Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὰς ᾠδάς

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στις ωδές του Μωυσή

Υπομνηματισμός των δύο ωδών του Μωυσή, από το βιβλίο της Εξόδου και το Δευτερονόμιο, με τυπολογικές αναφορές στο βάπτισμα, την αποστασία του Ισραήλ, την κλήση των εθνών και την τελική κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 5

ᾨδὴ [Μαρίας, ἀδελφῆς] Μωυσέως ἐν τῇ ἐξόδῳ. ᾄσωμεν ᾌσωμεν τουτέστι τὸ ᾆσμα τὸ μυστικόν· ἐδοξάσθη γὰρ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὁ Χριστός, ἀναστὰς ἐκ νεκρῶν καὶ καταργήσας τὸν θάνατον. ἵππον Τὸν διάβολον καὶ τὴν ἐν αὐτῷ καθημένην ἁμαρτίαν ἐν τῇ θαλάσσῃ τοῦ βαπτίσματος. βοηθός Τῷ πιστῷ <ἀνθρώπῳ>, τῷ διὰ τοῦ βαπτίσματος ἀναγεννηθέντι. οὗτος θεός Λέγει ὁ ἀναγεννηθεὶς δι’ ὕδατος καὶ πνεύματος. θεὸς τοῦ πατρός Πατέρα γὰρ ἐπιγράφεται (ἐγγράφεται) τὸν θεὸν ὁ πιστὸς ἄνθρωπος. κύριος συντρίβων Τὸν πόλεμον λέγει τὸν ἐν τῷ ἅδῃ, συντρίψας [αὐτόν], ὄνομα δὲ αὐτοῦ θεός. ἅρματα Λέγει Φαραὼ τὸν διάβολον· ἅρματα δὲ τοῦ διαβόλου ἡ ἁμαρτία, ἡ λήθη, ἡ πλάνη καὶ τὰ τούτοις ἀκόλουθα· ταῦτα δὲ ἔρριψεν ἐν τῷ βαπτίσματι. ἐπιλέκτους Τὸ ψεῦδος, ἡ πορνεία, ἡ κλοπή, ταῦτά εἰσιν οἱ τριστάται τοῦ διαβόλου. λέγει δὲ καὶ τοὺς δαίμονας. κατεπόντισεν [Κατεπόντισεν τουτέστιν] ἐν τῇ θαλάσσῃ τοῦ αἵματος τοῦ ἐξελθόντος ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ· πάσης γὰρ θαλάσσης μεῖζον καὶ ἰσχυρότερον. ἐκεῖ δὲ κατεποντίσθησαν οἱ δαίμονες καὶ παρεσύρησαν [ὡς] ἐν ποταμῷ. πόντῳ Κατεποντίσθησαν γὰρ ἐν τῷ ὕδατι τοῦ βαπτίσματος οἱ δαίμονες. κατέδυσαν Ὡς σκληροὶ ἀνήλατοι κατέδυσαν ἐν τῷ βυθῷ τοῦ βαπτίσματος. ἡ δεξιά σου Ἐν αὐτῇ γὰρ τὸν οὐρανὸν ἐξέτεινε καὶ τὴν γῆν ἐθεμελίωσεν.

ἡ δεξιά σου χείρ Τοὺς δαίμονας· αὐτοὶ γὰρ πρὸς ἀλήθειαν ἐχθροὶ τοῦ ἀνθρώπου. λέγει δὲ καὶ τοὺς Αἰγυπτίους. καὶ τῷ πλήθει Τοὺς ἐχθροὺς τοῦ σταυροῦ, ὡς τότε τοὺς Αἰγυπτίους ἐχθροὺς τοῦ Ἰσραήλ. ἀπέστειλας Ἡ γὰρ ὀργὴ τοῦ θεοῦ ὡς πῦρ φλέγει καὶ ἀναλίσκει· κατέστρωσε δὲ τότε τοὺς Αἰγυπτίους <ἐπὶ τῶν Ἰσραηλιτῶν>, ἐπὶ δὲ τῶν πιστῶν τοὺς δαίμονας. καὶ διὰ πνεύματος Σχίσας τὸ ὕδωρ· τύπος δὲ ἦν τοῦ βαπτίσματος. ἐπάγη Τότε τῆς θαλάσσης δεξιᾷ καὶ ἀριστερᾷ παρερχομένου τοῦ λαοῦ· τὸ δ’ αὐτὸ καὶ τῷ βαπτιζομένῳ ἀνθρώπῳ ἔνθεν καὶ ἔνθεν γινόμενα τὰ ὕδατα. ἐπάγη τὰ κύματα Τὰ κύματα τῆς ἁμαρτίας ἐν μέσῳ τοῦ βαπτίσματος τουτέστιν ἐξηράνθησαν. εἶπεν Ὁ Φαραὼ τὸν Ἰσραήλ, καὶ ἀπώλετο ἐν τῇ θαλάσσῃ. ἀλλὰ καὶ ὁ διάβολος καταδιώκει τὸν ἄνθρωπον ἕως τοῦ βαπτίσματος κἀκεῖ πίπτει πτῶμα ἐξαίσιον. μεριῶ Ὥσπερ γὰρ σκῦλα διεμέρισαν τὸν ἄνθρωπον οἱ δαίμονες καὶ κατέπιον αὐτόν· ἀλλ’ ἤμεσαν αὐτὸν ἄκοντες. ἀνελῶ Ἤλλαξαν γὰρ τὸν ἄνθρωπον ὡς ἐν μαχαίρῃ. ἀπέστειλας Τοὺς δαίμονας ἐκάλυψε τὸ βάπτισμα <τουτέστιν κατεπόντισεν>. ἔδυσαν Ἡ ἁμαρτία καὶ ὁ θάνατος· μολύβδου γὰρ βαρυτέρα ἡ ἁμαρτία. ἔδυσαν δὲ ἐν τῷ ὕδατι τοῦ βαπτίσματος σφοδρῶς καὶ δυνατῶς. τίς ὅμοιός σοι Οὔτε γὰρ δυνάμει οὔτε δόξῃ ἐξισοῦταί τις τῷ θεῷ, μάλιστα τῶν κτισμάτων τι.

δεδοξασμένος Ὁ Χριστὸς γάρ, δοξασθεὶς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐθαυματούργησεν θεϊκῇ δυνάμει. ἐξέτεινας Ὑποβρύχιοι γὰρ ἐγένοντο. ὡδήγησας Τὸν πιστὸν λαὸν ἐλυτρώσατο ἀπὸ τῆς πλάνης τῶν εἰδώλων. παρεκάλεσας Εἰσήγαγεν εἰς τὴν ἐκκλησίαν κἀκεῖ ἀνέπαυσε τὸν λαὸν τὸν πιστόν. ἤκουσαν Τὰ (αἱ) τῶν δαιμόνων φῦλα (φυλαὶ) ἀκούσαντα, ὅτι τὰ ἔθνη ἐσώθησαν, παρεπικράνθησαν <σφόδρως παρωξύνθησαν>. ὠδῖνες Ἀκούσαντα γὰρ τὰ ἔθνη τὰ ἀλλόφυλα, οἵ εἰσιν οἱ δαίμονες, ὅτι ἐσώθη ὁ λαὸς [ὁ πιστὸς] ὁ ἐξ ἐθνῶν, φόβῳ πολλῷ συνεσχέθησαν καὶ τρόμῳ. τότε ἔσπευσαν Οἱ γήϊνοι ἄρχοντες· Ἐδὼμ γὰρ γήϊνος ἑρμηνεύεται· εἰσὶ δὲ οἱ δαίμονες, ὡς εἰς γῆν ῥιφέντες. ἔλαβεν Οἱ ἐκ πατέρων ἄρχοντες.

Μωαβῖται γὰρ ἐκ πατρὸς ἑρμηνεύονται. ἦσαν γὰρ οἱ πατέρες τῶν ἐθνῶν κρατούμενοι ὑπὸ τῶν δαιμόνων. ἐτάκησαν Τῷ φόβῳ καὶ τῷ ζήλῳ. ἐπιπέσοι Ὁ τῆς παρουσίας τοῦ Χριστοῦ φόβος. μεγέθει Τουτέστιν ἐγένοντο ἀναίσθητοι οἱ δαίμονες, ἐνεργεῖν μηκέτι δυνάμενοι. ἕως ἂν παρέλθῃ Ὁ πιστὸς λαός, ὥστε μηκέτι παρενοχλεῖσθαι ὑπὸ τῶν δαιμόνων. εἰσαγαγών Εἰς τὸ ὄρος τουτέστι κληρονομίας τοῦ Γολγοθᾶ διὰ τοῦ σταυροῦ τὸν λαὸν τὸν ἐξ ἐθνῶν. εἰς ἕτοιμον Τὴν ἀνάστασιν λέγει· ἐκεῖ γὰρ τὸν πιστὸν εἰσήγαγεν καὶ ἀνέπαυσεν. ἁγίασμα Τὴν τράπεζαν λέγει τὴν μυστικήν. κύριε Ἐβασίλευε (Ἐβασίλευσε) γὰρ πρὸ τῶν αἰώνων, καὶ (ἐν) τῇ σαρκὶ δὲ πάλιν ἐβασίλευσεν εἰς τοὺς αἰῶνας. ὅτι εἰσῆλθεν Ἵππος ἡ πλάνη, Φαραὼ ὁ διάβολος, ἅρματα ἡ πλεονεξία, ἡ ἀσέβεια, ἡ ὑπόκρισις, ἡ λήθη, ἀναβάτης ἡ ἁμαρτία· οὗτοι πάντες ἐπνίγησαν ἐν τῷ βαπτίσματι. καὶ ἐπήγαγεν Τῆς νοητῆς θαλάσσης τοῦ βαπτίσματος. οἱ δὲ υἱοί Τότε ὁ λαὸς τῶν Ἑβραίων διὰ τῆς ἐρυθρᾶς θαλάσσης, νῦν δὲ ὁ λαὸς ὁ πιστὸς διὰ τοῦ βαπτίσματος. ᾨδὴ καὶ αὕτη Μωυσέως Σημαίνει δὲ καὶ αὕτη τὴν ἔκπτωσιν τῶν Ἰουδαίων καὶ τὴν ἀγαθότητα τοῦ θεοῦ, ἣν παρέσχεν αὐτοῖς καὶ τὴν εἰσαγωγὴν τῶν ἐθνῶν. πρόσεχε Ἐπεὶ μέγα ἦν τὸ παράπτωμα Ἰουδαίων καὶ ἐν ἀνθρώποις μάρτυρες πρὸς τὴν ἁμαρτίαν οὐκ εὑρίσκοντο, τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ μεγάλα στοιχεῖα, μαρτύρεται ὁ θεὸς διὰ τοῦ προφήτου.

προσδοκάσθω Πολὺς γὰρ καὶ ἐπωφελὴς [ὡς ὑετὸς] ὁ λόγος τοῦ θεοῦ κατερχόμενος. καὶ καταβήτω Μετὰ πραΰτητος καὶ ἡσυχίας τουτέστιν. ὡσεὶ ὄμβρος Οὐ γὰρ πλήσσει, ἀλλὰ ὠφελεῖ τὰ ῥήματα τοῦ θεοῦ. ὅτι ὄνομα Οὔτε γὰρ ἑτέρου θεοῦ ὄνομα εἰσφέρω. δότε Δότε δόξαν τουτέστιν [καὶ] σύνετε τὰ λεγόμενα. θεός Θεὸς γὰρ οὐ ψεύδεταί ποτε οὔτε ψευδῆ εἰργάσατο. καὶ πᾶσαι Οὔτε γὰρ ἄκριτόν τι [παρὰ θεῷ] ἢ ἀτελές. θεὸς πιστός Τί γὰρ ἄδικον παρὰ θεῷ ἐγένετό ποτε πρὸς ὑμᾶς, ὦ Ἰουδαῖοι; δίκαιος Πάντοτε γὰρ δικαίως καὶ ὁσίως εὐεργετούμενοι οἱ Ἰουδαῖοι οὐκ ἐνέμειναν. ἡμάρτοσαν Αὐτῷ. <τίνι γάρ>, φησί, ἥμαρτον τέκνα μεμωμημένα; γενεά Τὴν τῶν Ἰουδαίων λέγει, ὅτι ἀεὶ εὐεργετούμενοι διεστρέφοντο τῇ πονηρίᾳ. ταῦτα Τοιαῦτα, φησίν, ἀπεδώκατε τῷ θεῷ, ὁποῖα ἐδέξασθε παρ’ αὐτοῦ. λαός Μέμφεται ὁ θεὸς τὸν λαὸν τῶν Ἰουδαίων, ὡς παραφρονήσαντα εἰς θεόν. οὐκ αὐτός Οὐχὶ σὲ <ὑμᾶς> ὁ θεὸς ἐξελέξατο ἀπὸ πάντων τῶν ἐθνῶν, οὐδὲ ἠθέτησας τὸν θεόν <αὐτόν>; καὶ ἐποίησεν Καὶ ἐπλάσθης γὰρ παρὰ θεοῦ καὶ ἐκτίσθης καὶ οὐδὲ οὕτως ὑπετάγης τῷ θεῷ. μνήσθητε Μνήσθητε, φησίν, ὅτι ἀπ’ ἀρχῆς κτίσεως ὅσα ἐποίησεν ὁ θεὸς τοῖς πατράσιν ὑμῶν καὶ ὑμῖν, καὶ ἐπὶ πᾶσιν ἠθετήσατε. σύνετε Ἐνθυμήθητε, φησίν, ὅσα κατὰ γενεὰν καὶ γενεὰν ἐποίησεν εἰς ὑμᾶς ὁ θεός.

ἐπερώτησον Τουτέστιν ἐπίγνωθι <ἐπίγνωτε> καὶ μάθετε, ὅσα ἐπὶ τῶν πατέρων ὑμῶν ἐποίησεν ὁ θεός, καὶ οὐ κατενύγητε ταῖς καρδίαις ὑμῶν. τοὺς πρεσβυτέρους Τουτέστι μάθετε τοὺς προβεβηκότας. ὅτε διεμέριζεν Ὄτε διΐστησι καὶ ἐκληροδότει ταῖς φυλαῖς τὴν γῆν, οὐδὲ ταῦτα ὑμᾶς κατανύττει; οὓς διέσπειρεν Ὅπως ἐκ τοῦ ἑνὸς ἀνθρώπου κατεφύτευσεν ἔθνη πολλά. ἔστησεν Τῶν ἁγίων πάντων· ἄγγελοι γὰρ ἐπὶ γῆς οἱ ἅγιοι. καὶ ἐγενήθη Καὶ ἐξ ἐκείνων πάντων τῶν ἐθνῶν σὲ <ὑμᾶς> ἐξελεξάμην μερίδα ἀγαθήν, ἀλλ’ οὐκ ἐμνήσθης <ἐμνήσθητε>· διὰ τοῦτο ὁ πιστὸς λαὸς εἰσῆλθεν, ὅ ἐστιν Ἰακώβ. σχοίνισμα Ὥσπερ γὰρ ἐν σχοινίῳ, οὕτως τῇ πίστει εἵλκυσεν τὰ ἔθνη ὁ θεὸς πρὸς τὸ αὐτοῦ θέλημα. αὐτάρκησεν Θαῦμα γὰρ ἦν ἐν τῇ ἐρήμῳ τὸ γινόμενον, πῶς ἐτρέφετο ὁ λαὸς μὴ κοπιῶν; ἐν δίψῃ Καῦμα γὰρ μέγιστον ἔχοντες ἐν τῇ ἐρήμῳ οὐκ ἐδίψα ὁ λαός. λέγει δὲ ἔρημον τὴν ἐκκλησίαν, ἥτις ἐτήκετο διψῶσα τὸν Χριστὸν καὶ τὰ μυστήρια αὐτοῦ. ἐκύκλωσεν Ἐκύκλου γὰρ αὐτοὺς τῇ δυνάμει καὶ ἐπαίδευε τῇ ὑπομονῇ. καὶ διεφύλαξεν Τοσοῦτον ἦν ἡ ἀγάπη τοῦ θεοῦ πρὸς τὸν λαόν, ἀλλὰ ἀθετήσαντες ἀπεβλήθησαν. ὡς ἀετός Οὐδὲν γὰρ τῶν πετεινῶν οὕτως φυλάσσει τὴν νοσσιὰν ὡς ἀετός, ὡς βασιλεὺς πάντων τῶν πετεινῶν. σημαίνει δὲ τὸν Χριστὸν ὁ λόγος. καὶ ἐπὶ τοῖς Οὕτως τὸν Ἰσραὴλ ἐπόθησεν ὁ θεός, ἀλλ’ οὐ συνῆκαν.

διείς Ἐπὶ τῶν ὤμων γὰρ αὐτοῦ ἔφερεν ὁ θεὸς τὸν Ἰσραὴλ τῇ ἀγαθότητι, οὕτως ἠγαπᾶτο. καὶ ἀνέλαβεν Ἐπάνω ἐν τῷ τραχήλῳ ἔφερεν αὐτοὺς ὁ θεὸς τῷ πόθῳ. κύριος Οὔτε γὰρ ἄλλος αὐτῶν ἠνέσχετο ὡς ὁ θεός. ἀνεβίβασεν Ἐπὶ τὴν καλλιστεύουσαν, περὶ ἧς φησί· δώσω ὑμᾶς (ὑμῖν ?) γῆν ῥέουσαν γάλα καὶ μέλι. ἐψώμισεν Ὧν οὐκ ἐκοπίασαν, ἀλλὰ ἑτοίμως εὗρον. ἐθήλασαν Ὅταν ἐκ τῆς ἀκροτόμου πέτρας οἱ Ἰσραηλῖται τὸ ὕδωρ ἔπιον. βούτυρον Πάντα γὰρ τὰ λιπαρὰ καὶ πίονα παρέσχεν αὐτοῖς. μετὰ στέατος Τῶν κρεῶν τῶν λιπαρωτάτων. υἱῶν Τὰ νεογενῆ καὶ γαλακτώδη κρέα. μετὰ στέατος Τῆς σεμιδάλεως καὶ τῶν ἐξ αὐτῆς ἄρτων. καὶ αἷμα Τὸν ἀληθινόν, τὸν ἡδύ(ν)· τύπος δὲ ἦν τοῦ αἵματος τοῦ Χριστοῦ, τὸ στάξαν ἐν τῷ σταυρῷ καὶ ἔπιεν ὁ πιστὸς λαός. καὶ ἔφαγεν Ἐν τούτοις γὰρ πᾶσι τραφέντες ἐσκίρτησαν ἄτακτα. καὶ ἀπελάκτισεν Ἀπὸ τοῦ κόρου τῆς τροφῆς ἐσκίρτησεν ὁ λαός. ἐλιπάνθη Τῇ διανοίᾳ, τῇ καρδίᾳ, τοῖς λογισμοῖς ἐξέστη, παρεφρόνησεν, ὑπερηφανεύθη. καὶ ἐγκατέλειπε Ἑαυτῷ γὰρ λοιπὸν ἐπεποίθει καὶ οὐκ εἰς θεόν. καὶ ἀπέστη Ἀπέστη γὰρ τῇ φρονήσει ὡς δάμαλις ἐξοιστρῶσα, καθὼς γέγραπται. παρώξυναν Τουτέστιν ἐν τοῖς εἰδώλοις τῶν ἐθνῶν. ἐν βδελύγμασιν Προσκυνοῦντες τὰ εἴδωλα. ἔθυσαν Δαίμοσι γὰρ προσεχώρησαν καταλείψαντες τὸν θεόν, τὸν ζωοποιοῦντα αὐτούς.

θεοῖς Καταλείψαντες γὰρ τὸν θεὸν τὸν αἰώνιον, εἴδωλον πρόσκαιρον προσεκύνησαν, οὓς (sic!) οὔτε αὐτοὶ οὔτε οἱ πατέρες αὐτῶν ᾔδεισαν. θεόν Τὸν κτίσαντά σε, φησίν. καὶ ἐπελάθου Τοσαῦτα γὰρ ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ ἀκαμάτως καὶ ἐπελάθοντο. εἶδεν Ἀθετούμενος γὰρ παρωργίσθη. καὶ παρωξύνθη Ἀγαπώμενοι γὰρ ὡς τέκνα παρώξυναν τὸν θεόν. καὶ εἶπεν Ἀπερρίφησαν γὰρ ἀπ’ αὐτοῦ εἰδώλοις προσκλιθέντες. καὶ δείξω Ἤδει γὰρ ὡς θεός, ὅτι ἀπορριφήσονται μὲν αὐτοί, εἰσέλθουσι δὲ τὰ ἔθνη εἰς κληρονομίαν. ὅτι γενεά Ἐξεστράφησαν γὰρ ἐν τῇ πλάνῃ τῶν εἰδώλων. υἱοί Ὠνομάζοντο γὰρ υἱοὶ θεοῦ, ἀλλὰ τὴν πίστιν ἠθέτησαν. αὐτοί Προσκυνήσαντες τῷ μόσχῳ τῷ χωνευτῷ. παρώργισαν Κωφὰ καὶ ἄλαλα θεοποιοῦντες καὶ τὸν θεὸν ἀθετοῦντες. κἀγώ Ἐν γὰρ τῷ δέξασθαι τὰ ἔθνη τὴν πίστιν ἐκεῖνα παρεζήλωσαν ἐπὶ τῇ σωτηρίᾳ αὐτῶν. ἐπ’ ἔθνει Ἀσύνετα γὰρ ἦν τότε τὰ ἔθνη, ἐσώθησαν δὲ τῇ χάριτι, ἐκεῖνοι δὲ παρωξύνθησαν. ὅτι πῦρ Ἡ γὰρ ὀργὴ τοῦ θεοῦ πυρὸς ἐνεργεστέρα ἐστίν. καυθήσεται Ἕως καταβιβάσω αὐτοὺς ζῶντας εἰς ᾅδου. καταφάγεται Τὰ γεννήματα αὐτῶν, τουτέστι τὰ φρονήματα τῆς γηΐνης πολιτείας. φλέξει Λέγει τοὺς δαίμονας, ὡς ὄρη ὄντας· ἐφλέχθησαν δὲ αὐτῶν αἱ δυνάμεις. καὶ τὰ βέλη Κατὰ συγχώρησιν γὰρ θεοῦ ἐπολεμοῦντο. τηκόμενοι Ἐμνήσκοντο γὰρ τῆς ὀρτυγομήτρας καὶ ἐτήκοντο. καὶ ὀπισθότονος Ἦσαν γὰρ πληγέντες ἀνιάτως ὑπὸ τοῦ θεοῦ.

ὀδόντας Ζῴων ἀγρίων ἐγίνοντο βρώματα. μετὰ θυμοῦ Λέγει τοὺς δράκοντας, τοὺς μεγάλους ὄφεις. ἔξωθεν Ἔσφαζον γὰρ τὰ τέκνα αὐτῶν τοῖς δαίμοσιν. καὶ ἐκ τῶν Ὅθεν γὰρ ἤλπιζον εἰρήνην, ἐκεῖθεν ἐπολεμοῦντο. νεανίσκος Νέος καὶ νέα ἀλλήλοις συναπέθνῃσκον. θηλάζων Τὰ βρέφη σὺν τοῖς γέρουσι συναπέθνῃσκον. εἶπα Εἰς πᾶσαν γὰρ τὴν γῆν διεσκορπίσθησαν οἱ Ἰουδαῖοι. παύσω Οὔτε γὰρ μνήμη αὐτῶν ἐστιν ἐν ἀνθρώποις. εἰ μή Ἕνεκεν γὰρ τῶν ἐχθρῶν αὐτῶν κατελείφθη αὐτῶν ὑπόμνημα. καὶ ἵνα μή Ἵνα μὴ ὑψωθῶσιν ἐπὶ πολὺ οἱ ὑπεναντίοι. μὴ εἴπωσιν Ἵνα μὴ καυχήσωνται οἱ ἐχθροὶ αὐτῶν, ὅτι ἰδίᾳ δυνάμει ἀπώλεσαν τοὺς Ἰουδαίους. καὶ οὐχί Ἔμελλον γὰρ λέγειν, ὅτι ἰδίᾳ δυνάμει ἐποιήσαμεν. ὅτι ἔθνος Τὸ τῶν Ἰουδαίων, ὅτι βουλῆς τοῦ θεοῦ ἀπέπεσαν θελήματι ἰδίῳ. καὶ οὐκ ἔστιν Πάσης γὰρ φρονήσεως ἐστερήθησαν. οὐκ ἐφρόνησαν Οὐκ ἠθέλησαν μνησθῆναι, ὅσα ἐποίησε μετ’ αὐτῶν ὁ θεὸς ἀπ’ ἀρχῆς. καταδεξάσθωσαν Τουτέστι μείνωσι τὴν παρουσίαν Χριστοῦ. πῶς διώξεται Πῶς ἕκαστος τῶν ἀποστόλων χιλιάδας πολλὰς καταλείψεται. λέγει δὲ τὸν Παῦλον. καὶ δύο Ὡς Πέτρος καὶ Ἰωάννης πολλὰς μετέβαλον ἐπὶ τὴν πίστιν τοῦ Χριστοῦ καὶ θεοῦ. εἰ μὴ ὁ θεός Ὁ θεὸς γὰρ παραδέδωκε τὰ ἔθνη εἰς χεῖρας τῶν ἀποστόλων, ἵνα σωθῶσι τῇ πίστει.

Οὐ γὰρ εἰσίν Πῶς γὰρ τὰ ἄλαλα καὶ κωφὰ ἠδύναντο ὅμοια εἶναι ζῶντι θεῷ; οἱ δὲ ἐχθροί Οἱ δαίμονες· ἐξέπεσαν γὰρ ἀπὸ θεοῦ. ἐκ γὰρ ἀμπέλου Ἄκαρπος τουτέστι καὶ σποδός. καὶ ἡ κληματίς Κεκαυμένη καὶ μάταιος παντελῶς <ἐγενόμεθα>. ἡ σταφυλή Χολὴν γὰρ ἐκαρποφόρησεν, ἣν ἐπότισαν τὸν Χριστόν. βότρυς Προεσήμαινε γὰρ αὐτοῖς τὸ ὄξος καὶ τὴν χολήν, ἣν ἔμελλον ποτίζειν τὸν δεσπότην τοῦ ἀμπελῶνος. θυμός Ἰοῦ γὰρ καὶ δόλου πλῆρες αὐτῶν τὸ ποτήριον, ὃ ἐκέρασαν τῷ ἰδίῳ δεσπότῃ. οὐχὶ ταῦτα Τουτέστι ταῦτα πάντα [συνῆκται καὶ] φυλάσσω ὑμῖν εἰς τὴν ἡμέραν τῆς κρίσεως. καὶ ἐσφράγισται Τουτέστι φυλάττεται ὑμῖν. ἐν ἡμέρᾳ Ὅταν μέλλω δικάζειν πάντα τὰ ἔθνη. ἐν καιρῷ Τὸν καιρὸν λέγει τοῦ πάθους, ὅταν τὰς χεῖρας αὐτῶν ἐπιβάλωσι τῷ φανέντι θεῷ. ὅτι ἐγγύς Λέγει τὴν παρουσίαν τοῦ Χριστοῦ, ἐν ᾗ ἀπιστήσαντες ἀπώλοντο. καὶ πάρεστιν Τουτέστιν ἤδη ἤγγισεν ἑτοίμως. ὅτι κρινεῖ Ἐν τῇ ἡμέρᾳ τῆς δίκης. καὶ ἐπὶ τοῖς δούλοις Ὅσοι ἐπίστευσαν τῇ ἐπιφανείᾳ αὐτοῦ, ἐν αὐτοῖς τότε παρακαλεῖται. ἴδεν γὰρ αὐτούς Τῷ φόβῳ τῆς κρίσεως· τότε γὰρ παραλύονται μάλιστα οἱ Ἰουδαῖοι, ὁρῶντες κριτήν, ὃν ἐσταύρωσαν. ἐν ἐπαγωγῇ <Ἀγομένους εἰς κρίσιν καὶ τῷ φόβῳ ξηραινομένους>. καὶ εἶπεν Οὕς, φησίν, ἐπεκαλεῖσθε εἰς βοήθειαν. ἐφ’ οἷς Ἐφ’ οὕς, φησίν, εἴχετε τὰς ἐλπίδας ὑμῶν.

ὧν τὸ στέαρ Ἤσθιον καὶ ἔπινον ἀντ’ αὐτῶν οἱ προσφέροντες <αὐτοῖς> ὡς θεοῖς. ἀναστήτωσαν Ἔλθωσιν νῦν εἰς βοήθειαν ὑμῖν κρινομένοις. καὶ γενηθήτωσαν Τουτέστι ῥύσονται ὑμᾶς ἐκ τῆς κρίσεως. ἴδετε Ὁρᾶτε νῦν καὶ μάθετε, τίς εἰμι ἐγώ, ὃν ἐσταυρώσατε. νῦν, φησί, νοήσατε, ὅτι οὐκ ἔστι θεὸς ἄλλος πλὴν ἐμοῦ. ἐγὼ ἀποκτενῶ Ζωῆς γὰρ καὶ θανάτου ἐξουσίαν ἐγὼ ἔχω. πατάξω Θεὸς γάρ εἰμι ἐξουσιαστής. καὶ οὐκ ἔστιν Πάντας γὰρ χρὴ παραστῆναι τῷ βήματί μου. ὅτι ἀρῶ Ὑψώσω αὐτήν, φησίν, ἐπὶ πάντα τὰ ἔθνη. καὶ ὀμοῦμαι Ὤμοσε γὰρ κύριος καὶ οὐ μεταμεληθήσεται. καὶ ἐρῶ Ἵνα μάθωσι πάντες, ὅτι ζῶν θεός εἰμι ἐγώ. ὅτι παροξυνῶ Ὁ λόγος, φησίν, ὁ τοῦ θεοῦ, ἀστράψας ὑπὲρ ἀστραπήν, περὶ οὗ ὁ Παῦλος· ὁ λόγος, φησί, τοῦ θεοῦ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. καὶ ἀνθέξεται Ἄρξομαι, φησί, τῆς κρίσεως λοιπόν. <Ὡς ἡ θεοῦ, δηλαδή.> καὶ ἀνταποδώσει Ἀποδώσω, φησίν, Ἰουδαίοις, ἀνθ’ ὧν ἠσέβησαν εἰς ἐμὲ καὶ πᾶσι τοῖς ἀσεβέσιν. καὶ τοῖς μισοῦσιν Τοῖς μὴ πιστεύσασι τῇ παρουσίᾳ τοῦ κυρίου ἀποδώσω <ἀποδώσει> εἰς τὰ τῆς γεέννης ἐπαγγέλματα. μεθύσω Συγκόπτων τοὺς δαίμονας σὺν τοῖς ἁμαρτωλοῖς <καὶ διαφθείρων αὐτούς>. καὶ ἡ μάχαιρα Ἡ ῥομφαία, περὶ ἧς λέγει· ἐντελοῦμαι τῇ ῥομφαίᾳ καὶ λήψεται αὐτούς. ἀφ’ αἵματος Ἀπὸ τῶν φονέων καὶ τῶν κλεπτῶν ἐκδικήσω τοὺς ἀδικηθέντας.

ἀπὸ κεφαλῆς Τουτέστιν οὔτε ἀρχόντων φείσομαι· ἀπροσωπόληπτος γὰρ ἡ κρίσις. εὐφράνθητε Τοὺς ἁγίους λέγει εὐφραίνεσθαι μετὰ τοῦ Χριστοῦ. καὶ προσκυνησάτωσαν Οἱ δίκαιοι τὸν θεὸν πατέρα ἐπιγραφόμενοι. εὐφράνθητε ἔθνη Πολλοὶ [γὰρ καὶ] τοῦ λαοῦ σὺν τοῖς ἔθνεσιν ἐπίστευον. καὶ ἐνισχυσάτωσαν Παρῆσαν γὰρ οἱ ἄγγελοι διακονοῦντες (διακονοῦσαι) αὐτῷ. ὅτι τὸ αἷμα Τὸ τῶν μαρτύρων. καὶ ἐκδικήσει Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ παγκοσμίῳ. καὶ τοῖς μισοῦσιν Ἰουδαίοις λέγει καὶ Ἕλλησιν. καὶ ἐκκαθαριεῖ Τὴν γῆν ἐκείνην, περὶ ἧς λέγει· ἐν γῇ ζώντων. ἐκεῖ γὰρ οὐκέτι προσθήσει διελθεῖν ἀκάθαρτον, ἀλλ’ ἔσται καθαρά.