσπότης πάντων καὶ ἐν χερσὶν αὐτοῦ πᾶσα ἡ ζωὴ ἡμῶν. ἕως οὗ Ἕως οὗ ἐλθὼν παράσχῃ ἡμῖν τοὺς οἰκτιρμοὺς αὐτοῦ τοὺς πλουσίους. ἐλέησον Οἱ πιστοὶ κράζουσι πρὸς τὸν θεόν, ἀφορῶντες εἰς τὰ τοῦ βίου κακά. ὅτι ἐπὶ πολύ Ἐξουδενοῦσι γὰρ τοὺς πιστοὺς οἱ ἀσεβεῖς καὶ εἰς οὐδὲν λογίζονται. ἐπὶ πλεῖον Οὔτε γὰρ ἁπλῶς ὀνειδίζουσιν, ἀλλὰ καὶ ἐπεμβαίνουσιν. τὸ ὄνειδος Πίπτουσι γὰρ ἐκεῖ οἱ εὐθηνοῦντες ἐν τῷ νῦν αἰῶνι καὶ ὄνειδος γίνονται· ὑπερηφάνοις γὰρ ὁ θεὸς ἀντιτάσσεται. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. εἰ μὴ ὅτι κύριος Εἰ μὴ γὰρ ὁ Χριστὸς συνέστη τῷ ἀνθρώπῳ, εἰς οὐδὲν λογίζεται. — Τουτέστιν ἐν ἡμῖν λέγει ὁ πιστὸς ἄνθρωπος, <τοῖς πιστοῖς> [ὅ ἐστι νοῦς ὁρῶν τὸν θεόν]. ἐν τῷ ἐπαναστῆναι Ὅταν ἀσεβεῖς ἐπιφύωνται τοῖς πιστοῖς. λέγει δὲ καὶ τοὺς μάρτυρας. ἄρα ζῶντας Οὕτως γὰρ ἠνόμησαν οἱ δαίμονες καὶ ἐβουλήθησαν ζῶντας καταπιεῖν <ζῶντα καταπιεῖν τὸν ἄνθρωπον>. ἐν τῷ ὀργισθῆναι Θυμοῦ γὰρ καὶ ὀργῆς ἐπλήσθησαν οἱ ἄρχοντες τῶν Ἑλλήνων ἐπὶ τοὺς μάρτυρας.

ἄρα τὸ ὕδωρ Ὥσπερ γὰρ ὕδωρ εἰσὶν οἱ πειρασμοὶ παρασύροντες τὸν ἄνθρωπον, ὡς ἀνυπόστατοι (ἀνυπόστατον). χείμαρρον Τὰ ῥεύματα ὁμοίως τῶν πειρασμῶν, ὡς ἐκ χειμῶνος δεινοῦ παριστάμενα. ἄρα διῆλθεν Τοὺς χειμῶνας λέγει τῶν διωγμῶν καὶ τοὺς πειρασμοὺς τῶν δαιμόνων, ὡς ἀνυποστάτους. εὐλογητός Λέγει τοὺς δαίμονας· ἐπεχείρησαν γὰρ μασήσασθαι [τὸν ἄνθρωπον] ὡς θῆρες. ἡ ψυχή Πτεροφυήσασα γὰρ ὡς στρουθίον ἡ ψυχὴ τοῦ ἀνθρώπου ταῖς ἀρεταῖς, ἐρρύσθη ἐκ τῶν δαιμόνων. αὐτοὶ γὰρ καὶ παγιδεύουσι καὶ θηρεύουσι (θηρῶσι) τὸν ἄνθρωπον. ἡ παγίς Ἐλθὼν γὰρ ὁ κύριος κατήργησε τοὺς δαίμονας καὶ ἐρρύσατο τὸν ἄνθρωπον ἐξ αὐτῶν. βοήθεια Παρὰ Χριστοῦ ἐγένετο ἡ βοήθεια τοῦ ἀνθρώπου. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. οἱ πεποιθότες Ὅσοι τὴν πεποίθησιν τελείαν ἔχουσιν ἐπὶ κύριον, ἀμετακίνητοι τυγχάνουσιν ὡς τὸ ὄρος τὸ Σιών, ἐν ᾧ ἐπράχθη τὰ μυστήρια κυρίου (τοῦ Χριστοῦ). οὐ σαλευθήσεται Οἱ κατοικοῦντες τῇ πίστει τῶν μυστηρίων τῶν πραχθέντων ἐν Ἰερουσαλήμ· αὐτοὶ γὰρ ἀσάλευτοί εἰσι καὶ ὧδε καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. ὄρη κύκλῳ Ἐκύκλωσαν γὰρ τὴν Ἰερουσαλὴμ οἱ προφῆται· πάντες γὰρ ἐν αὐτῇ ἐλάλησαν. ὄρη γὰρ πανταχοῦ ἡ γραφὴ τοὺς προφήτας καλεῖ (λέγει)· ἐν τούτοις γὰρ ὁ κύριος σκέπει τὸν λαὸν τὸν πιστόν. ὅτι οὐκ ἀφήσει Οὔτε γὰρ δύνανται οἱ ἁμαρτωλοὶ κληρονομεῖν μετὰ τῶν δικαίων.

ῥάβδον δὲ λέγει τὸ ἀκαμπὲς τῶν ἁμαρτωλῶν καὶ ἀμετανόητον (ἀμετανοήτων). ὅπως ἂν μή νῦν οὐ γὰρ προσήκει τοῖς δικαίοις πολεμεῖν τοὺς ἁμαρτωλούς· ἔχουσι γὰρ ἀφ’ ἑαυτῶν τὴν ἀνταπόδοσιν. ἀγάθυνον Πολλὰ γὰρ ἀπόκεινται τοῖς ἀγαθοῖς <καὶ τοῖς εὐθέσι> ἀγαθὰ καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι αἰῶνι. τοὺς δὲ ἐκκλίνοντας Ὅσοι γὰρ διαστρέφονται (στρέφονται) τῇ κακοπιστίᾳ, στραγγαλευόμενοι μετὰ ἀνόμων τάττονται. εἰρήνη Ἐπὶ τὸν λαὸν τὸν πιστόν·

Ἰσραὴλ γὰρ ὁρῶν τὸν θεὸν ἑρμηνεύεται. τίς δὲ ὁρᾷ τὸν θεόν, εἰ μὴ οἱ μετέχοντες αὐτοῦ μυστικῶς; ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. ἐν τῷ ἐπιτρέψαι Λέγει μὲν τὴν ἐπάνοδον ἐκ Βαβυλῶνος· τὸ δὲ ὅλον λέγει τὴν ἐκκλησίαν, ἡνίκα ἀπὸ τῆς αἰχμαλωσίας τῶν εἰδώλων ἐπέστρεψε. ἐγενήθημεν Παρεκλήθησαν γὰρ οὐ μετρίως, ἐπανελθὼν ὁ λαὸς ἐκ Βαβυλῶνος· οὕτως καὶ ὁ λαὸς τῶν ἐθνῶν ἐχάρη ἐπὶ τῇ ἐπανόδῳ τῆς πίστεως. τότε ἐπλήσθη Ἐσθίοντες λοιπὸν τὸ σῶμα τοῦ Χριστοῦ καὶ πίνοντες τὸ αἷμα αὐτοῦ καὶ ᾄδοντες τὸν καινὸν ὕμνον. καὶ ἡ γλῶσσα Τῷ ὕμνῳ τῶν ἀγγέλων κινουμένη. τότε ἐροῦσιν Θεωρήσαντες γὰρ τὴν δόξαν τὴν γενομένην ἐν τῷ λαῷ τῷ πιστῷ, τὰ [λοιπὰ] ἔθνη ἐθαύμασαν (ἐθαύμαζον) σφόδρα. τότε ἐροῦσιν Ὁμοίως ὁ πιστὸς λαός, λαβὼν τὴν χάριν, εὐχαριστεῖ ἐπὶ τῇ μετουσίᾳ τῶν μυστηρίων· ἐπίστρεψον Τὰ ἔθνη βοῶσι, ἑτοιμαζόμενα πρὸς μετάνοιαν· χειμάρρους δὲ λέγει τοὺς παλαιοὺς καὶ ἀπεσκληρυμμένους· νότον δὲ λέγει τὸ ἁπαλώτατον καὶ τρυφερὸν ἦθος. οἱ σπείροντες Ὅσοι ἐν τῷ αἰῶνι τούτῳ ἐμβῶσι διὰ τὸ ὄνομα τοῦ Χριστοῦ ἐν θλίψει, ἐν τῷ μέλλοντι τὸ θέρος εὑρίσκουσιν ἐν ἀγαλλιάσει. πορευόμενοι Σπέρμα λέγει τὰς ἐντολὰς [τοῦ Χριστοῦ], ἃς κατορθοῦσιν οἱ δίκαιοι ἐν σαρκί [μετὰ δακρύων]. ἐρχόμενοι Ἐρχόμενοι τότε ἐν τῷ μέλλοντι αἰῶνι, τοὺς φόρτους τῶν ἰδίων ἔργων βαστάζοντες οἱ δίκαιοι. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν.

ἐὰν μὴ κύριος Οὔτε [γὰρ] τοῦ τρέχοντος οὔτε τοῦ θέλοντος (ἐλθόντος)· πάντα γὰρ εὐδοκίᾳ θεοῦ γίνεται. ᾠκοδόμησε γὰρ καὶ Σολομὼν οἶκον, ἀλλ’ οὐκ εὐδόκησεν ἐν αὐτῷ ὁ θεός· ᾠκοδόμησε δὲ καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν καὶ εὐδόκησεν ἐν αὐτῇ. ἐὰν μὴ—φυλάξῃ Ἐφύλασσον οἱ Ἰουδαῖοι τὴν παλαιὰν Ἰερουσαλήμ, ἀλλ’ οὐκ εὐδόκησεν ὁ κύριος· προεώρα γὰρ τὴν νέαν Ἰερουσαλήμ, ἥτις ἐστὶν ἡ ἐκκλησία. εἰς μάτην Ἦσαν γὰρ ἐπαγρυπνοῦντες τῇ εὐχῇ οἱ Ἰουδαῖοι, ἀλλὰ ματαίως, Χριστοῦ μὴ παρόντος. ἐγείρεσθαι Σημαίνει τὸ ῥῆμα τοῦ Χριστοῦ, ὃ ἐλάλησε τοῖς μαθηταῖς αὐτοῦ· ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. δηλοῖ γὰρ τὰ ἑπόμενα (τὸ ἑπόμενον). οἱ ἐσθίοντες Μετ’ ὀδύνης γὰρ οἱ ἀπόστολοι ἤσθιον μετὰ τὸ ὑπνῶσαι τὸν κύριον τὸν ζωοποιὸν καὶ ἀοίδιμον θάνατον, ἀνθρώπινόν τι [παθόντες καὶ] ὑπομένοντες (ὑπομείναντες) <λογιζόμενοι>. ἰδού Ἐκληρονόμησε γὰρ ὁ Χριστὸς (κύριος) τὴν ἀνθρωπότητα τῷ θανάτῳ αὐτοῦ, τουτέστιν τοὺς υἱοὺς τοῦ φωτός. ὁ μισθός Τῆς γαστρὸς λέγει τοῦ βαπτίσματος, ἐκεῖθεν γὰρ ὡς ἐκ μιᾶς κοιλίας οἱ πιστοὶ ἐξεπήδησαν· οὗτοι γὰρ μισθὸς τοῦ κυρίου καὶ καρπὸς τυγχάνουσιν. ὡσεὶ βέλη Ὡς βέλος γάρ, ὅταν ῥιφῇ ὑπὸ δυνατοῦ, οὕτως οἱ παῖδες Ἰουδαίων ἐρρίφησαν ὑπὸ τοῦ Χριστοῦ, ὅ ἐστι τῶν ἐκπεπτωκότων. μακάριος Μακάριος γάρ ἐστιν ἀληθῶς ὁ ἐξ αὐτοῦ τοῦ Χριστοῦ τὴν ἐπιθυμίαν ἔχων ἀεὶ τοῦ σωθῆναι.

οὐ καταισχυνθήσεται Αἰσχυνθήσονται [τουτέστιν], ὅταν ἐπὶ θύραις τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν παραστῶσιν οἱ Ἰουδαῖοι, ἀκροώμενοι τὰ τῆς πίστεως. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. μακάριοι Τί γὰρ τούτου μακαριώτερον; δῆλον δὲ ὅτι μακαρίζει τοὺς ἁγίους πάντας. οἱ πορευόμενοι Ὅσοι, φησί, κατώρθωσαν τὰς ἀρετὰς καὶ ἐπορεύθησαν ταῖς ἐντολαῖς κυρίου. τοὺς καρπούς Ὅσοι γὰρ ἐνταῦθα κοπιῶσιν, εὑρίσκουσιν (ἀπολαμβάνουσιν) ἐν τῷ μέλλοντι αἰῶνι [τὰς ἀνταμείψεις.] μακάριος εἶ Περὶ τῶν οὕτως ἀγωνιζομένων λέγει τὸ πνεῦμα τὸ ἅγιον. ἡ γυνή Λέγει τὴν ψυχὴν τοῦ ἀγαθοῦ ἀνθρώπου, ἐν τῷ οἴκῳ τοῦ σώματος θαλπομένην καὶ ἀναπαυομένην ὡς ἄμπελος. οἱ υἱοί σου Οἱ λογισμοὶ οἱ ἀγαθοί, ὡς υἱοὶ κυκλοῦντες τὴν καρδίαν <τοῦ ἀνθρώπου>, καθάπερ τράπεζαν. ἰδού Ὁρᾷς, πῶς δείκνυσι τὸν μισθὸν τῶν φοβουμένων τὸν κύριον, ὅπως εὐλογοῦνται καὶ δοξάζονται. εὐλογήσαι σε Τῇ εὐλογίᾳ τῇ ἐν Σιὼν φανείσῃ· ἐκείνῃ εὐλογήθησαν οἱ πιστοὶ καὶ τῶν μυστικῶν ἀπολαύουσιν ἀγαθῶν [πᾶσαν ἡμέραν (καθ’ ἡμέραν)]. καὶ ἴδοις Ἀρεταὶ γὰρ ἀρετὰς γεννῶσιν. εἰρήνη Ὁ Χριστὸς εἰρήνη ἡμῶν ἐπὶ τὸν λαὸν τὸν πιστόν. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. πλεονάκις Ὁ Χριστὸς φησὶ περὶ Ἰουδαίων [ὁ λόγος], ὅτι [ἀεὶ] ἀντέκειντο τῷ Χριστῷ· οὐ γὰρ ἤθελον αὐτὸν ζῆν, ἀφ’ οὗ ἐγεννήθη ἐν σαρκί. διὸ τὸ πλεονάκις [γέγραπται].

εἰπάτω Ὁρᾷς, σημαίνει καὶ τὸ ὄνομα· Ἰσραὴλ γὰρ εἶδος θεοῦ ἐστιν. ἐπολέμησαν οὖν οἱ Ἰουδαῖοι τῷ Χριστῷ, ἀφ’ οὗ ἐφάνη ἐπὶ τῆς γῆς. καὶ γὰρ οὐκ Οὐκ ἠδυνήθησαν γὰρ πρὸς ἀλήθειαν, ἀλλ’ ἐματαιώθησαν τὰ ἐνθυμήματα αὐτῶν. ἐπὶ τοῦ νώτου Καθὼς φησί· τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, περιέβαλον γὰρ καὶ πληγαῖς. ἐμάκρυναν Προστιθέντες ἀνομίαν ἐπ’ ἀνομίαν (ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν). κύριος Συνέκοψε γὰρ αὐτῶν τὴν ἰσχὺν ὁ Χριστός, ἡνίκα εἶπαν· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. αἰσχυνθήτωσαν Ὅσοι ἐμίσησαν καὶ ἠπίστησαν τὰ ἐν τῇ Σιὼν πραχθέντα μυστήρια (τοῖς ἐν τῇ Σιὼν πραχθεῖσι μυστηρίοις), οὗτοι κατῃσχύνθησαν αἰωνίως. γενηθήτωσαν Πρόσκαιρον καὶ [ἀνίσχυρον] ἀντέχοντες ἐλπίδα. ὃς πρὸ τοῦ Πρὸ τοῦ θανάτου τουτέστιν ἐστερήθησαν τῆς δόξης τοῦ θεοῦ καὶ τῆς χάριτος. οὗ οὐκ ἐπλήρωσεν Οὔτε γὰρ ἐχορτάσθησαν τῶν τοῦ βίου ἀγαθῶν οὔτε τῶν μελλόντων ἔτυχον. καὶ τὸν κόλπον Οὔτε γὰρ ὡς τὰ δράγματα ἔχοντα σῖτον εἰς ἀποθήκην εἰσῆλθον, ἦσαν γὰρ κενά. καὶ οὐκ εἶπαν Οὔτε γὰρ εὐχαριστίας ἢ εὐλογίας ἦσαν ἄξιοι. εὐλογήσαμεν Ὁ πιστὸς γὰρ λαὸς καὶ εὐλογεῖται καὶ σώζεται ἐν κυρίῳ. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. ἐκ βαθέων Σημαίνει τὸν τάφον τὸν δεσποτικόν, ἐν ᾧ ὁ Χριστὸς ἐτέθη τριήμερος (τὸ τριήμερον). κύριε Ἐκ προσώπου τοῦ Ἀδὰμ προσεύχεται ὁ Χριστός, ἵνα βεβαιώσῃ τὴν σάρκα.

γενηθήτω Αὕτη φωνὴ τοῦ πρωτοπλάστου. ἐὰν ἀνομίας Τίς γὰρ ὑπομένει, ὅταν ἐρευνᾷ τὰς πράξεις ἑκάστου ἡμῶν; ὅτι παρὰ σοί Ὁ κρίνων γὰρ παρέχει καὶ τὴν συγχώρησιν. ἕνεκεν—ὑπέμεινα Τῇ γὰρ ἐλπίδι τοῦ ὀνόματος τοῦ θεοῦ πάντα ὑπομένει ὁ πιστὸς ἄνθρωπος. ὑπέμεινεν Πιστεύσας, ὅτι ἀψευδὴς ὁ λόγος τοῦ θεοῦ καὶ ὅτι πρὸ τῶν αἰώνων ἐστίν. ἤλπισεν Οὕτως γὰρ σώζονται οἱ πιστοὶ τῇ ἐλπίδι (ἐν ἐλπίδι). ἀπὸ φυλακῆς Ἀπὸ ὥρας (φυλακῆς) πρωϊνῆς· φυλακὴ γὰρ ὥρα ἐστί. ἀπὸ πρωΐας οὖν μέχρι ἑσπέρας οὐκ ἐνέδωκεν ἡ ψυχὴ τοῦ Ἀδάμ, ἐλπίζουσα τὴν παρουσίαν τοῦ Χριστοῦ (κυρίου). ἀπὸ φυλακῆς Ἀπὸ τῆς ὥρας δηλαδὴ τῆς ἀναστάσεως· πρωΐας γὰρ ἡ ἀνάστασις. ἔκτοτε ἔλαβεν τὴν ἐλπίδα ὁ νέος λαός, ὅ ἐστιν Ἰσραήλ, ὡς εἶδος θεοῦ ἔχων. ὅτι παρὰ τῷ κυρίῳ Ἔλεος γὰρ καὶ λύτρωσις ἁμαρτημάτων παρὰ τῷ θεῷ μόνῳ ὑπάρχει. καὶ αὐτός Τὸν νέον λαὸν λέγει, ὅ ἐστιν Ἰσραήλ. αὐτὸν γὰρ ἐλυτρώσατο ὁ θεὸς ἐκ πάσης ἀνομίας. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. κύριε Τοῦ νέου λαοῦ λέγει, ὃς τοιαύτης δόξης καὶ τοιούτων μυστηρίων ἀξιωθείς, ἡ καρδία αὐτοῦ οὐχ ὑψώθη οὐδὲ οἱ ὀφθαλμοὶ τῆς ψυχῆς ἐξέκλιναν. ταῦτα (τοῦτο) δὲ καὶ περὶ ἑαυτοῦ ὁ Δαυὶδ εἶπεν. οὐδὲ ἐπορεύθην Ὁ προφήτης φησίν· οὐκ ἐνόσησα ὑπερηφανίαν, ὡς βασιλείας καὶ προφητείας ἀξιωθείς.

οὐδὲ ἐν θαυμασίοις Τουτέστιν οὐκ ἠθέλησα θαυμαστὸς εἶναι (θαυμασθῆναι) ὑπὲρ ὅ εἰμι (ἤμην), ἀλλὰ ἀεὶ ἐταπεινούμην. εἰ μὴ ἐταπεινοφρόνουν Ταῦτα μὲν ὁ Δαυὶδ περὶ ἑαυτοῦ λέγει. νοεῖται δὲ καὶ εἰς τὸν Χριστόν, ὅτι ἐταπείνωσεν ἑαυτόν, οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἶσα θεῷ. ὡς τὸ ἀπογεγαλακτισμένον Καὶ παιδίον γὰρ ἐγένετο ὁ κύριος καὶ ἐθήλασε καὶ ἀπεγαλακτίσθη καὶ ὑπετάσσετο τοῖς γονεῦσι, καθὼς γέγραπται. ὡς ἀνταποδώσεις Ταῦτα γὰρ ὑπέμεινα, φησὶν ὁ Χριστός, ἵνα ἀνταποδώσω τῷ ἀνθρώπῳ τὴν σωτηρίαν. ἐλπισάτω Ἐπ’ αὐτῷ γὰρ ὁ νέος λαὸς ἔχει τὴν ἐλπίδα, ὅ ἐστιν Ἰσραήλ· διὰ τοῦτο γὰρ ἐκλήθη ὁρῶν τὸν κύριον. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. μνήσθητι Ὡς ἐξ αὐτοῦ τὸ μετὰ σάρκα· αὐτὸς γὰρ εἶπεν ὁ ἐκ Δαυίδ· μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. ἦν δὲ καὶ ὁ Δαυὶδ πρᾶος. ὡς ὤμοσεν Ὤμοσε γὰρ [ὁ κύριος] καὶ οὐ μεταμεληθήσεται, στήσας τὴν διαθήκην αὐτοῦ τῷ Δαυίδ. λέγει δὲ τὴν παρθένον τὴν θεοτόκον. εἰ εἰσελεύσομαι Τουτέστιν οὐκ ἀναβήσομαι, φησίν, εἰς τὸν οὐρανὸν πρίν, εἰ μὴ σώσω τὸν ἄνθρωπον· διὰ τοῦτο γὰρ ἦλθον, εἰ καὶ οὐκ ἐχωρίσθην τοῦ πατρός. ἢ ἀναβήσομαι Λέγει τὸν τάφον τὸν δεσποτικὸν καὶ φησίν· οὐ μὴ εἰσέλθω εἰς τοῦτον, ἕως ἂν ἀνακαλέσωμαι τελείως τὸν ἄνθρωπον. εἰ δώσω Σημαίνει τὸν θάνατον, ὃν ὥσπερ ὕπνον ἀπέδειξεν. καὶ τοῖς βλεφάροις Ταὐτό ἐστι περὶ τοῦ θανάτου.

καὶ ἀνάπαυσιν Περὶ τοῦ σώματος λέγει τοῦ κυριακοῦ· κροτάφους, ὡς ἀκραιφνέστατον. ἕως οὗ Ἕως οὗ, φησί, καταρτίσω τὸν ἄνθρωπον εἰς οἰκητήριον θεοῦ. σκήνωμα Τῷ Χριστῷ· Ἰακὼβ γὰρ λέγει ὁ παῖς μου, ὃν ἐξελεξάμην. ἰδού Αὐτήν· τίνα; τὴν παρθένον τὴν θεοτόκον, ἥτις ἐκαρποφόρησε τὴν σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων. Ἐφραθὰ γὰρ καρποφορία ἑρμηνεύεται, ἔστι δὲ ἡ Βηθλεέμ. εὕρομεν Τίνα λέγει; πάντως τὴν Βηθλεέμ· δρυμοὶ γὰρ ἀλσώδεις ἦσαν περὶ αὐτήν. εἰσὶ δὲ καὶ οἱ τόποι πεδία. πλὴν τὴν συγκατάβασιν λέγει τοῦ Χριστοῦ. εἰσελεύσομαι Ποῖα; εἰς τὸ σπήλαιον, ὅπου ἐτέχθη· εἰς τὸν σταυρόν· εἰς τὴν ἀνάστασιν· εἰς τὴν ἀνάληψιν· εἰς τὴν Σιών· εἰς τὸν Γολγοθᾶ. ἐν τούτοις γὰρ ἐσκήνωσεν. προσκυνήσομεν Λέγει τὸ ὄρος τοῦ Γολγοθᾶ. τοῦτο γὰρ πάντων τῶν ὀρέων τῆς γῆς ὑψηλότερον· ἐκεῖ γὰρ ἔστησαν οἱ πόδες τοῦ Χριστοῦ καὶ θεοῦ σταυρουμένου. ἀνάστηθι Ἀνάστηθι, φησί, μετὰ τὸν πόλεμον τοῦ ᾅδου καὶ τοῦ θανάτου· ἀνάπαυσον τὸν θυμόν σου· εὐφράνθητι, ἐφ’ οἷς ἔπραξας. σὺ καὶ ἡ κιβωτός Κιβωτὸν νόει τὸ σῶμα τὸ δεσποτικόν, ὃ συνανέστησε καὶ ἅγιον ἀπετέλεσε· λέγει δὲ καὶ τὸ θυσιαστήριον, ὅ ἐστιν ἡ τράπεζα ἡ ἁγία τῶν ἁγίων. οἱ ἱερεῖς Οἱ τῆς τραπέζης λειτουργοί· οὗτοι γὰρ μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ ἐνεδύσαντο δικαιοσύνην ἀληθινήν <δικαιοσύνην καὶ ἀλήθειαν>.

καὶ οἱ ὅσιοι Οἱ ἀπόστολοι, οἵτινες ἐν τῷ πάθει ἐπένθουν· οὗτοι ἐν τῇ ἀναστάσει ἠγαλλιάσαντο, ἀπολαμβάνοντες τὴν χάριν αὐτῶν (αὐτοῦ) <ἁγίαν>. ἕνεκεν Ἕνεκεν τοῦ Χριστοῦ ἐκ τοῦ Δαυὶδ γὰρ τὸ κατὰ σάρκα. μὴ ἀποστρέψῃς Ὁ προφήτης παρακαλεῖ· ἐχρίσθη γὰρ καὶ αὐτός. ὤμοσεν Ἐπαγγελίᾳ γὰρ ὤμοσε τῷ Δαυὶδ ὁ θεὸς ἐξ αὐτοῦ ἐκλέξασθαι τὸ κατὰ σάρκα. ἐκ καρποῦ Περὶ τοῦ Χριστοῦ ὁ λόγος ᾐνίξατο. ἐὰν φυλάξωνται Περὶ τοῦ Σολομῶνος ὁ λόγος (λέγει), τουτέστιν ὅτι οὐκ ἐφύλαξεν. καὶ τὰ μαρτύρια Ἰουδαίοις γὰρ ὡς υἱοῖς τὸν νόμον ἐνετείλατο, ἀλλ’ οὐκ ἐφύλαξαν. καὶ οἱ υἱοί Οἱ πιστοί, μάλιστα οἱ ἀπόστολοι καθιοῦνται, ὡς γέγραπται, [ἐπὶ τοῦ θρόνου] κρίνοντες [τὰς ιβʹ φυλὰς τοῦ Ἰσραήλ]. ὅτι ἐξελέξατο Ἐν αὐτῇ γὰρ ὁ κύριος (Χριστὸς) τὸ μυστήριον τοῖς ἀποστόλοις παρέδωκε· νόει δὲ τὴν ἐκκλησίαν. ᾑρετίσατο Ἐκλήρωσεν αὐτὴν ἑαυτῷ εἰς κατοικίαν ἕως τοῦ αἰῶνος. αὕτη Ἐν αὐτῇ γὰρ κατέπαυσε τὸ πνεῦμα τὸ ἅγιον εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ὧδε Ἐν τῇ ἐκκλησίᾳ λέγει, ὡς ἑκάστης ἡμέρας κατοικῶν ἐν αὐτῇ, προτιθέμενος ἐν αὐτῇ. τὴν χήραν Τὰς ἐν ἁγνείᾳ καὶ σεμνότητι χηρευούσας (χηρευσάσας)· εἰσὶ δὲ αἱ ψυχαί, αἵτινες ἐχήρευσαν ἀπὸ τοῦ Χριστοῦ. τοὺς πτωχούς Τοὺς πτωχεύσαντας ἀπὸ θεοσεβείας χορτάσω τοῦ μυστικοῦ ἄρτου, φησὶν ὁ Χριστός. τοὺς ἱερεῖς Ἵνα ἔχωσι παρρησίαν ἰᾶσθαι τοὺς ἀσθενεῖς (ἀσθενοῦντας).

καὶ οἱ ὅσιοι Οἱ ἀπόστολοι· αὐτοὶ γὰρ ἀγαλλιῶνται πρὸ πάντων ἐν τῇ ἀναστάσει τοῦ Χριστοῦ. ἐκεῖ ἐξανατελῶ Τὴν παρθένον τὴν θεοτόκον λέγει, ὡς ἄκραν οὖσαν καὶ ὑπερκειμένην πασῶν τῶν γυναικῶν, ὅ ἐστι κέρας. ἡτοίμασα Τὸν Χριστὸν λέγει, ὡς ὄντα φῶς ἐκ φωτός· τὸ δὲ εἰπεῖν τῷ Χριστῷ νόει τὸν ἄνθρωπον, χριόμενον τῷ χρίσματι τοῦ βαπτίσματος. τοὺς ἐχθρούς Τοὺς Ἰουδαίους δηλαδή· οὗτοι γὰρ ἐχθροὶ τοῦ Χριστοῦ πρὸς ἀλήθειαν. ἐπὶ δὲ αὐτόν Ἐπὶ τοῦ Χριστοῦ ἡ δόξα τοῦ πατρός. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν. ἰδοὺ δή Οὐδὲν γὰρ οὕτω τερπνὸν καὶ εὐῶδες, ὡς ἡ ἐκκλησία πληρουμένη ὑπὸ τῶν πιστῶν. τοῦτο γὰρ ὁ προφήτης ἐσήμαινε. νόει δὲ καὶ τοὺς ἀποστόλους, ὅταν ἦσαν ἐπὶ τὸ αὐτὸ συνηγμένοι. ὡς μύρον Τὸ χρίσμα ἐσήμαινε τοῦ βαπτίσματος, ᾧ χρίονται οἱ πιστοὶ ἀπὸ ἄνωθεν (κεφαλῆς) ἕως κάτω. τὸν πώγωνα Τὸ χρῖσμα γὰρ τὸ τοῦ ἱερέως καὶ κατεχέετο ἐπὶ τὴν κεφαλὴν καὶ κατέρρει ἐπὶ τὸν πώγωνα τοῦ ἱερέως καὶ ἀπὸ τοῦ πώγωνος ἐπὶ τὸ ἱμάτιον. δῆλον γὰρ οἱ χριόμενοι τῷ μύρῳ καὶ ἔσωθεν καὶ ἔξωθεν εὐωδιάζονται. τὸ καταβαῖνον Ἔνδυμα τῶν πιστῶν ὁ Χριστός. ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, φησὶν ὁ ἀπόστολος. ἡ ᾤα δὲ ἀσφαλίζεται πανταχόθεν τὸ ἱμάτιον· οὕτως καὶ ἡ χάρις τὸν ἄνθρωπον. ὡς δρόσος Ἡ δρόσος ἡ καθαρά, ὅ ἐστι τὸ πνεῦμα τὸ ἅγιον.

Ἀερμὼν γὰρ καθαρὸν ἑρμηνεύεται, ὡς ἀπὸ τοῦ ἀέρος καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών, ὅ ἐστι πίστις, ἐλπίς, ἀγάπη. ὄρη γὰρ ταῦτα τῆς ἐκκλησίας. ὅτι ἐκεῖ Ἐκεῖ. ποῦ; ἐν τῇ ἐκκλησίᾳ τὸν ἄρτον τῆς ζωῆς. καὶ ζωήν Ἡ γὰρ ἀληθινὴ ζωὴ αὕτη ἐστίν· τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Χριστοῦ, καὶ ὧδε καὶ εἰς τὸν μέλλοντα αἰῶνα. ᾨδὴ τῶν ἀναβαθμῶν· ᾆσμα τῶν ὑψηλῶν τουτέστι τῶν ἀκραιφνεστάτων· εἰ γὰρ ἐν ὀλίγῳ οἱ ἀναβαθμοὶ οὗτοι τῇ προρρήσει, ἀλλὰ μεγάλων θεωρημάτων ὁδηγοί.

Ἰδοὺ δή Παρακελεύεται τὸ πνεῦμα τὸ ἅγιον τοῖς πιστοῖς ἀκαταπαύστως εὐλογεῖν τὸν κύριον. οἱ ἑστῶτες Ὅσοι, φησίν, ἑστήκασιν ἐν τῇ ἐκκλησίᾳ· οἶκος γὰρ θεοῦ καὶ αὐλὴ [ἁγία] ἡ ἐκκλησία [ἐν αὐτῇ γὰρ ἐπαναπαύεται τὸ πνεῦμα τὸ ἅγιον]. ἐν ταῖς νυξίν Δηλονότι τὸ πάθος λέγει τὸ δεσποτικόν, ὅτε καὶ ὁ καιρὸς τοῦ λουτροῦ τῆς ἀφθαρσίας ἀκμάζει. τότε δήπου [πάντες, πάντως] οἱ πιστοὶ τὰς χεῖρας ἐκτείνουσι δέξασθαι τὰ ἅγια τῶν ἁγίων. εὐλογεῖτε Δοξολογίας γὰρ καὶ αἰνέσεως τότε καιρός. εὐλογήσει Οἱ γὰρ εὐλογοῦντες τὸν θεὸν ἀεὶ εὐλογοῦνται.

Ἀλληλουία· αἶνος οὗτος ἀγγέλων. αἰνεῖτε Τίσιν ἐπιτάσσει τὸ πνεῦμα τὸ ἅγιον ἀλλ’ ἢ τοῖς πιστοῖς ἑνοῦσθαι μέλλουσι τῷ θεῷ; οἱ ἑστῶτες Ἐν ταῖς ἐκκλησίαις ὅταν ὦσιν οἱ πιστοί· οἶκος γὰρ θεοῦ καὶ αὐλὴ [ἁγία] ἡ ἐκκλησία. αἰνεῖτε τὸν κύριον Τὸ γὰρ αἰνεῖν καὶ δοξάζειν τὸν θεὸν ἁγιάζει ψυχὴν καὶ σῶμα. ψάλατε Τί γὰρ (οὐδὲν γὰρ) οὕτως καλὸν καὶ ἐπωφελές, ὡς τὸ ψάλλειν καὶ μεγαλύνειν τὸ ὄνομα κυρίου; ὅτι τὸν Ἰακώβ Τὸν Χριστὸν ὁ πατήρ· Ἰακὼβ γὰρ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ὁ Ἠσαίας κράζει.

Ἰσραήλ Τὸν λαὸν τὸν πιστὸν οὐσίαν ἑαυτῷ περιεποιήσατο· Ἰσραὴλ γὰρ ὁρῶν τὸν θεὸν ἑρμηνεύεται. ὁ λαὸς δὲ ὁ ἐξ ἐθνῶν ὁρᾷ τὸν θεόν, ὡς ἐκλεχθεὶς ὑπὸ θεοῦ (ὑπ’ αὐτοῦ). ὅτι ἔγνων Ὁ λαὸς [γὰρ] ὁ πιστὸς ἔγνω, ὅτι μέγας ὁ κύριος.

Ἰουδαῖοι γὰρ πάντως οὐκ ἔγνωσαν <τὰ γενόμενα οὐκ ἔγνωσαν>. καὶ ὁ κύριος Ὑπὲρ γὰρ τοὺς ψευδωνύμους θεοὺς ὁ κύριός (Χριστός) ἐστιν ἀψευδὴς καὶ ἀληθὴς [ὡς] θεός. πάντα ὅσα Ὡς θεὸς ἐξουσιαστὴς πάντα παρήγαγε <ἐξουσιαστὴς πάσης τῆς κτίσεως> τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. ἐν τῷ οὐρανῷ Τουτέστιν καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὸν κόσμον αὐτῶν λόγῳ ἐποίησαν. ἐν ταῖς θαλάσσαις καὶ τὴν θάλασσαν καὶ τὴν ἄβυσσον καὶ τὰ ἐν αὐταῖς πάντα νεύματι παρήγαγεν. ἀνάγων Τουτέστιν ἐκ τῶν ἐσχάτων ἄκρων τῆς γῆς. ἐκεῖνος γὰρ ὁ χορός ἐστιν τῶν νεφελῶν [σηκὸς ἐν ᾧ κρύπτονται]. ἀστραπάς Ἵνα σημαίνῃ τῷ φωτὶ τὸν ὑετόν. ὁ ἐξάγων Εἰσὶ γὰρ τόποι, ὅπου ἀπόκεινται οἱ θησαυροὶ τῆς σοφίας τοῦ θεοῦ. σοφίᾳ γὰρ θεϊκῇ (τοῦ θεοῦ) ἐσκευάσθησαν οἱ ἄνεμοι καὶ ἀστραπαὶ καὶ βρονταί, πάντα διὰ τὸν ἄνθρωπον. ὃς ἐπάταξεν Ἵνα φοβερὸν (φανερὸν) δείξῃ τότε τὸν λαὸν τῶν Ἑβραίων τοῖς Αἰγυπτίοις. ἀπὸ ἀνθρώπου Ἵνα μάθωσιν οἱ Αἰγύπτιοι, πόση καὶ πηλίκη ἡ δύναμις τοῦ θεοῦ. ἐξαπέστειλεν Λέγει τὴν παρουσίαν τοῦ Χριστοῦ ἐν Αἰγύπτῳ καὶ ὡς συνετρίβη πίπτοντα τὰ χειροποίητα αὐτῆς. ἐν Φαραώ Λέγει τὸν σατανᾶν καὶ τοὺς δαίμονας· αὐτοὶ γὰρ ἐθορυβήθησαν ἱκανῶς. ἐπάταξεν Τὰ τῶν δαιμόνων φῦλα. καὶ ἀπέκτεινεν Οὓς ἐγκατέστησεν ὁ διάβολος τῇ ἁμαρτίᾳ. τὸν Σιών Τὸν διάβολον ὡς ἐπηρμένον· Σιὼν γὰρ ἐπηρμένος ἑρμηνεύεται.

Ἀμορραίους δὲ λέγει τοὺς παραπικραίνοντας, οἵτινές εἰσιν οἱ δαίμονες· Ἀμορραῖοι γὰρ παραπικραίνοντες ἑρμηνεύονται. καὶ τὸν Ὤγ Καὶ τοῦτον λέγει τὸν διάβολον, ὃς διείργει <διεῖργε> τοὺς ἀνθρώπους ἀπὸ τοῦ θεοῦ.

Ὢγ γὰρ διάφραξις ἑρμηνεύεται. αὐτὸς δὲ βασιλεὺς αἰσχύνης. Βασὰν γὰρ αἰσχύνη ἑρμηνεύεται. καὶ ἔδωκεν Ἐλευθερώσας τὴν γῆν ἀπὸ τῶν [ἐθνῶν καὶ ἀπὸ τῶν] δαιμόνων ἔδωκε τοῖς πιστοῖς εἰς κατάσχεσιν [τὴν στάσιν καὶ τὴν παρρησίαν, ἣν εἶχον ἐν τῷ οὐρανῷ οἱ δαίμονες, ἔδωκε τοῖς πιστοῖς ὁ θεός], ὡς τῶν ἐθνῶν τὴν γῆν τῷ λαῷ τῶν Ἑβραίων τότε. κληρονομίαν Τῷ πιστῷ λαῷ· αὐτοὶ γὰρ Ἰσραὴλ κατὰ ἀλήθειαν ὡς ὁρῶν ἀεὶ τὸν θεόν. κύριε Οὔτε γὰρ τὸ λέγεσθαι χριστιανοὺς ἐκλείψει εἰς τὸν αἰῶνα, ἀλλ’ ἔσται εἰς μνημόσυνον γενεαῖς γενεῶν. οἰκτείρει Ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ τῇ φοβερᾷ τότε πάντα τὸν λαὸν διακρινεῖ μάλιστα τὸν πιστόν. καὶ ἐπὶ τοῖς δούλοις Ἐπὶ τοῖς δικαίοις τότε εὔδηλον· αὐτοὺς γὰρ τότε παρακαλεῖ ταῖς ἀμοιβαῖς. τὰ εἴδωλα Τότε γὰρ πάντες γνώσονται περὶ τῶν εἰδώλων, ὅτι εἰσὶ μάταια, χωνευτὰ ὑπὸ ἀνθρώπων γενόμενα. στόμα Πῶς γὰρ τὰ ἄψυχα (τὸ ἄψυχον) λαλεῖν δύνανται; οὕτως δὲ τότε οἱ ἁμαρτωλοὶ καταδικαζόμενοι λαλεῖν (λαλῆσαι) οὐ δύνανται. ὀφθαλμούς Ὁ γὰρ νεκρὸς καὶ ἀναίσθητος ὁρᾶν οὐ δύναται· τοιοῦτοι δέ εἰσιν οἱ τὸν θεὸν μὴ γινώσκοντες. ὦτα Οἱ γὰρ αἴσθησιν μὴ ἔχοντες [δεξάμενοι] πῶς ἀκούουσι (ἐνωτισθήσονται); καθάπερ οἱ Ἰουδαῖοι τὸ ὠτίον ἀνήκοον ἔχουσι περὶ Χριστοῦ. οὐδὲ γάρ ἐστιν Περὶ τῶν εἰδώλων ὁ λόγος, ἀλλ’ οὐδὲ παρὰ Ἰουδαίοις καὶ (ἢ) Ἕλλησι (παρὰ ἀσεβέσι καὶ αἱρετικοῖς) πνεῦμα ἅγιον λαλεῖ.

ὅμοιοι Ἀνάγκῃ γὰρ πάντες οἱ μὴ εἰδότες (ἰδόντες) θεόν, ἀλλὰ θεοὺς ποιοῦντες ἐξομοιοῦνται (ἐξομοιοῦσθαι) τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. καὶ πάντες Πῶς γὰρ οὐχ ὅμοιος τῷ εἰδώλῳ ὁ λέγων αὐτῷ· θεός μου εἶ σύ, ὁ νοητὸς πρὸς τὸν ἀνόητον; οἶκος Ἰσραήλ Ἡ ἐκκλησία ὡς οἶκος θεοῦ. οἶκος Ἀαρών Καὶ πάλιν ἡ ἐκκλησία ὡς οἶκος ἱερέων· Ἀαρὼν γὰρ κιβωτὸς ἑρμηνεύεται. νόει (ἔστι) δὲ τὸ θυσιαστήριον. οἶκος Λευί Λέγει τοὺς διακονοῦντας τὰ μυστικά. οἱ φοβούμενοι Λέγει τοὺς δικαίους, ὅσοι τῷ φόβῳ τοῦ θεοῦ ἐμμένουσιν. εὐλογητός Αὐτῷ γὰρ μόνῳ πρέπει εὐλογία καὶ δόξα.

Ἀλληλούια τῆς διπλῆς· διπλοῦς, φησίν, ὁ ὕμνος προσφερέσθω [ἐν τούτῳ τῷ ψαλμῷ πάλιν ὀνειδίζει ἡ προφητεία τοὺς ἀσεβεῖς Ἰουδαίους, ὡς ἀεὶ ὁ προφήτης ἅπασαν ἀσέβειαν αὐτῶν συγγράψας]. ἐξομολογεῖσθε Πολλή, φησίν, ἡ ἀγαθότης τοῦ θεοῦ· διὸ εὐθύμως, φησί, ἐξομολογεῖσθαι τὸ πνεῦμα τὸ ἅγιον προστάσσει. ὅτι εἰς τὸν αἰῶνα Τὸ ἔλεος γὰρ τοῦ θεοῦ καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι μένει ἀνεξάλειπτον. ἐξομολογεῖσθε τῷ θεῷ Τῷ θεῷ τῶν ἁγίων, περὶ ὧν εἴρηται· ἐγὼ εἶπα θεοί ἐστε, οὐχὶ γὰρ τῶν θεῶν τῶν εἰδωλικῶν καὶ ματαίων. ὅτι εἰς τόν Οὐ πρὸς καιρὸν γὰρ ἐλεεῖ ὁ θεός, ἀλλὰ αἰωνίως. ἐξομολογεῖσθε τῷ κυρίῳ Ἐπὶ τῆς γῆς μὲν γὰρ πολλοὶ κύριοί εἰσιν, εἷς δὲ κύριος πάντων ἐν οὐρανῷ ἐστιν. ὅτι εἰς τόν Ὁ θεὸς γὰρ ἐλεῶν αἰωνίως ἐλεεῖ. τῷ ποιοῦντι Ὡς γὰρ θεῷ μόνῳ αὐτῷ πρέπει τὰ ἔνδοξα θαυμάσια ποιεῖν. ὅτι εἰς τόν Ὡς γὰρ αἰώνιος ὁ θεὸς αἰωνίως καὶ ἐλεεῖ. τῷ ποιήσαντι Ποίους οὐρανούς; πρῶτον μὲν τοὺς αἰσθητοὺς οὐρανούς, οἵτινες τῷ λόγῳ καὶ θεῷ ἐστερεώθησαν· ἔπειτα δὲ τοὺς νοητούς, οἵτινές εἰσιν αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς. ὅτι εἰς τόν Διὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ, ὃ ἔμελλε ποιεῖν εἰς τὸν ἄνθρωπον, ἔκτισε τὰ πάντα. τῷ στερεώσαντι Τὴν αἰσθητὴν γῆν ἐπὶ τῶν αἰσθητῶν ὑδάτων <τὴν δὲ νοητήν, ὅ ἐστιν ἄνθρωπος> ἐπὶ τῶν ὑδάτων τοῦ βαπτίσματος. ὅτι εἰς τόν Διὰ γὰρ τὸ πολὺ ἔλεος αὐτοῦ ταῦτα παρήγαγεν ὁ θεός.

τῷ ποιήσαντι Τὸν ἥλιον καὶ τὴν σελήνην· ταῦτα γάρ εἰσι τὰ μεγάλα φῶτα, ὡς (τὰ) φωτίζοντα τὴν ὑπουράνιον. νόει δὲ καὶ τοὺς ἀποστόλους, ὡς φωτίσαντας τὴν οἰκουμένην. ὅτι εἰς τόν Μέγα γὰρ τὸ ἔλεος τοῦ θεοῦ, ὡς τὸ φῶς δωρησαμένου τῷ κόσμῳ αὐτοῦ. τὸν ἥλιον Ὁ αἰσθητὸς ἥλιος τὴν αἰσθητὴν φωτίζει ἡμέραν· ὁ Χριστὸς [ὁ ἥλιος δίκαιος] τῆς ἡμέρας ἐκείνης ἐξουσιάζει τῆς φοβερᾶς· ἄμφω δὲ αὐτὸς φωτίζει. ὅτι εἰς τόν Τὸ ἔλεος γὰρ τοῦ θεοῦ εἰς τὸν αἰῶνα μένει καὶ οὐκ ἐκλείπει. τὴν σελήνην Τὴν αἰσθητὴν σελήνην τῇ αἰσθητῇ νυκτί· νοητῶς δὲ λέγει τὴν ἐκκλησίαν, ἥτις φωτίζει τὸν ἄνθρωπον ἐν τῇ νυκτὶ τῆς ἁμαρτίας. ὅτι εἰς τόν Αἰώνιον γὰρ ἀληθῶς τὸ ἔλεος τοῦ θεοῦ. τῷ πατάξαντι Αἴγυπτος ἐκθλίβουσα ἑρμηνεύεται, ἡ ἁμαρτία δὲ θλίβει τὸν ἄνθρωπον. ταύτην δὲ ἐπάταξεν ὁ Χριστὸς (κύριος) τῇ ἐπιφανείᾳ αὐτοῦ [ὥσπερ τὴν Αἴγυπτον τότε]. ὅτι εἰς τόν Πατάξας γὰρ τὴν ἁμαρτίαν αἰωνίως ἠλέησεν. καὶ ἐξαγαγόντι Τὸν λαὸν τὸν πιστὸν ἐκ μέσου τῆς νοητῆς Αἰγύπτου, λέγω δὲ τῶν εἰδώλων. ὅτι εἰς τόν Ἐλεῶν γὰρ αἰωνίως ταῦτα ἐποίησεν. ἐν χειρί Δυνάμει γὰρ τῆς δεξιᾶς αὐτοῦ ἐποίησε ταῦτα, ὡς θεὸς δυνατός. ὅτι εἰς τόν Ἀνεξάλειπτον γὰρ ὑπάρχει τὸ ἔλεος τοῦ θεοῦ εἰς αἰῶνα αἰῶνος. τῷ καταδιελόντι Τὴν αἱματίνην, τὴν βορβορόκυμον, τὴν τῆς εἰδωλολατρείας, τὴν αἱμόφυρτον διῄρησε καὶ καθεῖλε.

ὅτι εἰς τόν Τοῦτο γὰρ ἔργον θεοῦ τὸ αἰωνίως ἐλεεῖν. καὶ διαγαγόντι Τὸν λαὸν τὸν πιστὸν ἐκ [μέσου] τῆς συνοχῆς τῶν εἰδώλων (δαιμόνων). ὅτι εἰς τόν Ἐλεῶν <ἐλθὼν> γὰρ τὸν λαὸν τὸν πιστὸν αἰωνίως ἠλέησεν. καὶ ἐκτινάξαντι Τὸν διάβολον λέγει (λέγω) μετὰ τῶν δαιμόνων εἰς τὴν θάλασσαν τοῦ βαπτίσματος. ἐρυθρὰ δέ, ὅτι τῷ αἵματι τοῦ Χριστοῦ πορφυρίζει. ὅτι εἰς τόν Τὸ ἔλεος γὰρ τοῦ θεοῦ πολὺ καὶ αἰώνιον. τῷ διαγαγόντι Τὸν λαὸν τῶν Ἑβραίων τότε, νοητῶς δὲ τὸν λαὸν τῶν ἐθνῶν ἐν τῇ ἐκκλησίᾳ· ἔρημος γὰρ ἦν αὕτη πρὸ Χριστοῦ. ὅτι εἰς τόν Πῶς γὰρ οὐκ αἰώνιον, τοιοῦτον ποιήσας τὸ ἔλεος τῷ λαῷ τῷ πιστῷ; τῷ πατάξαντι Τοὺς δαίμονας, ὡς ἄρξαντας καὶ ὑποτάξαντας τὸν ἄνθρωπον τῇ πλάνῃ. ὅτι εἰς τόν Αἰωνίως γὰρ ἠλέησεν, ἐλευθερώσας τὸν ἄνθρωπον ἐκ τῶν δαιμόνων. καὶ ἀποκτείναντι Τὸν διάβολον καὶ τὸν θάνατον. ὅτι εἰς τόν Ὡς μεγάλως κραταιόν, αἰώνιον (αἰωνίων ἀγαθῶν) <ὡς μέγα, ὡς κραταιόν, αἰώνιον πρὸς ἀλήθειαν>. τὸν Σιών Τὸν διάβολον ὡς κατὰ τοῦ θεοῦ ἐπηρμένον· Σιὼν γὰρ ἐπηρμένος ἐρμηνεύεται. ὅτι εἰς τόν Τὸ γὰρ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα μένει. καὶ τὸν Ὤγ Ὡσαύτως τὸν διάβολον σημαίνει. ὅτι εἰς τόν Τὸ γὰρ ἔλεος τοῦ θεοῦ ἀτελεύτητον. καὶ δόντι Ἣν γὰρ ἐτυράννει γῆν ὁ διάβολος, ἐδόθη τῷ ἀνθρώπῳ πιστεύσαντι. ὅτι εἰς τόν Ἐλεήσας γὰρ τὸν ἄνθρωπον εἰς τέλος ἠλέησεν.

κληρονομίαν Ἐκληρονόμησε γὰρ ὁ νοητὸς Ἰσραήλ, ὁ Χριστός, τὸν ἄνθρωπον. ὅτι εἰς τόν Ὡς πολὺ γὰρ καὶ μέγα τὸ ἔλεος τοῦ θεοῦ αἰωνίως. ὅτι ἐν τῇ ταπεινώσει Ὁ λαὸς ὁ ἐξ ἐθνῶν κράζει, ὡς (ὁ) σωθεὶς ἐκ τῆς θλίψεως τῶν δαιμόνων. ὅτι εἰς τόν Πάντα γὰρ ἐλεῶν τὸν ἄνθρωπον ἐποίησεν. καὶ ἐλυτρώσατο Τοὺς πιστοὺς ἐκ τῶν δαιμόνων. ὅτι εἰς τόν Ἀναγκαῖον γὰρ ἑκάστῳ ῥητῷ ἐξεῦχθαι τὸ ἔλεος τοῦ θεοῦ (κυρίου), ὡς δι’ αἰώνων μένον. ὁ διδούς Καὶ ἀνθρώποις καὶ κτήνεσιν. ὅτι εἰς τόν Οὐ γὰρ ἐκλείπει τὸ ἔλεος τοῦ θεοῦ ποτε. ἐξομολογεῖσθε Τῷ ὄντι ἐν οὐρανῷ ταῦτα φησίν. ὅτι εἰς τόν Ὡς αἰώνιος ὢν καὶ αἰωνίως ἐλεεῖ.

Τῷ Δαυίδ· τῷ Χριστῷ εὐχαριστία τῶν ὄντων ἐν τῇ αἰχμαλωσίᾳ. ἐπὶ τῶν ποταμῶν Τότε μὲν ὁ λαὸς ἐν Βαβυλῶνι τῇ αἰσθητῇ, νοεῖται δὲ ὁ ἄνθρωπος ὡς πλανηθεὶς ἐπὶ τὸν ποταμὸν (τῶν ποταμῶν) τῆς συγχύσεως. Βαβυλὼν γὰρ σύγχυσις ἑρμηνεύεται· ποταμὸς δὲ τὰ ῥεύματα τῆς ἁμαρτίας· ἐκεῖ γὰρ καθεζόμενος ὁ ἄνθρωπος ἔκλαιεν. ἐν τῷ μνησθῆναι Εἰς ὑπόμνησιν γὰρ τῆς ἐκκλησίας ἤρχετο ὁ λαὸς ὁ ἐξ ἐθνῶν καὶ ἔκλαιεν. ἐπὶ ταῖς ἰτέαις Τότε μὲν ἐν τοῖς δένδροις τοῦ ποταμοῦ ὁ λαὸς ἐκρέμασε (ἐκρέμνων) τὰ σκεύη αὐτῶν. ἦν δὲ τύπος τοῦ νέου λαοῦ καὶ τῆς ἐκκλησίας. ἕκαστος γὰρ τῶν πιστῶν ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ καὶ τοὺς λογισμοὺς καὶ τὰς ἐνθυμήσεις ἀποκρεμῶσιν [τουτέστι ἐπιρρίπτουσιν], ὅ ἐστιν ἰτέα, ξύλον ὠφέλιμον. ὅτι ἐκεῖ Τότε οἱ Βαβυλώνιοι ἐμπαίζοντες τῷ λαῷ ἔλεγον· εἴπατε ἡμῖν ἐκ τῶν ψαλμῶν, ὧν ἐλέγετε ἐν τῇ Σιών. καὶ οἱ ἀπαγαγόντες Οἱ αἰχμαλωτεύσαντες αὐτοὺς ἐβούλοντο ἀκοῦσαι ὑμνούντων τῶν Ἰουδαίων, ὡς καὶ οἱ δαίμονες ὠνείδιζον τὸν ἄνθρωπον λέγοντες· ποῦ ἐστιν ὁ θεός σου; ὑμνήσατε Ἦν δὲ προφητεία τοῦ νέου λαοῦ καὶ τῆς ἐκκλησίας. πῶς ᾄσωμεν Ἐλογίζετο γὰρ ὁ λαός, ὅτι πῶς τὰ ἅγια ἐν τῇ γῇ τῶν ἀσεβῶν λαλήσομεν; ἐὰν ἐπιλάθωμαι Ἀναζητῶν τὴν ἐκκλησίαν ὁ θεός, τουτέστιν οὐ μὴ σοῦ ἐπιλάθωμαι. κολληθείη Λαλήσω, φησὶν ὁ θεός, τῇ ἐκκλησίᾳ περὶ σοῦ εἰς ἀγαθὸν τοῦ ἐκλέξασθαί σε.

ἐὰν μὴ προσανατάξωμαι Τουτέστιν τάξω τὴν Ἰερουσαλήμ, ὅ ἐστιν ἡ ἐκκλησία, ὡς ἐν ἀρχῇ δόξης κυρίου ἁγίασμα. μνήσθητι Τοῦ ἀνθρώπου, φησί, τοῦ εἰς γῆν ἀποστραφέντος καὶ γενομένου γηΐνου. Ἐδὼμ γὰρ γήϊνος ἑρμηνεύεται. μνήσθητι τοίνυν καὶ τάξον αὐτὸν ἐν τῇ ἐκκλησίᾳ. διὸ λέγει τὴν ἡμέραν Ἰερουσαλήμ. τῶν λεγόντων Λέγει περὶ τῆς παλαιᾶς Ἰερουσαλήμ· ἐκκενοῦται γὰρ ὑπὸ τοῦ πιστοῦ <νέου> λαοῦ, τουτέστιν κατασκάπτεται ἕως τῶν θεμελίων. θυγάτηρ Περὶ τῆς συναγωγῆς ὁ λόγος, ὅτε τῇ συγχύσει τῶν εἰδώλων ἥνωται, ὡς τεχθεῖσα ὑπὸ τῶν δαιμόνων. μακάριος Μακάριος, ὃς ἀνταποδώσει δι’ ἔργων ἀγαθῶν [τῷ Χριστῷ] περὶ πάντων, ὧν ἐποίησεν ἡμῖν· νεκροὺς γὰρ ὄντας τῇ ἁμαρτίᾳ ἐζωοποίησεν ἡμᾶς ἐν τῷ Χριστῷ. μακάριος ὃς κρατήσει Νήπια λέγει τοὺς ἀναγεννωμένους διὰ τοῦ βαπτίσματος καὶ τοὺς νηπιάζοντας τὴν καρδίαν τῇ ἀκακίᾳ <τῇ καρδίᾳ τῇ ἀκάκῳ>. μακάριος οὖν, ὃς τούτους προσφέρων ἀεὶ τίθησι πρὸς ἐπίβασιν τῷ Χριστῷ. ἡ γὰρ πέτρα ἐστὶν ὁ Χριστός, καθὼς φησὶν ὁ Παῦλος. νόει δὲ καὶ τὴν πέτραν, ἐν ᾗ ἐσταυρώθη ὁ Χριστός, ὅτι πάντες οἱ πιστοὶ πρὸς αὐτὴν ἑαυτοὺς ἐδαφίζουσι, τουτέστιν πίπτουσι ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν.