Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὰς ᾠδάς

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στην προσευχή του Αββακούμ

Ερμηνευτικά σχόλια στην προσευχή του προφήτη Αββακούμ, με χριστολογικές προεκτάσεις σχετικά με την ενανθρώπηση, τη σταύρωση και το ευαγγελικό κήρυγμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 5

Προσευχὴ Ἀμβακούμ Προσηύξατο γάρ, περὶ ὧν ἑώρακε γενέσθαι αὐτὰ ἐν τάχει. κύριε εἰσακήκοα Ἀεὶ μέν, ἐν δὲ τῷ σταυρῷ μάλιστα. κατενόησα Ὅσα δημιουργῶν ἔδειξας. ἐν μέσῳ Λέγει τοὺς δύο λῃστάς, τοὺς σταυρωθέντας σὺν αὐτῷ. ἐν τῷ ἐγγίζειν Ἐγγίζοντος γὰρ τοῦ καιροῦ τῆς συντελείας τότε πᾶσι γνωσθήσεται, ὅτι ἔστι θεὸς ὁ φανεὶς ἐπὶ γῆς ὡς ἄνθρωπος. ἐν τῷ παρεῖναι Τὸν καιρὸν λέγει τῆς σαρκώσεως. ἐν τῷ ταραχθῆναι Ἐν γὰρ τῇ ὀργῇ τοῦ θεοῦ παράκειται τὸ ἔλεος. ὁ θεός Ἐκ νότου—[Θεμὰν γὰρ νότος ἑρμηνεύεται]—τουτέστιν ἐκ τοῦ φωτός, ὡς ἐκ τοῦ βορρᾶ τὰ κακά. καὶ ὁ ἅγιος Ἐκ τῆς παρθένου· ὄρος γὰρ αὕτη κατάσκιον καὶ δασύ, δυσθεώρητον καὶ ἀκατάληπτον τὸ ἐν αὐτῇ μυστήριον.

Διάψαλμα· μεταβολὴ τοῦ λόγου. ἐκάλυψεν Ὅτε μετὰ σαρκὸς ἐπὶ νεφέλης ἀνῆλθεν. καὶ αἰνέσεως Ἀνελθὼν γὰρ ἐν τοῖς οὐρανοῖς τὴν γῆν ἐπλήρωσε τῆς δόξης αὐτοῦ. καὶ φέγγος Τὸ τῆς σαρκός, ὡς τὸ τῆς θεότητος· ἐν τῇ σαρκὶ γὰρ ἡ θεότης ἐξέλαμψε. κέρατα Τὰ τοῦ σταυροῦ <κρῖμα (κρίσις) αὐτῷ τοῦ σταυροῦ>. καὶ ἔθετο Ἰσχυρῶς γὰρ ἡμᾶς ἀγαπήσας ὑπὲρ ἡμῶν ἀπέθανε. πρὸ προσώπου Ὁ εὐαγγελικὸς λόγος. ἐν πεδίλοις Εἰς ὅλην τὴν γῆν κατ’ ἴχνος αὐτοῦ. ἔστη Ὅταν ἐπὶ τοῦ σταυροῦ ἔστη καὶ ἐσχίσθη ἡ γῆ. ἐπέβλεψεν Τὰ τῶν δαιμόνων φῦλα. διεθρύβη Ὅταν αἱ πέτραι διερράγησαν. ἀντὶ κόπων Τουτέστιν οὐκ ἀπέβλεπον εἰς τοὺς κόπους τῆς σαρκός, ἀλλ’ εἰς τὰς ἀκαμάτους πορείας τῆς θεότητος. πτοηθήσονται Πτοεῖ γὰρ τὰ ἔθνη, ἵνα οὕτως ἐπιστρέψουσιν. μὴ ἐν ποταμοῖς Τουτέστιν μὴ κωλύσῃς τὰς δωρεὰς τοῦ πνεύματος. ἢ ἐν θαλάσσῃ Οὐδὲ γὰρ ἐν τῇ θαλάσσῃ τοῦ βαπτίσματος ἐκώλυσε τὴν χάριν τοῦ πνεύματος τοῦ ἁγίου. ὅτι ἐπιβήσῃ Τὸν ἀποστολικὸν λέγει δρόμον. ἐντείνων Τὸν σταυρόν· αὐτῷ γὰρ τὰ σκῆπτρα τῶν ἐθνῶν ὑπετάγησαν. ποταμῶν Διὰ τῶν δωρεῶν τοῦ πνεύματος ἡ γηΐνη πολιτεία ῥαγήσεται, τουτέστιν λυθήσεται. ὄψονται Οἱ ἰουδαϊκοὶ λαοὶ ὄψονται καὶ πονήσουσιν, ὡς γυνὴ τίκτουσα. σκορπίζων Ὁ Χριστὸς διὰ τῆς πορείας, ἣν τῇ θαλάσσῃ ἐβάδισεν. ἔδωκεν Ὅταν ἐπὶ τοῦ σταυροῦ ὁ Χριστὸς ἔκραζεν· ἄβυσσος γὰρ διὰ τὸ ἀκατάληπτον.

ὁ ἥλιος Ἐν τῷ καιρῷ τοῦ σταυροῦ ἐκρύβη [γάρ]· νὺξ γὰρ ἐγένετο καὶ ἔφαινεν ὡς ἐν νυκτί.

Εἰς φῶς Αἱ γλῶσσαι τῶν ἀποστόλων. εἰς φέγγος Τῶν εὐαγγελικῶν ἐντολῶν. ἐν ἀπειλῇ Τὰς πράξεις τοῦ γηΐνου φρονήματος. καὶ ἐν θυμῷ Τουτέστιν ὑποτάξεις. ἐξῆλθες Ἐφάνης μετὰ σαρκός, ἵνα σώσῃς τὸν πιστὸν λαόν. τοῦ σῶσαι Ἵνα σωθῶσιν οἱ χρισθέντες τῷ βαπτίσματι [τῶν Ἰουδαίων]. ἔβαλες Οὓς ὁ Ἰούδας τῷ τραχήλῳ περιέθηκεν. διέκοψας Τῶν ἰουδαϊκῶν ἀρχόντων. σεισθήσονται Ἐν τῇ ἐκστάσει τῶν δαιμόνων <ἐν τῇ ἐκκλησίᾳ τῶν σημείων τοῦ κυρίου>. διανοίξουσιν Κρυφῇ γὰρ ἐγόγγυζον τὸν λαὸν φοβούμενοι. καὶ ἐπεβίβασας Τοὺς ἀποστόλους εἰς τὴν θάλασσαν τοῦ βίου, κινοῦντας τὰ ὕδατα τοῦ βαπτίσματος. ἐφυλαξάμην Ἐπετήρησα εἰς τὴν συγκατάβασιν τοῦ υἱοῦ <τοῦ Χριστοῦ> καὶ ἐπτοήθη ἡ γαστήρ [μου, τουτέστιν] τῆς ψυχῆς μου ἡ διάνοια. ἀπὸ φωνῆς Ἐπειδὴ προφητείας ὑψηλῆς ἡ προσευχὴ πεπλήρωται. καὶ εἰσῆλθεν Ῥυθμηθεὶς <ἐνθυμηθεὶς> τὴν Χριστοῦ παρουσίαν. καὶ ὑποκάτωθεν Ἐκ τοῦ βάθους, φησί, τῆς διανοίας ἐταράχθην. ἀναπαύσομαι Τὸν πειρασμόν μου κούφισον. τοῦ ἀναβῆναι Τουτέστιν ὅπως ὑψηλὰ πολιτεύσομαι μεταξὺ τοῦ λαοῦ τῇ παροικίᾳ τοῦ βίου. διότι συκῆ Οὐδὲν γὰρ τῶν προσκαίρων φυτῶν ἢ σπερμάτων ἐν τῷ αἰῶνι καρποφορεῖ τῷ μέλλοντι. ψεύσεται Ἐν γὰρ τῷ αἰῶνι τῷ μέλλοντι οὐδὲν τῶν κτηνῶν ὑπάρξει οὐδὲ νεμήσεται. ἐγὼ δέ Ὁ προφήτης ἀγαλλιᾶται ἐν χαρᾷ μεγάλῃ, πληρουμένων τῶν μυστηρίων τῆς προφητείας.

κύριος Ῥυθμήσει μου τὴν ὁδὸν πρὸς τὴν τοῦ βίου συντέλειαν. ἐπὶ τὰ ὑψηλά Εἰς τὰ θεῖα δόγματα ἀναγαγεῖ με, ἵνα ἐν τῇ ὑμνῳδίᾳ τοῦ θεοῦ νικήσω τῆς παρούσης πολιτείας τὸ στάδιον.