Ἀλληλούια Προτροπὴ τῶν πιστῶν, ὥστε ἀκαταπαύστως τὸν θεὸν ὑμνεῖν. ἐξομολογεῖσθε Ἐξομολογεῖσθε, φησί, τοῖς προφήταις [τοσαύτην χρηστότητα καὶ] τοσοῦτον ἔλεος ὁρῶντες τοῦ θεοῦ, μὴ ἀθυμεῖτε, ἀλλὰ προσέλθατε· ἕτοιμος γὰρ ὁ θεὸς πάντας προσίεσθαι. τίς λαλήσει Τίς, φησί, δυνατὸς εἰπεῖν, τί βεβούλευται (βούλεται) ὁ κύριος περὶ τοῦ ἀνθρώπου. ἀκουστάς Τίς, φησί, δύναται ἀξίως αἰνέσαι τὸν κύριον, καθώς ἐστιν, ἢ διηγήσασθαι τὸ πλῆθος τῆς αἰνέσεως, ἧς αἰνοῦσιν αἱ ἐπουράνιαι δυνάμεις. μακάριοι Μακάριοι γὰρ ἀληθῶς, ὅσοι τὴν ἡμέραν ἐκείνην τῆς κρίσεως πρὸ ὀφθαλμῶν ἔχουσι καὶ τὸ δίκαιον κρίνοντες τῷ πλησίον καὶ τὸ δίκαιον ἐργαζόμενοι διὰ παντός. στεφανοῦνται γὰρ οὗτοι καὶ δοξάζονται. μνήσθητι Ἐν τῷ θελήματί σου, φησίν, ᾧ ἔσωσας τὸν λαόν σου, τὸν Ἰσραήλ, μνήσθητι καὶ τοῦ λαοῦ σου τοῦ ἐξ ἐθνῶν, ὃν προώρισας. ἐπίσκεψαι Προανεφώνει γὰρ ὁ προφήτης δηλῶν τὴν πρόφασιν τοῦ Χριστοῦ. τοῦ ἰδεῖν Τοὺς ἀποστόλους, δῆλον· αὐτοὶ γὰρ ἐκλεκτοί, αὐτοὶ τὸν Χριστὸν τοῦ θεοῦ τοῖς ἀνθρώποις ὑπέδειξαν. εὐφρανθῆναι Τοῦ λαοῦ λέγει τοῦ ἐξ ἐθνῶν τὴν εὐφροσύνην τὴν μυστικήν, ἣν οἱ πιστοὶ εὐφραίνονται καθεκάστην. τοῦ ἐπαινεῖσθαι Συνεδοξάσθησαν γὰρ καὶ οἱ ἐξ Ἰσραήλ, πιστεύσαντες μετὰ τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν, ἐπαινεθέντες ὑπὸ (ἀπὸ) θεοῦ. ἡμάρτομεν Αὕτη ἡ φωνὴ τοῦ λαοῦ τῶν Ἑβραίων.