Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία εις τους Ψαλμούς 137-147

Ολοκλήρωση του υπομνήματος με τους ψαλμούς 137 έως 147, προβάλλοντας τη σωτηρία του ανθρώπου, την προσευχή των δικαίων, τη δικαιοσύνη του Θεού και την κλήση των εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 16 από 16

Τῷ Δαυὶδ Ζαχαρίου προφητεία εἰς Χριστὸν ἐλέχθη, Ζαχαρίου γὰρ ἐμνήσθη, ὡς μνήμης λεγομένης Ἰαώ, ὅ ἐστι ἐξουσία δόξης. ἐξομολογήσομαι Ὁ λαὸς ὁ πιστός, ὁ κληθεὶς ἐκ τῶν ἐθνῶν· οὗτος γὰρ ὅλῃ τῇ καρδίᾳ ἐξωμολογήσατο. καὶ ἐναντίον Ὡς διδαχθεὶς [παρ’ αὐτῶν] τὸ ᾆσμα τῶν ἀγγέλων, ὃ οἱ πιστοὶ ᾄδουσιν ἐπὶ τῶν μυστικῶν. ὅτι ἤκουσας Οὔτε γὰρ λανθάνει τὸν θεὸν καὶ τοὺς ἀγγέλους αὐτοῦ πάντα, ὅσα ὁ ἄνθρωπος καὶ ἐνθυμεῖται καὶ λαλεῖ. προσκυνήσω Λέγει τὴν ἐκκλησίαν, νοητῶς δὲ λέγει τὸ σῶμα Χριστοῦ, περὶ οὗ λέγει· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις καὶ τὰ ἑξῆς. ἐξομολογήσομαι Ἐξομολογοῦνται γὰρ οἱ πιστοὶ τοῦ Χριστοῦ, ἀεὶ σωζόμενοι, εὐχαριστοῦντες. ἐπὶ τῷ ἐλέει Τῇ γὰρ ἀληθείᾳ τοῦ θεοῦ (Χριστοῦ) καὶ τῷ ἐλέει αὐτοῦ θαρροῦντες οἱ πιστοὶ σώζονται. ὅτι ἐμεγάλυνας Ἐπὶ πάντας, καὶ ἀπίστους καὶ πιστούς, καὶ μικροὺς καὶ μεγάλους, τὸ ὄνομα κυρίου ἐμεγαλύνθη καὶ βασιλεύει. ἐν ᾗ ἂν ἡμέρᾳ Τοῦτο φωνὴ τοῦ Ἀδάμ [καὶ παντὸς ἀνθρώπου]. πολυωρήσεις Τουτέστιν ἀνακαινίσεις με σὺν ψυχῇ καὶ σώματι εἰς αἰῶνα αἰῶνος, ὅ ἐστι πολυωρίᾳ. ἐξομολογησάσθωσαν Οἱ ἅγιοι πάντες· αὐτοὺς γὰρ ἡ γραφὴ βασιλεῖς καλεῖ, ὡς υἱοὺς βασιλείας. λέγει δὲ καὶ τοὺς αἰσθητοὺς βασιλεῖς. ὅτι ἤκουσαν Οἱ γὰρ ἅγιοι μόνοι πρὸς ἀλήθειαν ἤκουσαν τῶν ῥημάτων τοῦ θεοῦ καὶ ἀκούσαντες ἐφύλαξαν.

καὶ ᾀσάτωσαν Αὐτοὶ γὰρ ᾄδοντες καὶ ψάλλοντες [κατὰ τὸν ἀπόστολον] <πρὸς ἀλήθειαν> οὐκ ἐπαύσαντο. ὅτι ἡ δόξα Ὡς θεοῦ καὶ ποιητοῦ ἡ δόξα ἀκατάληπτος. ὅτι ὑψηλός Ὡς θεὸς γὰρ καὶ ὑπεράνω πάντων ὑπάρχων ἐφορᾷ οὐ μόνον τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ ἐν τοῖς καταχθονίοις, καὶ μάλιστα τῶν ταπεινῶν τὰς ἐνθυμήσεις. καὶ τὰ ὑψηλά Τὰ ὑψηλὰ φρονήματα τῶν ὑπερηφάνων, μακρὰν ὢν ἀπ’ αὐτῶν, ὡς παρὼν ἐπίσταται. ἐὰν πορευθῶ Ὁ λόγος περὶ τοῦ Χριστοῦ, ὅτι τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασε. ἐπ’ ὀργήν Ἐπὶ τὸν λαὸν τῶν Ἰουδαίων, εὔδηλον, ἐξέτεινε ὁ θεὸς τὴν χεῖρα αὐτοῦ καὶ ἀφεῖλκεν ἀπ’ αὐτῶν πᾶσαν τὴν δόξαν αὐτῶν. οὗτοι γὰρ πρὸς ἀλήθειαν ἐχθροὶ τοῦ κυρίου. ἀλλὰ καὶ ἐπὶ τοὺς δαίμονας, οἵτινες ἐταλαιπώρησαν τὸν ἄνθρωπον, ἐξέτεινε τὴν χεῖρα ὁ θεός. καὶ ἔσωσεν Ἡ δεξιὰ τοῦ θεοῦ, τοῦ ἐνοικοῦντος ἐν τῷ ἀνθρώπῳ, δηλαδὴ ἐν τῷ Ἀδάμ, ἔσωσεν αὐτὸν ἐκ τῆς συνοχῆς τῶν δαιμόνων. κύριε Ὁ πατὴρ ὑπὲρ τοῦ υἱοῦ, ὅ ἐστιν ὑπὲρ τοῦ Ἀδάμ. κύριε τὸ ἔλεος Ὡς ἐλεήμων, φησί, μὴ παρίδῃς τὸν ἄνθρωπον τὸν ὑπὸ σοῦ πλασθέντα, πεσόντα δὲ τῇ ἁμαρτίᾳ, ἀλλ’ ἀνάστησον αὐτόν.

Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ ἐν τῇ διασπορᾷ ἡ προφητεία σημαίνει τὰ ἐπὶ τέλει μέλλοντα γίνεσθαι περὶ τοῦ Χριστοῦ, Ζαχαρίου μνησθεῖσα. Ζαχαρίας γὰρ μνήμη ἑρμηνεύεται. ἐμνήσθη οὖν ὁ προφήτης, ὅτι Χριστοῦ φανέντος Ἰουδαῖοι διασπείρονται, ὅ ἐστι σκορπίζονται. κύριε Ὁ Χριστὸς πρὸς τὸν πατέρα ἐκ προσώπου τοῦ ἀνθρώπου. διὰ τοῦτο γὰρ ἦλθεν, ἵνα σώσῃ τὸν ἄνθρωπον. σὺ ἔγνως Σύ, φησί, πάτερ, καὶ τὴν ἐκ δεξιῶν καθέδραν μου ἐπίστασαι καὶ τὸ ἀναστῆναί με πρὸς ἀναζήτησιν τοῦ ἀνθρώπου ἔγνως· βουλῇ γάρ σου ἐγένετο. σὺ συνῆκας Ὁ υἱὸς πρὸς τὸν πατέρα· σὺ οἶδας, πάτερ, ὅτι ἐξ ἀρχῆς ἡ βουλὴ αὕτη <μου> ἐγενήθη περὶ τοῦ ἀνθρώπου. τὴν τρίβον Τρίβος ἐστὶν ὁδὸς πλατεῖα· σχοῖνός ἐστιν ὁδὸς στενὴ πάνυ, καθὼς τὸ εὐαγγέλιον λέγει. καὶ ὁ ἄνθρωπος· πλατεῖαν καὶ στενὴν ὁδόν, φησί, κἀκείνην καὶ ταύτην σὺ ἐπίστασαι. καὶ πάσας Ἐν γὰρ τῷ πλάσσειν (πλάσαι) τὸν ἄνθρωπον προεγίγνωσκεν ὁ θεὸς πᾶσαν πρᾶξιν αὐτοῦ. ὅτι οὐκ ἔστιν Πλασθεὶς γὰρ ὁ ἄνθρωπος ἀμύητος ἦν πάσης κακίας καὶ δόλου. ἰδοὺ—ἔσχατα Ἔγνως γὰρ ὡς θεὸς καὶ τὴν πρώτην γνώμην, ὅτι καθαρὰ ἦν ἀπὸ πάσης κακίας, καὶ τὰς ἐπὶ τέλει, ὅτι ἔμελλε κακοῖς συνέχεσθαι. καὶ διὰ τοῦτο ἀπὸ πάντων με σῶσον. σὺ ἔπλασας Δηλονότι χειρὶ θεοῦ ἐπλάσθη ὁ ἄνθρωπος. ὡς πλάστης οὖν ὢν τοῦ ἀνθρώπου (οὐρανῶν), οὐδὲν λανθάνει τὸν θεόν.

ἐθαυμαστώθη Ὁ θεὸς φησὶ τῷ ἀνθρώπῳ· ἐγνώρισά σε πάσῃ τῇ κτίσει, ἐντιμότερον ποιήσας σε παρὰ πάντας. ἐκραταιώθη Ἐν γὰρ τῷ παραβῆναι τὸν ἄνθρωπον καὶ τὴν παρρησίαν ἀπώλεσεν (ἀπολέσθαι) καὶ ἀντειπεῖν οὐκέτι ταῖς οὐρανίαις δυνάμεσι δύναται. ποῦ πορευθῶ Ὅτι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων δεσπόζει πάντων τὸ πνεῦμα τὸ ἅγιον. παραβὰς γὰρ ὁ Ἀδὰμ φυγῇ ἐχρήσατο, ὡς ἐδόκει. καὶ ἀπὸ τοῦ προσώπου Πάντα γὰρ ἐφορᾷ ὁ ὀφθαλμὸς τοῦ θεοῦ, ὥστε ὁ δοκῶν λανθάνειν πλανᾶται. ἐὰν ἀναβῶ Σημαίνει (ἐσήμαινεν ἡ προφητεία), ὅτι εἰς τὸν οὐρανὸν ἔμελλεν ἀναβαίνειν ὁ ἄνθρωπος, ἔνθα ἐστὶν ὁ Χριστός. ἐὰν καταβῶ Ἐσήμαινε τὸ πνεῦμα τὸ ἅγιον τὴν ἐν τῷ ᾅδῃ κατάβασιν τοῦ Χριστοῦ καὶ θεοῦ διὰ τὸν ἄνθρωπον. κατελθὼν γὰρ ἐκεῖ κατέτρωσεν αὐτόν, ὅ ἐστι καθεῖλεν. ἐὰν ἀναλάβω Σημαίνει τὸν καιρὸν τῆς ἀναστάσεως· τότε γὰρ ὁ ἄνθρωπος ἐπτεροφύησεν ὡς ἀετὸς καὶ ἐξεπήδησε ἐκ τοῦ μνήματος, ὥσπερ ἀπὸ καλιᾶς. καὶ κατασκηνώσω Θάλασσαν λέγει τὴν τοῦ βίου· ἐπὶ τέλει γὰρ σεσάρκωται ὁ θεὸς καὶ ἐσώθη ὁ ἄνθρωπος. καὶ γὰρ ἐκεῖ Καὶ γὰρ μετὰ τὸ σωθῆναι τὸν ἄνθρωπον καὶ ἔτι ἐν τῇ βιωτικῇ θαλάσσῃ νηχόμενον ἡ χεὶρ τοῦ θεοῦ σώζει τὸν ἄνθρωπον <αὐτόν>. καὶ εἶπα Σημαίνει τὸ σκότος τὸ ἐπὶ τοῦ πάθους γενόμενον· ἐν αὐτῷ γὰρ ἡ σωτηρία γέγονε τῷ ἀνθρώπῳ.

καὶ νύξ Μεσούσης (μεσαζούσης) γὰρ τῆς ἡμέρας τοῦ πάθους ἡ νὺξ προέκοψεν, ἐν ᾗ κατετρύφησεν ὁ ἄνθρωπος, πιστεύσας τῷ Χριστῷ μυστικῶς. ὡς τὸ σκότος Ὅτι τὸ σκότος, δηλαδὴ τὸ ἐπὶ τοῦ σταυροῦ γενόμενον, φωτὸς τοῦ ἀθανάτου πρόξενον ἦν. καὶ νύξ Εἰ γὰρ καὶ σκότος ἐγένετο, ἀλλ’ ὁ καιρὸς καὶ ὁ τόπος τῆς ἡμέρας ἐσώζετο. διὰ τοῦτο πάλιν εἰς τὸ φῶς τῆς ἡμέρας μετεβλήθη. ὡς τὸ σκότος Ἦν γὰρ καὶ σκότος τοῦ φωτὸς τότε πρόξενον καὶ μέρος τῆς ἡμέρας ἐτύγχανεν. ὅτι σύ Αὐτὸς γὰρ τοῦ ἀνθρώπου ἐτάζει καὶ τοὺς νεφροὺς καὶ τὴν καρδίαν. ἀντελάβου Ἀπὸ γαστρὸς γὰρ μητρός [μου, αὐτοῦ] ἔγνωσται τῷ θεῷ ὁ ἄνθρωπος, διὸ καὶ σώζεται τῇ αὐτοῦ χάριτι. ἐξομολογήσομαι Τῷ φόβῳ γὰρ τοῦ θεοῦ ὁ ἄνθρωπος κρατούμενος προσφέρει τὴν ἐξομολόγησιν. θαυμάσια Ἐκ γὰρ τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς γινώσκεται. ὅθεν ὁ ἄνθρωπος καταπλαγεὶς τοῖς θαύμασιν ὑπετάγη. οὐκ ἐκρύβη Ὃ παρὰ τοῖς ἀνθρώποις μὲν κρύπτεται, παρὰ σοῦ δὲ γινώσκεται, ὁποῖα καὶ ποταπὰ καὶ πόσα τὸν ἄριθμόν εἰσι. ταῦτα δὲ ἔκειντο γυμνωθέντα τοῦ Ἀδάμ [ἐν τῷ ᾅδῃ]. καὶ ἡ ὑπόστασις [Ἐν τοῖς κατωτάτοις γὰρ τῆς γῆς] τουτέστιν ἐν τῷ ᾅδῃ, ἐκεῖ, φησίν, ὁ ἄνθρωπος, ὃν ταῖς χερσὶν ἔπλασας <χερσίν μου ἔπλασα>, κρατεῖται καὶ δεῖ με ἐκεῖθεν αὐτὸν ἀναγαγεῖν, φησὶν ὁ κύριος.

τὸ ἀκατέργαστον καὶ ἃ μήπω ἐνεθυμήθην, προέγνως ὡς θεός, φησὶν ὁ ἄνθρωπος, καὶ τὰ μέλλοντα σὺ γνωρίζεις (αὐτὸς προέγνως). καὶ ἐπὶ τὸ βιβλίον Καὶ οἱ παρόντες καὶ οἱ μήπω γεννηθέντες (ἐννοηθέντες), πάντες παρὰ τῷ θεῷ καὶ γνωρίζονται καὶ ἀριθμοῦνται, καὶ αὐτοὶ καὶ τὰ ἔργα αὐτῶν. ἡμέρας Ἐν γὰρ τῇ ἡμέρᾳ τῆς ἀναστάσεως ἀνεπλάσθη ὁ ἄνθρωπος καὶ οὐδεὶς τῶν δαιμόνων ἀντέστη αὐτῷ· ἐν μιᾷ γὰρ ῥοπῇ ἀνεκαινίσθη τὰ πάντα καὶ οὐδεὶς ἦν ὁ ἀντιλέγων. ἐμοὶ δέ Ὧδε ἡ φωνὴ τοῦ προφήτου φησί· σφόδρα ἐμοὶ ἔντιμοι (ἐν τιμῇ) εἰσιν οἱ ἅγιοι, οὓς ἀγαπᾷς ὁ θεός. προέλεγε δὲ τοὺς ἀποστόλους. λίαν Αὐτοὶ γὰρ ἦρξαν τῆς οἰκουμένης, περὶ ὧν φησί· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. ἦρξαν γὰρ καὶ τῶν παθῶν καὶ διὰ τοῦτο φίλοι [θεοῦ] ἐγένοντο οἱ ἅγιοι πάντες. ἐξαριθμήσομαι Τίς γὰρ ἱκανὸς ἀπαριθμήσασθαι τοὺς ἁγίους πάντας; μόνῳ δὲ τῷ θεῷ ἔγνωσται [ὁ ἀριθμὸς αὐτῶν]. ἐξηγέρθην Ὁ θεὸς λόγος μετὰ τοῦ ἀνθρώπου, ἀναστὰς γὰρ μετὰ τῆς σαρκὸς ἀνέστη· οὐ γὰρ εἶδε διαφθοράν. ἐὰν ἀποκτείνῃς Τουτέστιν ἀπόκτεινον τοὺς δαίμονας καὶ τότε τελέως ἐσώθη ὁ ἄνθρωπος. ἄνδρες Τουτέστιν ἀπόστητε τελείως ἀπὸ τοῦ ἀνθρώπου· ὑμεῖς γάρ ἐστε οἱ ἀπ’ ἀρχῆς βλάπτοντες, φησὶ τοῖς δαίμοσιν ὁ Χριστός. ὅτι ἐρεῖτε Ἔριδι γὰρ καὶ διαλογισμοῖς πονηροῖς οἱ δαίμονες ἐξέκλιναν τὸν ἄνθρωπον.

λήψονται Οὐχὶ τὰς αἰσθητὰς πόλεις, ἀλλὰ (καὶ) τὰς νοητάς, ἃς ᾠκοδόμησεν ἡ ἁμαρτία. ταύτας γάρ, ὡς βδελυκτάς, ἀπέρριψαν οἱ ἅγιοι. οὐχὶ τοὺς μισοῦντας Τοὺς ἀσεβεῖς λέγει, οἵτινες οὐκ ἔγνωσαν τὸν θεὸν οὐδὲ ἐσεβάσθησαν· τούτους ὡς μισητοὺς ἀπεκήρυξεν (ἀπέφηνεν) ὁ προφήτης. καὶ ἐπὶ τοῖς ἐχθροῖς Προεγίνωσκε γὰρ ὁ προφήτης, ὅτι οἱ Ἰουδαῖοι καὶ μῖσος καὶ ἔχθραν πρὸς τὸν Χριστὸν ποιήσουσιν. καὶ διὰ τοῦτο προανεφώνησεν αὐτῶν τὴν τόλμαν. τέλειον Ὁ Χριστὸς περὶ τοῦ λαοῦ τῶν Ἑβραίων λέγει· παντελῶς γὰρ αὐτοὺς ἀπεβάλετο. εἰς ἐχθρούς Ὁ Ἀδὰμ βοᾷ τῷ θεῷ· σὺ οἶδας, φησίν, ὅτι κἂν ἔπεσα (ἔπταισα), ἡ καρδία μου οὐκ ἀπέστη σου, τοῦ θεοῦ. δοκίμασόν με Ὁ πιστὸς ἄνθρωπος, σωθεὶς παρὰ θεοῦ <πρὸς θεὸν> βοᾷ καὶ λέγει· ἐρώτησόν με καὶ μάθε τὰς ὁδούς μου, εἰ καὶ μάλιστα γνωσταί εἰσι παρὰ σοῦ, ὅτι οὐκ ἐξέκλινα δεξιᾷ ἢ ἀριστερᾷ. καὶ ἴδε Οὐδὲν γὰρ παρὰ τὸν νόμον τὸν τῆς χάριτος πράττει ὁ πιστός· ἔστι δὲ πρὸς ἀλήθειαν ὁ Χριστός. ἀνομίαν γὰρ οὐκ ἐποίησεν, καθὼς γέγραπται· οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. καὶ ὁδήγησον Ὁ Χριστὸς <θεὸς> γάρ, σώσας τὸν ἄνθρωπον, αἰωνίως ἠλέησεν, εἰς οὐρανοὺς ἀναγαγὼν αὐτόν.

Εἰς τὸ τέλος· τῷ Δαυὶδ ψαλμός Ὅλος ὁ ψαλμὸς εἰς τὸν Χριστὸν ἐλέχθη. Δαυὶδ δὲ ὡς ἐξ αὐτοῦ τὸ κατὰ σάρκα. ἐξελοῦ με Αἰνίττεται τὸν Ἰούδα [ἡ προφητεία, ὁ προφήτης] ἐκ προσώπου τοῦ Χριστοῦ [τοῦτο δὲ καὶ πᾶς πιστὸς ἀεὶ λέγειν ὀφείλει]. ἀπὸ ἀνδρός Τὸν λαὸν τῶν Ἰουδαίων ὡς ἕνα ἄνθρωπον αἰνιττόμενος λέγει. οἵτινες ἐλογίσαντο Λογισμὸν γὰρ ἄδικον ἐλογίσαντο οἱ Ἰουδαῖοι κατὰ τοῦ Χριστοῦ εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος (δυσάρεστος) ἡμῖν ἐστιν. ὅλην τὴν ἡμέραν Ἑκάστης γὰρ ἡμέρας παρετάσσοντο, βουλευόμενοι κατὰ τοῦ Χριστοῦ κακά. ἠκόνησαν Τὸν ἰὸν τίκτοντες κατὰ τοῦ Χριστοῦ διὰ τῆς γλώττης, ὡς ὄφεις. ἰός Θάνατον μελετῶντες κατὰ τοῦ Χριστοῦ· ἡ ἀσπὶς γὰρ δάκνουσα θανατοῖ.

Διάψαλμα· μεταβολὴ τῆς προφητείας. φύλαξον Τοῦ διαβόλου, νοητῶς (αἰσθητῶς) δὲ τὸν Ἰούδαν λέγει· εὔχεται γὰρ ὡς ἄνθρωπος, ἵνα βεβαιώσῃ τὴν σάρκα. ἀπὸ ἀνθρώπων Λέγει μὲν ἀπὸ γοήτων καὶ αἱρετικῶν καὶ κακοπίστων ῥυσθῆναι τὸν πιστόν, τὸ δὲ πᾶν περὶ τοῦ λαοῦ τῶν Ἰουδαίων καὶ τοῦ Χριστοῦ ὁ λόγος. αἰνίττεται δέ, ὅτι ἀδικίαν εἰργάσαντο κατὰ τοῦ Χριστοῦ, μᾶλλον δὲ καθ’ ἑαυτῶν. οἵτινες Πολὺς γὰρ ἦν ὁ Ζῆλος τῶν Ἰουδαίων κατὰ τοῦ Χριστοῦ καὶ ἐβουλεύοντο παγιδεύειν αὐτόν. ἔκρυψαν Ἐξ ὑπερηφανίας γὰρ ἦλθον πρὸς τὸν Ἰησοῦν (κύριον) λέγοντες· ἔξεστι δοῦναι κῆνσον καίσαρι ἢ οὔ; θέλοντες οἱ ἄσοφοι <ὡς σοφοί> ἐπιλαβέσθαι τῆς σοφίας. καὶ σχοινία Σχοινία λέγονται οἱ λόγοι, δι’ ὧν ἤθελον, ὡς ἐδόκουν, παγιδεύειν [τὸν κύριον]· ἶσα γὰρ σχοινίοις (σχοινίων) καὶ οἱ λόγοι πλέκονται ὑπὸ τῶν ἀνθρώπων. ἐχόμενα Ἔσπευδον γὰρ οἱ Ἰουδαῖοι διαστρέφειν (διαστρέψαι) τὴν ὁδὸν τοῦ Χριστοῦ. ἔλεγον γάρ· εἰ ἦν οὗτος ὁ ἄνθρωπος ἐκ τοῦ θεοῦ, οὐκ ἂν ἔλυε τὸ σάββατον.

Διάψαλμα· διαστολὴ τοῦ λόγου ἐφ’ ἕτερον νόημα. εἶπα Ὁ υἱὸς πρὸς τὸν πατέρα, ὅταν ἔλεγε· θεέ μου, θεέ μου, [ἵνα τί με ἐγκατέλιπες;]. ἐνώτισαι Ὡς ἄνθρωπος εὔχεται ὁ Χριστός, ἵνα βεβαιώσῃ τὴν ἐνανθρώπησιν. κύριε, κύριε Νῦν ὁ ἄνθρωπος εὐχαριστεῖ τῷ θεῷ, δυναμωθεὶς τῇ σωτηρίᾳ τῇ παρὰ τοῦ Χριστοῦ δοθείσῃ αὐτῷ· ἔστι δὲ ὁ σταυρός. ἐπεσκίασας Ἡνίκα ὁ Χριστὸς ἐν τῷ ᾅδῃ ἐπολέμει τὸν διάβολον, τότε ἐφύλαττε τὴν κεφαλὴν τοῦ ἀνθρώπου ἄτρωτον. μὴ παραδῷς με Εἰ καὶ ἐγώ, φησὶν ὁ ἄνθρωπος, ἐν ἐπιθυμίᾳ γέγονα κακῶν, ἀλλὰ αὐτὸς μὴ παραδῷς με τῷ διαβόλῳ. πανταχοῦ γὰρ ἡ γραφὴ τὸν διάβολον ἁμαρτωλὸν καλεῖ. διελογίσατο Οἱ δαίμονες κατὰ τοῦ ἀνθρώπου λογισάμενοι κακά, ζηλοῦντες τῷ ἀνθρώπῳ· ὁμοίως οἱ Ἰουδαῖοι κατὰ τοῦ Χριστοῦ ἐλογίζοντο κακὰ διαφθονούμενοι. ἡ κεφαλή Εἰς κεφαλὴν γὰρ συνεπέθεντο κυριεύσαντες τοῦ ἀνθρώπου οἱ δαίμονες διὰ τῆς ἀπάτης. κόπος Ὃν ἐλογίσαντο οἱ δαίμονες [διὰ τῆς ἀπάτης] κατὰ τοῦ ἀνθρώπου, ἐν αὐτῷ κατεπόθησαν. πεσοῦνται Τῷ πυρὶ γὰρ τοῦ φθόνου ἐρριπίσθησαν· ἐκδέχεται γὰρ αὐτοὺς ἡ γέεννα, τὸ πῦρ τὸ αἰώνιον. ὅταν γὰρ καταλάβῃ αὐτοὺς τὰ κακά, ὅσα ἐποίησαν τῷ ἀνθρώπῳ, τότε οὐ μὴ δύνωνται ὑποστῆναι. ἀνὴρ γλωσσώδης Ὁ διάβολος ὡς διαβάλλων (ἐνδιαβαλὼν) τὸν ἄνθρωπον, καὶ πάντες ὅσοι τοῦτον μιμοῦνται τῇ λοιδορίᾳ καὶ τῷ φθόνῳ.

ἄνδρα ἄδικον Ὡς τὸν Ἰούδαν, ὡς τοὺς ἄρχοντας τῶν Ἰουδαίων· οὗτοι γὰρ ἄδικοι, ὡς θεῷ ἀνθιστάμενοι· τούτους δὲ πάντας κατέλαβε τὰ κακὰ αὐτῶν. ἔγνων Τοῦ Χριστοῦ, ὡς πτωχεύσαντος δι’ ἡμᾶς (ἡμῶν), καὶ τῶν ἀποστόλων, ὡς πενίαν ἑκούσιον ἑλομένων (ἑλομένους). πλὴν δίκαιοι Αὐτοὶ γὰρ μόνοι [ὁσίως] ἐξομολογοῦνται ἐν ἀληθείᾳ. καὶ κατοικήσουσιν Οἱ εὐθεῖς τῇ καρδίᾳ· εἰσὶ δὲ οἱ ἀπόστολοι, ὡς καθαροὶ καὶ ἀμώμητοι τῇ πίστει.

Ψαλμὸς τῷ Δαυίδ Τῷ Χριστῷ ὁ προφήτης τὸν ψαλμὸν ἀνέθηκεν [χρὴ γινώσκειν, ὅτι ἡ ἑρμηνεία τοῦ ρμ ψαλμοῦ καὶ τοῦ ρμα καὶ τοῦ ρμβ μέρος τι ἐκ τοῦ Εὐσεβίου τοῦ Παμφίλου]. κύριε Φωνὴ τοῦ προφήτου αὕτη ἐκ προσώπου τοῦ ἀνθρώπου τοῦ κατὰ θεόν. πρόσσχες Τουτέστιν μὴ παρέργως μου τὴν προσευχὴν δέξῃ, ἀλλὰ πρόσσχες, ὅτι ἀπὸ καρδίας σοι κράζω. κατευθυνθήτω Εὐωδιάζει γὰρ τῶν ἁγίων ἡ προσευχὴ ἐνώπιον τοῦ θεοῦ. οὕτω δὲ καὶ τοῦ Ἀδὰμ τὸν στεναγμὸν προσεδέξατο ὁ θεός. ἔπαρσις Ἐπῆρε γὰρ τὰ χεῖρας ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ, θυσίαν ἑαυτὸν προσφέρων ἐπὶ συντελείᾳ τῶν αἰώνων, ὅ ἐστιν ἑσπέρα. τὴν συντέλειαν [γὰρ] λέγει ἑσπέραν. θοῦ κύριε Ἐπειδὴ μέγα οἶδε τὸ κατορθοῦν τῆς γλώσσης τὴν φυλακήν, τὸν θεὸν αἰτεῖται ταύτην (ταύτης) τὴν ἐγκράτειαν αὐτῷ χαρίσασθαι. μὴ ἐκκλίνῃς Τουτέστιν μὴ συγχωρήσῃς παραστῆναι (παρατραπῆναι) εἰς τὸ ἐναντίον τὴν ἅπαξ ἀσφαλῶς κατασκευασθεῖσάν μου καρδίαν, ἵνα μὴ νοῶ, φησίν, ἐννοίας παρανόμους. σὺν ἀνθρώποις Πάλιν ἐπὶ τὸ πρακτικὸν μεταβαίνει. καὶ οὐ συνδοιάσω Οὐκ ἔσομαι, φησίν, ἅμα τούτοις, ἐὰν μὴ σύ, κύριε, φυλακὴν τῷ στόματί μου θείης. παιδεύσει Πᾶσαν μέν, φησίν, παιδείαν ἐδεξάμην τοῦ δικαίου, τὴν δὲ εὐλογίαν καὶ τὴν κολακείαν τῶν ἁμαρτωλῶν μὴ λάβοιμι, δι’ ἧς [ὥσπερ] τὴν κεφαλήν μου καταχρίουσιν.

ὅτι ἔτι Ἰκανὴ αὐτῶν τυγχάνει ἡ κακία, εἰ ἐγενόμην (γενοίμην) αὐτῶν κοινωνός, διασκορπίσαι μου τὴν προσευχὴν καὶ ἶσα (ἴσω) τῶν κακῶν αὐτῶν ἀπολαβεῖν. κατεπόθησαν Ἐγγὺς γάρ, φησί, πέτρας γινόμενοι καταποντισθήσονται. σημαίνει δέ, ὡς ἐπεισάκτους (ὑπεισάκτους, ἀδίκους) ὁ Χριστὸς κατακλείσει εἰς τὴν ἄβυσσον. ἀκούσονται Ἐκβάσει, φησί, τῆς προλεχθείσης κατ’ αὐτῶν τιμωρίας πίστιν ἀληθείας καὶ εὐπρεπείας τὰ ἐμὰ λάβοιεν ῥήματα. ὡσεὶ πάχος Πάντα, φησί, τὰ γεώδη ἡμῶν διερρήξαμεν, ταπεινοῦντες ἑαυτοὺς διὰ σέ, οὕτως ὡς πᾶσαν δύναμιν ἡμῶν μέχρι ᾅδου κατενεχθῆναι. ὅμοιον δὲ τοῦτο τὸ (τῷ) ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν. ἀντὶ τοῦ μὴ ἐκχύσῃ ἐκκένωσις τῆς ἐλπίδος μου, ἧς ἔχω ἐπὶ σέ. πεσοῦνται Ἐμπέσοιεν, φησίν, εἰς τὰ ἑαυτῶν δίκτυα οἱ ἁμαρτωλοί. κατὰ μόνας Τότε, φησί, παροδεύσομαι ἀφόβως καὶ ἀμερίμνως, ὅταν οἱ ἁμαρτωλοὶ τοῖς ἑαυτῶν περιτραπῶσι δικτύοις.

Συνέσεως ἐν τῷ σπηλαίῳ προσευχόμενον Προσευχὴ μέν ἐστι καὶ οὐδὲν ἕτερον τὰ προκείμενα, πλὴν ἀλλὰ δεῖται συνέσεως, ὅπως ἂν ἡμεῖς μάθωμεν, τίνα τρόπον ἐν περιστάσεσιν ὄντες [δυνάμεθα] περιφεύγειν τὰ πονηρά. φωνῇ—— ἐκχεῶ Τὸν περὶ αὐτῆς τῆς ψυχῆς ἀγωνιζόμενος δρόμον, ᾗ <εἰ> τὰς δεήσεις ἀναφέρω, θλίψεις διαδῦναι εὐχόμενος. ἐν τῷ ἐκλείπειν—— ἐν ὁδῷ [Ὁ προφήτης ταῦτα λέγει περὶ αὐτοῦ, ὅτι] ὡς οὐ δικαίως διώκομαι, ἐπίστασαι, φησί. κατενόουν Εἴ τις τὸν ἐν τῷ σπηλαίῳ λογίσαιτο τόπον, εὑρήσει προσηκόντως εἰρημένα <τὰ ῥήματα>, [ἅπερ ὁ προφήτης ἔπαθε διωκόμενος ὑπὸ τοῦ Σαούλ]. ἀπώλετο Οὐ γὰρ ἦν ἀποδιδράσκων ἐκ τοῦ σπηλαίου τῶν ἔμπροσθεν κατεχομένων ὑπὸ τοῦ Σαούλ. καὶ οὐκ ἔστιν Οὐδείς, φησί, τῆς ἐμῆς (ἐμοῦ) ψυχῆς τὴν σωτηρίαν ἐπιζητεῖ. πρὸς σέ Ἐπ’ αὐτῷ δεῖ μόνῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν. πρόσσχες— ῥῦσαί με Εἰ καὶ τὸν κλῆρον καὶ τὴν μερίδα ἀπονέμεις ἐν τῇ τῶν ζώντων γῇ, ἀλλὰ κἀνταῦθα τῶν ἐχθρῶν ἀπόφηναι κρείττονα. ἐξάγαγε Ταῦτα πάλιν ὡς πρὸς τὸν τοῦ σπηλαίου τόπον φησίν. τοῦ ἐξομολογήσασθαι Ἐπειδάν, φησί, ταύτης με τῆς θλίψεως καὶ τῆς εἱρκτῆς ἀπολύσειας, εὐχαριστηρίους [σοι] ἀναπέμψω ᾠδάς.

ἐμὲ ὑπομενοῦσιν Ἐὰν ἐξαγάγῃς με, φησίν, ἐντεῦθεν, ἀμειψάμενός μου τὰς ἀγαθὰς πράξεις, καὶ οἱ λοιποὶ δίκαιοι, ἐμὲ ὑπόδειγμα πρὸ ὀφθαλμῶν ἔχοντες καὶ ἐκ τῶν κατ’ ἐμὲ τὰ κατ’ αὐτοὺς ἀποταμιευόμενοι, ἀποδώσουσί σοι τὰς αἰτίας καὶ σοὶ προσδραμοῦνται.

Ψαλμὸς τῷ Δαυίδ, ὅτε αὐτὸν ὁ υἱὸς αὐτοῦ κατεδίωκεν Καὶ οὗτος ὅμοιον ἔχει τῷ πρὸ αὐτοῦ τὴν ὑπόθεσιν. εὔχεται γὰρ ἀπὸ τῶν διωκόντων ῥυσθῆναι, ὡς δὲ ὁ ἀπόστολος φησί, τυπικῶς [δὲ] ταῦτα συνέβη τοῖς ἀρχαιοτέροις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. διδασκόμεθα τοίνυν ἐν περιστάσεσιν ἐπὶ μόνον καταφεύγειν τὸν θεόν. ἰστέον δέ, ὡς ἀναφέρεται εἰς τὸ τῆς ἀνθρωπότητος πρόσωπον ἡ προσευχὴ ὑπὸ τοῦ πλεονεκτήσαντος σατανᾶ, οὗ καὶ ῥυσθῆναι εὔχεται διὰ τῆς παρουσίας τοῦ μονογενοῦς. κύριε Εἰσακουσθῆναι, φησίν, ἀξιῶ διὰ τῆς σῆς ἀληθείας [ὅμοιον δὲ ὡς εἰ λέγοι· σὺ ἐμοὶ ὑπήκοος τὸν μονογενῆ σου ἀπέστειλας, ὅς ἐστιν ἀλήθεια καὶ δικαιοσύνη]. καὶ μὴ εἰσέλθῃς Πόθεν γὰρ ἔσται ὁ ἄνθρωπος καθαρὸς ἐνώπιον τοῦ θεοῦ, γεννητὸς ὀλιγόβιος; ὅτι κατεδίωξεν Ὁ διάβολος, ὡς ἄφρων, κατεδίωξε τὴν τοῦ κυρίου ψυχήν, νομίσας αὐτὸν ψιλὸν ἄνθρωπον εἶναι καὶ θνητόν.

Ἐταπείνωσεν Λέγει τὴν ταφὴν καὶ τὸν θάνατον <τοῦ Χριστοῦ>. ἐκάθισέν με Λέγει, φησί, ὅτι ἐν τῷ μνήματι ἐτέθη ὁ Χριστός, ὡς οἱ νεκροὶ οἱ ἀπ’ αἰῶνος κείμενοι. καὶ ἠκηδίασεν Ἐπήγγελλεν (ἐσήμανεν) ὁ προφήτης τὸν καιρόν, ἐν ᾧ εἶπεν ὁ κύριος· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. ἐν ἐμοί Περὶ τοῦ καιροῦ λέγει, ὅτε εἶπεν ὁ κύριος· νῦν ἡ ψυχή μου τετάρακται. ἐμνήσθην Ὅταν, φησίν, ἐποίουν τὸν ἄνθρωπον, ἔγνων, φησὶν ὁ κύριος, ἐκ τότε, ὅτι δεῖ με δι’ αὐτὸν παθεῖν. καὶ ἐμελέτησα Τῷ ἀνθρώπῳ λέγει ὁ θεός, τουτέστιν οὐδέν με ἔλαθε τῶν ἔργων σου· πάντα γὰρ ἐπίσταμαι ὡς θεός. ἐν ποιήμασιν Ὁ ἄνθρωπος φησί [πρὸς τὸν θεόν]· κατενόουν τὰ ἔργα σου τῇ μελέτῃ τοῦ νόμου καὶ κατεπληττόμην. διεπέτασα Πρὸς σέ, τουτέστι διὰ σέ, τὸν ἄνθρωπον, φησὶν ὁ Χριστός, ἥπλωσα τὰς χεῖράς μου ἐπὶ τοῦ σταυροῦ. ἡ ψυχή μου [Ὡς γὰρ κακοῦργος διὰ τὸν ἄνθρωπον ὑπέμενον, φησὶν ὁ κύριος, μὴ ἔχων ποιότητα ἀπὸ τῆς θλίψεως τῆς ἐπὶ τοῦ σταυροῦ].

Διάψαλμα· ἀνοχὴ τῆς προφητείας εἰς ἕτερον νόημα. ταχύ Ὡς ἄνθρωπος γὰρ [ἐπὶ τοῦ σταυροῦ] ἐκ προσώπου τοῦ Ἀδὰμ ἐβόα ὁ Χριστός. μὴ ἀποστρέψῃς Ἐπόνει γὰρ ὡς ἄνθρωπος, ἵνα δείξῃ, ὅτι ἀληθινὴν σάρκα ἐνεδύσατο ὁ Χριστός (κύριος). καὶ ὁμοιωθήσομαι Ὥσπερ γὰρ εἷς [ἐκ] τῶν νεκρῶν ἐτέθη ἐν μνήματι ὁ Χριστός· πᾶν γὰρ μνῆμα ὁ λάκκος ἐστίν. ἀκουστόν Σημαίνει (λέγει) τὴν ἀνάστασιν τοῦ κυρίου (Χριστοῦ)· ὄρθρου γὰρ ἐγένετο. ἐν ταύτῃ γὰρ τῇ ὥρᾳ ἀπέλαβεν ὁ ἄνθρωπος τὸ ἔλεος καὶ τὴν παρρησίαν. γνώρισόν μοι Τότε γὰρ ὑπεδείχθη τῷ ἀνθρώπῳ ἡ ὁδὸς τοῦ εὐαγγελίου, ἡ ἀληθινή, ἡ ἀπλανής. τότε· πότε; ὅταν ἀνέστη ὁ κύριος ἐκ νεκρῶν. ὅτι πρὸς σέ Οὔτε γὰρ ἔτι ἡ ψυχὴ τοῦ κυριακοῦ σώματος δύναται χωρισθῆναι, ἣν ἀνέλαβεν ὁ θεὸς λόγος. ἐξελοῦ Οὐκέτι γὰρ τοῦ ἀνθρώπου κατακυριεύουσιν οἱ δαίμονες, ἀφ’ οὗ ὁ ἄνθρωπος ἡνώθη τῇ θεότητι. δίδαξον Ἔμαθε γὰρ ὁ ἄνθρωπος [διδαχθείς], ἀφ’ ὧν ἔπαθε, πῶς δεῖ σέβειν τὸν θεὸν καὶ ποιεῖν τὸ αὐτοῦ θέλημα. τὸ πνεῦμά σου Τὸ πνεῦμα, δηλαδὴ τὸ παρὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ διδόμενον, καθίσαν ἐπὶ τὰς κεφαλὰς τῶν ἀποστόλων, αὐτὸ ὡδήγησε τὸν ἄνθρωπον ἐπὶ τὴν γῆν τὴν ἀληθινήν. ἕνεκα Ἐν γὰρ τῷ ὀνόματι κυρίου ζῇ λοιπὸν ὁ ἄνθρωπος. ἐξάξεις Θλῖψις γὰρ ὁ παρὼν αἰὼν τοῖς δικαίοις, ἀνάπαυσις δὲ ὁ μέλλων.

καὶ ἐν τῷ ἐλέει Τοὺς δαίμονας, τοὺς ἀπατήσαντάς με, φησὶν ὁ ἄνθρωπος, οἳ καὶ τὴν ἔχθραν μοι μεσιτεύσαντες. καὶ ἀπολεῖς Πάντας γὰρ τοὺς ἐχθροὺς τοῦ ἀνθρώπου [τοὺς αἰσθητοὺς καὶ τοὺς νοητούς], οἵτινές εἰσιν οἱ δαίμονες, σαρκωθεὶς ὁ θεὸς λόγος ἐξαπώλεσε καὶ δοῦλος θεοῦ ἐγένετο ὁ ἄνθρωπος.

Τῷ Δαυὶδ πρὸς τὸν Γολιάθ Πρὸς τὸν Γολιάθ, ὅ ἐστιν ὁ διάβολος. Τῷ Δαυὶδ ἐν τῷ Χριστῷ ἡ προφητεία ἐλέχθη περὶ τῆς νίκης, ἧς ἐνίκησε τὸν διάβολον, περὶ ἧς αὐτὸς φησί· θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. εὐλογητός Φωνὴ τοῦ προφήτου αὕτη εὐχαριστίας πλήρης. ὁ διδάσκων Οὔπω γὰρ ἦν δεδιδαγμένος πολεμεῖν ὁ Δαυίδ, ἡνίκα τὸν ἀλλόφυλον ἐθανάτωσεν, ἀλλ’ ἦν ὑπὸ θεοῦ δυναμούμενος. νόει δὲ διὰ πάντων τὸν Χριστόν. τοὺς δακτύλους Διὰ γὰρ τῶν δακτύλων καὶ τῆς σφενδόνης ἐθανάτωσεν ὁ Δαυὶδ τὸν Γολιάθ· τύπος δὲ ἦν τοῦ Χριστοῦ τὸ τελούμενον. ἔλεός μου Νέος γὰρ ὢν κομιδῇ ὁ Δαυὶδ τὸν Γίγαντα ἐθανάτωσεν, ἐλέει θεοῦ δυνατωθεὶς καὶ ῥυσθεὶς ἀπὸ δυναστείας Γίγαντος. προεμήνυσε δὲ τὸν Χριστόν, ὅτι κατεπολέμησε τὸν διάβολον ἐν τῷ σταυρῷ. ὑπερασπιστής Ἐλπίδα γὰρ θεοῦ εἰδώς, ὅτι ὑπερασπίζει αὐτοῦ. ἔλεγε γὰρ τῷ ἐχθρῷ· σὺ μὲν ἔρχῃ ἐν ῥομφαίᾳ καὶ ἅρματι, ἐγὼ δὲ ἐν ὀνόματι κυρίου. ὁ ὑποτάσσων ᾜδει γάρ, ὅτι βασιλεύσει τοῦ Ἰσραὴλ ὁ Δαυίδ, ὅ ἐστιν ὁ Χριστός, τοῦ πιστοῦ λαοῦ, τουτέστιν τοῦ Ἰσραήλ· εἶδος γὰρ θεοῦ Ἰσραὴλ ἑρμηνεύεται. κύριε Τουτέστιν τί ἐστιν ἄνθρωπος, ὅτι ἀνέλαβες αὐτόν, καὶ υἱὸν γηγενοῦς ὄντα ἐποίησας υἱὸν θεοῦ διὰ πολλὴν ἀγαθότητα; ἄνθρωπος Εἰ μὴ γάρ, ὡς θεὸς εὐπαθής (συμπαθής), ἔσωσας, ἐν πολλῇ ματαιότητι ἦν ὁ ἄνθρωπος.

αἱ ἡμέραι Ὡς γὰρ σκιὰ νῦν ἐστι καὶ νῦν οὐκ ἔστι, ἀλλὰ ἀφανής ἐστιν, οὕτως ἐστὶ καὶ ὁ ἄνθρωπος. κύριε, κλῖνον Σημαίνει τὴν παρουσίαν τοῦ Χριστοῦ, ὅτι ἔμελλε κλίνειν τὸν οὐρανὸν καὶ καταβαίνειν διὰ τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. ἅψαι Τῶν δαιμόνων· αὐτοὺς γὰρ ἡ γραφὴ ὄρη καλεῖ, τουτέστιν ἅψαι τούτων τῇ ὀργῇ σου καὶ σκορπισθήσονται ὡς καπνός. ἄστραψον Τὴν ἀστραπὴν λέγει τῆς χάριτος· ἐκείνης γὰρ φανείσης οἱ δαίμονες ἐσκορπίσθησαν. ἐξαπόστειλον Λέγει τοὺς ἀποστόλους, οἵτινες (οὗτοι γὰρ) ὡς βέλη διαδραμόντες πᾶσαν τὴν οἰκουμένην συνετάραξαν <αὐτήν>. — Λέγει τὸν Χριστόν, ὡς δεξιὰν τοῦ πατρός. ἐξελοῦ με Λέγει τὰ ῥεύματα τῆς ἁμαρτίας, ὡς πολλὰ καὶ πολλαχοῦ. ὕδατα δὲ αὐτὰ καλεῖ ὡς ἀνυπόστατα. ἐκ χειρός Ὡς διὰ χειρὸς τῶν δαιμόνων σκευασθεῖσα ἡ ἁμαρτία· αὐτοὶ γὰρ κατ’ ἀλήθειαν υἱοὶ ἀλλότριοι. ὧν τὸ στόμα Τὸ τῶν Ἰουδαίων στόμα ἐλάλησε μάταια κατὰ Χριστοῦ, ὡς ὑπὸ τῶν δαιμόνων σκευασθέντα (κινηθέντα). καὶ ἡ δεξιά Κατὰ γὰρ θεοῦ αὐτὴν (αὐτοὺς) ἐξέτειναν. ὁ θεός Ὁ λαὸς ὁ ἐξ ἐθνῶν τὴν μυστικὴν ᾠδήν, ἣν οἱ πιστοὶ ᾄδουσιν. ἐν ψαλτηρίῳ Δεκάχορδον λέγει τοὺς δέκα λίθους τοῦ νόμου, οἷς ὡς χορδαῖς τουτέστιν τοῖς νεύροις ἱστουργεῖται τὸ πνευματικὸν ψαλτήριον τῶν πιστῶν. τῷ διδόντι Ὁ Χριστός· αὐτὸς γὰρ παρέχει κράτος καὶ νίκην τοῖς βασιλεῦσι τοῖς ἐπὶ γῆς.

τῷ λυτρουμένῳ Ἐρρύσατο γὰρ αὐτὸν ὁ θεὸς ἀπὸ (ἐκ τῆς) ῥομφαίας τοῦ Γολιάθ· πονηρὰ γὰρ ὡς δυνατοῦ. ῥῦσαί με Περὶ τοῦ Χριστοῦ λέγει, ὅτι οἱ Ἰουδαῖοι, ὡς ἀπαλλοτριωθέντες ἀπὸ τοῦ θεοῦ, ἠγονίζοντο κατὰ τοῦ κυρίου (Χριστοῦ) διαφθονούμενοι. ὧν τὸ στόμα Ὅταν κατὰ τοῦ Χριστοῦ οἱ Ἰουδαῖοι ἐμελέτων τὸν θάνατον. καὶ ἡ δεξιά Αὐτῶν. τίνων; τῶν τὰ ἀργύρια δωσάντων, [ὡσαύτως] καὶ τῶν λαβόντων αὐτὰ καὶ συκοφαντησάντων τὴν ἀνάστασιν τοῦ Χριστοῦ ἀδίκως. ὧν οἱ υἱοί Λέγει τοὺς παῖδας τῶν Ἰουδαίων, οἵτινες ἐν τῷ νεωτερισμῷ αὐτῶν, τουτέστιν ἐν τῇ ἀνομίᾳ αὐτῶν φλεγμαίνονται (φλεγμαινόντων) αὐτῶν τῷ θυμῷ. λέγει δὲ καὶ τὴν εὐθηνίαν αὐτῶν. αἱ θυγατέρες Λέγει μὲν τὰς συναγωγὰς τῶν Ἰουδαίων, αἰνίττεται δὲ καὶ τὰ τέκνα αὐτῶν. ἐκοσμοῦντο γὰρ πρὸς ἀπάτην αὐτῶν. ἔχαιρον γὰρ ἀεὶ τῇ πορνείᾳ, ἦσαν δὲ ὡς ναὸς ἔρημος, (κεχασμημένος) μὴ ἔχων τὸν κατοικοῦντα. τὰ ταμεῖα Αἰνίττεται τὸν πλοῦτον τῶν ἀπαρχῶν, ἐν ᾧ ἐτρύφων ἀχαρίστως (ἀχαριστεύοντες) καθ’ ἑκάστην. οὐ γὰρ ἐνόησαν, τίς ὁ παρέχων. τὰ πρόβατα Ἦσαν γὰρ ἐν εὐθηνίᾳ πολλῇ, ὡς θεοῦ λαός, ἀλλ’ οὐ συνῆκαν. πρόβατα δὲ καλεῖ αὐτούς, διότι παρασυνεβλήθησαν τοῖς κτήνεσιν. οἱ βόες Οὔτε γὰρ ἠπόρει ἐν αὐτοῖς κτῆνος, ὡς βόες δὲ πίονες, τουτέστιν κεχορτασμένοι, ἀτάκτως σκιρτήσαντες, τὸν ζυγὸν τοῦ Χριστοῦ ἀπέρριψαν ἀφ’ ἑαυτῶν.

οὐκ ἔστιν Ἦσαν γὰρ πανταχόθεν ἠσφαλισμένοι τῷ νόμῳ καὶ οὐκ ἦν ἐν αὐτοῖς διέξοδος ἀπωλείας, ἀλλ’ οὐκ, ἐνέμειναν διὰ τὴν σκληροκαρδίαν αὐτῶν. οὐδὲ κραυγή Πανταχόθεν γὰρ ἦσαν εὐπορούμενοι (εὐπαθούμενοι) καὶ οὔτε οὐαὶ οὔτε κοπετὸς ἦν ἐν αὐτοῖς, ἀλλὰ πάντων (πάντοθεν) ὁμοῦ ἐξέπεσαν διὰ τὴν ἀνομίαν αὐτῶν. ἐμακάρισαν Παρὰ πάντων γὰρ τῶν ἐθνῶν ἐμακαρίζετο ὁ λαὸς τῶν Ἑβραίων, ὡς εὐθηνοῦντες, ἀλλ’ ἦν αὐτοῖς ἀναίσθητος ἡ καρδία. μακάριος ᾘνίξατο ἡ προφητεία τὸν λαὸν τὸν πιστόν, τὸν ἐξ ἐθνῶν· οὗτος γὰρ ἐμμείνας τῷ θεῷ <τῇ πίστει τοῦ θεοῦ> ἐπλούτει χάριτι.

Αἴνεσις (αἶνος ᾠδῆς) τοῦ Δαυίδ Εὐχαριστία τῷ Χριστῷ, ὑπὸ τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν προσφερομένη, ἐφ’ οἷς ἠλεήθησαν ὑπ’ αὐτοῦ. ὑψώσω σε Ὁ λαὸς ὁ πιστὸς κράζει, διδαχθεὶς τὰ μεγαλεῖα τοῦ θεοῦ καὶ σωθεὶς ὑπὸ θεοῦ. καὶ εὐλογήσω Εὐλογοῦντες γὰρ οἱ πιστοὶ τὸν θεὸν οὐ παύονται. καθ’ ἑκάστην Οὐ γὰρ ἡμέραν εὐλογοῦσιν [οἱ πιστοὶ] τὸν θεόν, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν. καὶ αἰνέσω Οὐ μόνον γὰρ εἰς τὸν νῦν αἰῶνα οἱ πιστοὶ αἰνοῦντες τὸν θεὸν οὐ παύονται ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι. μέγας Καὶ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ μέγας. καὶ τῆς μεγαλωσύνης Τίς γὰρ ἐξαριθμήσει μέγεθος θεοῦ ἢ τίς ἀρχὴν αὐτοῦ ἢ τέλος καταλάβῃ; γενεά Πάντες γὰρ οἱ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος γεννώμενοι τὰ ἔργα τοῦ θεοῦ θαυμάζοντες οὐ παύονται. καὶ τὴν δύναμιν Ἀλλήλοις παραδιδόντες (μεταπαραδιδόντες) τῇ πίστει τὰ μεγαλεῖα τοῦ θεοῦ καὶ τὴν δόξαν αὐτοῦ. καὶ τὴν μεγαλοπρέπειαν Ὅσοι κατηξιώθησαν τῆς δόξης καὶ τῆς μεγαλοπρεπείας (ἀναστάσεως) τοῦ Χριστοῦ, λαλοῦντες τὰ μεγαλεῖα τοῦ θεοῦ οὐ παύονται. καὶ τὰ θαυμάσια Ἃ ἐποίησας διὰ τὸν ἄνθρωπον. καὶ τὴν δύναμιν Τῶν σημείων καὶ τῶν τεράτων, [ὧν] οἱ πιστοὶ ἠξιώθησαν· ταῦτα ὡς φοβερὰ καὶ ἔνδοξα μελετῶσιν ἀπαύστως, εἰσὶ δὲ οἱ ἀπόστολοι. καὶ τὴν μεγαλωσύνην Ὡς θεοῦ, δηλονότι. καὶ τὴν δυναστείαν ᾌδοντες καὶ ψάλλοντες αὐτὴν διὰ παντὸς οἱ δίκαιοι οὐ καταπαύσουσιν.

μνήμην Τίς γὰρ λήθῃ παραδοῦναι δύναται τῶν πιστῶν τὸ πλῆθος τῆς χρηστότητος τοῦ θεοῦ, ἧς ἐποίησεν εἰς τὸν ἄνθρωπον; καὶ τῇ δικαιοσύνῃ Οἱ ἅγιοι τότε τῇ δικαιοσύνῃ τοῦ θεοῦ ἀγαλλιάσονται, ἀπολαμβάνοντες τὸν μισθόν. οἰκτίρμων Ὁ προφήτης τῷ πνεύματι, προθεωρήσας τὰ ἐλέη [καὶ τοὺς οἰκτιρμοὺς] τοῦ θεοῦ δοξάζει τὸν θεόν. χρηστός Τοῖς ἁγίοις λέγει, οἵτινες τῇ ὑπομονῇ κατεκόσμησαν τοὺς ἑαυτῶν βίους. καὶ οἱ οἰκτιρμοί Ἐπὶ πᾶσαν τὴν κτίσιν πάντα, ὅσα ἐποίησε, τοῖς οἰκτιρμοῖς τοῦ θεοῦ σώζονται (σώζεται). ἐξομολογησάσθωσαν Λέγει τὸν ἄνθρωπον, ὡς ἔργον θεοῦ ὑπάρχοντα· χερσὶ γὰρ θεοῦ ἐπλάσθη ὁ ἄνθρωπος, ὥστε χρὴ ἐξομολογήσασθαι (ἐξομολογεῖσθαι) αὐτὸν τῷ θεῷ. καὶ οἱ ὅσιοι Οἱ ἀπόστολοι· πρὸς ἀλήθειαν <γὰρ> ὅσιοι. δόξαν Αὐτοὶ γὰρ ἐκήρυξαν τὴν δόξαν τοῦ θεοῦ καὶ τὴν βασιλείαν αὐτοῦ τῷ κόσμῳ. καὶ τὴν δυναστείαν Ἐδίδαξαν γὰρ οἱ ἀπόστολοι τὰ ἔθνη [τὴν δύναμιν τοῦ θεοῦ], βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. τοῦ γνωρίσαι Τοῦ διδάξαι τοὺς υἱοὺς τῶν ἀνθρώπων τὸ μυστήριον τῆς ἐνανθρωπήσεως. καὶ τὴν δόξαν Οἱ ἀπόστολοι γὰρ τὴν δόξαν τῆς βασιλείας τοῦ Χριστοῦ ἐφανέρωσαν τοῖς ἔθνεσι. ἡ βασιλεία Ἡ γὰρ βασιλεία τοῦ Χριστοῦ (θεοῦ) εἰς ἀτελευτήτους καὶ μηδέποτε λήγοντας αἰῶνας.

καὶ ἡ δεσποτεία Καθ’ ἑκάστην γὰρ γενεὰν τῶν προγεγονότων καὶ γινομένων (γεγενημένων) δεσπότης ὑπάρχει ὡς θεός. πιστός Ἀψευδὴς γὰρ ὁ θεὸς ἐν πᾶσι. καὶ ὅσιος Πάντα γὰρ [τὰ ἔργα] τοῦ κυρίου λαμπρὰ καὶ ἐπιφανῆ καὶ ἀνελλιπῆ, ὡς παρὰ θεοῦ γινόμενα <ἀσφαλίζει ὁ θεὸς πάντας>· οὔτε γὰρ βούλεται θάνατον ἁμαρτωλῶν, ἀλλὰ τὴν μετάνοιαν, ὥσπερ καὶ τὸν λαὸν τὸν ἐξ ἐθνῶν ἀνέστησε <καὶ κατορθοῖ πάντας>. ὑποστηρίζει Ὅσοι γὰρ τῇ ἀσεβείᾳ ἦσαν πεπτωκότες, τῇ πίστει ὠρθώθησαν ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ (κυρίου). οἱ ὀφθαλμοί Εἴτε τῶν ἀνθρώπων εἴτε κτηνῶν· οἱ ὀφθαλμοὶ πάντων εἰς θεὸν ἀποβλέπουσι. καὶ σὺ δίδως Πᾶσι γὰρ ὁ θεὸς δίδωσι τροφὴν καὶ ζωὴν ἐν καιρῷ τῷ ἰδίῳ ἀφθόνως. ἀνοίγεις Ὅταν γὰρ ὁ θεὸς ἀνοίξῃ τὰ σπλάγχνα αὐτοῦ, ὅ ἐστιν χεὶρ κραταιά, πάντα τὰ κινούμενα <κρατούμενα> χορτάζονται (ἐμπίπλαται) τῆς ζωῆς. δίκαιος Πᾶσαι γὰρ αἱ ὁδοὶ κυρίου (τοῦ θεοῦ) ἔλεος καὶ ἀλήθεια καὶ δικαιοσύνη τοῖς ἐπιζητοῦσιν αὐτάς. καὶ ὅσιος Ὡς θεὸς ἄμεμπτος καὶ ἀναμάρτητος. ἐγγύς Πᾶς γάρ, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται. πᾶσι Οὔτε γὰρ τῶν ἐν ὑποκρίσει καὶ δόλῳ ἀκούει ὁ θεός, ἀλλὰ τῶν ἐν ἀληθινῇ καρδίᾳ. θέλημα Ἀεὶ γὰρ τοὺς φοβουμένους αὐτὸν ὁ θεὸς προσίεται καὶ πληροῖ αὐτῶν τὰ θελήματα. καὶ τῆς δεήσεως Τῶν ἁγίων, οὓς (ὧν) αὐτὸς ἀγαπᾷ, δέχεται τὰς δήσεις καὶ σώζει ἀπὸ παντὸς κακοῦ.

φυλάσσει Ὅσοι γὰρ ἀγαπῶσι τὸν θεόν, ἀγαπῶνται ὑπ’ αὐτοῦ καὶ αὐτὸς φυλάσσει αὐτοὺς ἀπὸ παντὸς κακοῦ. καὶ πάντας τοὺς ἁμαρτωλούς Τοὺς δαίμονας καὶ πάντας τοὺς ποιοῦντας τὰ ἄτοπα· οὗτοι γὰρ οὐ μενοῦσιν. αἴνεσιν Τὸ τῶν δικαίων στόμα δῆλον τῶν [ἀεὶ] ὑμνούντων [αὐτὸν] ἐν ἀληθείᾳ. καὶ εὐλογείτω Ἐπὶ πᾶσιν γάρ, οἷς ἐποίησε τῷ γένει τῶν ἀνθρώπων, δοὺς (διδοὺς) πνοὴν καὶ ζωὴν πᾶσι καὶ ἀνατροφήν, σπουδῇ, φησί, πάντες εὐλογείτωσαν τὸν θεόν, ὡς ποιητὴν καὶ βασιλέα πάντων. εἰς τὸν αἰῶνα Ἐν τούτῳ δηλαδὴ τῷ αἰῶνι καὶ ἐν τῷ μέλλοντι [αἰῶνι].

Ἀλληλούια· Ἀγγαίου καὶ Ζαχαρίου Αἶνος ἅγιος τῆς ἑορτῆς τοῦ πάσχα, τῆς δόξης τῆς ἀκαταλύτου. Ἀγγαῖος γὰρ ἑρμηνεύεται ἑορτή, Ζαχαρίας δὲ μνήμη, Ἰαὼ δέ ἐστιν ἀκατάλυτον. διὰ τοῦτο ὁ προφήτης τοῦτον ἐλάλησε τὸν ψαλμόν. αἴνει Παρακελεύεται τῇ ψυχῇ ἑνότητα τριάδος ὁμολογεῖν ἐν τῇ ζωῇ αὐτῆς. ψαλῶ τῷ θεῷ Τουτέστιν ἕως εἰμὶ ἐν τῷ σώματι, οὐ καταπαύσομαι τοῦ ψάλλειν. οὕτως γὰρ οἱ πιστοὶ ποιοῦσιν. μὴ πεποίθατε Τὸ γὰρ ἐπὶ ἄνθρωπον ἐλπίζειν μάταιον καὶ ἐπιβλαβὲς καὶ ἀνάσφαλον· οὐκ ἔστι γὰρ ἐν τῷ ἀνθρώπῳ σωτηρίαν παρασχεῖν (σωτηρία, ἣν παράσχῃ), θνητὸς ὤν (γάρ). ἐξελεύσεται Ἔστι γὰρ ὁ ἄνθρωπος ὑπὸ ἐξουσίαν <ἀγαθότητα>, ὅταν δὲ λάβῃ ὁ δεδωκὼς τὸ πνεῦμα τῷ ἀνθρώπῳ ἀπ’ αὐτοῦ, ὁ πηλὸς πρὸς τὸ συγγενὲς ἀπέρχεται, καθὼς εἶπε· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ Ἐν ἐκείνῃ γὰρ τῇ ἡμέρᾳ, ἐν ᾗ χωρίζεται ἡ ψυχὴ τοῦ σώματος, πᾶσα ἐνθύμησις τοῦ ἀνθρώπου πέπαυται καὶ οὐ μέμνηται λοιπὸν οὔτε οἴκου οὔτε συγγενείας. νόει δὲ καὶ τὴν ἡμέραν τῆς κρίσεως. μακάριος Ἀληθῶς μακάριος ἄνθρωπος ἐκεῖνος, οὗ ὁ Χριστὸς ἀντιλαμβάνεται τότε· Ἰακὼβ γὰρ νοεῖται ὁ Χριστός. ἡ ἐλπίς Οἱ γὰρ ἐλπίζοντες ἐπὶ κύριον, τούτων ἡ ζωὴ ἀσφαλὴς καὶ ἀψευδής. τὸν ποιήσαντα Τούτου γὰρ ἡ ἰσχὺς μεγάλη· τούτου ἡ σοφία ἀνεξερεύνητος· τούτου ἡ βοήθεια ἀσφαλής, ἀψευδὴς ὡς θεοῦ.

τὴν θάλασσαν Τούτου γὰρ ὁ λόγος βέβαιος καὶ ἡ ῥῆσις διαμένουσα καὶ ἐπαγγελία ἀψευδής· θεοῦ γὰρ πᾶς ὁ λόγος ἀλήθεια καὶ δικαιοσύνη. ποιοῦντα Ὁ θεὸς γὰρ ἀληθὴς καὶ δίκαιος κριτὴς οὐ παρορᾷ τοὺς ἀδικουμένους. διδόντα Καὶ τὴν αἰσθητὴν τροφὴν παρέχει ὡς θεὸς καὶ τὴν νοητήν, ὅ ἐστι τὰ μυστήρια τῶν πιστῶν, τὸ σῶμα καὶ τὸ αἷμα αὐτοῦ [τὸ τίμιον]. κύριος λύει Τοὺς πεπεδημένους λέγει τῇ ἁμαρτίᾳ. κύριος ἀνορθοῖ Οὓς ἔρρηξεν ἡ ἁμαρτία καὶ ἡ ἀπιστία, τούτους ἀνέστησε διὰ τῆς πίστεως (τῇ πίστει). κύριος σοφοῖ Τυφλὰ γὰρ ἦσαν τὰ ἔθνη [τότε], μὴ γνόντα τὸν θεόν, ἐφωτίσθησαν δὲ τῇ σοφίᾳ τοῦ ἁγίου πνεύματος. κύριος ἀγαπᾷ Λέγει τοὺς ἀποστόλους· αὐτοὶ γὰρ πρὸς ἀλήθειαν δίκαιοι. καὶ πάντας τοὺς ἐργαζομένους τὴν δικαιοσύνην. κύριος φυλάσσει Τὰ ἔθνη τὰ πιστεύσαντα· ταῦτα (οὗτοι) γὰρ προσεληλύθασι τῷ θεῷ καὶ φυλάσσονται [ὑπ’ αὐτοῦ] τῇ πίστει. ὀρφανόν Τοὺς γὰρ ἀπορφανισθέντας ἀπὸ θεοῦ, ὅ ἐστι τὰ ἔθνη, τούτους προσελάβετο [τῇ χάριτι] καὶ τὴν ἐκκλησίαν χηρεύουσαν ἀπὸ θεοῦ (Χριστοῦ) ἐνυμφεύσατο τῇ χάριτι. καὶ ὁδόν Τῶν δαιμόνων· οὗτοι γὰρ ἁμαρτωλοί. σωθέντων δὲ τῶν ἐθνῶν, οὗτοι ἠφανίσθησαν· αὐτοὶ γὰρ ἐφάνταζον τὰ ἔθνη. βασιλεύσει Ἐβασίλευσε γὰρ (μὲν) πρὸ τῶν αἰώνων· ἐβασίλευσε δὲ καὶ τῇ σαρκὶ αἰωνίως. ὁ θεός σου Τὸ πνεῦμα τὸ ἅγιον εὐαγγελίζεται τὴν ἐκκλησίαν.

Ἀλληλούια· Ἀγγαίου καὶ Ζαχαρίου Ὕμνος ἀγγελικὸς ἑορτῆς ἁγίας καὶ μνήμης δόξης ἁγίας. Ἀγγαῖος γὰρ ἑρμηνεύεται ἑορτή, Ζαχαρίας δὲ μνήμη. αἰνεῖτε Ἕνα αἰνεῖτε (νοεῖτε) τὸν θεὸν τὴν τριάδα· ἀγαθὸν γὰρ τὸ οὕτως νοεῖν καὶ ψάλλειν. τῷ θεῷ Ἥδεται γὰρ ὁ θεὸς ἐπὶ τοῖς νοῦσιν οὕτως ἕνα θεὸν τὴν τριάδα (τῇ τριάδι). οἰκοδομῶν Τὴν ἐκκλησίαν λέγει· ἡτοίμαζε γὰρ αὐτὴν [πρὸ αἰῶνος] τῷ λαῷ τῷ πιστῷ. καὶ διδάξει σε τὰ ἑπόμενα τοῦ ψαλμοῦ. καὶ τὰς διασποράς Διεσκορπισμένον γὰρ τὸν λαὸν τῶν ἐθνῶν συνῆξε ἐν τῇ ἐκκλησίᾳ. ὁ ἰώμενος Ἥδεται γὰρ ὁ θεὸς τοῖς ταπεινοῖς τῇ καρδίᾳ καὶ τούτους ἰᾶται τῇ χάριτι. καὶ δεσμεύων Ὅσα γὰρ συνέτριψε ὁ διάβολος τῇ ἁμαρτίᾳ τῶν ἀνθρώπων, ταῦτα κατέδησε καὶ ἔσφιγξε διὰ τοῦ βαπτίσματος ὁ Χριστός. ὁ ἀριθμῶν Καὶ γὰρ τὰ αἰσθητὰ ἄστρα ἠρίθμηνται παρ’ αὐτῷ, πλὴν νόει τοὺς ἁγίους, οἵτινές εἰσιν ὡς φωστῆρες ἐν κόσμῳ· ἀριθμῷ γὰρ τούτους ἔχει ὁ θεός. καὶ πᾶσιν Πάντας γὰρ τοὺς ἁγίους ἐπ’ ὀνόματι καλεῖ [ὁ θεός]. μέγας Ὡς τοιαῦτα καὶ τοσαῦτα [καὶ τηλικαῦτα] κατασκευάσας θαυμάσια ἀληθῶς μέγας. καὶ τῆς συνέσεως Τίς γὰρ σύνεσιν ἢ (καὶ) νοῦν ἐξαριθμήσει θεοῦ ἢ ἐνθυμήσεται ὅλως. ἀναλαμβάνων Περὶ τῶν ἀποστόλων ὁ λόγος· αὐτοὺς γὰρ ἐξελέξατο ὁ κύριος. ταπεινῶν Ὅσοι τῇ διδαχῇ τῶν ἀποστόλων ἠπείθησαν, οὗτοι εἰς τὸ γήϊνον φρόνημα ἐταπεινώθησαν. ἐξάρξατε Ἄρξασθε τουτέστιν ἐξομολογεῖσθε.

ψάλατε Τουτέστιν ἀπὸ καρδίας ψάλλετε (ψάλατε)· κιθάρα γὰρ ἡ καρδία, ὡς ἐκεῖθεν τοὺς φθόγγους τὸ στόμα δεχόμενον. τῷ περιβάλλοντι Τὸν Χριστὸν οἱ ἀπόστολοι περιέχοντες, τὸν ὑετὸν βαστάζοντες τῶν χαρισμάτων. τῷ ἑτοιμάζοντι Ὡς γὰρ ὑετὸς τὴν γῆν πιαίνει, οὕτως ἡ χάρις διὰ τῶν ἀποστόλων ἐπίαινε τὸν ἄνθρωπον· γῆ γὰρ ἄνθρωπος. τῷ ἐξανατέλλοντι Ἐν γὰρ τοῖς προφήταις, ὡς ἐν ὄρεσι χόρτον, τὰς σκιὰς τοῦ μυστηρίου ἀνέτειλεν, ἐν αἷς ὁ ἄνθρωπος τῇ ἐλπίδι καὶ τῇ προσδοκίᾳ τῶν μελλόντων ἐτρέφετο. καὶ χλόην Δοῦλα γὰρ τῷ ἀνθρώπῳ τὰ κτήνη· δίδωσι δὲ ὁ θεὸς καὶ τούτοις τὴν τροφήν. λέγει δὲ χλόην τὸ βάπτισμα καὶ δοῦλον τὸν ἄνθρωπον. καὶ διδόντι Ὡς γὰρ κτήνη ἦσαν οἱ ἄνθρωποι, μήπω ἔχοντες τὴν σφραγῖδα τοῦ Χριστοῦ· πιστεύσασι δὲ ἔδωκεν αὐτοῖς τροφὴν τὸ σῶμα καὶ τὸ αἷμα. καὶ τοῖς νεοσσοῖς Οἱ γὰρ πατέρες τῶν πιστευσάντων ἐθνῶν ῥυπαροὶ τῇ ἀσεβείᾳ ἐτύγχανον· ἀκάθαρτον γὰρ ὁ νόμος καλεῖ τὸν κόρακα· τροφὴν δὲ ἔδωκεν τούτοις ἑαυτὸν ὁ Χριστός. οὐκ ἐν τῇ δυναστείᾳ Εὔδρομον γὰρ τὸ ζῶον, ἀλλὰ γέγραπται· οὐδὲ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος. οὐδὲ ἐν ταῖς κνήμαις Οὔτε γὰρ δυναστεία σώματος οὔτε [ἡ] ἰσχὺς ποιεῖ τὸ θέλημα τοῦ θεοῦ, ἀλλὰ ταπεινὴ καρδία. εὐδοκεῖ Μόνοι γὰρ οἱ ἅγιοι δυνατοὶ παρὰ τῷ θεῷ· αὐτοὶ γὰρ πρὸς ἀλήθειαν τῷ θεῷ δουλεύουσι (τῷ φόβῳ τοῦ θεοῦ δουλεύουσι).

καὶ ἐν πᾶσιν Αὐτοὺς γὰρ μόνους ὁρίζεται φίλους ὁ θεός.

Ἀλληλούια· Ἀγγαίου καὶ Ζαχαρίου Δόξης ἀκαταλύτου μνήμη· ὁ γὰρ Ζαχαρίας μνήμη ἑρμηνεύεται, τὸ δὲ Ἰαὼ δόξα ἀκατάλυτος <καὶ ὁ Ἀγγαῖος δόξα ἀκατάλυτος>. ἐπαίνει Λέγει τὴν Ἰερουσαλὴμ ὁ κύριος καὶ τὴν Σιὼν αἰνεῖν καὶ δοξάζειν τὸν κύριον διὰ τὰ μυστήρια τὰ πραχθέντα ἐν αὐταῖς. νόει δὲ τὴν ἐκκλησίαν· καὶ Ἰερουσαλὴμ [γὰρ] καὶ Σιὼν αὕτη ἐστίν. ὅτι ἐνίσχυσεν Ἐνίσχυσε γὰρ αὐτούς, μὴ σαλεύσας αὐτούς, ἀλλὰ κεκλεισμένων τῶν θυρῶν εἰσελθὼν ἐν αὐτῇ, ἵνα δείξῃ τὸ ἀκραιφνὲς τῆς θεότητος. εὐλόγησεν Τοὺς ἀποστόλους [λέγει], εἰπὼν αὐτοῖς· εἰρήνη ὑμῖν. ὁ τιθείς Ὅρους γὰρ εἰρήνης ἀπέθετο ὁ θεὸς ἐν τῇ Σιών, εἰπὼν τοῖς ἀποστόλοις· εἰρήνη ὑμῖν. νόει δὲ τὴν ἐκκλησίαν, ἐν ᾗ εἰρήνη καθ’ ἑκάστην προσφωνεῖται (καθεκάστην γὰρ ἐν εἰρήνῃ προσφωνεῖται). καὶ στέαρ Λέγει τὸν ἄρτον τὸν μυστικόν. ὁ ἀποστέλλων Λέγει τὸν Χριστόν, ἐλθόντα ἐπὶ τῆς γῆς. λέγει δὲ καὶ τὸ εὐαγγέλιον, τὸ ἀποσταλὲν διὰ τῶν ἀποστόλων πάσῃ τῇ γῇ. ἕως τάχους Ἐν τάχει γὰρ διέδραμε ὁ λόγος τοῦ εὐαγγελίου διὰ πᾶσαν τὴν γῆν. τοῦ διδόντος Τὸν λευκασμὸν λέγει τοῦ βαπτίσματος καὶ τὸν λόγον τοῦ εὐαγγελίου, ὅτι ἐν πολλῇ ἡσυχίᾳ καὶ κατὰ πλάτος ἐπλήρωσε τὴν γῆν. ὁμίχλην Ἐν τῇ νεφέλῃ (ὁμίχλῃ) ὁρᾶν οὐκ ἔστιν, τὸ σκότος γὰρ ἀποτελεῖ. λέγει δὲ τὸ δυσθεώρητον καὶ ἀκατάληπτον μυστήριον τῆς σαρκώσεως αὐτοῦ.

βάλλοντος Πηγνυμένων γὰρ τῶν ὑδάτων δίκην ἄρτων ἀποτελοῦνται. αἰνίττεται δὲ τὸν μυστικὸν ἄρτον, τὸν διὰ τοῦ βαπτίσματος πηγνύμενον καὶ στερροποιούμενον. κατὰ πρόσωπον Ψῦχος λέγει τὸ ὀξὺ καὶ στυπτικὸν τῶν ἀρετῶν· δυσφόρως γὰρ οἱ ἄφρονες (ἅγιοι, εὔφρονες) ὑποφέρουσι τὰς ἀρετάς. ἀποστελεῖ Ἐλθὼν γὰρ ὁ Χριστός, ὅ ἐστιν ὁ λόγος, ἀπὸ τοῦ πατρὸς ἀποσταλείς, ἔτηξε τὸ δυσχερὲς καὶ ἀπεσκληρυμμένον τοῦ γράμματος. πνεύσει Θερμαινόμενον γὰρ τὸ γράμμα τὸ περὶ τοῦ πνεύματος, τὸ ὑδαρὲς καὶ ἀνυπόστατον τοῦ γράμματος ἐκρυΐσκεται. ἀπαγγέλλων Τὸν εὐαγγελικὸν λόγον τῷ νοητῷ Ἰακώβ. Ἰακὼβ γάρ ἐστιν ὁ πιστὸς λαός. δικαιώματα Τῷ νοητῷ Ἰσραήλ, ὅ ἐστι τὰ μυστικὰ δικαιώματα. οὐκ ἐποίησεν Ὡς τῷ πιστῷ λαῷ τῷ ἐξ ἐθνῶν· οὐ γὰρ ἐδιδάχθησαν τὰ ἔθνη, οἷον ὁ πιστὸς λαὸς παρέλαβεν.

Ἀλληλούια· Ἀγγαίου καὶ Ζαχαρίου Ἀγγαῖος γὰρ καὶ Ζαχαρίας ἐκληρώθησαν τὸν ὕμνον τοῦτον ψάλλειν τότε. Αἰνεῖτε Τὰς τῶν οὐρανῶν δυνάμεις τὸ πνεῦμα τὸ ἅγιον παρακελεύεται ὑμνεῖν τὴν ἑνότητα μίαν τῆς τριάδος. αἰνεῖτε Τὰ τάγματα, [φησί], τῶν οὐρανῶν, καὶ αὐτὰ ἐν ἑνότητι μιᾷ (ἑνότητα μίαν) τῆς τριάδος κηρυττέτωσαν (κηρύττουσιν). αἰνεῖτε Καὶ αὐτοὶ γὰρ ἕνα θεὸν τὴν τριάδα ὀνομάζουσιν. αἰνεῖτε Λέγει τὰς ἐν οὐρανοῖς δυνάμεις· καὶ αὗται γὰρ μίαν δύναμιν τὴν τριάδα δοξάζουσιν. αἰνεῖτε Καὶ αὐτὰ γὰρ τῷ δρόμῳ τὸν αἶνον ἀποτελοῦσιν. αἰνεῖτε Τῇ διακονίᾳ γὰρ καὶ αὐτὰ αἴνεσιν τῇ τριάδι προσφέρουσι. αἰνεῖτε Λέγει τοὺς οὐρανοὺς αὐτοὺς καὶ τὰς δυνάμεις, τὰς ἐν αὐτοῖς τῆς τριάδος τὴν ἑνότητα δοξάζοντας. καὶ τὸ ὕδωρ Εἰσὶ μὲν καὶ αἰσθητὰ ὕδατα καθαρά· νόει δὲ καὶ τὰς πηγὰς τῶν χαρισμάτων τοῦ Χριστοῦ. αἰνεσάτωσαν—ἐγενήθησαν Λόγῳ τουτέστι ἐγενήθησαν. αὐτὸς ἐνετείλατο Ἠθέλησε γὰρ καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθησαν. ἔστησεν Αὐτά. τίνα; τὰ χαρίσματα ὁ Χριστὸς ἔστησε καὶ εἰς τὸν παρόντα καὶ εἰς τὸν μέλλοντα αἰῶνα. πρόσταγμα Λόγον γὰρ θεοῦ παραβῆναι οὐ δύνανται. αἰνεῖτε Καὶ γὰρ ἡ γῆ καὶ πάντα τὰ ἐν αὐτῇ ἑνότητα θεοῦ καὶ νοοῦσι καὶ προσκυνοῦσι. δράκοντες Οὔτε γὰρ οἱ ἄβυσσοι, ὡς ἀκατάληπτοι, οὔτε οἱ δράκοντες οἱ μεγάλοι, καὶ αὐτοὶ ὡς ἀθεώρητοι, ἀλλὰ γὰρ (ὅμως) τῷ θεῷ ὑπετάγησαν τῷ φόβῳ.

πῦρ, χάλαζα Πέντε γὰρ ἔργα εἰσὶ τοῦ θεοῦ· ταῦτα ἰσοδύναμα καὶ ἴσα τῇ ἐνεργείᾳ, ἐν τάχει (ἐνταῦθα) δουλεύοντα τῇ κελεύσει τοῦ θεοῦ [καὶ] δοξάζοντα. τὰ ποιοῦντα Ὡς τῇ ὀργῇ τοῦ θεοῦ δουλεύοντα. τὰ ὄρη Καὶ τὰ αἰσθητὰ ὄρη καὶ οἱ βουνοί, ὡς λογικὰ ὑπάρχοντα, παρὰ τῷ θεῷ ὑπετάγησαν· πλὴν νόει ὄρη τοὺς προφήτας, βουνοὺς δὲ τοὺς ἀποστόλους. ξύλα Ξύλα λέγει τῶν ἁγίων τὰ σώματα, τὰ καρποφοροῦντα τὸν καρπὸν τοῦ πνεύματος τοῦ ἁγίου· κέδρους δὲ τοὺς ὑψηλοὺς τῷ βίῳ, ὅσοι ἐπὶ γῆς τὸν βίον οὐράνιον ἐκτήσαντο. τὰ θηρία Καὶ οἱ θηριώδεις τῷ τρόπῳ καὶ οἱ κτηνώδεις τῷ λόγῳ, πάντες τῷ φόβῳ τοῦ θεοῦ (κυρίου) κατέχονται· νόει δὲ τὰ ἔθνη. τοιαῦτα γὰρ ὑπῆρχον πρὸ Χριστοῦ. ἑρπετά Οὐδὲν γὰρ τῶν κτισμάτων ἀργὸν πρὸς δοξολογίαν· πάντα γὰρ δοῦλα τοῦ θεοῦ. βασιλεῖς Καὶ οἱ βασιλεῖς καὶ οἱ βασιλευόμενοι δεῦτε πάντες εἰς προσκύνησιν τοῦ θεοῦ (τῷ θεῷ), φησίν. ἄρχοντες Ἄρχοντες καὶ οἱ ἀρχόμενοι καὶ πάντες οἱ κρίνοντες τὴν γηΐνην πολιτείαν μεταβλήθητε, φησίν, εἰς τὸ οὐράνιον φρόνημα. νεανίσκοι Καὶ οἱ τέλειοι, φησί, τῇ ἡλικίᾳ [καὶ οἱ ἐν παιδίοις ὄντες τῇ ἡλικίᾳ] ἀδιστάκτως προσέρχεσθε τῷ θεῷ. πρεσβῦται Καὶ οἱ ἐν πολιᾷ καὶ οἱ ἐν ἰσχύι σπεύδετε πρὸς τὴν δοξολογίαν θεοῦ. αἰνεσάτωσαν Ὁμοῦ πάντες, φησί, καὶ ἐπουράνια καὶ ἐπίγεια καὶ πᾶν γένος ἀνθρώπων καὶ κτηνῶν καὶ πετεινῶν, δοξολογοῦντες τὸν θεὸν μὴ καταπαύσησθε.

ὅτι ὑψώθη Αὐτοῦ γὰρ τὸ ὄνομα ὑπὲρ πᾶν ὄνομα καὶ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς μέγα καὶ ὑψηλόν. ἡ ἐξομολόγησις Ἐπὶ γῆς γὰρ ἐξομολογοῦνται οἱ πιστοὶ καὶ ἐν οὐρανοῖς δέχονται <δέξονται>. καὶ ὑψώσει Αὐτοῦ. τίνος; τοῦ πιστοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν ὑψώσει τὴν ἰσχύν· κέρας γὰρ νοεῖται ἡ ἰσχύς. ὕμνος Ὁ ἔπαινος τουτέστιν [ἀπὸ τοῦ θεοῦ] πᾶσι τοῖς ἁγίοις δέδοται τότε. τοῖς υἱοῖς Τῷ νέῳ λαῷ τῷ ἐξ ἐθνῶν, ὡς υἱοῖς γενομένοις τοῦ θεοῦ· οὗτος γὰρ ὁ λαὸς ἐγγὺς τοῦ θεοῦ ἐγένετο καὶ ὑπάρχει.

Ἀλληλούια Ὕμνος ἐπινίκιος ἀγγέλων. ᾄσατε Τοῖς πιστοῖς ἐντέλλεται ᾄδειν τὸ ᾆσμα τὸ μυστικόν, ὅ ἐστι νέον. ἡ αἴνεσις Ἐκεῖ γὰρ ἑνοῦται ὁ λαὸς τῇ πίστει ἐν τῇ ἐκκλησίᾳ. εὐφρανθήτω Ὁ λαὸς ὁ πιστός, ὁ ἐξ ἐθνῶν, ἐν τῷ Χριστῷ. καὶ υἱοί Τὰ τῆς ἐκκλησίας τέκνα ἐν τῷ Χριστῷ. αἰνεσάτωσαν Χοροί· ἑστῶτες γὰρ (χοροστατοῦντες) ἐν ψαλμοῖς καὶ ὕμνοις δοξάζουσι τὰ τέκνα τῆς ἐκκλησίας τὸν Χριστόν. ἐν τυμπάνῳ Τύμπανόν ἐστιν (ὑπάρχει) ὁ ἄνθρωπος, ὅθεν ἡ φωνὴ τίκτεται, καὶ ψαλτήριον ἡ γλῶσσα, ἐν ᾗ ὑμνοῦσιν οἱ πιστοί. ὅτι εὐδοκεῖ Ἐν τῷ λαῷ τῷ πιστῷ· ἐν αὐτῷ γάρ ἐστι τὸ θέλημα τοῦ θεοῦ. καὶ ὑψώσει Μακάριοι γὰρ οἱ πραεῖς, αὐτὸς ὁ κύριος εἶπεν· καὶ τί τούτου τοῦ ὕψους ἀνώτερον; καυχήσονται Τότε <πότε; τότε>, ὅταν ἀπολαμβάνουσι τὸν μισθὸν αὐτῶν ἐν δόξῃ· καύχημα γὰρ αἰώνιον ἔσται αὐτοῖς. καὶ ἀγαλλιάσονται Ἀπολαμβάνοντες τὰς μονὰς τότε [οἱ ἅγιοι] ἐν ἀγαλλιάσει ἔσονται <εὐφραινόμενοι> αἰωνίως. αἱ ὑψώσεις Οὐκ ἐπαύσατο γὰρ τούτων ὁ λάρυγξ διηνεκῶς ὑψῶν (ὑμνῶν) τὸν θεόν. καὶ ῥομφαῖαι Τὰς δυνάμεις λέγει, ἃς παρὰ τοῦ θεοῦ ἔχουσιν οἱ ἅγιοι· δίστομοι δὲ ὡς πανταχόθεν ἀστράπτουσαι. τοῦ ποιῆσαι Κρίνειν γὰρ μέλλουσιν οἱ ἅγιοι τὸν κόσμον, οὐχὶ δὲ κρίνεσθαι σὺν τῷ κόσμῳ. τοῦ δῆσαι Οἱ μὴ γὰρ καλῶς βασιλεύσαντες ἐν δικαιοσύνῃ δεσμοῦνται τότε καὶ ῥίπτονται εἰς τὴν γέενναν.

καὶ τοὺς ἐνδόξους Καὶ τοὺς ἐνδόξους τῶν βασιλέων, εἰ μὴ τῷ φόβῳ τοῦ θεοῦ ἐδούλευσαν, καὶ οὗτοι δεσμοῦνται μάστιξι πονηραῖς καὶ ἰσχυραῖς ὑπὲρ σίδηρον, τουτέστιν αἰωνίως. τοῦ ποιῆσαι Καθὼς ἀναγέγραπται ἑκάστου τὰ ἔργα, οὕτως τὸ κρῖμα ἑκάστου ἐκφέρεται. δόξα Τοῦ κρίνειν μετὰ θεοῦ καὶ μὴ κρίνεσθαι.

Ἀλληλούια Ὕμνος δυνάμεων. αἰνεῖτε τὸν θεόν Ἕνα νοεῖτε τὸν θεὸν τὴν τριάδα οἱ ἅγιοι. αἰνεῖτε αὐτόν Ἕνα γὰρ θεὸν τὴν τριάδα προσκυνοῦσι αἱ τῶν οὐρανίων δυνάμεις. —ἐπὶ ταῖς δυναστείαις Πᾶσα γὰρ ἡ δύναμις τῶν ἁγίων ἀπὸ θεοῦ δέδοται αὐτοῖς. —κατὰ τὸ πλῆθος Κατὰ τὴν μεγαλωσύνην τοῦ θεοῦ (αὐτοῦ), οὕτως δοξάζετε τὸν θεὸν ὑμνοῦντες. —ἐν ἤχῳ Τουτέστιν σάλπιγγος ὑψηλότερον ἠχήσατε, ὑμνοῦντες τὸν θεόν. —ἐν ψαλτηρίῳ Ψαλτήριον ὁ νοῦς καὶ κιθάρα ἡ γλῶσσα· ἐν τούτοις ὁ ἄνθρωπος δοξάζει τὸν θεόν. —ἐν τυμπάνῳ Τουτέστιν μεγάλῃ φωνῇ· τύμπανον γὰρ ἡ φωνή, χορὸς δὲ ἡ συνηγμένη διάνοια. —ἐν χορδαῖς Ταῖς χερσὶ ἐπηρμέναις· χορδαὶ γὰρ οἱ δάκτυλοι, ὄργανον δὲ ὁ λάρυγξ. —ἐν κυμβάλοις Τουτέστιν τύπτοντες τὰ στήθη· κύμβαλον γάρ ἐστι ὁ θώραξ τοῦ ἀνθρώπου· καὶ ὡς ἐκεῖνα, τὰ χαλκᾶ. — Μετὰ κλαυθμοῦ καὶ φωνῆς μεγάλης τύπτοντες τὰ στήθη ὑμνεῖτε θεόν. πᾶσα πνοή Πᾶσα ἡ κτίσις, τουτέστιν καὶ τὰ ἐπ’ αὐτῇ κινούμενα καὶ πνοὴν ἔχοντα ζωῆς ἀκαταπαύστως καὶ διηνεκῶς ὑμνοῦσι τὸν κύριον· πάντα γὰρ τὰ κινούμενα λογικὰ ὑπάρχει (τυγχάνουσι) παρὰ τῷ θεῷ.