Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Σύντομος ἑρμηνεία
Ερμηνεία εις τους Ψαλμούς 50-61
Εξηγητικά σχόλια στους ψαλμούς 50 έως 61, που αφορούν τη μετάνοια, την αποδοκιμασία των Ιουδαίων, την έλευση του Χριστού και την προστασία των πιστών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τους Ψαλμούς 50-61
Εξηγητικά σχόλια στους ψαλμούς 50 έως 61, που αφορούν τη μετάνοια, την αποδοκιμασία των Ιουδαίων, την έλευση του Χριστού και την προστασία των πιστών.
Εἰς τὸ τέλος. ψαλμὸς τῷ Δαυίδ. Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ, τὴν γυναῖκα τοῦ Οὐρίου Ἐν τῷ ποιῆσαι τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν τὸν Δαυὶδ πέμπεται πρὸς αὐτὸν Ναθὰν ὁ προφήτης, ὃ ἑρμηνεύεται δόσις. ᾔδει γὰρ ὁ θεός, ὅτι δοθήσεται ἄφεσις τῷ προφήτῃ, ἐμπεσόντι (ἐν τῷ πεσεῖν αὐτὸν) εἰς τὸ φρέαρ τῆς πλάνης. Βηρσαβεὲ γὰρ φρέαρ ἑρμηνεύεται. τύπος γὰρ ὁ Δαυὶδ πᾶσι τοῖς μετανοοῦσιν ἐγένετο, γράψας ψαλμὸν ἐξομολογήσεως. ἐλέησόν με Μεγάλου ἐλέους χρεία μοι, φησὶν ὁ Δαυίδ· μεγάλη γὰρ ἡ ἁμαρτία μου ἐγένετο. καὶ κατὰ τὸ πλῆθος Πολλῶν οἰκτιρμῶν χρεία πρὸς τὸ τραῦμα τῆς ἁμαρτίας· ὑπέρογκον γὰρ καὶ βαρὺ γέγονεν. εἰ οὖν θεραπεύεις τὸ τραῦμα, καὶ τὴν οὐλὴν περίελαι (πάριδε), ἵνα μὴ ἔχῃ (ἔχω, σχῶ) μῶμον. ἐπὶ πλεῖον Ἐὰν γὰρ μὴ σύ με πλύνῃς ἀπὸ τῆς παρανομίας μου, οὐκ ἔστιν ἄλλος ὁ δυνάμενος πλῦναί με ἀπ’ αὐτῆς. αἰνίττεται δὲ καὶ τὸ βάπτισμα. καὶ ἀπὸ τῆς ἁμαρτίας Τουτέστιν εἰ τὴν ἀνομίαν συγχωρεῖς, συγχώρησον καὶ τὴν ἁμαρτίαν, κἀκεῖ μὲν τότε τοῖς δάκρυσιν, ὧδε δὲ μετέπειτα τοῖς ὕδασι τοῦ βαπτίσματος. ὅτι τὴν ἀνομίαν Οἶδα γάρ, πῶς ἔπραξα τὴν ἀνομίαν (ἁμαρτίαν)· διὰ τοῦτο αἰτοῦμαι τὴν συγχώρησιν. καὶ ἡ ἁμαρτία Οὐ μόνον γάρ, ὅτι ἔπραξα τὸ κακόν, ἀλλὰ καὶ καρπός μοι ἐξ αὐτῆς ἐβλάστησεν, ὃν βλέπων ἀεὶ συνταράσσομαι.
σοὶ μόνῳ ἥμαρτον Σοὶ μόνῳ ἐγνώσθη τὰ ἔργα μου ὡς θεῷ, καὶ διὰ τοῦτο σοῦ μόνου χρῄζω πρὸς τὴν συγχώρησιν. ὅπως ἂν δικαιωθῇς Τίς γὰρ ἀνταποκριθήσεταί σοι, δικαίως κρίνοντι (κρίνων) τὸν ἁμαρτωλὸν ὡς θεός. καὶ νικήσῃς Ὅταν γὰρ κρίνῃς τὰ ἐν ἡμῖν πεπραγμένα, τότε αὐτὸς τῆς νίκης ἐπανῄρησαι τὸ τρόπαιον, ὡς δίκαιος κριτής. ἰδοὺ γάρ Οὐκ ἐν τῇ γαστρὶ μόνον, ἀλλ’ ἐπειδὴ παρέλαβόν με (παρεσυνελαβόμην) τὰ ἔργα τῆς παρανομίας, τὰ τοῦ φόνου καὶ τὰ τῆς ἀλλοτρίας κοίτης, ἣν παρανόμως ἐσύλησα. καὶ ἐν ἁμαρτίαις Τὰ τῆς ἡδονῆς αἰνίττεται ὁ προφήτης. ἰδοὺ γὰρ ἀλήθειαν Ὡς ἀληθὴς θεὸς ἀλήθειαν ἠγάπησας (ἀγαπᾷς)· ἐγὼ δέ, φησί, τῷ ψεύδει προσεχώρησα. τὰ ἄδηλα Τῇ προφητείᾳ, φησί, κατεκόσμησάς με, ἔδειξάς μοι (ἐδίδαξας) τὰ μήπω γεγονότα καὶ ἐπὶ τούτοις [πᾶσιν] ἀμελήσας ὠλίσθησα. ῥαντιεῖς με Προμηνύει ὁ προφήτης τὸ βάπτισμα, ἐπειδὴ ὁ νόμος ὑσσώπῳ περιερραίνετο· ὕσσωπος δέ ἐστι τὸ ἄνθος τοῦ καλάμου. πλυνεῖς με Ὁ θεὸς (Χριστὸς) γὰρ ὅπου (ὁπότε) συγχώρησιν νεύσει (νεύει), καθάρσιόν ἐστι μέγιστον, λευκαίνεται δὲ ἡ ψυχὴ ὑπὲρ χιόνα. νόει δέ μοι τὸ βάπτισμα. ἀκουτιεῖς [Τὰ τῆς σῆς παρουσίας προσμηνύσας μοι μυστήρια, ἐν ᾗ ἔμελλον ἀγαλλιᾶσθαι οἱ πιστοί.]
ἀγαλλιάσονται Μετὰ γὰρ τῆς ψυχῆς καὶ τὰ ὀστᾶ μου συνετάραξε καὶ συνέτριψεν ἡ ἁμαρτία, φησὶν ὁ προφήτης· λέγει δὲ καὶ τὴν ἀνάστασιν τοῦ Χριστοῦ, δι’ ἧς τῷ πολλῷ χρόνῳ [φθειρόμενα τὰ] ὀστᾶ τῶν δικαίων ἠγαλλιάσαντο. ἀπόστρεψον Τουτέστιν μὴ στηρίσῃς τὸ πρόσωπόν σου ἐπὶ τὰς ἁμαρτίας μου, ἀλλὰ πάριδε ὡς θεός. καὶ πάσας Ἐὰν γὰρ θέλῃς, νεύσεις καὶ πᾶσαι ἐξαλείφονται. καρδίαν καθαράν Ὡς γὰρ αὐτὴν ἔκτισας ἀπ’ ἀρχῆς, οὕτως καὶ νῦν καθάρας αὐτὴν κτίσον καινήν. καὶ πνεῦμα Τὸ ἅγιόν σου πνεῦμα οἴκησον ἐντός μου, ἵνα ὁ ἔσωθεν καὶ ὁ ἔξωθεν καθαρθῇ ἄνθρωπος. μὴ ἀπορρίψῃς Μὴ βδελύξῃς με ῥερυπωμένον τῇ ἁμαρτίᾳ, ἀλλὰ ἀνακαίνισόν με τῇ χάριτι (ἀρετῇ). καὶ τὸ πνεῦμα Τουτέστι μὴ κωλύσῃς (καταλύσῃς) τὸ πνεῦμά σου ἀπ’ ἐμοῦ, ὡς ῥυπωθέντος μου, ἀλλ’ ὡς τὸ ἀπ’ ἀρχῆς φωτισάτω (φώτισόν) μου τὴν καρδίαν. ἀπόδος μοι Εἰ συγχωρεῖς μοι, φησί, τὴν ἁμαρτίαν μου, δός μοι καὶ τὴν προφητείαν μου. καὶ πνεύματι Πνεύματι ἀρχικῷ, ἵνα καὶ τὴν βασιλείαν μὴ ἀπολέσω, [καὶ τὴν προφητείαν] πλήρωσόν με, ἵνα δύναμαι πάλιν λαλεῖν περὶ τῶν μελλόντων καὶ τῆς ἐλεύσεώς σου. διδάξω ἀνόμους Ὡς ἔχων πεῖραν τῆς ἁμαρτίας καὶ τῆς παρανομίας, συμβουλεύσω χρηστὰ τοῖς παρανομοῦσι, τοῦ λοιποῦ πορεύεσθαι ἐν ὁδῷ δικαιοσύνης. καὶ ἀσεβεῖς Ἀκούσαντες γὰρ καὶ ἀσεβεῖς τὰ κατ’ ἐμέ, τῷ φόβῳ ἐπιστραφήσονται πρὸς σέ (ἐπὶ σοί).
ῥῦσαί με Τοῦ μηκέτι μολῦναι μου τὰς χεῖρας ἐν αἵματι, καθὼς ἐπὶ τοῦ Οὐρίου. ἀγαλλιάσεται Καθαρθεῖσα γὰρ ἤρξατο λαλεῖν τὰ μεγαλεῖα τοῦ θεοῦ ὡς προφήτης. κύριε, τὰ χείλη μου Καθαρθέντα γὰρ τὰ χείλη διὰ τῆς μετανοίας (τῇ μετανοίᾳ) δύναται πάλιν τὰ τῆς προφητείας φθέγγεσθαι. ὅτι εἰ ἠθέλησας Ἀλλ’ οὐκέτι ταῖς νομικαῖς θυσίαις εὐδοκεῖς. ὁλοκαυτώματα Τῇ γὰρ ἀναιμάκτῳ θυσίᾳ, τῇ δι’ εὐχῆς, θεραπεύῃ καὶ τῇ διὰ τῆς ταπεινώσεως. θυσία τῷ θεῷ Παρὰ γὰρ τῷ θεῷ ἡ ταπείνωσις ἐκλεκτή, καθὼς αὐτός φησι· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. καρδίαν συντετριμμένην Οὔτε γὰρ πλοῦτος οὔτε δυναστεία οὔτε οὐσία δυσωποῦσι τὸν θεόν, ὡς καρδία ταπεινή (καθαρά). ἀγάθυνον Τῆς νέας Ἰερουσαλήμ, ἥτις ἐστὶν ἡ ἐκκλησία, ἐφ’ ἣν ἀγαθύνθητι στηριχθῆναι τὰ τείχη, τουτέστιν πληθυνθῆναι τοὺς πιστούς, οἵτινές εἰσι τείχη. τότε εὐδοκήσεις [Τότε. πότε; ὅταν πληθυνθῇ ἡ πίστις καὶ πλεονάσῃ ἡ χάρις, τότε τὸ θέλημα τοῦ θεοῦ γινέσθω (γενήσεται).] ἀναφοράν Τότε γὰρ τῷ πυρὶ τοῦ πνεύματος τοῦ ἁγίου σφραγίζονται οἱ πιστοί, ἀναφέροντες ἑαυτοὺς τῷ θεῷ τῷ ἁγίῳ. τότε ἀνοίσουσιν Τοὺς διὰ τοῦ βαπτίσματος ἀναγεννωμένους, ὡς ἁπαλὰ μοσχάρια, προσφέροντες τῇ τραπέζῃ τῇ μυστικῇ.
Εἰς τὸ τέλος· συνέσεως τῷ Δαυίδ. ἐν τῷ ἐλθεῖν Ἡ προφητεία λέγει (ἐλέγχει) τὸν διάβολον. Δοὴκ γὰρ ἑρμηνεύεται σάλος. τίς δὲ σείει τὰ καλῶς ἑστῶτα ἢ ὁ διάβολος; Ἰδουμαῖα πάλιν ἑρμηνεύεται ἐκλείπουσα· ὁ διάβολος δὲ ἐξέλιπεν ἀπὸ πάσης δυναστείας.
Σαοὺλ πάλιν ἑρμηνεύεται αἰτητός· τοῦτον γὰρ ᾐτήσατο ὁ σατανᾶς, ὅ ἐστι τύπος τοῦ Ἰούδα ἐν τῷ εἰπεῖν· ἦλθε Δαυὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. Ἀβιμέλεχ δέ ἐστι πατρὸς βασιλεία, ὅ ἐστιν ὁ Χριστός, εἰς τοὺς κόλπους τοὺς πατρῴους. τί ἐγκαυχᾷ Τί, φησί, καυχᾶται ὁ διάβολος ὡς δυνατός, ὡς ἰδίᾳ δυνάμει ποιήσας παθεῖν τὸν Χριστόν; μὴ γένοιτο (οὐ γάρ), ἀλλ’ αὐτὸς εὐδοκήσας ἔπαθεν. ἀνομίαν ὅλην τὴν ἡμέραν, ἀδικίαν ἐλογίσατο Ὅλον γὰρ τὸν αἰῶνα μένει μαρτυρούμενος (τιμωρούμενος, τηρούμενος), ὡς πονηρὰ λογισάμενος κατὰ τοῦ κυρίου (Χριστοῦ) καὶ θεοῦ. νόει δὲ καὶ τὸν Ἰούδαν. ὡσεὶ ξυρόν Χρηστὰ λαλοῦσα περὶ Χριστοῦ, τεκταίνουσα δὲ τὸν φόνον διὰ τὸν Ἰούδαν (διὰ τοῦ Ἰούδα). ἠγάπησας Τὴν ἀποστολὴν μισήσας ὁ Ἰούδας καὶ προσχωρήσας τοῖς Ἰουδαίοις. ἀδικίαν Ἀντὶ γὰρ τοῦ εἰπεῖν· προσκυνήσατε τῷ Χριστῷ, κρατήσατε αὐτόν, λέγει.
Διάψαλμα· διαίρεσις τοῦ λόγου. ἠγάπησας πάντα Εἰπὼν ὁ Ἰούδας· τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν, καὶ τῷ μὲν διδασκάλῳ ἐλάλει ὡς μαθητής, τοῖς δὲ Ἰουδαίοις συνεφώνει ὡς ἔμπορος. διὰ τοῦτο ὁ θεός Ἄρας ἀπὸ τοῦ Ἰούδα τὴν ἀποστολὴν τῆς χάριτος καὶ ἀπορρίψας (ἀπορριφεὶς) εἰς τέλος. ἐκτίλαι σε Ἐξέσπασε γὰρ τὸν Ἰούδαν ἀπὸ τοῦ τόπου αὐτοῦ καὶ μετέστησεν εἰς τὴν γέενναν. καὶ τὸ ῥίζωμά σου Οὔτε γὰρ ἔτι ῥιζωθήσεται ὁ Ἰούδας ἐν τῇ γῇ τῆς ἐπαγγελίας, οὔτε ὁ διάβολος εἰς τὴν ἀξίαν τοῦ ἀρχαγγέλου στήσεται.
Διάψαλμα· ἀνοχὴ τοῦ πνεύματος. καὶ ὄψονται Οἱ λοιποὶ ἀπόστολοι, ἑωρακότες τὴν τοῦ Ἰούδα ἔκπτωσιν, ἐν φόβῳ πολλῷ ἐγένοντο. καὶ ἐπ’ αὐτόν Καταγνώσονται, φησίν, τοῦ Ἰούδα λέγοντες· διὰ τί καταλείψας τὸ φῶς, τῷ σκότει προσεχώρησας (προσεχώρησεν); ἰδοὺ ἄνθρωπος Πάντες οἱ πιστοὶ ἐροῦσι· βλέπε, ταλαίπωρος ὁ ἄνθρωπος, [τί ἐποίησε· πῶς] ἀφῆκε τὴν ζωὴν καὶ τῷ θανάτῳ προσεκολλήθη. ἀλλὰ ἐπήλπισεν Ὀλίγοις ὀβολοῖς ἀντηλλάξατο, φησί, τὴν δόξαν τοῦ θεοῦ καὶ τὴν ἑαυτοῦ ζωήν. καὶ ἐδυναμώθη Ὑπέμεινε (ἐπέμεινε), φησί, τῇ κακίᾳ καὶ οὐ μετεμελήθη τῇ μετανοίᾳ, μὴ λογισάμενος θεὸν εἶναι τὸν διδάσκαλον. ἐγὼ δὲ ὡσεὶ ἐλαία Ὁ χορὸς τῶν ἀποστόλων ταῦτα βοᾷ ἐν παρρησίᾳ, μείναντες ἐν τῷ οἴκῳ τῆς πίστεως καὶ καρποφοροῦντες τὰς ἀρετάς. ἤλπισα Ὁ γὰρ μισθὸς τῶν ἀποστόλων καὶ πάντων τῶν δικαίων οὐκ ἐκλείπει (ἐκλείψει) εἰς τὸν αἰῶνα. ἐξομολογήσομαί σοι Ὁ χορὸς τῶν ἁγίων λέγει πρὸς τὸν θεόν· δοξάζομέν σε, κύριε, ὅτι ἐποίησας θαυμαστὰ πράγματα διὰ τὸν ἄνθρωπον. καὶ ὑπομενῶ Πᾶς γὰρ ἄνθρωπος, ὁ βουλόμενος ἐπιτυχεῖν τῆς αἰωνίου ζωῆς, ἐν ὑπομονῇ κτᾶται τὴν ψυχήν, καθὼς ὁρᾷ τοὺς ἁγίους ὑπομείναντας (ὑπομένοντας).
Εἰς τὸ τέλος, ὑπὲρ Μαελέθ· συνέσεως τῷ Δαυίδ Ἐπὶ τέλει γὰρ νομίσας νενικηκέναι τὸν Χριστόν, ὁ διάβολος χορεύειν ἤρξατο. Μαελὲθ γὰρ χορεύεσθαι (χορευτὴς) ἑρμηνεύεται. ὑπὲρ τούτου οὖν ἐλέγξαι τὸν διάβολον ἡ προφητεία προεκήρυξεν.
Εἶπεν ἄφρων Ὁ διάβολος [ἄφρων]· ἄφρονα γὰρ πανταχοῦ ἡ γραφὴ τὸν διάβολον λέγει, ὡς ἀφρονήσαντα καὶ ἀπολέσαντα τὴν ἀξίαν. ὁμοίως δὲ καὶ Ἕλληνες. διέφθειραν Οἱ δαίμονες, ὡς διαφθαρέντες τῆς ἀξίας, βδελυκτοὶ ἐγένοντο (γενόμενοι) παρὰ τῷ θεῷ. οὐκ ἔστιν ὁ ποιῶν Ὁ διάβολος καὶ οἱ δαίμονες, ὡς πονηροί. ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ Ὁ Χριστὸς μετὰ σαρκὸς ἐπιδημήσας τῇ γῇ (ἐπὶ τῆς γῆς). τοῦ ἰδεῖν Διὰ τοῦτο γὰρ ἦλθε ζητῆσαι [καὶ σῶσαι] τὸ ἀπολωλός· ᾔδει γάρ, ὅτι οὐδεὶς συνιεῖ ζητῆσαι τὸν θεόν. πάντες ἐξέκλιναν Ἐν γὰρ τῷ ἐκκλῖναι ἀπὸ τοῦ θεοῦ πάντες ἀχρεῖοι ἦσαν πρὸς ἐπιστροφὴν λοιπόν. οὐκ ἔστιν ποιῶν Τουτέστιν οἱ δαίμονες· ἔργον γὰρ ἀγαθὸν οὐκ ἦν (ἔστιν) παρ’ αὐτοῖς (ἐν αὐτοῖς) παντελῶς. οὐχὶ γνώσονται Οἱ δαίμονες καὶ ὅσοι τούτοις ἐξηκολούθησαν, μαθήσονται μετ’ οὐ πολὺ τὴν ἑαυτῶν ἀπώλειαν καὶ καταστροφήν. οἱ ἔσθοντες Κατέπιον γὰρ οἱ δαίμονες πάντας τῇ πλάνῃ, κατεσθίοντες τοῖς ὀδοῦσι, τουτέστιν τοῖς εἰδώλοις τῶν θυσιῶν. ἐκεῖ φοβηθήσονται Ἐκεῖ γὰρ ἐν τῷ χωρίῳ τῆς κρίσεως φόβῳ πολλῷ κρατηθήσονται, ὃν οὐκ ἐδεδοίκεσαν δι’ ἀπιστίαν (ἀποστασίαν). νόει δέ μοι καὶ τοὺς Ἰουδαίους, ὡς φόβῳ πολλῷ μέλλοντας [τότε] κρατεῖσθαι. ὅτι ὁ θεὸς διεσκόρπισεν Οἵτινες ἀρέσκειν ἀνθρώποις μᾶλλον σπεύδουσι καὶ οὐχὶ θεῷ, σκορπίζεται τούτων ἡ δυναστεία. ὀστᾶ γὰρ ἡ ἰσχὺς νοεῖται.
κατῃσχύνθησαν Ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅταν ἀπὸ θεοῦ ῥιφῶσιν οἱ ἁμαρτωλοί, τότε λαμβάνουσι τὴν αἰσχύνην τὴν αἰώνιον, καθάπερ (ὥσπερ) οἱ Ἰουδαῖοι τότε. τίς δώσει Ὁ κύριος δίδωσιν ἐν τῇ ἐκκλησίᾳ τὴν σωτηρίαν τῷ νέῳ λαῷ, ὅ ἐστιν ὁρατὸς θεοῦ· Ἰσραὴλ γὰρ ὁρῶν θεὸν (κύριον) ἑρμηνεύεται. ἐν τῷ ἀποστρέψαι Τότε τοῦ λαοῦ τῶν Ἑβραίων, ὕστερον δὲ τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν· αἰχμάλωτος γὰρ ἦν τοῖς δαίμοσιν. ἀγαλλιάσεται Ἑκάτερα ὁ Χριστός, καὶ Ἰακὼβ καὶ Ἰσραήλ· αὐτὸς γὰρ εὐφραίνεται ἐπὶ τοῖς σωζομένοις.
Εἰς τὸ τέλος· συνέσεως τῷ Δαυίδ. Ἐν τῷ ἐλθεῖν ... Ἐπὶ τέλει, φησί, πληρουμένων τῶν καιρῶν (ἐτῶν, καὶ) συνετιζομένης τῆς ἀνθρωπότητος ὑπὸ τοῦ Χριστοῦ· Δαυὶδ γὰρ ὁ Χριστός, ὡς ἱκανὸς χειρί. ζηλώσαντες οἱ δαίμονες, ὅ ἐστιν οἱ Ζειφαῖοι, ἐνδιαβάλλουσι τὸν Χριστόν. ὁ θεός, ἐν τῷ ὀνόματι Ταῦτα ὁ προφήτης βοᾷ τῷ θεῷ, ὡς διωκόμενος ὑπὸ τῶν ἐχθρῶν· σῶσόν με, φησί, καὶ κρῖνον τὴν κρίσιν μου, ὅτι ἀδίκως διώκομαι. τύπος δὲ ἦν τοῦ Χριστοῦ τὸ τελούμενον. ὁ θεός, εἰσάκουσον Ὁ Ἀδὰμ ὡς θλιβόμενος [βοᾷ]· εἰσάκουσον τῆς προσευχῆς μου ὡς θεὸς καὶ ἐνώτισαι, τουτέστιν μὴ παρέργως μου δέξῃ τὴν προσευχήν· πολλοὶ γὰρ οἱ ἐχθροί μου καὶ πανταχοῦ. ὅτι ἀλλότριοι Οἱ Ἰουδαῖοι κατὰ τοῦ Χριστοῦ, ὡς ἀλλοτριωθέντες ἀπὸ τοῦ θεοῦ καὶ εἰδώλοις προσχωρήσαντες (προσκυνήσαντες). καὶ κραταιοί Ἄρχοντες ὡς Πιλᾶτος καὶ βασιλεῖς ὡς Ἡρώδης· οὗτοι κραταιῶς κρατοῦντες. οὐ προέθεντο Οὐ συνῆκαν, ὅτι ὁ θεός ἐστιν ὁ λαλῶν μετ’ αὐτῶν.
Διάψαλμα· μετάθεσις τοῦ λόγου. ἰδοὺ γὰρ ὁ θεός Τῷ πιστῷ καὶ κατὰ θεὸν ἀνθρώπῳ, ὡς ὁ πατὴρ τῷ υἱῷ, βεβαιῶν τὴν ἐνανθρώπησιν. καὶ ὁ κύριος Τῆς τοῦ Ἀδάμ, ἣν αὐτὸς ἀνεδέξατο. ἀποστρέψει Τοῖς δαίμοσιν, οἵτινες τὸν ἄνθρωπον ἐσκέλισαν· οὗτοι (αὐτοὶ) γὰρ οἱ ἐχθροὶ τοῦ ἀνθρώπου. ἐν τῇ ἀληθείᾳ Ὡς ὁ θεὸς ἀληθὴς ἐξεδίωξε τοὺς δαίμονας ἀπὸ (ἐκ) τοῦ ἀνθρώπου. ἑκουσίως Ὅταν γὰρ ἀνένηψεν ὁ ἄνθρωπος ἀπὸ τῆς πλάνης, θελήματι ἰδίῳ θύει τῷ θεῷ τὴν διηνεκῆ εὐχήν. ἐξομολογήσομαι Μετὰ γὰρ φωνῆς αἰνέσεως ἐξομολογοῦνται οἱ πιστοὶ τῷ θεῷ. ὅτι ἐκ πάσης θλίψεως Ἣν ἐπήγαγον οἱ δαίμονες τῷ ἀνθρώπῳ. καὶ ἐν τοῖς ἐχθροῖς Ἐπέβλεψε γὰρ ἐπὶ τοὺς δαίμονας καὶ ἔθραυσεν αὐτούς.
Εἰς τὸ τέλος, ἐν ὕμνοις· συνέσεως τῷ Δαυίδ Περὶ τῶν ὕμνων, τῶν ἐπὶ τοῦ Χριστοῦ, εἰς σύνεσιν τῶν μελλόντων πιστεύειν. Ἐνώτισαι Ὁ προφήτης ἐκ προσώπου τοῦ ἀνθρώπου (Ἀδὰμ) βοᾷ, [ὡς τοῦ Χριστοῦ μέλλοντος ἀναλαμβάνειν τὸν ἄνθρωπον· δός, κύριε, τὰ ὦτά σου ἐμοί (ἐπ’ ἐμέ), καὶ μὴ ὑπερίδῃς με, κείμενον νεκρὸν τῇ ἁμαρτίᾳ.] πρόσχες μοι Ἐπίβλεψον ἐπὶ τὴν πτῶσίν μου, ἵνα βοῶντός μου εἰσακούσῃς ὡς θεός. ἐλυπήθην Ἐφρόντιζε γὰρ ὁ ἄνθρωπος χρονίζοντος τοῦ κυρίου καὶ ἐν πολλῇ λύπῃ ἐτύγχανε, μή ποτε ἄρα καταλειφθῇ εἰς τέλος. ἀπὸ φωνῆς Οἱ δαίμονες γὰρ ὠνείδιζον καὶ ὁ διάβολος ἠπείλει· κυκλόθεν οὖν συνείχετο ὁ ἄνθρωπος. ὅτι ἐξέκλιναν Εὑρόντες γὰρ τὸν ἄνθρωπον τῇ ἀνομίᾳ κεκλιμένον (κλινόμενον) ἐκονδύλιζον αὐτὸν ἐπεμβαίνοντες. ἡ καρδία [Ἐκ τῆς συνοχῆς τῶν κακῶν.] καὶ δειλία θανάτου ἐπὶ παντὸς ἀνθρώπου φοβερὸς ὁ θάνατος· βεβαιῶν δὲ τὴν σάρκα ὁ κύριος, ἵνα δείξῃ, ὅτι ἀληθινὸς ἦν ἄνθρωπος, ἐδειλίασεν (ἐδειλία) ἐν τῷ καιρῷ τοῦ πάθους. φόβος καὶ τρόμος Ἔλεγε γάρ· νῦν ἡ ψυχή μου τετάρακται, ἵνα δείξῃ, ὅτι ἀληθινὴν σάρκα ἐνεδύσατο. καὶ ἐκάλυψεν Τουτέστιν ὁ τάφος, ἐν ᾧ ἐτέθη ὁ κυριακὸς ἄνθρωπος τὸ τριήμερον. καὶ εἶπα· τίς δώσει Ὡς περιστερὰ γὰρ καθαρὰ ἐκ τοῦ τάφου ἀνῆλθεν, ἄφθαρτος καὶ ἀκέραιος [ὢν] ὁ Χριστός. πετασθήσομαι Ἀναστὰς γὰρ ἐν τοῖς κόλποις τοῖς πατρῴοις κατέπαυσεν.
ἰδοὺ ἐμάκρυνα Ἐν ταῖς ἐρήμοις γὰρ ηὐλίζετο [ἀεὶ] ὁ κύριος, μακρύνων ἀπὸ τῶν ἀνθρώπων ὡς θεός· πολὺ γὰρ τὸ διάφορον θεοῦ καὶ ἀνθρώπων· ἐπανεπαύετο γὰρ τῇ ἐκκλησίᾳ (ἀνεπαύσατο γὰρ ὁ κύριος ἐν τῇ ἐκκλησίᾳ), ἥτις ἔρημος ἦν τὸ πρότερον, περὶ ἧς γέγραπται· εὐφράνθητι ἔρημος διψῶσα.
Διάψαλμα· μεταβολὴ τοῦ λόγου. προσεδεχόμην Ἡ ἐκκλησία ἀπεκδεχομένη τὸν Χριστόν, ἐν πολλῇ λειποθυμίᾳ (προθυμίᾳ) ἦν, ἀπὸ τῆς συνοχῆς τῶν εἰδώλων ξηραινομένη· καταιγὶς γὰρ ξηραίνει, πιανθῆναι δὲ ἐζήτει (ζητεῖ) τῷ βαπτίσματι. καταπόντισον Ἐπόντισε γὰρ τοὺς δαίμονας ἐν τῷ βαπτίσματι καὶ τούτων τὰς γλώσσας ἀπέτεμε τοῦ μηκέτι λυσσᾶν ἐπὶ τὸν ἄνθρωπον (κατὰ τοῦ ἀνθρώπου) καὶ τὴν ἐκκλησίαν (τῆς ἐκκλησίας). ὅτι εἶδον ἀνομίαν Ἐν τῇ πόλει, ἣν ᾠκοδόμησεν ἡ ἁμαρτία. ἐν αὐτῇ γὰρ πολιτεύονται (πολιτεύεται) ἀμφότερα· καὶ ἡ ἀνομία καὶ ἡ ἀντιλογία. λέγει δὲ τὴν ἀρχαίαν Ἰερουσαλήμ, ἥτις καὶ αὐτὴ πλήρης ἀνομίας ἦν. ἡμέρας καὶ νυκτός Οὔτε γὰρ ἡμέρας οὔτε νυκτὸς παύεται ἡ ἀσέβεια, οἰκοδομοῦσα τείχη τῇ ἁμαρτίᾳ [καὶ ἰσχυροποιοῦσα]. ἀνομία καὶ πόνος Τῆς ἀρχαίας Ἰερουσαλήμ· ἐν αὐτῇ γὰρ ἐπράχθη ἡ παρανομία τῶν Ἰουδαίων. ὁ κόπος, ὃν ἐκοπίασαν εἰς μάτην κατὰ τοῦ Χριστοῦ, καὶ ἡ ἀδικία, ἣν ἠδίκησαν τὰς ἑαυτῶν ψυχάς. καὶ οὐκ ἐξέλιπεν Τόκον λέγει τὸ ἀργύριον, ὃ ἐτόκισαν ἀγοράσαντες τὸν κύριον· δόλον δέ, ὃν ὁ Ἰούδας ἔκρυπτε συνδιάγων (συνάγων) τῷ διδασκάλῳ. ὅτι εἰ ἐχθρὸς ὠνείδισεν Εἰ γὰρ ἐχθρὸς ἦν ὁ παραδιδούς με καὶ μὴ μαθητής, ἀνάγκη καὶ ὑπομένειν. καὶ εἰ ὁ μισῶν Εἰ γάρ, φησί, μισούμενός τις ἀπ’ ἐμοῦ ἢ μισῶν ἐμὲ ἠπείλει μοι ἢ κατεσκήπτετό μου, ἀνάγκη ὑπομένειν.
σὺ δέ, ἄνθρωπε Πρὸς τὸν Ἰούδαν ὁ λόγος· ἰσόψυχος γὰρ ἦν ὡς μαθητής, ἡγεμὼν δέ, ὅτι πάντα αὐτὸς ἐκράτει· γνωστὸς δέ, ὅτι πάντα ἐγίνωσκε τὰ σημεῖα, ἃ ἐποίει (ἐποίησεν) ὁ κύριος, καὶ οὐδὲν ἔκρυπτεν αὐτὸν ὁ κύριος, ὡς ἀπόστολον, ὡς μαθητήν. ὃς ἐπὶ τὸ αὐτό Καὶ γὰρ ἐν τῷ ἐσθίειν καὶ πίνειν αὐτὸς διηκόνει ὡς βαστάζων τὸ γλωσσόκομον καὶ τὰ βαλλόμενα ἐν αὐτῷ. ἐν τῷ οἴκῳ Οὐχὶ καθ’ ἡμέραν ἤμην ἐν τῷ ἱερῷ, φησί, καὶ διὰ τί οὐκ ἐκρατήσατέ με; ἐλθέτω θάνατος Ἰουδαίοις ἠπείλησεν ὁ λόγος· αὐτοὶ γὰρ ᾐτήσαντο λέγοντες· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. ὅτι πονηρίαι [Ἔτι γὰρ ζῶντες πλήρεις ἦσαν τῆς πονηρίας.] ἐγὼ πρὸς τὸν θεόν Ὁ Χριστὸς ὡς ἄνθρωπος προσεύχεται (προσευχόμενος) διὰ τὴν ἐνανθρώπησιν, ἵνα μὴ νομισθῇ σκιά. ἑσπέρας καὶ πρωί Ἑσπέρας τὸ πάθος, πρωὶ ἡ ἀνάστασις, μεσημβρίας ἐπὶ τοῦ σταυροῦ ἀπέδωκε τὸ πνεῦμα· ἀπὸ γὰρ ἕκτης ὥρας σκότος ἐγένετο ἕως ὥρας ἐννάτης. ἀπαγγελῶ Ταῦτα ὁ προφήτης φησί· διηγήσομαι τὰ περὶ τοῦ Χριστοῦ πᾶσι καὶ ἀπήγγειλα προαναφωνήσας· εἰσηκούσθην δέ, ὅτι πάντα ἐτελέσθησαν ἐν καιρῷ αὐτῶν. λυτρώσεται Περὶ τῶν ἐχθρῶν, τῶν νοητῶν καὶ αἰσθητῶν καὶ οἰκειακῶν, ἐκ προσώπου τοῦ Χριστοῦ ὁ προφήτης βοᾷ· ἦν γὰρ ἐγγὺς Ἰούδας.
ὅτι ἐν πολλοῖς Μετὰ τῶν ἀνθρωπίνων ἐχθρῶν καὶ οἱ δαίμονες κατὰ τοῦ Χριστοῦ (Χριστοῦ καὶ θεοῦ ἀνθρώπου) πολεμοῦντες· ἦν γὰρ καὶ Ἰούδας σὺν τῷ Χριστῷ καὶ τοῖς ἀποστόλοις. εἰσακούσεται Ὁ πρὸ τῶν αἰώνων ὢν καὶ νῦν ἀναστὰς ἐκ νεκρῶν· αὐτὸς γὰρ καὶ αἰσθητοὺς καὶ νοητοὺς [ἐχθροὺς] ἐταπείνωσε.
Διάψαλμα· ἀνοχὴ τοῦ λόγου. οὐ γάρ ἐστιν Οὐκέτι γὰρ μεταλλαγῆναι ἠδυνήθησαν Ἰουδαῖοι, ὥστε φοβηθῆναι τὸν Χριστόν, ὅτι ἐστὶν θεός, ἀλλ’ ἔμειναν ἐν τῇ ἀπιστίᾳ αὐτῶν. ἐξέτεινεν τὴν χεῖρα Ὁ Ἰούδας ἐν τῷ ἀποδιδόναι τὸν κύριον καὶ λαβεῖν τὰ ἀργύρια· ἀνάγκῃ γὰρ ἐξέτεινεν τὴν χεῖρα καὶ λαμβάνει τὸ ἀργύριον, δακτυλοδεικτῶν. ἐβεβήλωσαν Οἱ Ἰουδαῖοι, λύσαντες τὸν νόμον καὶ προφήτας ἀθετήσαντες (ἀποκτείναντες). διεμερίσθησαν Διὰ ὀργὴν καὶ θυμὸν ἴδιον ἐχωρίσθησαν τοῦ προσώπου τοῦ θεοῦ, ὅ ἐστι διεμερίσθησαν. καὶ ἤγγισεν Τῶν Ἰουδαίων αἱ καρδίαι τῷ ᾅδῃ καὶ τῇ ἀπωλείᾳ. ἡπαλύνθησαν Ὅταν ἔλεγον πρὸς τὸν κύριον οἱ Ἰουδαῖοι δόλῳ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ. ἐπίριψον Ὁ κατὰ θεὸν ἄνθρωπος ἀεὶ τῷ θεῷ ὀφείλει καταλιμπάνειν τὴν φροντίδα· πάντα γὰρ ἐκ θεοῦ ἔχει ὁ ἄνθρωπος, τὴν ζωήν, τὴν κίνησιν, τὴν ἀνατροφήν. οὐ δώσει Τουτέστιν τῷ Χριστῷ· οὔτε γὰρ ἐσαλεύθη ποτέ, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. σὺ δέ, ὁ θεός Εἰς τὸν βόθυνον (βυθὸν) τοῦ λάκκου, ὃν ὤρυξαν, ὡς ἐδόκουν, τῷ σωτῆρι· ἐκεῖ γὰρ ἐφθάρησαν τῇ ἀπιστίᾳ καὶ τῇ δυσσεβείᾳ αὐτῶν. ἄνδρες αἱμάτων Οἱ γὰρ φονεῖς καὶ οἱ δόλιοι ἡμιτελεῖς ἀπέρχονται (ἀνέρχονται)· οὐ γὰρ πληροῦσιν ἡμέρας ἀγαθάς. αἰνίττεται δὲ τὸν Ἰούδαν, ὡς μὴ τελέσαντα τὴν ἀποστολήν. ἐγὼ δὲ ἐλπιῶ Ὁ κυριακὸς ἄνθρωπος, ὡς γεγονὼς αἰώνιος.
Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ ... Ἐστηλίτευσεν ἡ προφητεία τὸν λαὸν τῶν Ἰουδαίων, μακρυνθέντα ἀπὸ τῶν ἁγίων ἐπὶ τέλει τῶν αἰώνων, ὅταν ἐκράτησαν αὐτὸν ἐν Γέθ. ἑρμηνεύεται δὲ ληνὸς ἡ Γέθ, ἣν ἐν τῷ σταυρῷ ἐπάτησεν ὁ Χριστός, δῆλον κρατηθεὶς ὑπὸ τῶν πεσόντων Ἰουδαίων. ἀλλόφυλοι γὰρ πίπτοντες ἑρμηνεύονται.
Ἐλέησόν με Ὁ Χριστὸς βοᾷ ὡς ἄνθρωπος περὶ τοῦ Ἰούδα. ὅλην τὴν ἡμέραν Οὐκ ἐπαύσατο γὰρ ὁ Ἰούδας τῇ ἡμέρᾳ τῆς προδοσίας (προδόσεως) ὧδε κἀκεῖσε περιτρέχων. κατεπάτησάν με Οἱ Ἰουδαῖοι ὅλην τὴν ἡμέραν ἐκείνην τοῦ πάθους ἐμπαίζοντες τῷ σωτῆρι οὐκ ἐπαύσαντο. ὅτι πολλοί Οἱ δαίμονες ἐκ τοῦ ἀέρος νύσσοντες τοὺς Ἰουδαίους κατὰ τοῦ Χριστοῦ. οὐ φοβηθήσομαι Οὔτε γὰρ τὴν ἡμέραν τοῦ πάθους φοβούμενος ἐβόα, ἀλλ’ ἵνα δείξῃ, ὅτι ἀληθινῶς ἐνηνθρώπισεν. ἐν τῷ θεῷ Οἱ γὰρ λόγοι τοῦ σωτῆρος ἐν τῷ πατρὶ καὶ οἱ τοῦ πατρὸς ἐν τῷ υἱῷ. ἐν τῷ θεῷ ἤλπισα Πότε γὰρ ἡ σὰρξ ἀνθρώπου ἰσχύει (ἴσχυεν) στρατεύεσθαι κατὰ τοῦ θεοῦ (Χριστοῦ); ὅλην τὴν ἡμέραν Ὁπότε γὰρ ἐδίδασκεν ὁ Χριστός, οἱ Ἰουδαῖοι κατεγέλων λέγοντες· πόθεν οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς; κατ’ ἐμοῦ πάντες Ἅπαντες γὰρ ἐσκέπτοντο, ποίῳ τρόπῳ θανατώσουσιν αὐτόν. παροικήσουσιν Κυκλοῦντες [γὰρ] παρέμενον, τί εὕρωσιν καὶ ποῖον δόλον ἐργάσωνται κατὰ τοῦ Χριστοῦ. αὐτοὶ τὴν πτέρναν Παρετήρουν (παρετηροῦντο) γάρ, φησί, τὸν κύριον, εἰ ἐν σαββάτῳ θεραπεύει, ἵνα κατηγορήσωσιν αὐτοῦ (αὐτόν). ὑπὲρ τοῦ μηδενός Ἐβούλετο γὰρ ὁ κύριος εἰς οὐδὲν θέσθαι τὰ γεγενημένα (γενόμενα) καὶ συγχωρῆσαι αὐτοῖς, ἵνα μετανοήσαντες σωθῶσιν· αὐτοὶ δὲ οὐ συνῆκαν. ἐν ὀργῇ Τοὺς τῶν Ἰουδαίων λαοὺς λέγει, οἵτινες κατήλθησαν ἀπὸ τῆς ἀξίας αὐτῶν.
ὁ θεὸς τὴν ζωήν Ὁ πιστὸς ἄνθρωπος τῷ θεῷ πάντα θαρρεῖ. ἔθου τὰ δάκρυα Ἐζήτησεν γὰρ ὁ θεὸς τὰ δάκρυα τῆς μετανοίας παρὰ τοῦ λαοῦ, ὁποῖα εἶχεν, ὅτε (ὅταν) αὐτοῖς ἐπηγγέλλετο πρὸ τοῦ παρανομῆσαι αὐτούς. ἐπιστρέψουσιν Αἰσχυνθέντες μετὰ τὴν ἀνάστασιν [τοῦ κυρίου] οἱ Ἰουδαίων παῖδες. ἐν ᾗ ἂν ἡμέρᾳ Ὁπόταν γὰρ μετανοήσαντες ἐπεκαλέσαντο τὸν θεόν, εὗρον αὐτὸν ὑπακούοντα. ἐπὶ τῷ θεῷ Οὔτε γὰρ δίχα θεοῦ φθέγγονται οἱ δίκαιοι. —αἰνέσω λόγον Καὶ τοὺς λόγους καὶ τὰ ἔργα τῷ κυρίῳ ἀνατίθενται οἱ πιστοί· πάντα γὰρ αὐτῷ θαρροῦσιν. ἤλπισα Οὔτε γὰρ φόβον ἀνθρώπων δεδοίκασιν οἱ ἅγιοι, τῷ φόβῳ τοῦ θεοῦ νευρούμενοι. ἐν ἐμοί, ὁ θεός Ἐν γὰρ τῷ ἀνθρώπῳ, τῷ κατὰ θεὸν ζῶντι, διηνεκῶς (διηνεκὴς) θυσία τῷ θεῷ ἡ εὐχὴ ὑπάρχει. ὅτι ἐρύσω Τὴν ψυχὴν τοῦ Ἀδὰμ ὁ Χριστὸς ἀναλαβών [αὐτήν]. τοὺς ὀφθαλμούς μου Τὸν δόλον λέγει τῶν εἰδώλων. τοῦ εὐαρεστῆσαι Ἐν φωτὶ τῶν ἀγγέλων· αὐτοὶ γὰρ ἀεὶ ζῶσιν ὡς ἀσώματοι.
Εἰς τὸ τέλος. μὴ διαφθείρῃς ... Τὰ ἐπὶ τέλει στηλιτεύεται, τουτέστιν ὑποδείκνυται τῷ Δαυίδ, ὅ ἐστιν ὁ Χριστός, εἰς τὸ σπήλαιον τῆς Βηθλεὲμ εἰσερχόμενος, λανθάνων τὸν διάβολον. τύπος γὰρ τοῦ Χριστοῦ ἐστιν ὁ Δαυίδ.
Ἐλέησόν με Ὁ λόγος περὶ τοῦ Ἀδάμ· ὁ προφήτης βοᾷ ἐκ προσώπου τοῦ Χριστοῦ, ὁ Χριστὸς πάλιν ἐκ προσώπου τοῦ Ἀδάμ· διπλοῦν ἐπιζητεῖ τὸ ἔλεος ὁ ἄνθρωπος, ὡς τῆς ἁμαρτίας ἐξωγκωμένης. ὅτι ἐπὶ σοὶ πέποιθεν Ἐξεδέχετο γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ ὁ ἄνθρωπος, ἵνα ἐπισκιάσῃ αὐτὸν (αὐτῷ) ταῖς πτέρυξιν, ὅ ἐστι τὸ σῶμα τὸ δεσποτικόν. ἕως οὗ παρέλθῃ Ὅταν γὰρ παραγάγῃς, κύριε, τὴν ἀνομίαν τῆς παραβάσεως, τότε γνώσομαι, ὅτι ἐσώθην, φησὶν ὁ ἄνθρωπος. κεκράξομαι Οὐ διέλιπε γὰρ ὁ ἄνθρωπος κράζων εἰς τὸν οὐρανόν, ὅτι πολλὴ ἦν ἡ θλῖψις αὐτοῦ. τὸν θεόν Ὅστις οὐ παρεῖδε τὸν ἄνθρωπον, ἀλλ’ ἐλθὼν [καὶ ἀναλαβὼν] ἠλευθέρωσε τῶν κακῶν. ἐξαπέστειλεν Ὁ πατὴρ τὸν υἱὸν πέμψας ἔσωσε τὸν ἄνθρωπον. ἔδωκεν Τοὺς δαίμονας, τοὺς σκελίσαντας τὸν ἄνθρωπον. νόει δὲ καὶ Ἰουδαίους, τοὺς ἐξουθενήσαντας τὸν Χριστόν.
Διάψαλμα· συνεχὴς μεταβολὴ τῆς προφητείας. ἐξαπέστειλεν ὁ θεός Τὸν Χριστὸν ὁ πατὴρ πέμψας εἰς ἀναζήτησιν τοῦ ἀπολομένου ἀνθρώπου· ἔλεος γὰρ καὶ ἀλήθεια ὁ Χριστὸς ὑπάρχει πάσης κτίσεως. καὶ ἐρύσατο Τὸν Ἀδὰμ ἐκ μέσου τῶν δαιμόνων· ὡς λέγοντες γὰρ (οὗτοι γὰρ ὡς λέοντες) κατήσθιον τὸν Ἀδάμ (τὸν ἄνθρωπον), ὡς τὸν Χριστὸν οἱ Ἰουδαῖοι συνεῖχον [ὡς λέοντες] ὠρυόμενοι. ἐκοιμήθην Ὁ Χριστὸς ἐν τῷ τάφῳ κοιμηθεὶς τὸ τριήμερον, ὁ δὲ τεταραγμένος, ὅτι μετ’ ὀργῆς κατῆλθεν εἰς τὸν ᾅδην, ἵνα τὰς πολλῷ χρόνῳ κατεχομένας (τεταραγμένας) ψυχὰς ἐλευθερώσῃ. υἱοὶ ἀνθρώπων Ὀνειδίζει τοὺς θηριώδεις ἀνθρώπους, ὧν πρῶτοί εἰσιν οἱ Ἰουδαῖοι, κατὰ τοῦ Χριστοῦ τρίζοντες τοὺς ὀδόντας. καὶ ἡ γλῶσσα Τῶν Ἰουδαίων, ὡς κατὰ Χριστοῦ χαλάσαντες τὰς ἑαυτῶν γλώσσας ὡς κύνες. ὑψώθητι [Δηλαδὴ περὶ τῆς ἀναλήψεως αὐτοῦ ὁ λόγος.] καὶ ἐπὶ πᾶσαν Πλήρης γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης τοῦ κυρίου, ἐπλήρωσε τὴν γῆν εἰπών· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. παγίδας ἡτοίμασαν Οἱ Ἰουδαῖοι τῷ Χριστῷ· ἤθελον γάρ, φησί, παγιδεῦσαι ἐν λόγῳ. καὶ κατέκαμψαν Ἀνάγκῃ γὰρ συμπεριεφέρετο αὐτοῖς, ἵνα τύπος γένηται ταπεινοφροσύνης. ὤρυξαν Τὸν τάφον τὸν δεσποτικὸν λέγει· εἰς αὐτὸν γὰρ καὶ δι’ αὐτοῦ ἔπεσαν οἱ Ἰουδαῖοι πτῶμα ἐξαίσιον. ἑτοίμη ἡ καρδία Τοῦ ἀναστῆναι καὶ σῶσαι τὸ γένος τῶν ἀνθρώπων (τὸ ἀνθρώπινον).
ἑτοίμη ἡ καρδία Ἀναστὰς γὰρ ἑτοίμως ἐδίδαξα, φησὶ ὁ Χριστός, τὸν ἄνθρωπον τὸ ᾆσμα τὸ καινόν. ἐξεγέρθητι Ἡ θεότης ἐξεγείρουσα τὸν ἄνθρωπον, ὡς δόξα (δόξαν) θεοῦ γενόμενον τὸ σῶμα τὸ δεσποτικόν. ἐξεγέρθητι Ἐξ οὐκ ὄντων γὰρ ὁ ὕμνος τῶν ἀγγέλων ἐδόθη μετὰ τὴν ἔγερσιν τοῦ κυρίου. ἐξεγερθήσομαι Ὁ Χριστός· ὄρθρου γὰρ ἡ ἀνάστασις (ἐξηγέρθη τουτέστιν ἐξανέστη). ἐξομολογήσομαι Διδοὺς πᾶσι τοῖς λαοῖς παρρησίαν εἰς τὸ ἐξομολογεῖσθαι καὶ σώζεσθαι. ψαλῶ σοι Τὰ ἔθνη γὰρ πιστεύσαντα ᾄδουσι τὸ δόγμα τὸ καινόν, τῆς καινῆς διαθήκης τὸ σύμβολον. ὅτι ἐμεγαλύνθη Ἀμέτρητον γὰρ τὸ ἔλεος τοῦ θεοῦ, μήτε ἐν οὐρανῷ μήτε ἐπὶ τῆς γῆς χωρούμενον. καὶ ἕως τῶν νεφελῶν Ὡς γὰρ αἱ νεφέλαι σκέπουσιν τὴν ὑπουράνιον καὶ δροσίζουσιν, οὕτως ἡ ἀλήθεια τοῦ θεοῦ πληροῖ τὰ σύμπαντα καὶ πιαίνει. ὑψώθητι Δῆλον (δηλοῖ) τὴν εἰς τοὺς οὐρανοὺς ἄνοδον. καὶ ἐπὶ πᾶσαν Πλήρης γὰρ ἡ γῆ τῆς δόξης τοῦ θεοῦ ἐγένετο, ἐπιδημήσαντος ἐν αὐτῇ τοῦ κυρίου (ἐπιδημήσας ἐν αὐτῇ ὁ Χριστός).
Εἰς τὸ τέλος· μὴ διαφθείρῃς ... Στηλιτεύει τῷ προφήτῃ τὸ πνεῦμα τὸ ἅγιον, τουτέστιν ὑποδείκνυσι τῷ προφήτῃ τὰ ἐπ’ ἐσχάτων μέλλοντα ἔσεσθαι (πράττεσθαι) παρὰ Ἰουδαίων εἰς τὸν Χριστόν. καὶ περὶ τῆς ἐκπτώσεως τῶν Ἰουδαίων καὶ διαφορᾶς.
Εἰ ἀληθῶς Ὁ λόγος πρὸς Ἰουδαίους φησίν· ἆρα δίκαιον (δικαίως) λαλεῖτε, συκοφαντοῦντες τὸν Χριστόν; εὐθεῖα κρίνετε Πρὸς τοὺς ἄρχοντας τῶν Ἰουδαίων [ὁ λόγος]· ὡς κριταὶ τοῦ λαοῦ διὰ τί οὐ λαλεῖτε ἀλήθειαν, ἀλλὰ κρῖμα διεστραμμένον κατὰ τοῦ Χριστοῦ καὶ θεοῦ ἐκφέρετε; καὶ γὰρ ἐν καρδίᾳ Λογισάμενοι θανάτῳ καταδικάζειν τὸν ἀθάνατον· καὶ τί τῆς ἀνομίας ταύτης μεῖζον; ἀδικίαν Αἰνίττεται τὸν καιρόν, ἐν ᾧ ἤμελλον συμπλέκειν τὸν ἀκάνθινον στέφανον καὶ ἄδικον (καὶ ἄδικον στέφανον). ἀπηλλοτριώθησαν Λέγει μὲν τοὺς δαίμονας, οἵτινες ἀπ’ αὐτῶν <αὐτοῦ> τῶν οὐρανίων χωρῶν ἐρρίφησαν· αἰνίττεται δὲ καὶ τοὺς Ἰουδαίους, οἵτινες πρὸ τοῦ γεννηθῆναι κατεκρίθησαν. ἐπλανήθησαν Ἐν γὰρ τῷ κυοφορηθῆναι τὸν θεὸν λόγον ἐν γαστρὶ παρθένου (παρθενικῇ), εὐθέως ἐξ ἀπιστίας τῇ πλάνῃ περιέπεσον (περιέσπευσαν), λαλοῦντες ψευδῆ, ὅτι ἐκ πορνείας συνελήφθη· τοῦτο γὰρ ᾐνίξατο ὁ προφήτης. θυμὸς αὐτοῖς Καθ’ ὃν τρόπον ἐπετιμήθη ὁ ὄφις, πλανήσας τὴν Εὔαν, τὴν αὐτὴν πληγὴν ἐδέξαντο καὶ οἱ Ἰουδαῖοι, διασύροντες τὸ μυστήριον τῆς θεϊκοῦ παρθένου. ὡσεὶ ἀσπίδος Ἡ ἀσπὶς γὰρ ἐπὰν αἴσθηται <τὴν φωνὴν> τοῦ ἐπᾴδοντος, τὸ ἓν οὖς τίθησιν εἰς τὴν γῆν καὶ τὸ ἕτερον φράσσει τῇ οὐρᾷ (οὐραίᾳ) αὐτῆς πρὸς τὸ μὴ ὑπακοῦσαι (ὑπακούειν) τῷ καλοῦντι· οὕτως καὶ οἱ Ἰουδαῖοι διδάσκοντι τῷ σωτῆρι οὐ προσέσχον (οὐ παρεῖχον) τὰ ὦτα διὰ φθόνον.
ἥτις οὐκ εἰσακούσεται Ἐν γὰρ τῷ μὴ ὑπάρχειν (παρέχειν) τὰ ὦτα, δῆλον οὐχ ὑπακούει τῷ καλοῦντι. οὔτε γὰρ οἱ Ἰουδαῖοι ὑπήκουσαν τῷ λέγοντι· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. φαρμάκου Ὥσπερ ἡ ἀσπίς, φαρμακευομένη τῷ λόγῳ, ἀνήκοος τυγχάνει, οὕτως ἡ ἀκαμπὴς συναγωγή, παρὰ τοῦ Χριστοῦ διδασκομένη, πολλάκις ἀνήκοος ἔμεινεν ἐξ ἀπιστίας. ὁ θεὸς συνέτριψεν [Δόξαντες οἱ δαίμονες ψιλὸν ἄνθρωπον εἶναι τὸν Χριστόν, ἐπεχείρησαν καταπιεῖν αὐτὸν ὡς τὸν Ἀδάμ· εὑρόντες δὲ ἐν αὐτῷ τὴν θεότητα, ὡς πέτραν ἰσχυράν, καὶ ἐν τῷ μασᾶσθαι αὐτὸν συνετρίβησαν ἑαυτῶν τοὺς ὀδόντας.] τὰς μύλας Τοῦ διαβόλου· λέων γὰρ ὡς ἅρπαξ. ἐξουδενωθήσονται Βδελυκτοὶ γὰρ οἱ δαίμονες ἐγένοντο παρὰ τῶν ἀπατηθέντων, ὡς ῥυπαρὸν ὕδωρ παροδεῦον. ἐντενεῖ τὸ τόξον Τόξον λέγει τὸν λόγον τὸν εὐαγγελικόν· ἐν αὐτῷ γὰρ ἠσθένησαν οἱ ἄπιστοι καὶ οἱ δαίμονες. ὡσεὶ κηρός Ἐτάκησαν γὰρ τῷ φθόνῳ οἱ Ἰουδαῖοι καὶ ἀφανεῖς ἐγένοντο, ὡς κηρὸς ἐν πυρί. ἐπέπεσε πῦρ Τῷ πυρὶ τοῦ φθόνου τυφλωθέντες, οἱ Ἰουδαῖοι τὸν ἥλιον τῆς δικαιοσύνης ἐπιγνῶναι οὐ δύνανται (ἴσχυσαν, ἠδυνήθησαν). πρὸ τοῦ συνεῖναι Ἡ ῥάμνος ἀκανθῶδές ἐστι ξύλον καὶ πᾶσα δὲ ἄκανθα ἐν χερσώδεσι τόποις γίνεται. οὐ συνῆκαν οὖν οἱ Ἰουδαῖοι, ὅτι χέρσος ἐγενήθη ὁ τόπος αὐτῶν καὶ ἀκανθῶν πεπλήρωται.
ὡσεὶ ζῶντας Τὸ πῦρ, τὸ τοῦ πνεύματος, ἔτι ζῶντας τοὺς Ἰουδαίους κατέφλεξε μετ’ ὀργῆς, ὡς ἄκανθαν εἰς χέρσον. εὐφρανθήσεται Ὁ Χριστός, ὁ πρὸς ἀλήθειαν δίκαιος, εὐφρανθήτω τὸ τῆς νίκης ἀράμενος τρόπαιον. τὰς χεῖρας Ὁ Πιλᾶτος, νιψάμενος τὰς χεῖρας ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ λαοῦ, τοῦ εἰπόντος· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. καὶ ἐρεῖ ἄνθρωπος Οἱ Ἰουδαῖοι κράζοντες· ἄφες ἴδωμεν, εἰ ἔρχεται Ἠλίας σώζων αὐτόν (καὶ σώζει αὐτόν). ἄρα ἐστὶν ὁ θεός Ὁ προφήτης φησὶ ὑπὲρ τῶν ἁμαρτησάντων εἰς τὸν κύριον· ἆρα ἐπὶ γῆς ποιήσεις αὐτῶν τὴν κρίσιν (ἐκδίκησιν);
Εἰς τὸ τέλος· μὴ διαφθείρῃς ... Λέγει περὶ τῶν Ἰουδαίων, ὅτι γένος θεοῦ ὠνομάζοντο· ἐπὶ τέλει δὲ διεφθάρησαν. στηλιτεύων τουτέστι δεικνύων τῷ προφήτῃ τὰ ἐσόμενα περὶ τοῦ Χριστοῦ καὶ τοῦ πάθους αὐτοῦ καὶ τὴν κακίαν τῶν Ἰουδαίων.
Ἐξελοῦ με Ταῦτα ἐκ προσώπου τοῦ Ἀδὰμ ὁ Χριστὸς βοᾷ· ἐχθροὶ γὰρ τοῦ ἀνθρώπου οἱ πονηροὶ δαίμονες. καὶ ἐκ τῶν [Ἐπανέστησαν γὰρ τῷ Χριστῷ οἱ Ἰουδαῖοι, ὡς τῷ ἀνθρώπῳ οἱ δαίμονες.] ῥῦσαί με Τοῦ λαοῦ τῶν Ἰουδαίων, ὡς παράνομα καὶ ἀσεβῆ τολμώντων (τολμησάντων). καὶ ἐξ ἀνδρῶν Ὧν αἱ χεῖρες [αἵματος] πλήρεις [ἐκ] τῶν εἰδωλικῶν θυσιῶν, [ὡς] καὶ τὸ αἷμα τοῦ Χριστοῦ δι’ αὐτῶν ἐκχυθὲν ἐν μέσῳ Ἰερουσαλήμ. ὅτι ἰδοὺ ἐθήρευσαν Ὡς θῆρες γὰρ ἄγριοι οἱ Ἰουδαῖοι ἐπετήρουν τὸν Χριστὸν τοῦ θανατῶσαι αὐτόν, ὡς ἐδόκουν. ἐπέθεντο Οἱ ἄρχοντες τοῦ λαοῦ καὶ ὁ Πιλᾶτος, ὡς κρατοῦντες ἐπετήρουν καὶ αὐτοὶ τὸν Χριστόν. οὔτε ἡ ἀνομία Οὔτε γὰρ ἥμαρτον εἰς αὐτούς, φησὶν ὁ κύριος, οὔτε παρηνώχλησα αὐτοῖς· αὐτοὺς δὲ τοὐναντίον εὐεργετῶν οὐκ ἐπαυσάμην. ἄνευ ἀνομίας Ὡς θεὸς δίχα πάσης λύπης καὶ βλάβης συνανεστράφην αὐτοῖς καὶ εὐθεῖαι αἱ ὁδοί μου, καθὼς γέγραπται. ἐξεγέρθητι Ἀναστὰς ἐκ νεκρῶν καὶ καταργήσας τὸν θάνατον καὶ ἐλευθερώσας τὸν ἄνθρωπον. καὶ σύ, κύριε Ὁ προφήτης προσευχόμενος βοᾷ πρὸς τὸν κύριον. πρόσχες Φησὶ τὰ ἔθνη· ἑαυτοῖς γὰρ κεκλήρωται τὰ μυστήρια τοῦ θεοῦ. μὴ οἰκτειρήσῃς Τὸν Ἰουδαϊκὸν λαόν· αὐτοὶ γὰρ ἐργάται ἀνομίας γεγόνασι. διὰ τοῦτο οὐκ εἰσὶν ἄξιοι οἰκτιρμῶν.
ἐπιστρέψουσιν Οἱ Ἰουδαῖοι· μετὰ τὸ δεῖπνον γὰρ ἐπέβαλον τοῦ κρατῆσαι τὸν Χριστόν, πεινῶντες αὐτοῦ τὸν θάνατον, ὡς κύων ὅταν πεινᾷ καὶ θήραν ζητῇ· οὕτως τὴν πόλιν ὅλην περιέτρεχον, στάσιν κατὰ τοῦ κυρίου σωρεύοντες. ἰδοὺ ἀποφθέγξονται Δυσπιστοῦντες (δυσπετοῦντες) καὶ λαλοῦντες τὸ ψεῦδος. καὶ ῥομφαία Ὤξυναν γὰρ τὰ χείλη αὐτῶν καὶ τὰς γλώσσας κατ’ αὐτοῦ, ὡς μαχαίρας διστόμους. ὅτι τις ἤκουσεν; Τίς γὰρ ἤκουσε ταῦτα; τίς ἑώρακεν ὡς τὰ παρὰ τῶν Ἰουδαίων τολμώμενα; τὸ δὲ ἐκγελάσῃ, ὅτι μάταια καὶ ἀνόνητα ἦν αὐτῶν τὰ σπουδαζόμενα. ἐξουδενώσεις Τὰ τῶν δαιμόνων φῦλα. τὸ κράτος μου Ὁ υἱὸς πρὸς τὸν πατέρα λέγει, τουτέστιν καὶ ἐπὶ τῆς γῆς ὤν, τῶν κόλπων τῶν σῶν οὐκ ἐχωρίσθην οὐδὲ τῆς σῆς δυνάμεως. ὅτι θεός Φωνὴ αὕτη τοῦ Ἀδὰμ καὶ τοῦ κατὰ θεὸν ζῶντος ἀνθρώπου. ὁ θεός μου Τὴν ἐκδίκησιν ἐπὶ τοῖς Ἰουδαίοις· ἐχθροὶ γὰρ τοῦ Χριστοῦ πρὸς ἀλήθειαν οὗτοι (αὐτοί). μὴ ἀποκτείνῃς Περὶ γὰρ αὐτῶν ὁ κύριος· μὴ στήσῃς αὐτῶν τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασιν, τί ποιοῦσιν. πανταχοῦ γὰρ τὴν ἐπιστροφὴν αὐτῶν ἐξεδέχετο ὁ κύριος. διασκόρπισον Μετὰ γὰρ τὴν ἀνάστασιν ἐσκόρπισεν αὐτοὺς ὁ Χριστός, ὡς θεὸς παντοδύναμος, ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. καὶ κατάγαγε Κατηνέχθησαν γὰρ ἀπὸ τοῦ θεοῦ καὶ ἀπὸ τῆς συγγενείας τῶν πατέρων καὶ προφητῶν.
ἁμαρτίαν Καὶ στόματι γὰρ καὶ χείλεσι καὶ τῇ καρδίᾳ καὶ ὅλοις τοῖς μέλεσιν ἥμαρτον Ἰουδαῖοι τῷ θεῷ (Χριστῷ). καὶ συνληφθήτωσαν Εἴ τι γὰρ ἐξ ὑπερηφανίας [ἢ ἀλαζονείας] εἰργάσαντο, ἐν αὐτοῖς συνελήφθησαν, οἷον τῷ σταυρῷ καὶ τῷ τάφῳ. καὶ ἐξ ἀρᾶς Καὶ ἀρὰ γὰρ καὶ ψεῦδος καταλήψεται αὐτοὺς ἐν τῇ συντελείᾳ, <διὸ κατὰ Χριστοῦ ἐψεύσαντο>. ἐν ὀργῇ συντελείας Ἐν γὰρ τῇ συντελείᾳ οὐχ ὑπομενοῦσι τὴν ὀργὴν τοῦ θεοῦ. καὶ γνώσονται Τουτέστιν τότε γνώσονται ἐν τῇ συντελείᾳ, ὅτι ὁ Χριστὸς θεός ἐστι καὶ αὐτὸς δεσπόζει τοῦ λαοῦ καὶ τῶν περάτων τῆς γῆς καὶ πάσης κτίσεως.
Διάψαλμα· μεταβολὴ τῆς προφητείας. ἐπιστρέψουσιν Ἐλίμωσσον γὰρ οἱ Ἰουδαῖοι ἀπὸ πρωῒ ἕως ἑσπέρας, μήτε φαγῇ (φαγεῖν) εὐκαιροῦντες, σκεπτόμενοι τὸν θάνατον τοῦ σωτῆρος, καὶ ἐν νυκτὶ [μάλιστα] πᾶσαν τὴν πόλιν ὧδε κἀκεῖσε τρέχοντες καὶ ἀνασείοντες πάντας (πᾶσαν τὴν πόλιν) <κατὰ τοῦ Χριστοῦ>. αὐτοὶ διασκορπισθήσονται Ἕκαστος γὰρ εἰς τὸν ἑαυτοῦ οἶκον ἀπῆλθον μεταλαβεῖν τροφῆς <ὡς> ἀπὸ κόπου πολλοῦ. ἐὰν δὲ χορτασθῶσιν Οὔτε γὰρ εἰς κόρον μετέλαβον, γογγύζοντες καὶ σπεύδοντες συλλαβεῖν τὸν κύριον. ἐγὼ δὲ ᾄσομαι Ὁ Χριστὸς πρὸς τὸν πατέρα· ἐδόξασα, φησί, καὶ πάλιν δοξάσω, ὅ ἐστιν ᾄσομαι. καὶ ἀγαλλιάσομαι Λέγει περὶ τῆς ἀναστάσεως· ὄρθρου γὰρ ἐγένετο. ὅτι ἐγενήθης Αὕτη ἡ φωνὴ τοῦ Ἀδάμ, ὡς σωθεὶς ἐκ τῆς πλάνης τῶν δαιμόνων. καὶ καταφυγή Τουτέστι περὶ τοῦ Ἀδάμ, ὅ ἐστι ὁ ἄνθρωπος, ἀνανήψας ἐκ τῆς πλάνης καὶ προσφυγὼν τῷ θεῷ. βοηθός μου Οὐκέτι γὰρ ὁ ἄνθρωπος καταπαύει σωθεὶς ἐν ψαλμοῖς καὶ ὕμνοις δοξάζων τὸν θεόν. ὅτι ἀντιλήπτωρ Αὐτὸς γάρ ἐστι καὶ τὸ ἔλεος καὶ ἡ ζωὴ τοῦ ἀνθρώπου.
Εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις ... ὁπότε .. Περὶ τῆς ἐκπτώσεως τοῦ λαοῦ τῶν Ἰουδαίων ἐπὶ τέλει ἡ προφητεία σημαίνει, ὅτι ἐνεπυρίσθησαν ἐπαρθέντες κατὰ τοῦ θεοῦ. ὁ θεός, ἀπώσω Ὁ λαὸς ὁ ἑβραϊκὸς κράζει, θεωρήσας τὰ ἔθνη πιστεύσαντα <πιστεύοντα> καὶ εἰσερχόμενα, αὐτοὺς δὲ ἐκβαλλομένους. ὠργίσθης Πολλοὶ γὰρ ἐξ αὐτῶν πιστεύσαντες ἐσώθησαν. συνέσεισας Ὅταν ἐπὶ τοῦ σταυροῦ ἔπασχεν (ἔπαθεν) ὁ Χριστός, ἡ γῆ, μὴ φέρουσα [βλέπειν] τὴν τόλμαν τῶν Ἰουδαίων, ἐταράσσετο σειομένη τῷ φόβῳ. ἴασαι Κλονηθεῖσα γὰρ ἡ γῆ πάλιν ἐστερεώθη· ὡσαύτως δὲ καὶ ἡ νοητὴ γῆ, ὅ ἐστιν ὁ ἄνθρωπος <ὁ Ἀδάμ>, συντριβεὶς ὑπὸ τῆς ἁμαρτίας, <πάλιν> ἀνεπλάσθη. ἔδειξας Τῷ ἰουδαϊκῷ λαῷ· σκληρὸν γὰρ ἐφάνη αὐτοῖς τῶν ἐθνῶν σωζομένων καὶ αὐτῶν πιπτόντων. ἐπότισας Τὸν τοῦ θυμοῦ, περὶ οὗ Ἠσαίας· οὐαὶ οἱ μεθύοντες ἄνευ οἴνου. ὡς γὰρ ἀπὸ πολλοῦ οἴνου, οὕτως ἐθερμάνθησαν οἱ Ἰουδαῖοι κατὰ τοῦ σωτῆρος. ἔδωκας Τῷ πιστῷ λαῷ τὸ (τοῦ) λέγεσθαι χριστιανοὺς καὶ φέρειν ἀεὶ τὸν σταυρὸν ἐπὶ τοῦ μετώπου. διὰ τοῦτο γὰρ ἐκφεύγομεν τὰ βέλη τοῦ πονηροῦ.
Διάψαλμα· ἐναλλαγὴ τῆς προφητείας (τοῦ λόγου). ὅπως ἂν ῥυσθῶσιν Οἱ δίκαιοι, ἔχοντες ἀεὶ τὴν σφραγῖδα ἐπὶ τοῦ μετώπου, καὶ πάντες οἱ πιστοὶ διασώζονται ἀπὸ παντὸς κακοῦ. σῶσον τῇ δεξιᾷ Δεξιὰ τοῦ πατρὸς ὁ υἱός, δι’ οὗ ἐσώθη τὸ γένος τὸ ἀνθρώπινον. ὁ θεὸς ἐλαλήσατο Ὁ πατὴρ ἐν τῷ υἱῷ, <ὁ υἱὸς ἐν τῷ πατρί>. ἀγαλλιάσομαι Σίκιμα ἑρμηνεύεται ὠμίασις, τοὺς δὲ ὤμους· τῶν δαιμόνων τῶν δυνατῶν διεμέρισεν ὁ κύριος, τουτέστιν ἐδίχασεν, ὥστε μὴ δυνατεύειν κατὰ τοῦ ἀνθρώπου. καὶ τὴν κοιλάδα Λέγει τὴν κοιλάδα τοῦ κλαυθμῶνος, ὡς ἐν αὐτῇ μέλλων κατασκηνοῦν ὁ κύριος πάντα τὰ ἔθνη. τὸ δὲ διαμετρήσω, ὡς ἐν αὐτῇ μέλλων διαμετρεῖν [καὶ κανονίζειν] τὰ ἔργα πάντων (τῶν ἀνθρώπων). ἐμός ἐστιν Γαλαὰδ ἑρμηνεύεται μετοικία μαρτυρίας· Μανασσὴς δὲ ἀνθιστάμενος. τὸ δὲ εἰπεῖν ὅτι ἐμός ἐστιν, ὅτι ἡ μετοικία τοῦ Χριστοῦ, τουτέστιν τοῦ ἀναστάντος ἐκ νεκρῶν, μαρτύριον ἐγένετο πάσης τῆς κτίσεως. μετῴκησαν γὰρ [πάλιν] εἰς τὰ πατρῷα. καὶ Ἐφράιμ Ἐφράιμ καρποφορία ἑρμηνεύεται. ὁ γὰρ καρπὸς τοῦ πνεύματος κραταίωσίς ἐστι τοῦ χριστιανισμοῦ, ὅ ἐστι κεφαλὴ τοῦ Χριστοῦ.
Ἰούδας Οἱ ἐξομολογούμενοι δέξονται τὴν βασιλείαν τοῦ θεοῦ· Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Μωὰβ λέβης Μοὰβ πατὴρ ἑρμηνεύεται· λέβης δὲ σκεῦός ἐστιν, ἐν ᾧ ὕδωρ κρατεῖται. λέγει οὖν τὸ βάπτισμα, ὡς καὶ τῷ υἱῷ ἡ φωνὴ τοῦ πατρὸς ἐδόθη βαπτιζομένῳ. ἐλπίς, ὡς διὰ τὸν ἄνθρωπον. ἐπὶ τὴν Ἰδουμαίαν Ἰδουμαία ἑρμηνεύεται ἐκλείπουσα, δῆλον ὅτι ἐκλείποντος τοῦ ἀνθρώπου ἐπεδήμησε τῇ γῇ ὁ Χριστός, ἵνα σώσῃ τὸ γένος τὸ ἀνθρώπινον. ἐμοὶ ἀλλόφυλοι Τὰ ἔθνη ὡς πατούμενα ὑπὸ τῶν δαιμόνων ὑπετάγησαν τῇ πίστει. ἀλλόφυλοι γὰρ πατούμενοι ἑρμηνεύονται. τίς ἀπάξει Τὴν νέαν Ἰερουσαλὴμ αἰνίττεται, ἥτις λέγεται πόλις τοῦ μεγάλου βασιλέως. τίς ὁδηγήσει Τουτέστιν τίς ἐποίησεν ἐπιδημῆσαι τῇ γῇ ὡς ἐκλειπούσῃ τὸν λόγον, εἰ μὴ ὁ πατήρ; Ἰδουμαία γὰρ ἐκλείπουσα ἑρμηνεύεται. οὐχὶ σύ, ὁ θεός Τὰ ἔθνη φησὶ τῷ θεῷ· [ἀπώσω ἡμᾶς] διὰ τὴν εἰδωλολατρείαν, ἀλλὰ πιστεύσαντες ἐσώθημεν. καὶ οὐχὶ ἐξελεύσῃ Οὔτε γὰρ ἡμετέρᾳ δυνάμει ἢ δικαιοσύνῃ ἐξελέξω ἡμᾶς, φησὶ τὰ ἔθνη, ἀλλ’ ὡς θεὸς χάριτι ἔσωσας ἡμᾶς. δὸς ἡμῖν Κράζουσι τὰ ἔθνη, ὅπως ἂν ῥυσθῶσιν τῆς εἰδωλικῆς μανίας. καὶ ματαία Οὔτε γὰρ οἱ προφῆται οὔτε πατριάρχαι ἠδυνήθησαν σῶσαι τὸν ἄνθρωπον, ἀλλ’ ὁ θεὸς λόγος ἐπιδημήσας ἔσωσεν. ἐν δὲ τῷ θεῷ Τὰ ἔθνη, ἐπιδεικνύμενα τὴν πίστιν, ἐξουδενοῦσι τοὺς δαίμονας· αὐτοὶ γὰρ θλίβουσιν ἀεὶ τὸν ἄνθρωπον.
Εἰς τὸ τέλος· ἐν ὕμνοις τῷ Δαυίδ Περὶ τοῦ νέου ὕμνου, ᾀδομένου τῷ Χριστῷ, ἡ προφητεία δηλοῖ ἐπὶ τέλει τῶν αἰώνων. Εἰσάκουσον Ὁ προφήτης (ἡ προφητεία) ἐκ προσώπου τοῦ Ἀδὰμ κράζει πρὸς τὸν θεόν. ἀπὸ τῶν περάτων Ἦν γὰρ ὁ Ἀδὰμ ἐρριμμένος (ῥεριμμένος) ἐν τῇ γῇ διὰ τὴν παράβασιν, εἰς τὸ γήϊνον φρόνημα καταπεσὼν καὶ κράζων. ἐν τῷ ἀκηδιάσαι Ἐν γὰρ τῷ εἰς ἀπόγνωσιν ἐλθεῖν τὸν ἄνθρωπον, ἀναλαβὼν τοῦτον ὁ σωτὴρ ὕψωσεν ἐν τῇ πέτρᾳ τοῦ Γολγοθᾶ ἐπὶ τοῦ σταυροῦ. ὡδήγησάς με Τῇ ὁδῷ τοῦ εὐαγγελίου ἐπιστήσας <τὸν ἄνθρωπον>. πύργος ἰσχύος Ἔδωκε γὰρ τῷ ἀνθρώπῳ τὴν ἐκκλησίαν πύργον σωτηρίας, ἐν ᾧ ἐχθρὸς ἀντειπεῖν οὐ δύναται. παροικήσω Ἐν τῇ ἐκκλησίᾳ ὁ ἄνθρωπος καὶ ἐν τῇ σαρκὶ τῇ δεσποτικῇ κατοικῶν [ἐν] τῇ πίστει. σκεπασθήσομαι Πτέρυγες θεοῦ δικαιοσύνη καὶ ἀλήθεια· ἐν τούτοις δὲ σκέπεται ὁ ἄνθρωπος ὁ πιστός.
Διάψαλμα· διάστασις τοῦ λόγου. ὅτι σύ, ὁ θεός Τοῦ κατὰ θεὸν πιστοῦ ἀνθρώπου ἀεὶ ὁ θεὸς ὑπακούει. ἔδωκας Ὥστε κληρονομεῖν τὴν βασιλείαν τοῦ θεοῦ καὶ λέγεσθαι ἐπὶ γῆς χριστιανούς. ἡμέρας ἐφ’ ἡμέρας Ἡμέραν γὰρ ἐξ ἡμέρας καὶ ἕως τοῦ αἰῶνος τὰ ἔτη τοῦ Χριστοῦ ὡς βασιλέως οὐκ ἐκλείψουσιν. ἕως ἡμέρας Εἰς τὰς γενεὰς <ἡμέρας> γὰρ τῶν αἰώνων ὁ Χριστὸς διαμένει. διαμενεῖ Ὁ υἱὸς ἐνώπιον τοῦ πατρὸς ὡς ἀχώριστος. ἔλεος καὶ ἀλήθειαν Ἀνελλιπὴς γὰρ ὁ υἱὸς ὡς θεὸς καὶ τοῦ ἐλέους καὶ τῆς ἀληθείας. οὕτως ψαλῶ Οὕτως καὶ οὐκ ἄλως δοξολογῶν ὁ ἄνθρωπος οὐ παύεται εἰς τὸν αἰῶνα τοῦ ἀποδοῦναι Οἱ πιστοὶ γὰρ οὐ παύονται λοιπὸν ἡμέραν ἐξ ἡμέρας ἐπιτελοῦντες τὰ μυστικά.
Εἰς τὸ τέλος· ὑπὲρ Ἰδιθοὺμ ψαλμὸς τῷ Δαυίδ Ὑπὲρ τοῦ ἀνθρώπου, τοῦ ἠπατημένου· Ἰδιθοὺμ γὰρ ἀπάτη ἑρμηνεύεται. ὑπὲρ τούτου ὁ προφήτης τὸν ψαλμὸν ἔγραψεν. Οὐχὶ τῷ θεῷ Ὁ ἄνθρωπός φησι πρὸς τοὺς δαίμονας· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, τῷ γὰρ θεῷ ὑπετάγην. παρ’ αὐτοῦ Αὐτὸς γὰρ ἐλθὼν ἔσωσέ με <ἀπὸ τῶν δαιμόνων>. καὶ γὰρ αὐτός Ὁ Χριστὸς τοῦ ἀνθρώπου, σωθεὶς ὑπ’ αὐτοῦ <Ὁ ἄνθρωπος πρὸς τὸν Χριστόν, ὅτι ἐσώθη ὑπ’ αὐτοῦ>. ἀντιλήπτωρ Ἀφ’ οὗ γὰρ ὁ Χριστός, ἐλθὼν ἐπὶ τῆς γῆς, ἀνέλαβε τὸν ἄνθρωπον, οὐκέτι ὑποπίπτει τῇ πλάνῃ. ἕως πότε Πρὸς τοὺς δαίμονας ὁ λόγος, ἐπιτιμῶν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον· ἀλλὰ καὶ πρὸς Ἰουδαίους, ἐπιτιθεμένους ἐπὶ κύριον (κατὰ τοῦ κυρίου). ὡς τοίχῳ Ὡς εὐτελεῖ ἀνθρώπῳ καὶ μὴ ἔχοντι ἀντίληψιν, οὕτως προσεῖχον (προσέσχον) τῷ Χριστῷ οἱ Ἰουδαῖοι. πλὴν τὴν τιμήν Ἐμίσουν γὰρ οἱ Ἰουδαῖοι ἀκούειν τὸν Χριστὸν θεὸν καὶ διὰ τοῦτο ἐπολέμουν αὐτῷ <καὶ τὴν τιμὴν ἐβουλεύοντο>, διψῶντες τὸν θάνατον αὐτοῦ. τῷ στόματι αὐτῶν Ἀεὶ γὰρ εἰρηνικὰ ἐλάλουν μετὰ τοῦ Χριστοῦ οἱ Ἰουδαῖοι, τῇ δὲ καρδίᾳ ἐλογίζοντο κατ’ αὐτοῦ κακά.
Διάψαλμα· ἀνοχὴ τοῦ πνεύματος. πλὴν τῷ θεῷ Ὁ κατὰ θεὸν ἄνθρωπος λέγει πρὸς αὐτόν. ὅτι παρ’ αὐτοῦ Ὁ θεός ἐστιν ὁ διδοὺς ὑπομονὴν τοῖς ἐλπίζουσιν ἐπ’ αὐτόν. ὅτι αὐτὸς θεός Τοῦ πιστοῦ ἀνθρώπου ὁ θεὸς σωτὴρ κατὰ πάντα καὶ ἐν πᾶσιν ὑπάρχει. ἀντιλήπτωρ μου Οὐκέτι γὰρ ὁ ἄνθρωπος μετανάστης ἀπὸ θεοῦ γενήσεται, ἀφ’ οὗπερ ἀνέλαβεν αὐτὸν ὁ Χριστός. ἐπὶ τῷ θεῷ Τοῦ πιστοῦ ἀνθρώπου καὶ κατὰ θεὸν ζῶντος ἡ σωτηρία καὶ ἡ δόξα ὁ θεὸς ὑπάρχει. ὁ θεὸς τῆς βοηθείας Οὕτως χρὴ πάντα ἄνθρωπον λέγειν, τὸν φοβούμενον τὸν θεὸν καὶ ἐλπίζοντα ἐπ’ αὐτόν. ἐλπίσατε ἐπ’ αὐτόν Τουτέστιν μετὰ τὴν παρουσίαν τοῦ Χριστοῦ· <ἀπὸ> τότε γὰρ ἤλπισεν ἐπὶ τὸν θεὸν πᾶσα πνοή. ἐκχέετε Οὔτε γὰρ χρεία ἑαυτῷ ἐπιτρέπειν ἢ πεποιθέναι τὸν ἄνθρωπον, ἀλλὰ τῷ θεῷ ἑαυτὸν ἀνατιθέναι καὶ τὰ τῆς καρδίας ἀνακαλύπτειν. ὁ θεὸς βοηθός Δῆλον τῶν φοβουμένων αὐτόν.
Διάψαλμα· μεταβολὴ τοῦ λόγου. πλὴν μάταιοι Πάντες ὅσοι κατ’ ἄνθρωπον περιπατοῦσι καὶ μὴ τῷ θεῷ πεποιθότες ὡσεὶ (ὡς) μάταιοί εἰσιν. ψευδεῖς οἱ υἱοί Ὅσοι στάθμια καὶ μέτρα δισσὰ κέκτηνται τοῦ ἀδικεῖν τὸν πλησίον· εἰσὶν δὲ οὗτοι ἅρπαγες καὶ πλεονέκται, οἷς ὁ θεὸς ἀντίκειται. μὴ ἐλπίζετε Ὅσοι ἐξ ἁρπαγῆς τὸν πλοῦτον ἀθροίζουσιν (ἁρπάζουσιν)· ὁ γὰρ τοιοῦτος πλοῦτος μάταιος, οὐ μένει γάρ. καὶ ἐπὶ ἁρπάγματα Οἱ ἐξ ἀλλοτρίων καὶ ἐκ πλεονεξίας (πλεονεξιῶν) πλουτοῦντες, μὴ ἑαυτοῖς πεποίθατε· ἔκδικος γὰρ πάντων ὁ θεός (κύριος). πλοῦτος ἐὰν ῥέῃ Ὅτι οὐ χρή, φησί, πεποιθέναι ἐπὶ πλούτου ἀδηλότητι· ἀφίπταται γὰρ θᾶττον πτεροῦ δίκην καὶ οἱ προστιθέμενοι αὐτῷ κεναῖς χερσὶν ἀπέρχονται ἐκεῖ. ἅπαξ ἐλάλησεν Ἅπαξ ἐλάλησεν ὁ θεὸς διὰ τῶν προφητῶν, δεύτερον <δὲ> διὰ τῶν ἀποστόλων ἠκούσαμεν. ὅτι τὸ κράτος—τὸ ἔλεος Τουτέστιν τὸ κράτος ἡ δύναμις τοῦ πατρὸς [ὁ Χριστός]· τὸ ἔλεος <δέ>, ὡς ἐν τῷ πατρὶ ὢν καὶ ὁ πατὴρ ἐν αὐτῷ, δι’ οὗ (δι’ αὐτοῦ) ἐλέησε τὰ σύμπαντα. ὅτι σὺ ἀποδώσεις Ὁ Χριστὸς ὡς κριτὴς δίκαιος.
Ψαλμὸς τῷ Δαυὶδ ἐν τῷ εἶναι— τῆς Ἰδουμαίας Ἔρημος καὶ ἐκλείπουσα ἡ ἐκκλησία, ὑπὲρ αὐτῆς οὖν ἡ προφητεία ἐγράφθη. Ἰδουμαία γὰρ ἐκλείπουσα ἑρμηνεύεται. ὁ θεὸς ὁ θεός μου Ἡ ἐκκλησία ἐκέκραγε πρὸς τὸν θεόν· πρὸς σὲ καταφεύγω ἐν τῷ καιρῷ τῆς ἀναστάσεως· ὄρθρου γὰρ ἡ ἀνάστασις <ἐγένετο>. ἐδίψησεν Ἐδίψα γὰρ ἡ ἐκκλησία τὸν θεόν, φλεγομένη ταῖς θυσίαις τῶν εἰδώλων· οὐκ ἦν γὰρ ἐν αὐτῇ οὔπω τὸ ὕδωρ τοῦ βαπτίσματος, ὥστε πληθύνεσθαι τὸ σῶμα τῆς ἐκκλησίας. ἐν γῇ ἐρήμῳ Ἔρημος γὰρ ἦν ἐκκλησία, μὴ πατουμένη τοῖς ποσὶ τοῦ Χριστοῦ· ἄνυδρος δέ, οὐδέπω γὰρ εἶχε τὴν πηγήν, τὴν ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ ἐξελθοῦσαν. οὕτως ἐν τῷ ἁγίῳ Οὕτως γὰρ ὤφθη ἡ ἐκκλησία τῷ Χριστῷ, διὸ σπλαγχνισθεὶς ἤγειρεν αὐτήν. τοῦ ἰδεῖν Ἰδοῦσα γὰρ ἡ ἐκκλησία τὸν Χριστόν, ἐπλήσθη δυνάμεως καὶ δόξης. ὅτι κρεῖσσον Ὑπὲρ τὴν ζωὴν τοῦ βίου κρεῖσσον τὸ ἔλεος τοῦ θεοῦ, τότε φησὶν τῇ ἐκκλησίᾳ. τὰ χείλη Χείλη τῆς ἐκκλησίας ὁ λαός· ἐν αὐτῇ γὰρ δοξολογῶν τὸν θεὸν ὁ ἄνθρωπος οὐ παύεται. οὕτως εὐλογήσω Οὕτως [ἡ εὐλόγησις]. πῶς; ὡς ἐδιδάχθη παρὰ Χριστοῦ ὁ ἄνθρωπος. ἐν τῷ ὀνόματι Οὕτως γὰρ καὶ ὁ Παῦλος ἐδίδαξεν· αἴροντες ὁσίως (ὁσίους) χεῖρας αὐτῶν ἐν παντὶ τόπῳ. ὡσεὶ στέατος Στέαρ ἐστὶ τὸ σῶμα τοῦ Χριστοῦ καὶ πιότης τὸ αἷμα Χριστοῦ· ἐκ τούτων χορτάζεται ὁ πιστὸς ἄνθρωπος <πᾶς ἄνθρωπος>.
καὶ χείλη Τῶν χειλῶν γὰρ ἀνοιγομένων μετὰ χαρᾶς τὸ στόμα δοξάζεται τοῦ ἀνθρώπου, [τὸ] δεχόμενον τὰ μυστήρια τοῦ Χριστοῦ. εἰ ἐμνημόνευόν σου Στρωμνὴ ὁ τάφος τοῦ Χριστοῦ· ὄρθρου γὰρ ἡ ἀνάστασις. ὁ ταῦτα ἀεὶ μνημονεύων (μελετῶν) ἀληθῶς ἔχει ἐλπίδα. ὅτι ἐγενήθης Οὕτως γὰρ βοηθοῦνται οἱ πιστοί. καὶ ἐν τῇ σκέπῃ Ἐν γὰρ τῷ κυριακῷ ἀνθρώπῳ οἱ πιστοὶ τὴν ἀγαλλίασιν ἔχουσιν· πτέρυγες γὰρ τοῦ Χριστοῦ (θεοῦ) ἡ σὰρξ ἡ δεσποτική. ἐκολλήθη ἡ ψυχή Αἱ ψυχαὶ τῶν ἁγίων ἀκολουθοῦσαι τῷ Χριστῷ. ἐμοῦ ἀντελάβετο Ἡ δεξιὰ τοῦ Χριστοῦ, ἐπιλαβομένη τοῦ ἀπολλυμένου (ἐνδόξου) ἀνθρώπου. αὐτοὶ δὲ εἰς μάτην Οἱ δαίμονες τοῦ Ἀδὰμ μάτην ἐζήτησαν τὴν ψυχήν <ἀναλαβόντες μάτην, ὁ Χριστὸς πάλιν ἐξήγαγε>. εἰσελεύσονται Οἱ δαίμονες, οἱ θλίψαντες τὸν ἄνθρωπον εἰς τὴν ἄβυσσον τὴν κατωτάτην. παραδοθήσονται Τουτέστιν εἰς τὰς χεῖρας τῆς γεέννης <ἡ ῥομφαία τοῦ πυρὸς γέεννα ἑρμηνεύεται>. μερίδες Εὐτελεῖ καὶ ἀκαθάρτῳ ζώῳ οἱ τὰ τοιαῦτα φρυαττόμενοι δαίμονες ἀπεικάσθησαν. ὁ δὲ βασιλεύς Ὁ υἱὸς ἐν τῷ πατρὶ <εὐφράνθη>. ἐπαινεσθήσεται Ἔπαινον ἕξει ἀπὸ θεοῦ πᾶς ὁ μνημονεύων τοῦ θεοῦ (Χριστοῦ) καὶ ἐπ’ αὐτῷ σεμνυνόμενος <Ἔπαινον ἔχων ἀπὸ θεοῦ καὶ ἐπ’ αὐτῷ σεμνυνόμενος πᾶς ἄνθρωπος>. ὅτι ἐνεφράγη Τῶν βλασφήμων, τῶν ἐπιορκητῶν (ἐπιόρκων), τῶν γοήτων· ἐνεφράγησαν γὰρ τῇ ἀναστάσει (παρουσίᾳ) τοῦ Χριστοῦ.
εἰ γὰρ καὶ ἐπιλανθάνουσιν, ἀλλὰ παρρησίαν οὐκ ἔχουσι. νόει δὲ καὶ Ἰουδαίους, οἵτινες ἀδικίαν κατὰ τοῦ Χριστοῦ (θεοῦ) ἐλάλησαν.
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυίδ Περὶ τῶν ἐπὶ τέλει μυστηρίων ἐφανερώθη τῷ προφήτῃ. Εἰσάκουσον Αὕτη φωνὴ τοῦ Ἀδάμ. ἀπὸ φόβου Ἀπὸ τοῦ διαβόλου, φησίν· ἐχθρὸς γὰρ μέγας ἐπερχόμενος τῷ ἀνθρώπῳ ἀεὶ καὶ φοβῶν αὐτόν. ἐσκέπασάς με Αὕτη φωνὴ τοῦ Χριστοῦ, ὡς ἐκ προσώπου τοῦ ἀνθρώπου. συνεστράφησαν γὰρ οἱ Ἰουδαῖοι κατὰ τοῦ Χριστοῦ, ὡς κατὰ τοῦ ἀνθρώπου (Ἀδὰμ) οἱ δαίμονες. ἀπὸ πλήθους Τοῦ ἰουδαϊκοῦ λαοῦ· ἀδικίαν λογισάμενοι κατὰ τοῦ Χριστοῦ καὶ θεοῦ. οἵτινες ἠκόνησαν Κατὰ τοῦ Χριστοῦ [καὶ θεοῦ] ἐχάλασαν γὰρ τὰς γλώσσας αὐτῶν οἱ Ἰουδαῖοι, φλεγόμενοι τῷ φθόνῳ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.