Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία
Ερμηνεία εις τους Ψαλμούς 21-30
Υπομνηματισμός των ψαλμών 21 έως 30, εστιάζοντας στα πάθη του Σωτήρος, το μυστήριο του βαπτίσματος, την κλήση των εθνών και την ήττα του θανάτου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς 21-30
Υπομνηματισμός των ψαλμών 21 έως 30, εστιάζοντας στα πάθη του Σωτήρος, το μυστήριο του βαπτίσματος, την κλήση των εθνών και την ήττα του θανάτου.
Εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήψεως (ἀναλήψεως) Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ σημαίνει· ὄρθρου γὰρ ἡ ἀνάστασις τοῦ Χριστοῦ καὶ ἡ ἀντίληψις ἐγένετο τῆς τῶν ἀνθρώπων φύσεως. ὅλος γὰρ ὁ ψαλμὸς περὶ παθῶν Χριστοῦ καὶ τῆς ἐκλογῆς ἐθνῶν κεῖται. ὁ θεὸς ὁ θεός μου Ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ οὕτως ἀνεφώνησεν διὰ τὴν τοῦ ἀνθρώπου σωτηρίαν καὶ ἵνα βεβαιώσῃ τὴν ἐνανθρώπησιν. μακρὰν ἀπὸ τῆς σωτηρίας Ὡς γὰρ ἐν παραπτώματι ὤν, ἀνέβη ἐπὶ τοῦ σταυροῦ (τὸν σταυρὸν) διὰ τὴν σωτηρίαν τοῦ ἀνθρώπου. καὶ ἐφθεγγόμην ταπεινά, φησὶν ὁ Χριστός, ἀλλ’ οἱ λόγοι τῆς ταπεινώσεως μακρὰν ἦσαν τῆς περιφανεστάτης θεότητος. ὁ θεός μου Ἕκτῃ γὰρ ὥρᾳ ἀνέβη ἐπὶ τοῦ σταυροῦ ὁ σωτὴρ καὶ ἐβόησεν· ἐλωεί, ἐλωεί. τὸ δὲ ‚οὐκ εἰσακούσῃ‛, ὅτι οὐκ ἠδύνατο μὴ ταραχθῆναι τὸ μυστήριον. καὶ νυκτός Νυκτὸς γὰρ ἐπὶ τοῦ Πιλάτου κατεκρίθη· ἀνάγκη γὰρ ἦν τὰ ἔργα σκότους ἐν σκότει πράττειν. τὸ δὲ ‚οὐκ εἰς ἄνοιαν ἐμοί‛, ὅτι, φησί, τὰ ἐν ἐμοὶ πραττόμενα οὐκ ἠδύνατο πράττεσθαι ἐν ἄλλῳ τινί. σὺ δὲ ἐν ἁγίοις Τουτέστιν εἰ καὶ κάτω διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἐθεωρεῖτο, ἀλλὰ τῶν κόλπων τοῦ πατρὸς ἀχώριστος ἦν καὶ τοῦ θρόνου οὐκ ἀπελείφθη· τύπος δὲ ἦν τοῦ σωζομένου λαοῦ, ὅ ἐστιν Ἰσραήλ. ἐπὶ σοὶ ἤλπισαν Οἱ περὶ τῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ὡς θεοῦ ὑπάρχοντες ἄνθρωποι.
ἤλπισαν Οὗτοι γὰρ ὁλοψύχως ἔχοντες τὴν ἐλπίδα πρὸς θεὸν ἐρρύσθησαν τῆς πρὸς θεὸν ἀντιλογίας. πρὸς σὲ ἐκέκραξαν Ἐν πάσῃ γὰρ δεήσει αὐτῶν οὐ παρήκουσεν αὐτῶν ὁ θεός. ἐπὶ σοὶ ἤλπισαν Τὰ ἔθνη γὰρ ἐπιστρέψαντα τῆς αἰσχύνης τῶν εἰδώλων ἀπηλλάγησαν. ἐγὼ δέ εἰμι Ὁ Χριστὸς ὡς δίχα σπορᾶς γεννηθείς· ὁ (ὡς) σκώληξ γὰρ δίχα σπορᾶς αὐτοφυὴς τίκτεται. ἄλλως τε δὲ καὶ τὸ ῥυπαρόν, ὅτι τὸν Ἀδὰμ ῥυπωθέντα [ἀνεδέξατο καὶ] ἐνεδύσατο. ὄνειδος ἀνθρώπου Ὠνείδιζον γὰρ αὐτὸν οἱ ὄχλοι λέγοντες· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. ἐξουδένουν δὲ λέγοντες· ἄφες ἴδωμεν, εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν. πάντες οἱ θεωροῦντες Οἱ Ἰουδαῖοι λέγοντες· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν. ἐλάλησαν Οὐ μόνον τοῖς χείλεσιν ἐλοιδόρουν, ἀλλὰ καὶ τὰς κεφαλὰς ἔσειον, σφοδροτέραν (σφοδρότερον) δεικνύοντες τὴν βλασφημίαν. ἤλπισεν Κατεγέλων γὰρ αὐτοῦ (αὐτόν), ὅτι ἔλεγεν, ὅτι υἱὸς θεοῦ εἰμι (ἑαυτὸν υἱὸν θεοῦ). ὅτι σὺ εἶ Εὐδοκίᾳ γὰρ πατρὸς ἐν γαστρὶ γυναικὸς ἐγένετο ὁ υἱός. ἡ ἐλπίς μου Ἐθήλασε γὰρ μασθοὺς ὁ τὰς πηγὰς τοῦ γάλακτος τεκταινόμενος. ἐπὶ σὲ ἐπερίφην Καὶ γὰρ ἐν τῇ μήτρᾳ ὢν τῆς παρθένου (τῆς γυναικός), τοῦ πατρὸς ἀχώριστος ἦν. ἐκ κοιλίας Ἐν τῇ κοιλίᾳ γὰρ τῆς παρθένου οἰκήσας ηὐδόκησεν (εὐδοκήσας οἰκῆσαι) ὁ θεὸς λόγος· πατὴρ αὐτοῦ ἐπὶ γῇ (γῆς) οὐχ εὑρίσκετο, ἀλλ’ ὁ πατὴρ ἦν ἐν οὐρανοῖς.
μὴ ἀποστῇς Τουτέστιν ἐγγίζουσιν τὰ πάθη. ὅτι οὐκ ἔστιν Οὔτε γὰρ ἔχρῃζε βοηθείας ὡς θεὸς καὶ πάντων βοηθός. περιεκύκλωσαν Οἱ Ἰουδαίων παῖδες· μόσχοι δέ, ὡς νεωτερικὸν φρόνημα ἀναλαβόντες, τουτέστιν ἀσύνετον. ταῦροι πίονες Οἱ τῶν Ἰουδαίων ἄρχοντες, πίονες ὡς πλούσιοι καὶ δυνατοί. ἤνοιξαν Καλοῦντες (λαλοῦντες) κατὰ τοῦ Χριστοῦ ψευδῆ. ὡς λέων Ἔβρυχον γὰρ τοὺς ὀδόντας αὐτῶν κατὰ τοῦ Χριστοῦ (κυρίου) καὶ ὠρύοντο, τουτέστιν μεγάλα (μεγάλῃ φωνῇ) κράζοντες. ὡσεὶ ὕδωρ Ὅταν γὰρ ὕδωρ ἐκχυθῇ, συναχθῆναι οὐκέτι δύναται. οὕτως οἱ Ἰουδαῖοι ἐσκορπίσθησαν ἐκ (ἀπὸ) προσώπου Χριστοῦ (κυρίου)· ὀστᾶ γὰρ θεοῦ οὗτοι. λέγει γὰρ πρὸς αὐτούς· σὰρξ μού ἐστε ὑμεῖς. ἐγενήθη ἡ καρδία Καὶ τοῦτο οἱ Ἰουδαῖοι· ὡς σὰρξ γὰρ καὶ καρδία πάντων (πάντως) ἐτύγχανον. ἐτάκησαν δὲ οὗτοι τῷ φθόνῳ ὡς κηρὸς ἀπὸ προσώπου πυρός. ἐξηράνθη Καὶ τοῦτο Ἰουδαῖοι, ὡς λαὸς θεοῦ ὄντες καὶ ἰσχύς· ἐξηράνθησαν δὲ ὡς ὄστρακον, μὴ πιανθέντες [τῇ χάριτι ἤγουν] τῷ ὕδατι (τοῦ ὕδατος) τοῦ βαπτίσματος [διὰ ἀπιστίαν]. καὶ ἡ γλῶσσα Ἐρωτώμενος γὰρ ὁ κύριος ὑπὸ τοῦ Πιλάτου οὐκ ἀπεκρίνατο, ἀλλ’ ἐσιώπα. καὶ εἰς χοῦν Ἐλογίσατο γὰρ αὐτὸν ὁ Πιλᾶτος, ὡς θνητὸν ἄνθρωπον. διὸ λέγει· ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε. ὅτι ἐκύκλωσαν Ὡς κύνες γὰρ ἐχάλασαν Ἰουδαῖοι τὰς γλώσσας αὐτῶν κατὰ τοῦ Χριστοῦ. συναγωγή Ἡ ἄθεσμος ἰουδαικὴ ἀπιστία.
ὤρυξαν Ὅταν τοῖς ἥλοις [ἐπὶ τοῦ σταυροῦ] κατεκέντησαν τὰς χεῖρας καὶ τοὺς πόδας τοῦ Χριστοῦ (κυρίου). ἐξηρίθμησαν Δῆλον σὺν τῇ σαρκὶ καὶ τὰ ὀστᾶ συμπερονήσαντες. αὐτοὶ δέ Ἵσταντο (ἦσαν) γὰρ θεωροῦντες αὐτὸν ἐπὶ τοῦ σταυροῦ, τί ἂν γένοιτο. διεμερίσαντο Οἱ στρατιῶται, ὅταν ἐποίησαν αὐτὰ τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος. καὶ ἐπὶ τὸν ἱματισμόν Σχίσαι γὰρ τὸν χιτῶνα οὐκ ἤθελον, ἀλλὰ κλῆρον ἐπέβαλον, τίνα (τίνι) λάχοι. σὺ δέ, κύριε Οὔτε γὰρ μακράν, ἐγγὺς δὲ ἐγένετο ἀνάστασις· αὕτη γὰρ βοήθεια ἐγένετο τῶν πιστῶν. εἰς τὴν ἀντίληψιν Περὶ τοῦ κυριακοῦ ἀνθρώπου λέγει, ὅτι ἀνέστη σὺν τῇ θεότητι. ῥῦσαι ἀπὸ ῥομφαίας Ὁ Ἀδὰμ φησί· ῥῦσαί με ἀπὸ τῆς δυνάμεως (δυναστείας) τοῦ ἐχθροῦ· ῥομφαία γὰρ δύναμις ἑρμηνεύεται. καὶ ἐκ χειρός Κύνα λέγει (καλεῖ) τὸν διάβολον, ὡς ἀναιδῆ, ὡς βδελυκτόν· μονογενῆ δὲ λέγει τὴν ψυχήν. χεὶρ δὲ τοῦ διαβόλου ἐστὶν ἡ ἁμαρτία. σῶσόν με Λέοντα καλεῖ τὸν θάνατον, ὡς κατὰ πάντα (πάντων) δυναστεύοντα· ἐδόκει γὰρ ὡς ἄνθρωπον θνητὸν καταπιεῖν (καταπίνειν) τὸν Χριστόν. καὶ ἀπὸ κεράτων Τὰ βασίλεια λέγει τοῦ ᾅδου· κέρας γὰρ πανταχοῦ ἡ γραφὴ τὰ βασίλεια καλεῖ. μονόκερως δὲ ὡς μονοειδὴς ὁ ᾅδης. εἰς οὖν (ὡς οὖν εἰς) τὸ στόμα τοῦ ᾅδου (θανάτου) εἰσελθὼν καὶ εἰς τὰ βασίλεια τοῦ ᾅδου χωρήσας καὶ ταῦτα καταργήσας, διὰ τοῦτο εἶπε· κεράτων μονοκερώτων.
διηγήσομαι Ὅταν τὰ τοῦ πατρὸς τοῖς ἀποστόλοις ἐξηγήσατο (ἐξηγεῖτο) μυστήρια. ἐν μέσῳ ἐκκλησίας Ὡς αὐτὸς τὴν ἐκκλησίαν οἰκοδομήσας καὶ ἐν αὐτῇ δοξαζόμενος. οἱ φοβούμενοι Λέγει τοὺς ἀποστόλους καὶ ὅσοι δι’ αὐτῶν ἐσώθησαν. ἅπαν τὸ σπέρμα Ὁ πιστὸς λαός, ὡς ἐξ ἐθνῶν, ὡς τέκνα Χριστοῦ γενόμενοι· Ἰακὼβ γὰρ πανταχοῦ ὁ Χριστὸς ἑρμηνεύεται. φωβηθήτωσαν Ὁμοίως ὁ πιστὸς λαός· Ἰσραὴλ γὰρ ὁρατὸς θεοῦ ἑρμηνεύεται. οἱ πιστοὶ δὲ ὁρῶσι τὸν θεὸν διὰ μυσταγωγίας. ὅτι οὐκ ἐξουδένωσεν Οὔτε γὰρ ἐβδελύξατο οὔτε ἐμίσησε τὸν ἐξ ἐθνῶν λαόν, ὡς πτωχεύσαντα (πτωχοὺς) ἀπὸ θεογνωσίας ἢ ῥυπαινόμενον (ῥυπαίνοντα) ἀπὸ τῶν εἰδώλων, ἀλλὰ προσεκαλέσατο. οὐδὲ ἀπέστρεψεν Τοῦ λαοῦ, τοῦ ἐξ ἐθνῶν (τῶν ἐθνῶν)· θέλων γὰρ αὐτὸν καὶ προώρισε καὶ ἐξελέξατο (προεξελέξατο) ἑαυτῷ (αὐτόν). καὶ ἐν τῷ κεκραγέναι Πρὸς αὐτὸν γὰρ εἴρηται· ἔτι λαλοῦντός σου πρός με πάρειμι. παρὰ σοῦ ὁ ἔπαινος Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· μεγάλη γὰρ καὶ παγκόσμιος τότε ἐκκλησία, ἐν ᾗ τὸν ἔπαινον ἀπολαμβάνουσιν οἱ καλῶς βεβιωκότες. τὰς εὐχάς μου Ἡνίκα τοὺς ἀποστόλους ἐδίδασκε ὁ Χριστὸς λέγων· ὅταν προσεύχησθε, οὕτως λέγετε. φάγονται πένητες Τὸν μυστικὸν ἄρτον οἱ πιστοί. καὶ αἰνέσουσιν Μετὰ γὰρ αἰνέσεως καὶ εὐχῆς ἐσθίονται (ἐσθίετε) τὰ μυστήρια (μυστικά). ζήσονται Οἱ γὰρ ἐξ αὐτῶν τρεφόμενοι τῶν μυστικῶν εἰς αἰῶνας ζῶσιν.
μνησθήσονται Ἐν ὑπομονῇ (ὑπομνήσει) γὰρ καὶ ἐν ἀκοῇ (ἀκοαῖς) λαμβάνοντα τὰ ἔθνη τὸ πάθος καὶ τὴν ἀνάστασιν τοῦ Χριστοῦ σπεύδουσι πρὸς ἐπιστροφήν. καὶ προσκυνήσουσι Ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· τότε γὰρ πᾶν γένος ἐθνῶν, καὶ σεβομένων καὶ μὴ σεβομένων, ὑποτάσσεται καὶ προσκυνεῖ καὶ προσανάκειται (πρὸς ἀνάγκην). ὅτι τοῦ κυρίου Τότε γὰρ παρὰ πάσης πνοῆς γνωρίζεται ὑπὸ πάντων καὶ βασιλεὺς καὶ δεσπότης. ἔφαγον καὶ προσεκύνησαν Πάντες γὰρ οἱ βασιλεῖς καὶ αἱ ἐξουσίαι καὶ οἱ ἐν δυναστείᾳ· οὗτοι γάρ εἰσιν οἱ πίονες, καὶ ἀπολαύουσι τῶν μυστικῶν προσκυνοῦντες. ἐνώπιον αὐτοῦ Οἱ θνήσκοντες δηλαδή. καὶ ἡ ψυχή μου Ἡ τοῦ Χριστοῦ (κυρίου)· αὕτη γὰρ ζῶσα καὶ νικήσασα ἀνέβαινεν ἐκ τῶν νεκρῶν καὶ αἱ λοιπαὶ ψυχαὶ ἠκολούθουν αὐτῇ (αὐτῷ). καὶ τὸ σπέρμα Σπέρμα γὰρ θεοῦ ἡ διαθήκη (διδαχὴ) τοῦ θεοῦ, τουτέστιν ὁ λόγος τοῦ θεοῦ. ἀναγγελήσεται ἡ μέλλουσα, ἡ τῶν δικαίων. καὶ ἀναγγελοῦσιν Ἕκαστος τότε τῶν δικαίων ἀναγγελοῦσι, τουτέστιν ἐπιδείξουσι τὰ τῆς δικαιοσύνης ἔργα, παρρησιαζόμενοι ἐπὶ τοῦ θεοῦ. λαῷ Ὁ λαὸς γὰρ ἐκεῖνος, ὁ τῶν δικαίων, μετὰ τῶν ἀγγέλων (δικαίων) ὑμνοῦσιν εἰς αἰῶνα αἰῶνος.
Ψαλμὸς τῷ Δαυὶδ πρὸς νέου λαοῦ εἰσαγωγήν Ἡ προφητεία τοῦ ψαλμοῦ τούτου σημαίνει νέου λαοῦ εἰσαναγωγὴν διὰ τοῦ βαπτίσματος. Κύριος ποιμαίνει Τὸν πιστὸν λαὸν (ἄνθρωπον) λέγει· οὐχ ὑστέρησε γὰρ ὁ θεὸς τοὺς φοβουμένους αὐτὸν παντὸς ἀγαθοῦ. ἔστι δὲ ὁ ἐξ ἐθνῶν λαός. εἰς τόπον χλόης Εἰς τὰ τῶν [προφητῶν καὶ] εὐαγγελίων ῥήματα καὶ δόγματα προφητῶν καὶ ἀποστόλων· ἡ γὰρ ἀληθινὴ νομὴ τῶν πιστῶν αὕτη ἐστίν. ἐπὶ ὕδατος Ἐν τοῖς πνευματικοῖς ὕδασι τοῦ βαπτίσματος καὶ τοῖς δάκρυσι τῆς μετανοίας. τὴν ψυχήν Διὰ τῆς μετανοίας [καὶ] τοῦ βαπτίσματος. ὡδήγησέν με Ὥστε πορεύεσθαι ὁδοὺς εὐθείας καὶ μηκέτι τῇ πλάνῃ τῶν εἰδώλων ἐκπορνεύειν. ἕνεκεν τοῦ ὀνόματος Τουτέστιν ἐν τῷ ὀνόματι αὐτοῦ. ἐὰν γὰρ καὶ πορευθῶ Τουτέστιν εἰ καὶ ὁ θάνατος ἐπιλάβηται, οὐκ ἔστι φόβος. οὐ φοβηθήσομαι Ἡ γὰρ ἐλπὶς ἡμᾶς σώζει τῆς ἀναστάσεως. ἡ ῥάβδος Καὶ ῥάβδος καὶ βακτηρία τῶν πιστῶν ὁ σταυρός· δι’ αὐτοῦ γὰρ στηρίζονται καὶ σώζονται. ἡτοίμασας Τὴν μυστικὴν τράπεζαν δώσας (δηλώσας) ἐσθίειν τὸν ἄνθρωπον (τῷ ἀνθρώπῳ), ἵνα οἱ ἐχθροὶ ὁρῶντες τήκωνται. ἐλίπανας Τῷ χρίσματι (τὸ χρίσμα) τοῦ βαπτίσματος ἀσφαλισάμενος. καὶ τὸ ποτήριον Τὸ μυστικόν, ἐν ᾧ τὸ αἷμα τοῦ Χριστοῦ κιρνᾶται· μεθύσκον δέ, τουτέστιν εὐφραῖνον κραταιῶς. καὶ τὸ ἔλεος Ἀφ’ οὗ γὰρ ἠλεήθη ὁ ἄνθρωπος, σφραγισθεὶς τῇ χάριτι, ἀφαιρεθῆναι ἀπ’ αὐτοῦ οὐκέτι δύναται.
καὶ τὸ κατοικεῖν Λέγει τὴν ἐκκλησίαν· ὁ γὰρ ἅπαξ σφραγισθεὶς ἐν αὐτῇ, μένει εἰς τὸν αἰῶνα.
Ψαλμὸς τῷ Δαυὶδ εἰς μίαν τῶν σαββάτων Περὶ τῆς ἀναστάσεως λέγει ἡ προφητεία. τῇ γὰρ μιᾷ τῶν σαββάτων ἀνέστη ὁ κύριος [καὶ θεὸς ἡμῶν]. Τοῦ κυρίου ἡ γῆ Αὐτὸς γὰρ δεσπότης τῆς γῆς καὶ πάντων τῶν κατοικούντων (ἐνοικούντων) ἐν αὐτῇ, ὡς κτίστης πάντων. αὐτὸς ἐπὶ θαλασσῶν Ἐπὶ τῆς αἰσθητῆς μὲν θαλάσσης ἥδρασται ἡ αἰσθητὴ γῆ· ἐπὶ δὲ τῆς νοητῆς, τουτέστιν ἐπὶ τοῦ βαπτίσματος, ἐθεμελιώθη ἡ νοητὴ γῆ, ὅ ἐστιν ὁ ἄνθρωπος. καὶ ἐπὶ ποταμῶν Τὴν νοητὴν γῆν τοῖς ποταμοῖς τῆς χάριτος καὶ τῶν δωρεῶν τοῦ πνεύματος τοῦ ἁγίου· δι’ αὐτῶν γὰρ ἐκκαθαίρεται ὁ ἄνθρωπος. λέγει δὲ [καὶ] ποταμοὺς τὰ δάκρυα τῆς μετανοίας. τίς ἀναβήσεται Λέγει τὸν Χριστόν, ὅτι ἔμελλε σταυροῦσθαι ἐπὶ τὸ ὄρος τοῦ Γολγοθᾶ. καὶ τίς στήσεται Τόπος γὰρ ἅγιος [τὸ ὄρος τοῦ Γολγοθᾶ], ὡς ἐν αὐτῷ ἡ σωτηρία τοῦ γένους τῶν ἀνθρώπων πραχθεῖσα. Χριστοῦ δὲ οἱ πόδες ἔστησαν ἐπ’ αὐτόν (ἐν αὐτῷ). διὸ λέγει· στήσομαι ἐπὶ τῆς πέτρας καὶ ἀποσκοπεύσω, τουτέστιν ἐπιβλέψω ἐπὶ τὰ ἔθνη καὶ ζητήσω τὸ ἀπολωλὸς καὶ πλανώμενον. ἀθῷος χερσίν Ὁ Χριστός· αὐτὸς γὰρ μόνος καθαρὸς καὶ ἀθῷος, ὡς ἀμιγὴς πάσης ἁμαρτίας καὶ δόλου. ὃς οὐκ ἔλαβεν Οὔτε γὰρ ἐπὶ ματαίῳ τὸν ἄνθρωπον ἔλαβεν (ἀνείληφεν), ἀλλ’ ἐπὶ σωτηρίᾳ αἰωνίῳ (αἰωνίᾳ). καὶ οὐκ ὤμοσεν Οὔτε γὰρ ὀμόσας τοῖς πατράσι καὶ τοῖς πατριάρχαις ἐψεύσατο αὐτούς· ὤμοσε γὰρ κύριος καὶ οὐ μεταμεληθήσεται (μετεμελήθη).
οὗτος λήψεται Ὁ Χριστός. οὗτος γὰρ μόνος τῇ δόξῃ (παρὰ τῆς δόξης) τοῦ πατρὸς ἐμεγαλύνθη, καὶ τὴν ἀπ’ αὐτοῦ ἐλεημοσύνην τῷ γένει τῶν ἀνθρώπων ἐχαρίσατο (παντὶ τῷ κόσμῳ ἐδωρήσατο). αὕτη ἡ γενεά Ἡ τοῦ Χριστοῦ· ὅσοι χριστιανοὶ λέγονται, οὗτοι [ἀεὶ] τὸν ἑαυτῶν [δεσπότην] ζητοῦντες οὐ παύονται. ζητούντων Τοῦ Χριστοῦ· Ἰακὼβ γὰρ ὁ παῖς μου, [ὃν ἐξελεξάμην,] φησὶν Ἠσαίας. ἄρατε πύλας Ἡνίκα κατῆλθεν εἰς τὸν ᾅδην ὁ θεὸς λόγος θελήματι ἰδίῳ, ἑωρακυῖαι αἱ δυνάμεις τοῦ ᾅδου τὴν ἄφραστον δύναμιν, ἔκραξαν ἑτέρα πρὸς ἑτέραν· ἄρατε πύλας, τουτέστι μὴ μόνον ἀνοίξατε, ἀλλὰ καὶ αὐτὰς τὰς πύλας ἐκ τοῦ μέσου ποιήσατε, μή τι πρὸς ὀργὴν κινήσητε (κινήσωμεν) τὸν ἐρχόμενον. καὶ εἰσελεύσεται [Τουτέστιν οὗτος βασιλεὺς τῆς δόξης]. τίς ἐστιν Ἀποκρίνονται πάλιν αἱ ἔνδον (ἄνω) δυνάμεις· τίς ἐστιν ὁ βασιλεὺς τῆς δόξης; ἡμεῖς παντὸς τοῦ γένους κυριεύομεν, ἡμῶν εἰσιν (ἐστι) τὰ βασίλεια, καὶ τίς ἐστιν οὗτος; κύριος κραταιός Ἀποκρίνονται πάλιν [αἱ δυνάμεις] καὶ λέγουσι· ὁ θεός ἐστιν ὁ παραγενόμενος, δυνατὸς καὶ κραταιός· αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. ἡνίκα οὖν συντρίψας τὸν ᾅδην καὶ ἐλευθερώσας τὰς πολλῷ χρόνῳ κατεχομένας ψυχάς, ἀναλαβὼν τὸν ἄνθρωπον καὶ ἀναφέρων εἰς τὸν οὐρανόν, πάλιν αἱ θεῖαι δυνάμεις, ξενιζόμεναι τὸ καινὸν θέαμα, ἐβόων· ἄρατε πύλας.
ἄρατε πύλας [Τουτέστιν ἀναπετάσατε οἱ οὐρανοὶ τοὺς καταράκτας ἐπὶ τῷ ξένῳ θεάματι]. καὶ εἰσελεύσεται Ἀποκρίνονται αἱ δυνάμεις τῶν οὐρανῶν καὶ λέγουσι· καὶ τίς ἐστιν ὁ βασιλεὺς τῆς δόξης; λέγουσι πάλιν αἱ ἕτεραι δυνάμεις· ὁ μετὰ σαρκὸς θεὸς λόγος ἀναβαίνων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστιν οὗτος Λέγουσιν αἱ δυνάμεις· κύριος τῶν δυνάμεων, ὁ ἐπὶ θρόνου δόξης καθήμενος, ὁ υἱὸς τοῦ πατρός, ὁ πρὸ αἰώνων σὺν τῷ πατρὶ ὑπάρχων, οὗτος (αὐτὸς) κατελθὼν ἀνέλαβε τὸν ἄνθρωπον καὶ ἀναφέρει εἰς τὸν οὐρανόν· αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. καὶ προσεκύνησαν αὐτῷ.
Ψαλμός Οὗτος ὁ ψαλμὸς προτρέπει πάντας εἰς (πρὸς) ἐξομολόγησιν καὶ εὐχὴν καὶ ὅπως ὁ κύριος διὰ τὸν ἄνθρωπον (τοῦ ἀνθρώπου) πάντα ποιεῖ. Πρὸς σέ, κύριε Ἐκ προσώπου τοῦ Ἀδὰμ ὁ Χριστὸς πρὸς τὸν πατέρα βοᾷ· διὰ τοῦτο ἦλθε σῶσαι τὸ πλανώμενον καὶ ἀπολωλὸς πρόβατον. ὁ θεός μου Ὁ ἄνθρωπος φησὶ πρὸς τὸν θεόν· μὴ ἐάσῃς με ἐν τῇ πλάνῃ τῶν εἰδώλων (δαιμόνων) καταισχύνεσθαι. προεώρα γὰρ ὁ προφήτης τὴν ἐνανθρώπησιν τοῦ κυρίου. μηδὲ καταγελασάτωσαν Πολλοὶ γάρ εἰσι οἱ δαίμονες καὶ πανταχοῦ περιτρέχοντες (περιτρέχουσι) τὸν ἄνθρωπον. καὶ γὰρ πάντες Πάντες γὰρ οἱ ἐν ὑπομονῇ κτησάμενοι τὰς ψυχὰς αὐτῶν οὐ καταισχύνονται. αἰσχυνθήτωσαν Οἱ δαίμονες, ὅτι κενῶς καὶ ματαίως τὸν ἄνθρωπον ἐσκέλισαν· ἐσώθη γάρ. ὡσαύτως καὶ οἱ Ἰουδαῖοι, οἵτινες εἰς κενὸν κατὰ τοῦ Χριστοῦ (κυρίου) ἐβουλεύσαντο. τὰς ὁδούς σου Ὁ ἄνθρωπος φησὶ πρὸς τὸν θεόν· δός μοι τὸν διδάσκοντά με καὶ ὁδηγοῦντα (ὁδήγησόν με) εἰς τὴν ὁδόν, τὴν πρὸς σὲ φέρουσαν, δῆλον ἐπὶ τὸ βάπτισμα. καὶ τὰς τρίβους Ἵνα μάθω, φησὶν ὁ ἄνθρωπος, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον διὰ τῶν ἐντολῶν σου. ὁδήγησόν με Ἵνα μηκέτι ἡ γλῶσσά μου τῷ ψεύδει κατέχηται, διδαχθεῖσα ὑπὸ τῶν δαιμόνων. καὶ δίδαξόν με Τουτέστιν ἐν τάχει μάθω τὴν σὴν παρουσίαν, ὅτι σωτὴρ καὶ θεὸς ὑπάρχεις τοῦ σοῦ πλάσματος.
καὶ σὲ ὑπέμεινα Ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ἐκτεταμένος διὰ τὸν ἄνθρωπον· πάντα γὰρ ἐκ προσώπου τοῦ ἀνθρώπου ὑπέμεινεν. μνήσθητι Πλάσας γὰρ τὸν ἄνθρωπον ἐκ τότε (ἐκ τούτου) ἐπηγγείλω αὐτῷ ζωὴν καὶ τὴν σωτηρίαν αὐτῷ ἡτοίμασας, ἣν ταχῦναι σπεῦσον ὡς ἀγαθός. ἁμαρτίας νεότητος Οἶδας γὰρ ὡς θεός, φησὶν ὁ Ἀδάμ, τί πέπονθα. ἄκων πεπλάνημαι, ἄλλοι εἰσὶν οἱ σκελίσαντές με. διὸ μὴ μνησικακήσῃς μοι. κατὰ τὸ ἔλεός σου Ὡς θεὸς γὰρ μεγάλα τὰ ἐλέη ἔχεις καὶ κατὰ ταῦτα (κατ’ αὐτὰ) οὕτως μου μνήσθητι. ἕνεκα τῆς χρηστότητος Διὰ τὴν σὴν χρηστότητα καὶ εὐσπλαγχνίαν οἴκτειρόν με, ἐπεὶ τὸ ἐμὸν τραῦμα (πταῖσμα) ἀσύγγνωστόν ἐστι. χρηστός Ὡς θεὸς ὡς ἀγαθός, ὡς συμπαθής. διὰ τοῦτο Ὡς μόνος ἀναμάρτητος συγχωρεῖν ἁμαρτωλοῖς (ἁμαρτίας) δυνατὸς ὑπάρχει καὶ ἐπιστρέφειν ἐπὶ τὴν ὁδὸν τῆς μετανοίας. ὁδηγήσει Τοὺς ἀποστόλους προανεφώνησεν, οἷς ὁ κύριος ἔλεγε· γίνεσθε [φρόνιμοι ὡσεὶ ὄφεις καὶ] ἀκέραιοι ὡς αἱ περιστεραί. τούτοις γὰρ πᾶσαν ὁδὸν ἀληθείας ὑπέδειξεν καὶ ἐδίδαξε τὰ μυστήρια τῆς αὐτοῦ θεότητος, ὡς μέλλων δι’ αὐτῶν ἐπιστρέφειν τὰ ἔθνη. πᾶσαι αἱ ὁδοί Οὐδὲ γάρ ἐστιν ἐν αὐταῖς (αὐτῇ) τι στραγγαλιῶδες, ἀλλὰ πανταχόθεν λεῖαι ὡς ἐλέους γέμουσαι (λεῖα—γέμουσα). τοῖς ἐκζητοῦσιν Τοῖς τὸν νόμον αὐτοῦ μελετῶσι καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητοῦσιν.
ἕνεκα τοῦ ὀνόματος Ἐξωγκωμένη γὰρ ἦν ἡ ἁμαρτία ἐπὶ πᾶσαν τὴν γῆν, τῇ ἀθεΐᾳ κρατούσης τῆς πλάνης. τίς ἐστιν ἄνθρωπος Ὁ πειθόμενος τῷ νόμῳ καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶν καὶ λαλῶν ἀλήθειαν μετὰ τοῦ πλησίον. νομοθετήσεις Ὁ γὰρ ἐκλεξάμενος τὴν ὁδὸν τῆς ἀληθείας καὶ κανονίσας ἑαυτὸν ἐν αὐτῇ, οὗτος ἐν αὐτῇ ὑπὸ τοῦ θεοῦ κατευθύνεται καὶ ὁδηγεῖται. ἡ ψυχὴ αὐτοῦ Τοῦ κατὰ θεὸν ζήσαντος ἀνθρώπου καὶ πάντων τῶν πιστευσάντων τῇ ἐπιφανείᾳ τοῦ Χριστοῦ (κυρίου). καὶ τὸ σπέρμα Τοῦ κυριακοῦ ἀνθρώπου, τοῦ ἐν οὐρανοῖς καθημένου, τὸ συγγενές, τουτέστιν οἱ πιστοὶ κληρονομοῦσι (κληρονομήσουσι) δηλαδὴ τὴν γῆν τῆς ἐπαγγελίας. κραταίωμα Δηλαδὴ τῶν πιστῶν (τοῖς πιστοῖς), οὓς αὐτὸς κραταιοῖ κατὰ τῆς ἁμαρτίας. καὶ ἡ διαθήκη Ὅσοι γὰρ τὸν νόμον τοῦ θεοῦ μελετῶσιν, ἐξ αὐτοῦ διδάσκονται, πῶς δεῖ θεῷ θεραπεύειν. οἱ ὀφθαλμοί μου Τοῦ πιστοῦ καὶ κατὰ θεὸν ἀγωνιζομένου δι’ ὅλου ἐνατενίζουσιν οἱ ὀφθαλμοὶ τῆς καρδίας πρὸς τὸν θεόν. ὅτι αὐτός Ἵνα μὴ πάλιν εἰς τὴν παγίδα τοῦ διαβόλου ἐπιπίπτῃ ὁ ἄνθρωπος πλανώμενος. ἐπίβλεψον Ὁ Χριστός, βεβαιῶν τὴν ἐνανθρώπησιν, προσεύχεται ὡς μονογενής, ὁ ἄνω καὶ κάτω μονογενής, πτωχὸς δέ, ὡς μὴ ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι. αἱ θλίψεις Ἀλλεπάλληλοι γὰρ αἱ θλίψεις τῶν πιστῶν (δικαίων). νοεῖται δὲ εἰς τὸν Χριστὸν ὡς διὰ τὸ πάθος.
ἐκ τῶν ἀναγκῶν Ἃς (ὡς) οἱ Ἰουδαῖοι, φησὶν ὁ Χριστός, ἐπιφέρουσί μοι. ἴδε τὴν ταπείνωσιν Νῦν τὴν φωνὴν (ἡ φωνὴ) τοῦ ἀνθρώπου, ὅ ἐστιν τοῦ Ἀδάμ· ἴδε πῶς, ταπεινωθεὶς ὑπὸ (ἀπὸ) τῆς πλάνης, κοπιῶ ἐν ταῖς ἀνάγκαις. καὶ ἄφες Μή τι, φησί, συγχωρήσεις, μή τι δὲ οὐ συγχωρήσεις, ἀλλ’ ὅλον με ἀνακαίνισον [καὶ ἐλέησον], ὡς θεὸς συμπαθής. ἴδε τοὺς ἐχθρούς Ἰδοῦ, δέσποτα, ὅτι πολλοὶ καὶ πανταχόθεν κατ’ ἐμοῦ στρατεύονται οἱ δαίμονες, φησὶν ὁ ἄνθρωπος· ἔστι δὲ ὅλον εἰς τὸν Χριστὸν καὶ εἰς τοὺς Ἰουδαίους. καὶ μῖσος Εὐεργετῶν γὰρ τοὺς Ἰουδαίους ὁ Χριστὸς οὐκ ἐπαύσατο· αὐτοὶ δὲ μισοῦντες αὐτόν, ὡς τὰ μέγιστα ἀδικούμενοι παρ’ αὐτοῦ. φύλαξον Ὁ Χριστὸς ὡς ἄνθρωπος προσεύχεται, τὸ δὲ ὅλον ὑπὲρ τοῦ ἀνθρώπου λέγει. μὴ καταισχυνθείην Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει τοὺς κεκτημένους αὐτὴν ἀεί. ἄκακοι καὶ εὐθεῖς Πατριάρχαι καὶ προφῆται καὶ ἀπόστολοι καὶ μάρτυρες, εἰδότες τὸ πάθος τοῦ Χριστοῦ, ὑπέμειναν καὶ αὐτοὶ [τῇ πίστει] νευρούμενοι. λύτρωσαι ὁ θεός Τὸν λαὸν τῶν πιστῶν· Ἰσραὴλ γὰρ ὁρῶν θεὸν ἑρμηνεύεται· ὁ ἐξ ἐθνῶν δὲ λαὸς ὁρᾷ τὸν θεόν.
Ψαλμὸς τῷ Δαυίδ Οὗτος ὁ ψαλμὸς κεῖται ὅλος εἰς τὸν Χριστὸν καὶ τοῦ κατὰ θεὸν προκόπτοντος ἔντευξις καὶ ὅπως εἰς πρόσωπον τοῦ ἀνθρώπου ὁ Χριστὸς ἀπολογεῖται καὶ προτρέπει τὸν ἄνθρωπον. Κρῖνόν με Οὐ γὰρ εἶχε κακίαν ὁ Ἀδὰμ ἢ γνῶσίν τινος καλοῦ τε καὶ κακοῦ, ἄκων δὲ ἠπατήθη. διὰ τοῦτο βοᾷ· [κρῖνόν με, τουτέστιν] ἐκδίκησόν με ἐκ τοῦ ἐχθροῦ. καὶ ἐπὶ τῷ κυρίῳ Ἐὰν γὰρ ῥυσθῶ [ἀπὸ] τῶν κακῶν μου, φησὶν [ὁ ἄνθρωπος], οὐκέτι ἐξ ἀπιστίας (ἀπάτης) ἀσθενήσω. δοκίμασόν με Σὺ γὰρ μόνος ὡς θεὸς ἐπίστασαι, τίς ὁ αἴτιος τῆς ἐμῆς παραβάσεως. πύρωσον Σὺ γὰρ εἶ ὁ ἐμβατεύων καρδίας καὶ διαλογισμούς (νεφρούς)· οἱ γὰρ νεφροὶ νοητῶς εἰσιν οἱ διαλογισμοὶ τοῦ ἀνθρώπου. ὅτι τὸ ἔλεός σου Οὔτε γὰρ ἐξέκλινεν ὁ Ἀδὰμ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐκ τῆς προσδοκίας τοῦ ἐλέους τοῦ θεοῦ· ἐξεδέχετο γὰρ καθ’ ἑκάστην. καὶ εὐηρέστησα Ὁ γὰρ κατὰ θεὸν εὐαρεστῶν ἀεὶ τῇ ἀληθείᾳ τὴν γλῶσσαν ἐρεθίζει, ἀπεχόμενος ψεύδους. οὐκ ἐκάθισα Τῶν συνερχομένων καὶ μάταια βουλευομένων, ὅπερ οἱ Ἰουδαῖοι ἐποίουν (ἐποίησαν) κατὰ τοῦ Χριστοῦ. Νικόδημος δὲ καὶ Ἰωσὴφ [ὡς θεοῦ ἄνθρωποι] οὐ συμπαρεγένοντο. καὶ μετὰ παρανομούντων Ὁ κατὰ θεὸν ἄνθρωπος καὶ τὸν βίον οὐράνιον ἔχων μετὰ παρανομούντων οὐ συνεδριάζει ποτέ. ἐμίσησα Τὰς συναγωγὰς τῶν Ἰουδαίων, ὡς κατὰ Χριστοῦ συναγομένας, μισεῖ ὁ θεός.
καὶ μετὰ ἀσεβῶν Ἑλλήνων, φημί (φησί), καὶ κακοπίστων, ὅσοι κακὰ περὶ θεοῦ λογίζονται. νίψομαι ἐν ἀθῴοις Οὗτοι δέ εἰσιν, ὅσοι δώροις ἐπὶ κακοῖς καὶ ἐξ ἁρπαγῆς τὰς δεξιὰς οὐκ ἐμόλυναν. ἔστι δὲ πρὸς ἀλήθειαν ὁ Χριστός· αὐτὸς γὰρ ἀθῷος. καὶ κυκλώσω Τὸ νοερόν, ἐν ᾧ ἡ ψυχὴ ἀδιαλείπτως παρίσταται κυκλοῦσα, τουτέστιν προσκυνοῦσα. τοῦ ἀκοῦσαι Τῶν ἀγγέλων τὸν ὕμνον οἱ δίκαιοι ἀκαταπαύστως ἔχουσιν. καὶ διηγήσασθαι Διὰ τῆς τοῦ νόμου μελέτης καὶ τῆς ἀγγελικῆς ὑμνῳδίας δοξάζων τὸν θεόν. κύριε, ἠγάπησα Τῆς ἐκκλησίας· λέγει δὲ καὶ τὸν τῆς σαρκός, ἐν ᾧ ἡ ψυχὴ οἰκεῖ ἐν καθαρότητι. καὶ τόπον Τῆς Σιὼν καὶ τῆς ἀναστάσεως· τόποι (τόπος) γὰρ δόξης οὗτοι (οὗτος), ὡς κατασκηνώσας ἐν αὐτοῖς ὁ κύριος. μὴ συναπολέσῃς Ἰουδαίων καὶ Ἑλλήνων καὶ ὅσοι τὴν σφραγῖδα τοῦ Χριστοῦ οὐκ ἐδέξαντο· ἀπεύχεται δὲ καὶ τοὺς Ἰουδαίους ὁ Χριστὸς ὡς ἀσεβεῖς. καὶ μετὰ ἀνδρῶν Ὧν αἱ χεῖρες αἵματος πλήρεις, Ἰουδαίων μάλιστα, οἵτινες τὸν κύριον τῆς δόξης ἀπέκτειναν. ὧν ἐν χερσίν [Οὔτε γὰρ ἐπὶ τούτῳ μετενόησαν, ὅτι ἔτι καὶ νῦν λοιδοροῦντες τὸν Χριστὸν οὐ παύονται· διὰ τοῦτο ἕως τῆς συντελείας ἐν χερσὶν αὐτῶν ἔχουσι τὴν ἀνομίαν]. ἡ δεξιὰ αὐτῶν Ἐπλήρωσαν γὰρ τὰς δεξιὰς αὐτῶν ἀργυρίου καὶ ἔδωκαν τῷ Ἰούδᾳ καὶ τοῖς στρατιώταις.
ἐγὼ δὲ ἐν ἀκακίᾳ Ὁ Χριστὸς ὡς μόνος πάσης κακίας ἐλεύθερος· οὔτε γὰρ Ἰουδαίοις κακὸν ἀντὶ κακοῦ (κακῶν) ἀπέδωκε. λύτρωσαί με Ἐκ τῆς συνοχῆς τῶν Ἰουδαίων, περὶ ὧν εἶπε· πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· ἵνα γὰρ δείξῃ, ὅτι ἀληθινῶς τὸν ἄνθρωπον ἀνέλαβε, φόβῳ ὑπέπιπτε. ὁ γὰρ πούς Ὅταν ἐπὶ τοῦ σταυροῦ ἐπὶ τοῦ Γολγοθᾶ· ἔστη γάρ, ἵνα εὐθύνῃ τὸν κόσμον. ἐν ἐκκλησίαις Συστησάμενος διὰ σταυροῦ καὶ τῆς ἀναστάσεως τὰς ἐκκλησίας (ταῖς ἐκκλησίαις), ἐν αἷς εὐλογεῖται ὁ θεὸς τοῖς χοροῖς τῶν ἁγίων.
Τοῦ Δαυὶδ πρὸ τοῦ χρισθῆναι Τῷ Χριστῷ· οὗτος (αὐτὸς) γὰρ κατὰ σάρκα γνωρίζεται ὡς ἱκανὸς χειρί· τὸ δὲ πρὸ τοῦ χρισθῆναι, τουτέστιν πρὸ τοῦ πάθους ἐδόθη ἡ προφητεία αὐτοῦ. Κύριος φωτισμός μου Ὁ πατὴρ τῷ υἱῷ, ὡς φῶς ἐκ φωτὸς καὶ σωτὴρ τοῦ κόσμου· ἀφ’ οὗ γὰρ ὁ Χριστὸς ἀνέλαβε τὸν ἄνθρωπον, φόβον δαιμόνων οὐ δέδοικε. φωνὴ γὰρ αὕτη πρὸς ἀκρίβειαν τοῦ Ἀδάμ. κύριος ὑπερασπιστής Οὔτε γὰρ ἔτι φοβεῖται ὁ ἄνθρωπος τὸν διάβολον, ἀφ’ οὗ τὴν ἀπαρχὴν εἰς τοὺς οὐρανοὺς ἔπεμψε καὶ ἔχει ὑπερασπίζοντα τὸν Χριστόν. ἐν τῷ ἐγγίζειν Ἰουδαίων παῖδες· καταπιεῖν γὰρ ἐζήτουν τὸν Χριστόν. γέγραπται γὰρ ἐν τῷ καταπιεῖν πένητα τὸν ἀσεβῆ, ἀλλὰ ἡμῖν ἐδόθη ἐσθίειν τὸν Χριστόν, ὡς πιστοῖς θεοῦ. οἱ θλίβοντές με Ἰουδαίων παῖδες, ὡς ἐδόκουν θλίψειν τὸν Χριστόν, ἠσθένησαν ἐν τοῖς διαβουλίοις αὐτῶν καὶ ἔπεσον. οὔτε γὰρ ἤνυσάν τι, ὧν ἤθελον· ὁ γὰρ θεὸς ἀπρόσιτος. ἐὰν παρατάξηται Οἱ γὰρ κατὰ τοῦ θεοῦ παρατασσόμενοι πίπτουσιν. ἐὰν ἐπαναστῇ Λέγει τὸν πόλεμον, τὸν κατὰ τοῦ ᾅδου καὶ τοῦ διαβόλου· ὡς γὰρ ἐδόκει πολεμεῖν, ἐπολεμήθη· τὸ δὲ ‚ἐν ταύτῃ ἐλπιῶ‛ θαρρῶν, ὅτι νικᾷ. διὸ λέγει· θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. μίαν ᾐτησάμην Τὴν ψυχὴν τοῦ Ἀδάμ· δι’ αὐτὴν γὰρ ἐπὶ γῆς παραγέγονα, φησὶν ὁ Χριστός.
τοῦ κατοικεῖν Ἀναγαγὼν γὰρ τὴν ψυχὴν τοῦ Ἀδὰμ σὺν τῷ σώματι, κατῴκισεν ἐν οὐρανοῖς εἰς αἰῶνας αἰώνων (εἰς οὐρανοὺς εἰς αἰῶνα αἰῶνος). τοῦ θεωρεῖν Τοῦ βλέπειν τὸν ἄνθρωπον τὰ κάλλη τῶν οὐρανῶν καὶ τὰς ἐν αὐτοῖς δυνάμεις καὶ ἐξουσίας. καὶ ἐπισκέπτεσθαι Λέγει τὸ σῶμα τὸ δεσποτικόν· ναὸν γὰρ τοῦτο προσηγόρευσεν αὐτὸς ὁ κύριος, εἰπών· λύσατε τὸν ναὸν τοῦτον. ὅτι ἔκρυψεν Ἀφ’ οὗ γὰρ ὁ λόγος σὰρξ ἐγένετο [ὡς αὐτὸς ἠβουλήθη] καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ταύτῃ τῇ σκηνῇ (ταύτης τῆς σκηνῆς) σκεπασθεὶς ὁ ἄνθρωπος ἐρρύσθη ἀπὸ πάσης κακίας τοῦ διαβόλου. ἐσκέπασέν με Ἐν ἀποκρύφῳ λέγει τὸ μυστήριον τῆς σαρκὸς αὐτοῦ, ὅτι νοῦς ἀνθρώπου (ἀνθρώπων) καταλαβέσθαι οὐ δύναται. ἐν πέτρᾳ Ἐν τῇ πέτρᾳ τοῦ Γολγοθᾶ ἐπὶ τοῦ σταυροῦ. καὶ νῦν ἰδού Διὰ τοῦτο γὰρ κρανίου τόπος λέγεται, ὅτι ἐκεῖ ὑψώθη ἡ κεφαλὴ τοῦ ἀνθρώπου, ὡς κατὰ τῶν δαιμόνων. ἐκύκλωσα Ἐν ἐκείνῳ γὰρ τῷ τόπῳ καὶ Ἀβραὰμ ἔθυσε τὸν υἱὸν τῷ σκοπῷ· ἐκεῖ γὰρ καὶ σὰρξ ἡ δεσποτικὴ ἐτύθη, ἥτις ἐστὶ σκηνὴ τοῦ Χριστοῦ. ἀλαλαγμοῦ δέ, ὅτι εἰς τὰ πέρατα τῆς οἰκουμένης ᾄδεται τὸ πεπραγμένον. ᾄσομαι Λοιπὸν ὁ ἄνθρωπος σωθεὶς προσφέρει [τῷ κυρίῳ] τὰς λατρείας ἀκαταπαύστως. εἰσάκουσον Ἥν σοι προσφέρω μετὰ κραυγῆς ἐλεηθείς <ἐλέησον ἡμᾶς>, φησὶν ὁ ἄνθρωπος. ἐλέησόν με Τοῦτο γὰρ ἕκαστος τῶν πιστῶν ἀπὸ καρδίας λέγει. ἐξεζήτησα (Τοῦτο γὰρ ἕκαστος τῶν πιστῶν ὁμοίως λέγει).
τὸ πρόσωπόν σου Πρόσωπον γὰρ πρὸς πρόσωπον ἐσώθη ὁ ἄνθρωπος διὰ τῆς ἐνανθρωπήσεως. μὴ ἀποστρέψῃς Τουτέστιν μὴ παρίδῃς τὸ σὸν πλάσμα, ἀλλ’ ἐπίσκεψαι ὡς συμπαθής, ὡς ἐλεήμων. μὴ ἐκκλίνῃς Τουτέστιν εἰ καὶ πάλιν ἁμαρτήσει (ἁμάρτῃ) ὁ ἄνθρωπος, ὡς σάρκινος, καὶ εἰς ὀργήν σε κινήσει, ἀλλ’ αὐτὸς μὴ ἀποστραφῇς αὐτόν, ὡς ἀγαθός. βοηθός μου Τουτέστι μὴ ἀφέλῃς ἀπ’ ἐμοῦ τὴν δόξαν, ἣν δέδωκάς μοι· μὴ ἀποστραφῇς με μισήσας [τὸ γὰρ μὴ ἀποσκορακίσῃς με ἀποστραφῆναί ἐστι]. καὶ μὴ ὑπερίδῃς Μὴ παραβλέψῃς με ὡς ἀχρεῖον. ὅτι ὁ πατήρ μου Οὔτε γὰρ πατέρα [σαρκικὸν] οὔτε μητέρα εἶχεν ὁ Ἀδάμ, ὡς οὔτε πατέρα ἔσχεν ὁ κύριος κάτω οὔτε ἄνω μητέρα. αὐτὸς δὲ προσελάβετο τὸν Ἀδάμ. ὁ δὲ κύριος [Τουτέστιν ἀνελάβετό με]. νομοθέτησόν με Τουτέστιν κανόνισόν με, φησὶν ὁ ἄνθρωπος, τῷ εὐαγγελικῷ νόμῳ τῆς χάριτος. καὶ ὁδήγησόν με Μήτε δεξιᾷ μήτε ἀριστερᾷ ἐκκλίνειν, ἀλλὰ ὁδὸν ἐλευθέραν (ὁδῷ ἐλευθέρᾳ) προσκομμάτων ὁδεύειν. μὴ παραδῷς με Μὴ πάλιν ἕνεκεν τῶν δαιμόνων προσχωρήσω τοῖς εἰδώλοις· ἐχθροὶ γὰρ χαλεποὶ τοῦ ἀνθρώπου οἱ δαίμονες. ὅτι ἐπανέστησαν Ὁ λαὸς τῶν Ἰουδαίων, τῷ Χριστῷ λέγοντες· οὗτος εἶπεν, ὅτι υἱὸς θεοῦ εἰμι, ἐκείνου μὲν ἀληθεύοντος, ἐκείνων (αὐτῶν) δὲ ψευδομένων. καὶ ἐψεύσατο Ἡ ἄδικος συναγωγὴ λέγουσα· οὐκ ἔχομεν βασιλέα, εἰ μὴ καίσαρα. πιστεύσω Οἱ γὰρ δίκαιοι δι’ ὅλου εἰς ἐκείνην τὴν γῆν σπεύδουσιν.
εἰς ποίαν; εἰς τὴν τοῦ παραδείσου. ὑπόμεινον Ὑπομονῆς γὰρ χρεία τοιαύτης, ἣν ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ ὑπέμεινεν. ἀνδρίζου Ἀνδρεῖον φρόνημα ἐχέτω τοῦ πιστοῦ ἡ καρδία, τουτέστιν μὴ ἐκλυόμενον. καὶ ὑπόμεινον Τουτέστιν μὴ ἐκλυόμενοι, ἀλλὰ τῇ ἐλπίδι νευρούμενοι.
Ψαλμὸς τῷ Δαυίδ Οὗτος ὁ ψαλμὸς τοῦ Δαυὶδ ἰδικὸς (ἴδιος) ὑπάρχει, ὅθεν μετὰ προσευχῆς ἤρξατο τῆς προφητείας· ἐμφαίνει (ἐκφαίνει) δὲ καὶ περὶ τοῦ Χριστοῦ καὶ τοῦ λαοῦ τῶν Ἰουδαίων. Πρὸς σέ, κύριε, ἐκέκραξα Εὐχῇ τὴν προφητείαν ἐκέρασεν ὁ Δαυίδ. μὴ παρασιωπήσῃς Τουτέστιν μὴ παρίδῃς με, ἀλλὰ σπεῦσον εἰς τὴν ἐμὴν ἀναζήτησιν. καὶ ὁμοιωθήσομαι Ἀνελάμβανον γὰρ τὸ πρόσωπον τοῦ Χριστοῦ οἱ προφῆται καὶ ὡς περὶ ἑαυτῶν ἔλεγον· ὁ Χριστὸς γὰρ κατέβη ἐν τῷ μνήματι, ὅ ἐστι λάκκος. εἰσάκουσον Ἐδέετο γὰρ φωνῇ μεγάλῃ ὁ ἄνθρωπος, κατεχόμενος τῇ πλάνῃ τῶν εἰδώλων (δαιμόνων), προσδεχόμενος τὴν παρουσίαν τοῦ Χριστοῦ. ἐν τῷ με αἴρειν Ἑτοίμως γὰρ ὁ Ἀδὰμ ἐξέτεινε τὰς χεῖρας πρὸς τὸ σῶμα τὸ δεσποτικόν, ὅ ἐστι ναὸς θεοῦ. κρατήσας γὰρ αὐτὸν ὁ Χριστὸς ἀνέστησεν. μὴ συνελκύσῃς Τουτέστιν μὴ τάξῃς (κατατάξῃς) με μετὰ τῶν ἀπατησάντων με, ἀλλὰ ῥῦσαί με ἀπ’ (ἐξ) αὐτῶν. καὶ μετὰ ἐργαζομένων Ἰουδαίων κακοπίστων [καὶ Ἑλλήνων]· οὗτοι (αὐτοὶ) γὰρ ἐργάται (ἐρασταὶ) ἀνομίας εἰσίν. τῶν λαλούντων εἰρήνην Ὅσοι ἐν ὑποκρίσει λαλοῦσι τῷ (μετὰ τοῦ) πλησίον, ὡς οἱ Ἰουδαίων παῖδες ἐλάλουν κατὰ Χριστοῦ (κυρίου), ὑποκρινόμενοι εἰρήνην, ἐτέκταινον δὲ κακὰ κατ’ αὐτοῦ ἐξ ἀπιστίας. δὸς αὐτοῖς Καθ’ ὃ (καθὼς) ἐτεκτόνευσαν (ἐτεκτόνησαν) τὸν σταυρὸν καὶ ὑπ’ αὐτοῦ ἐσκορπίσθησαν εἰς πᾶσαν τὴν γῆν.
καὶ κατὰ τὴν πονηρίαν Ἐπετήδευον γὰρ πάντα δόλον κατὰ τοῦ Χριστοῦ, ὅπως αὐτὸν θανατώσουσιν, ὡς ἐνόμιζον. κατὰ τὰ ἔργα Ἀπέλαβον γὰρ πάντα τὰ κακά, καθ’ ὃ εἰργάσαντο τὴν ἐρήμωσιν τοῦ ναοῦ, τὴν ἀπώλειαν τῶν σκευῶν, τὴν λατρείαν, τὰς ἀπαρχάς· πάντων γὰρ <τούτων> ἐξέπεσαν ὡς κακοποιοί. ἀπόδος Τῷ Ἰούδᾳ τὸ σχοινίον, τῷ λαῷ τὴν ἀπώλειαν τῶν ἱερατικῶν στολῶν (σκευῶν) καὶ τοῦ νόμου τὴν μετάθεσιν. ὅτι οὐ συνῆκαν Σημεῖα γὰρ ἐθεώρουν γινόμενα καὶ ψιλὸν ἄνθρωπον ἔλεγον (ὠνόμαζον) τὸν Χριστόν. καὶ εἰς τὰ ἔργα Εὐεργετούμενοι γὰρ οὐκ ἐνόησαν, ἠχαρίστουν δὲ μᾶλλον ὡς ἄπιστοι. καθελεῖς αὐτούς Καθῃρέθησαν γὰρ ἐκ τῆς δόξης καὶ ἐκ τῆς συγγενείας τοῦ θεοῦ καὶ ἐλθεῖν εἰς τὴν πρώτην τάξιν (ἀξίαν) οὐ δύνανται. εὐλογητὸς κύριος Ὁ προφήτης εὐχαριστεῖ ὡς θαρρηθεὶς προειπὼν (προειπεῖν) τὰ μυστήρια τοῦ πάθους καὶ τῆς ἀναστάσεως. τὸ δὲ ὅλον ὁ Ἀδὰμ ὡς ἀνακαινισθεὶς ἐκ τῆς παραβάσεως. κύριος βοηθός μου Καὶ τοῦτο ὁ Ἀδὰμ ὡς σωθεὶς εὐχαριστεῖ. ἐπ’ αὐτῷ ἤλπισεν Πάντα γὰρ τῷ θεῷ ἐθάρρει, ἐκδεχόμενος τὴν αὐτοῦ παρουσίαν καὶ σωτηρίαν. καὶ ἀνέθαλεν Ἐκ τοῦ Δαυὶδ [γὰρ] τὸ κατὰ σάρκα [ὁ Χριστός]. καὶ ἐκ θελήματος Προθέσει γὰρ ἀγαθῇ οἱ ἐξομολογούμενοι δεκτοὶ τῷ θεῷ γίνονται. κύριος κραταίωμα Τοῦ πιστοῦ λαοῦ, τοῦ ἐξ ἐθνῶν ἐπιστρέψαντος, ἰσχὺς καὶ κράτος ὁ Χριστός.
καὶ ὑπερασπιστής Τῶν οἴκων τῶν ἁγίων, οὓς ὁ Χριστὸς ὁ υἱὸς συνεστήσατο, ἐν οἷς ἡ σωτηρία τῶν ἀνθρώπων πράττεται. αὐτὸς γὰρ ὑπερασπίζει ὁ Χριστός. σῶσον τὸν λαόν Τὸν λαὸν τὸν πιστόν, ὃν περιεποιήσω τῷ σώματι καὶ τῷ αἵματι τοῦ Χριστοῦ εἰς κατάσχεσιν ἑαυτῷ. καὶ ποίμανον Οἱ γὰρ ὑπὸ τοῦ Χριστοῦ ποιμαινόμενοι ἐπαίρονται εἰς ὕψος ἀρετῆς καὶ δόξης εἰς αἰῶνα αἰῶνος.
Ψαλμὸς τῷ Δαυὶδ ἐξοδίου σκηνῆς Ἐπροφήτευσε τὸ πνεῦμα, ὅτι ἐκβληθήσονται τοῦ ναοῦ οἱ Ἰουδαῖοι [καὶ τοῦ νόμου] καὶ τῆς χάριτος ὡς ἀχάριστοι. ἐνέγκατε Ἡ προφητεία σημαίνει τοὺς ἀποστόλους, ὡς καὶ ἐπὶ θρόνων μέλλοντας τότε καθέζεσθαι καὶ κρίνειν. περὶ αὐτῶν οὖν φησίν· ἐνέγκατε τὴν ἐκκλησίαν τῶν ἐθνῶν τῷ θεῷ, τουτέστιν προσαγάγετε αὐτούς. ἐνέγκατε—υἱοὺς κριῶν Τὰ (γὰρ) ἔθνη ὡς κριοὶ ὠμοὶ καὶ ἀνυπότακτοι ἐγένοντο. ὡς οὖν ἄρνας ἁπαλούς, τὸν νέον λαὸν προσαγάγετε τῷ θεῷ <τῷ κυρίῳ>. ἐνέγκατε—τιμήν Πάντες γὰρ οἱ πιστεύσαντες δοξάζοντες (δοξάζονται), ὥσπερ τιμὴν ἕκαστος προσφέρει διὰ τῆς προσκυνήσεως [τῷ θεῷ]. ἐνέγκατε—ὀνόματι αὐτοῦ Κηρύξατε, φησίν, εἰς πάντα τὰ ἔθνη τὸ ὄνομα τοῦ Χριστοῦ, ὅπως ἐν πάσῃ τῇ γῇ δοξάζηται τὸ ὄνομα τοῦ Χριστοῦ καὶ θεοῦ. προσκυνήσατε Ἐν τῷ νυμφῶνι τῆς ἀναστάσεως· αὕτη γὰρ [αὐλὴ ἁγία] ὑπάρχει ὡς οἰκητήριον θεοῦ καὶ παρεμβολὴ ἀγγέλων καὶ σηκὸς προφητῶν· νόει δὲ τὴν ἐκκλησίαν. φωνὴ κυρίου Ὅταν τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Ἰορδάνην κατῆλθεν, αὕτη φωνὴ τοῦ πατρός, ἐσήμανε δὲ τὸ βάπτισμα. ὁ θεὸς τῆς δόξης Πότε; ὅταν ἡ φωνὴ τοῦ πατρὸς ἐγένετο ἐξ οὐρανοῦ λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου, ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· [αὐτοῦ ἀκούετε]. κύριος ἐπὶ ὑδάτων Ὁ Χριστὸς ἐν Ἰορδάνῃ βαπτιζόμενος, δι’ αὐτοῦ ἁγιάζων πάντα τὰ ὕδατα.
φωνὴ κυρίου Ἐνίσχυσε γὰρ τότε τὸν Ἰωάννην [εἰπών], ὅπως (ἵνα) δυνηθῇ κεφαλῆς ἅψασθαι θεοῦ. φωνὴ—ἐν μεγαλοπρεπείᾳ Μεγαλοπρεπῆ γὰρ ἔδειξε τότε τὸν υἱόν (Χριστόν), ἵνα γνῶσι πάντες, ὅτι θεοῦ ὁ υἱός. φωνὴ—κέδρους Τοὺς ὑπερηφάνους ὡς ὑψηλούς· τῆς φωνῆς γὰρ τότε μαρτυρούσης (μαρτυρησάσης) τῷ υἱῷ, τῶν ἀπίστων τὸ ὕψος συνετρίβη. συντρίψει Τοὺς δαίμονας, ὡς ὑπερηφάνους καὶ ὡς ἀεὶ χαίροντας τῷ Λιβάνῳ. ὁ Λίβανος γὰρ ὄρος θυσιῶν λέγεται. συνέτριψε δὲ τούτους ἡ Χριστοῦ παρουσία, παύσασα τὴν τῶν εἰδώλων μανίαν. καὶ λεπτυνεῖ Μόσχος γὰρ ἦν εἴδωλον ἐν τῷ Λιβάνῳ. ὥσπερ γὰρ αἱ θυσίαι τῶν εἰδώλων ἀφανεῖς ἐγένοντο, οὕτως καὶ οἱ δαίμονες ἀφανεῖς ἐγένοντο, ὡσεὶ (οἵ εἰσιν) κέδροι ἐλικμήθησαν. καὶ ὁ ἠγαπημένος Ὁ Χριστός, ὡς υἱὸς τῆς μονοειδοῦς ἀληθείας, τουτέστι τοῦ πατρὸς τῆς ἀληθείας. φωνὴ—φλόγα πυρός Ὅταν τοῖς ἀποστόλοις τὸ πῦρ κατεμέρισεν ὡς γλώσσας· ἑνὶ γὰρ ἑκάστῳ μερίζων αὐτάς, ἀνάγκη διακοπῆναι (διακόπτειν) [ἤτοι μερισθῆναι καὶ διαχωρισθῆναι] ποιεῖ. φωνὴ—ἔρημον Τὴν ἐκκλησίαν δηλαδή· ἔρημος γὰρ ἦν, συνέσεισε δὲ αὐτήν, μεταβαλὼν εἰς θεογνωσίαν. πᾶν γὰρ τὸ μεταφερόμενον ἀνάγκη σεισθῆναι. φωνὴν δὲ λέγει τὸ κήρυγμα τοῦ λόγου, ἤχησε γὰρ ὡς βροντή. συνσείσει—καδής Καδὴς ἑρμηνεύεται ἁγίασμα, ὅ ἐστιν ἡ ἐκκλησία. ἔτι γὰρ συνέσεισεν αὐτήν, μεταβαλὼν ἀπὸ ἀκαθαρσίας εἰς ἁγίασμα δόξης.
φωνὴ—ἐλάφους Τοὺς ἀποστόλους. αἱ γὰρ ἔλαφοι ὀξεῖς τῷ δρόμῳ εἰσίν. τῶν ἀποστόλων δὲ τοὺς δρόμους κατήρτισε ἡ φωνὴ τοῦ Χριστοῦ, ἡνίκα ἔλεγε πρὸς αὐτούς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. καὶ ἀποκαλύψει δρυμούς Τοὺς τῶν ἐθνῶν· ὥσπερ γὰρ ἐν τοῖς δρυμοῖς, τουτέστιν ἐν τοῖς ἄλσεσι, θηρία οἰκοῦσιν, οὕτως καὶ ἐν τῇ πλάνῃ τῶν εἰδώλων ὡς ἐν συνοχῇ ἦσαν τὰ ἔθνη. ἀπεκαλύφθησαν δὲ οὗτοι, φωτισθέντες τῇ χάριτι. καὶ ἐν τῷ ναῷ Ἐν τῇ ἐκκλησίᾳ· ναὸς γὰρ θεοῦ αὕτη, ἐν αὐτῇ πᾶς τις, τουτέστιν καὶ δίκαιοι καὶ ἁμαρτωλοὶ δοξάζουσι. νόει δὲ καὶ ναὸν τὸ σῶμα τὸ δεσποτικόν· ἐν αὐτῷ γὰρ πᾶσα πνοὴ δοξάζει τὸν θεόν. κύριος τὸν κατακλυσμόν Τὰ ὕδατα λέγει τοῦ βαπτίσματος, ὡς κατακλυσμὸν τῶν δαιμόνων καὶ τῶν ἁμαρτωλῶν ποιοῦντα καὶ πλύνοντα τὸν ἄνθρωπον. καὶ καθιεῖται Μετὰ γὰρ τὸ πρᾶξαι ταῦτα πάντα τὸν Χριστόν (θεόν), ἀνελθὼν (ἀπελθὼν) εἰς οὐρανοὺς (ἐν οὐρανοῖς) καθέζεται βασιλεὺς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. κύριος ἰσχύν Τῷ λαῷ τῷ πιστῷ δώσας (δοὺς) τὸ σῶμα αὐτοῦ καὶ τὸ αἷμα εἰς βρῶσιν καὶ πόσιν. διὰ γὰρ βρώσεως καὶ πόσεως ἔχει τὴν ἰσχὺν ὁ ἄνθρωπος. κύριος εὐλογήσει Ἐν τῷ εἰπεῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.
Εἰς τὸ τέλος· Ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ Περὶ τῆς ἐκκλησίας ἡ προφητεία λέγει εἰς τὸ τέλος· ἐπὶ τέλει γὰρ ὁ Χριστὸς [ἐλθών], ἐγκαινίζει τὴν ἐκκλησίαν. ὑψώσω σε Ἡ ἐκκλησία λέγει πρὸς τὸν κύριον (Χριστόν)· ὑψώσω σε, κύριε, τουτέστι δοξάσω σε, ὅτι με χαμαὶ κειμένην ἀνέστησας. καὶ οὐκ ηὔφρανας Ἐχθροὺς λέγει τοὺς δαίμονας, οἵτινες αὐτὴν ἐσκέλισαν τῇ πλάνῃ· οὐκέτι γὰρ οὗτοι κατεχάρησαν τῆς ἐκκλησίας. κύριε ὁ θεός μου Ἤκουσας γὰρ βοώσης μου καὶ οὐ παρεῖδες ὡς ἀγαθός. κύριε, ἀνήγαγες Ὁ Χριστὸς ἀναστὰς καὶ ἀναγαγὼν τὴν ψυχὴν τοῦ Ἀδάμ [ἐκ σκότους]. ἔσωσάς με Τῶν κατεχομένων ἐν τῷ ᾅδῃ· λάκκον γὰρ λέγει τὸν ᾅδην. ἐκεῖθεν γὰρ ἀνέβη ἡ τοῦ κυρίου ψυχή, καθὼς γέγραπται τῷ προφήτῃ. ψάλατε τῷ κυρίῳ Ὁσίους λέγει τοὺς ἐλευθερωθέντας ἐκ τῶν δεσμῶν τοῦ ᾅδου· οὗτοι, φησί, δοξάσουσι τὸν κύριον ἐπὶ τῷ γεγονότι. καὶ ἐξομολογεῖσθε Ἐξομολογούμενοι γὰρ οἱ πιστοὶ καὶ ὑμνοῦντες τὴν μνήμην τοῦ Χριστοῦ ἐπιτελοῦσι <τὸν νόμον> διὰ τῆς προσφορᾶς τοῦ ἄρτου καὶ τοῦ ποτηρίου. ὅτι ὀργή Ἐν γὰρ τῷ θυμῷ ὀργὴ τοῖς ἁμαρτωλοῖς, ἐν δὲ τῷ θελήματι ζωὴ τοῖς δικαίοις. τὸ ἑσπέρας Λέγει τὸν σταυρὸν καὶ τὸ πάθος, ἐν ᾧ πενθοῦσιν (ἐπένθουν) οἱ πιστοί. καὶ εἰς τὸ πρωί Τὴν ἀνάστασιν λέγει· πρωΐας γὰρ ἐγένετο. αὕτη γάρ ἐστι ἀγαλλίασις τοῦ γένους τῶν ἀνθρώπων.
ἐγὼ δὲ εἶπα Εὐθηνίαν λέγει τὸ πληθυνθῆναι τὴν πίστιν τοῦ νέου λαοῦ, ἥτις (ἤτοι) οὐκ ἐκλείψει εἰς τὸν αἰῶνα αἰῶνος. κύριε, ἐν τῷ θελήματι Κάλλος λέγει τὴν πίστιν, τουτέστιν ταύτην δυνάμωσον καὶ μενεῖ (ἵνα μείνῃ) ἀκλινής. ἀπέστρεψας Ἡνίκα γὰρ ἔξω ἐτύγχανε θεοῦ ὁ λαὸς τῶν ἐθνῶν, τεταραγμένος ἦν τῇ συγχύσει (συνοχῇ) τῶν εἰδώλων. πρὸς σέ, κύριε Πρὸς σὲ γὰρ βοήσας ἐν τῇ μετανοίᾳ τῶν ἐθνῶν ὁ λαός· αὐτὸς δὲ ὁ σωτὴρ παρεγένετο εἰς τὴν βοήθειαν αὐτοῦ (αὐτῶν). τίς ὠφελία Ὁ Χριστὸς λέγει· τίς, φησίν, ὠφέλεια ἐν τῷ πάθει μου; ἡ τῶν ἐθνῶν ἐπιστροφή, ἡ σωτηρία τοῦ ἀνθρώπου. μὴ ἐξομολογήσεται Οἱ γὰρ λεπτυνθέντες ὑπὸ τῶν δαιμόνων ἀνεπιτήδειοι λοιπὸν πρὸς ἐπιστροφὴν ἦσαν (εἰσίν). λέγει δὲ καὶ τὸν Ἀδάμ, ὡς φθαρέντα. ἤκουσεν κύριος Ἤκουσε τὸν στεναγμὸν τοῦ λαοῦ τοῦ πιστοῦ καὶ ὡς ὁ θεὸς οὐ παρεῖδεν, ἀλλ’ ἠλέησε. κύριος ἐγενήθη Κατελθὼν ἐξ οὐρανοῦ καὶ ζητήσας τὸ πλανώμενον καὶ ἐπιστρέψας (ἐπέστρεψεν). ἔστρεψας Ἐκόπτετο γὰρ θρηνῶν, μαστιζόμενος ὑπὸ τῶν δαιμόνων ὁ ἄνθρωπος· Χριστοῦ δὲ παραγενομένου ἠλευθερώθη τῇ χάριτι (δεξάμενος τὴν χάριν). διέρρηξας Ἦν γὰρ ῥακώδη καὶ ῥυπαρὰ φορῶν ὁ ἄνθρωπος, ἅπερ ἐνέδυσεν αὐτὸν ἡ σπεῖρα τῶν δαιμόνων, ἀλλὰ ταῦτα διαρρήξας καὶ ἀπορρίψας ὁ Χριστὸς ἐνέδυσεν (ἀνέδυσεν) αὐτὸν τὴν χάριν.
ὅπως ἂν ψάλῃ Σωθεὶς γὰρ ὁ ἄνθρωπος διηνεκῶς δοξάζει <τὸν θεόν>, μηκέτι κατηφὴς γινόμενος. κύριε ὁ θεός μου Διηνεκῶς γὰρ ἕως τοῦ αἰῶνος δοξάζων ὁ ἄνθρωπος οὐ παύεται.
Εἰς τὸ τέλος. Ψαλμὸς τῷ Δαυὶδ ἐκστάσεως Θεωρήσας γὰρ ὁ προφήτης τὰ ἐπὶ τέλει μυστήρια, μέλλοντα τελεῖσθαι, ἐξέστη τῷ θαύματι. Ἐπὶ σοί, κύριε Ὁ προφήτης φησί· κύριε, μὴ κενώσῃς (μὴ βραδύνῃς) ἡμῶν τὴν ἐλπίδα, ἀλλὰ τάχυνον τὸ μυστήριον τῆς σῆς ἐνανθρωπήσεως· ἐν τῇ δικαιοσύνῃ Δίκαιος ὢν ὡς θεός, ῥῦσαί με ἀπὸ τῶν [συκοφαντῶν καὶ] ἀπίστων καὶ ἐξελοῦ με τῆς φροντίδος καὶ εἰς πέρας ἄγαγε τὸ μυστήριον τῆς σῆς παρουσίας. κλῖνον Τουτέστιν ἐπικάμφθητι τῇ εὐχῇ μου, λέγει ὁ Ἀδάμ, καὶ τάχυνον τοῦ ἐξελέσθαι με ἐκ τῆς συνοχῆς τῶν δαιμόνων <εἰδώλων>. γενοῦ μοι Τουτέστι φρόντισόν μου ἐπὶ τοῦ θεοῦ, φησὶν ὁ Ἀδὰμ τῷ Χριστῷ, ὡς μεσίτης θεοῦ καὶ ἀνθρώπων. καὶ εἰς οἶκον Δός μοι, φησὶν ὁ ἄνθρωπος, τὴν ἐκκλησίαν, ἵνα ἐν αὐτῇ καταφεύγω ὡς εἰς λιμένα σωτηρίας καὶ σώζωμαι ἐκ τῶν πονηρῶν ἐχθρῶν [μου]. ὅτι κραταίωμά μου Ὁ θεὸς τοῦ ἀνθρώπου κραταίωμα καὶ καταφυγή ἐστιν. καὶ ἕνεκεν τοῦ ὀνόματος, Τῷ γὰρ ὀνόματι τοῦ Χριστοῦ ἐσώθη ὁ ἄνθρωπος, ὁδηγηθεὶς τὴν ὁδὸν τῆς σωτηρίας καὶ τραφεὶς τῷ σώματι καὶ τῷ αἵματι τοῦ Χριστοῦ. ἐξάξεις Οἱ δαίμονες (μὲν) ἀεὶ τῷ ἀνθρώπῳ, ἀλλὰ καὶ οἱ Ἰουδαῖοι τῷ Χριστῷ· ἐζήτουν γὰρ παγιδεῦσαι λόγῳ τὸν ἀπλάνητον. εἰς χεῖράς σου Ὁ υἱὸς πρὸς τὸν πατέρα (φησίν), βεβαιῶν τὴν ἐνανθρώπησιν. ἐλυτρώσω με Ἀπὸ τῆς πλάνης τῶν δαιμόνων <εἰδώλων> τὸν ἄνθρωπον.
ἐμίσησας Ἰουδαίων παῖδες (παῖδας), οἵτινες ἕως σήμερον κενῶς καὶ ματαίως φυλάττουσι τὴν ἔχθραν τῷ σωτῆρι. ἐγὼ δέ—ἐπὶ τῷ ἐλέει σου Ὁ προφήτης θεωρήσας (θαρρήσας) τὰ μυστήρια, τὰ ὑπ’ αὐτοῦ κηρυχθέντα, εἰς πέρας ἐρχόμενα, ἐν πολλῇ χαρᾷ ἀγαλλιᾶται τῷ πνεύματι. ὅτι ἐπεῖδες Ἐν πολλῇ γὰρ ταπεινώσει ὑπῆρχεν (ὑπάρχει) ὁ ἄνθρωπος, ἐν τῇ πλάνῃ τῶν εἰδώλων. ταῦτα δὲ πάντα ὁ Χριστὸς βοᾷ ἐκ προσώπου τοῦ ἀνθρώπου. ἔσωσας Τῶν περιεχουσῶν τὸν ἄνθρωπον, ἃς ἐπήγαγον αὐτῷ οἱ δαίμονες, ὡς οἱ Ἰουδαῖοι τῷ Χριστῷ. καὶ οὐ συνέκλεισάς με Ἐλυτρώσατο γὰρ ὁ Χριστὸς τὸν ἄνθρωπον ἐκ τῶν χειρῶν τοῦ διαβόλου. ἔστησας Πᾶσαν γὰρ τὴν γῆν ἐκκαθάρας, ἐλευθέραν τῷ ἀνθρώπῳ κατέστησεν. ἐλέησόν με Ὁ Χριστὸς ἐκ προσώπου τοῦ ἀνθρώπου θλιβόμενος ἐπὶ τοῦ σταυροῦ. ἐταράχθη Τουτέστιν ἀπέστησα τὸν ὀφθαλμόν μου ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων ἐν θυμῷ καὶ ὀργῇ μεγάλῃ. ἡ ψυχή μου Ἤλγησα τουτέστιν ἐπὶ τὸν λαόν [τῶν Ἰουδαίων]· καὶ ψυχὴ γὰρ καὶ γαστὴρ (καρδία) ἤλγησαν, ὡς σὰρξ θεοῦ ὑπάρχοντες. ὅτι ἐξέλιπεν Ἐπὶ τοῦ σταυροῦ τὸ κατὰ σάρκα. ἠσθένησεν Ὁ Ἀδὰμ πτωχεύσας ἀπὸ τοῦ θεοῦ. καὶ τὰ ὀστᾶ Κρεμάμενος ἐπὶ τοῦ σταυροῦ. παρὰ πάντας Τὸν ὀνειδισμὸν λέγει, ὃν ἐπὶ τοῦ σταυροῦ ὑπέμεινεν ὁ Χριστὸς ὑπὸ τῶν ἀνόμων (παρανόμων) Ἰουδαίων. καὶ τοῖς γείτοσιν Καὶ οἱ ἀπόστολοι καὶ πάντες οἱ γνωστοὶ ἐν φόβῳ θεοῦ ἐγένοντο ἐν τῇ ὥρᾳ τοῦ πάθους.
οἱ θεωροῦντές με Ἐν ἐκείνῃ γὰρ τῇ ὥρᾳ τοῦ σταυροῦ ἔφυγον οἱ μαθηταί, ὀδυρόμενοι (κλαύσαντες). ἐπελήσθην Οὐκέτι γὰρ προσεδόκησαν οἱ θεωροῦντες ζῆν αὐτὸν ἐπὶ τοῦ σταυροῦ. ἐγενήθην Ἐλογίσθην, φησίν, ὡς ἄνθρωπος θνητός. ὅτι ἤκουσα ψόγον Ἤκουεν (ἤκουσεν) γὰρ ὡς θεὸς τοὺς διαλογισμοὺς πάντων· ὡς ἐλοιδόρουν (λοιδορούντων) αὐτὸν δοξάζοντες αὐτόν, ὅτι οὐ ζῇ. ἐν τῷ συναχθῆναι Καὶ μετὰ τὸν σταυρὸν πάλιν συνήχθησαν [γὰρ] συκοφαντῆσαι τὴν ἀνάστασιν. ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα Ἐγὼ δέ, φησίν, ᾔδειν ὡς θεός, ὅτι σὺν τῷ πατρί εἰμι, ἀλλ’ ὑπέμεινα πάντα διὰ τὸν ἄνθρωπον. ἐν ταῖς χερσίν σου Ἐν τοῖς κόλποις γὰρ τοῦ πατρὸς ηὐλίζετο καὶ παρ’ αὐτῷ ἦσαν οἱ κλῆροι αὐτοῦ, ἀλλ’ ἡ (ἥ τε) θεότης καὶ ἡ δόξα Χριστοῦ τοῦ θεοῦ. ῥῦσαί με Λέγει τῶν Ἰουδαίων, τῶν ἐχθρῶν τοῦ κυρίου (θεοῦ)· διώκοντες γὰρ τὸν κύριον οὐκ ἐπαύσαντο. ἐπίφανον Αὕτη ἡ φωνὴ τοῦ Ἀδάμ· ὅταν γὰρ ἐπεφάνη (ἐπέφανεν) τοῖς νεκροῖς ἡ ζωή, τότε ὁ Ἀδὰμ ἠλευθερώθη. σῶσόν με Καὶ αὕτη ἡ φωνὴ τοῦ Ἀδὰμ πρὸς τὸν θεόν. κύριε, μὴ καταισχυνθείην Καὶ αὕτη πάλιν φωνὴ τοῦ Ἀδάμ· μὴ πάλιν αἰσχυνθῶ, ὀνειδιζόμενος ὑπὸ τῶν δαιμόνων. αἰσχυνθείησαν Ἰουδαῖοι, ὡς ἀσεβήσαντες εἰς Χριστόν, μετ’ αἰσχύνης εἰς ᾅδου κατῆλθον. ἄλαλα γενηθήτωσαν Τὰ τῶν Ἰουδαίων λέγει, ὡς μετὰ δόλου ἐλάλουν τῷ σωτῆρι, ἐνεφράχθησαν (ἐνεφράγησαν) δὲ τῷ καιρῷ τῆς ἀναστάσεως.
τὰ λαλοῦντα Λέγοντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν. ἐν ὑπερηφανίᾳ Εὐτέλιζον γὰρ λέγειν αὐτὸν θεόν, ἐξουδενοῦντες αὐτόν. ὡς πολὺ τὸ πλῆθος Πολλῇ γὰρ χρηστότητι ὁ κύριος ἐχρήσατο εἰς τοὺς Ἰουδαίους (ἐχαρίσατο Ἰουδαίοις), μακροθυμῶν ἐπ’ αὐτούς, ὡς καὶ λέγει· πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι, τί ποιοῦσι. ἧς ἔκρυψας Ἀπέκρυψε (ἐπέκρυψε) γὰρ ὁ κύριος τὴν χρηστότητα ἀπὸ τῶν Ἰουδαίων καὶ ἐπήγαγεν αὐτὴν ἐπὶ τὰ ἔθνη. ἐξειργάσω Τουτέστιν παρέσχε τοῖς ἔθνεσι τὴν δωρεὰν τῆς χάριτος· τὰ ἔθνη γὰρ ἤλπισαν ἐν ἀληθείᾳ ἐπὶ τὸν κύριον. ἐναντίον Κατ’ ὀφθαλμοὺς τῶν Ἰουδαίων ἐσώθησαν τὰ ἔθνη. ἀνθρώπους λέγει Ἰουδαίους ὡς νομομαθεῖς, τὰ δὲ ἔθνη ἦσαν ὡς κτήνη. κατακρύψεις Ἔκρυψε γὰρ τὰ ἔθνη ὁ θεὸς ἐν τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ. ἀπὸ ταραχῆς Τῷ γὰρ θορύβῳ τῶν Ἰουδαίων τὰ ἔθνη οὐκ ἐκοινώνησαν (ἐπεκοινώνησαν). σκεπάσεις Ἐν τῇ σαρκὶ γὰρ τοῦ Χριστοῦ (κυρίου) ἐσκέπετο ἡ θεότης, μὴ ὁρωμένη ὀφθαλμοῖς σαρκός, μάλιστα τοῖς ἀντιλέγουσιν Ἰουδαίοις. εὐλογητὸς κύριος Ἐν τῇ γὰρ περιοχῇ τῆς πόλεως Ἰερουσαλήμ, τουτέστιν ἔξωθεν τῆς πόλεως ἐπράχθη ἡ σωτηρία <τῶν ἀνθρώπων>, ἐν ᾗ ἐθαυμαστώθη ὁ ἄνθρωπος ἐλεηθείς. ἐγὼ δὲ εἶπα Ἐνόμισαν γὰρ ὡς ἐν ἐκστάσει γεγονότες οἱ ἄπιστοι, ὅτι ὡς ἄνθρωπος ψιλὸς παρεδόθη ὁ κυριακὸς ἄνθρωπος καὶ οὐ ζῇ.
διὰ τοῦτο εἰσήκουσας Ὅταν ἐπὶ τοῦ σταυροῦ ἐβόησεν ὁ Χριστός· ἐλωεί, ἐλωεί, τότε τοῦ Ἀδὰμ προσεδέχθη (προσηνέχθη) ἡ προσευχὴ (δέησις) ὑπὸ τοῦ Χριστοῦ καὶ θεοῦ. ἀγαπήσατε Τότε γὰρ πάντες οἱ ἅγιοι προσέδραμον τῷ Χριστῷ ἐν ἀγάπῃ καὶ μένουσι διηνεκῶς. ὅτι ἀληθείας ἐκζητεῖ Ὡς ἀληθινὸς τοὺς ἐν ἀληθείᾳ προσκυνοῦντας αὐτὸν προσίεται. καὶ ἀνταποδίδωσιν Ἕλλησί τε καὶ Ἰουδαίοις, οἵτινες ἐπιμένουσι τῇ ἀπιστίᾳ. ἀνδρίζεσθε Τουτέστιν ἀνδρεῖον φρόνημα ἀναλάβετε [πάντες] οἱ πιστοί, μηκέτι περιφερόμενοι παντὶ ἀνέμῳ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.