Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὰς ᾠδάς

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στην προσευχή του Μανασσή και στις ωδές των Τριών Παίδων

Ερμηνεία της προσευχής μετανοίας του βασιλιά Μανασσή, καθώς και της προσευχής και του ύμνου των Τριών Παίδων στην κάμινο του πυρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 5

Προσευχὴ Μανασσή <τοῦ βασιλέως τῶν Ἰουδαίων>. Κύριε παντοκράτωρ Αὐτοὶ γὰρ προπάτορες ἐγένοντο, ὡς μέλλων ἐξ αὐτῶν τὸ κατὰ σάρκα γεννᾶσθαι ὁ Χριστός· διὰ τοῦτο ὠνομάσθησαν. τοῦ Ἀβραάμ Αἰνίττεται τὸν Χριστόν, ὡς ἐξ αὐτῶν τὸ κατὰ σάρκα διὰ τὴν παρθένον. ὁ ποιήσας Τίνος γὰρ ἦν τὸν οὐρανὸν καὶ γῆν ποιῆσαι ἢ Χριστοῦ; περὶ οὗ γέγραπται· τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. ὁ πεδήσας <Γέγραπται γὰρ ἐν Ἰώβ· ὁμίχλῃ αὐτὴν ἐσπαργάνωσα· ἐθέμην [δὲ] αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας. εἶπα δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ, ἀλλ’ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα>. ὁ κλείσας Αἰνίττεται τὴν παρθένον, ἥτις κεκλεισμένη ἔσται ἕως τοῦ αἰῶνος· ἄβυσσος διὰ τὸ ἀκατάληπτον τοῦ μυστηρίου. ὃν πάντα φρίττει Τίς γὰρ ἀκούσας δύναμιν θεοῦ οὐ φρίσσει; ὅτι ἄστεκτος Τίς γὰρ ὑπομένει δόξαν θεοῦ ἰδεῖν; καὶ ἀνυπόστατος Ἀνυπόστατος γὰρ τότε ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς ἀσεβεῖς εὑρίσκεται. ἀμέτρητον Οὔτε γὰρ μέτρῳ οὔτε εἰκασμῷ ὑποβάλλεται τὰ τοῖς δικαίοις διδόμενα τότε. σὺ γὰρ εἶ Ἡ μακροθυμία τὸ ἔλεος παρασκευάζει. καὶ μετανοῶν Ἐν τῇ ζωῇ τῇ ὧδε ἔδωκεν ὁ θεὸς ἰσχύειν μετάνοιαν. σὺ οὖν, κύριε Οὐ γάρ, χρῄζουσι μετανοίας οἱ δίκαιοι. τῷ Ἀβραάμ Ἦσαν γὰρ ἐλεύθεροι ἀπὸ ἁμαρτίας. ἀλλ’ ἔθου Ὅσοι γὰρ ἥμαρτον, χρῄσουσι μετανοίας. διότι ἥμαρτον Τουτέστι πολλαὶ αἱ ἁμαρτίαι μου. ἐπλήθυναν Ἀλλ’ οὐ νικῶσι τὴν ἀγαθότητά σου.

καὶ οὐκ εἰμὶ ἄξιος Πολλὰ γὰρ ἦν ἁμαρτήσας. κατακαμπτόμενος Ἀντίσταθμον γὰρ τῶν ἁμαρτιῶν μου καὶ τὴν παιδείαν ἐπενόησα. διότι παρώργισα Καταλείψας θεὸν καὶ δαίμοσι προσχωρήσας. καὶ τὸ πονηρόν Ποιήσας εἴδωλα κωφά, ἀναίσθητα, δι’ ὧν παρώξυνα τὸν θεόν. καὶ νῦν Περὶ τῆς πλημμελείας μου, ἧς ἐτόλμησα. ἡμάρτηκα Καὶ αὐτὸς δὲ ἐπίστασαι τὰ ἐν ἐμοί. αἰτοῦμαι Ἐν γὰρ τῇ σῇ ἀγαθότητι κεῖται ἡ συγχώρησις τοῦ ἀνθρώπου. μὴ συναπολέσῃς Μὴ σὺν τοῖς ἔργοις μου καταδικάσῃς με. μηδὲ εἰς τὸν αἰῶνα Τουτέστιν μὴ ἐάσῃς με συναιωνίζειν ταῖς ἁμαρτίαις μου. μὴ καταδικάσῃς Μὴ μετὰ τῶν ἁμαρτιῶν μου κατέλθω εἰς τὸν ᾅδην, ἀλλὰ ζῶντά με οἴκτειρον. ὅτι σὺ εἶ—καὶ ἐν ἐμοί Τῶν γὰρ σπλάγχνων τοῦ θεοῦ οὐδὲν ἴσον εὑρήσει τις· ἐκεῖ γὰρ οἱ μετανοοῦντες σώζονται. ὅτι ἀνάξιον ὄντα Τὸ γὰρ ἔλεος τοῦ θεοῦ ἀκατάληπτον. καὶ αἰνέσω Ἀκαταπαύστως τουτέστιν. ὅτι σὲ ὑμνεῖ Αἱ γὰρ τῶν οὐρανῶν δυνάμεις οὐ παύονται ὑμνοῦντες καὶ δοξάζοντες τὸν θεὸν αἰωνίως.

Ἡ εὐχὴ καὶ ὁ ὕμνος τῶν τριῶν παίδων ἐν τῇ καμίνῳ τοῦ πυρός <ἐν Βαβυλῶνι.> Εὐλογητὸς εἶ Πότε γὰρ ὁ θεὸς οὐκ εὐλογεῖται ὑπὸ πάντων; καὶ αἰνετόν Καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι δεδοξασμένος ἐστὶν ὁ θεός. ὅτι δίκαιος Πάντα γὰρ τὰ τῆς σωτηρίας ἡμῶν ἐπεμέτρησεν ἡμῖν ὡς ἀγαθὸς θεός. καὶ πάντα τὰ ἔργα Ὡς θεοῦ πάντα ἀληθῆ τὰ παρ’ αὐτοῦ. καὶ κρίματα ἀληθείας Οὔτε γὰρ ἄκριτον ἢ ψευδές τι παρὰ θεῷ. κατὰ πάντα Πάντα γὰρ τῷ ἀνθρώπῳ ἐποίησε τὰ καλά. καὶ ἐπὶ τὴν πόλιν Λέγει μὲν καὶ τὴν αἰσθητὴν Ἰερουσαλήμ, δι’ ὅτι πολλὰ ἔπαθε πρὸς ἐπιστροφήν. ὅτι ἐν ἀληθείᾳ Παροργίσαντες γὰρ τὸν θεὸν ἀπέλαβον. ὅτι ἡμάρτομεν Ἠρνήσαντο γὰρ τὸν θεὸν καὶ εἰδώλοις προσεχώρησαν· διὰ πάντων οὖν ἥμαρτον. καὶ τῶν ἐντολῶν Παραβάντες γὰρ τὸν νόμον πάντων ἔνοχοι γεγόναμεν. καθὼς ἐνετείλω Αὐτὸς γὰρ ὡς ἀγαθὸς ἀγαθὰ ἡμῖν συνεβουλεύσατο, ἀλλ’ ἡμεῖς ἀνήκοοι. καὶ πάντα ὅσα Οὐδὲν γὰρ ἀσκόπως οὔτε ἐπὶ βλάβῃ ποιεῖ ὁ θεός. καὶ παρέδωκας Ἀπεριτμήτοις καὶ ἀσεβέσι, μὴ γινώσκουσι τὸν θεόν, ἀλλὰ κατὰ πάντα ἀνόμοις. καὶ βασιλεῖ ἀδίκῳ Λέγει μὲν τὸν Ναβουχοδονοσόρ, νόει δὲ τὸν διάβολον. καὶ νῦν Ὑπόδικοι γὰρ ἐγενήθημεν παρακούσαντες τοῦ θεοῦ. αἰσχύνη Ὀφείλοντες γὰρ θεῷ λαλεῖν εἰδωλολάτραις <εἰδωλολατρείαις> παρεδόθημεν καὶ κατῃσχύνθημεν. μὴ παραδῷς Ἡμῶν γὰρ μὴ ἐχόντων ἔργα σωτηρίας αὐτὸς διὰ τὸ ὄνομά σου μὴ ἐγκαταλίπῃς ἡμᾶς.

καὶ μὴ διασκεδάσῃς Μὴ λήθην ποιήσῃς τῆς διαθήκης σου, ἧς ἔθου πρὸς τοὺς πατέρας ἡμῶν. καὶ μὴ ἀποστήσῃς Ἀλλ’ ὡς συμπαθὴς θεὸς καταλλάγηθι. δι’ Ἀβραάμ Δι’ αὐτοὺς τὸ γένος ὅλον οἴκτειρον· αὐτοὺς γὰρ αὐτὸς ἐπεγράψω πατέρας <ὑμᾶς> γὰρ καὶ αὐτοὶ ἐπεγράψαντο (ἐπεγράφοντο) <πατέρας>. οἷς ἐλάλησας Εἰ γὰρ τοσοῦτον ἐπλήθυνας τὸν λαόν μου <σου>, νῦν μὴ ἀπολέσῃς αὐτούς. ὅτι δέσποτα Ἐκλεκτοὶ ὄντες, φησίν, ἠτιμώθημεν. καί ἐσμεν ταπεινοί Πάντα γὰρ τὰ ἔθνη κατεπάτησαν ἡμᾶς, ὅτι τὸν θεὸν παρωξύναμεν. καὶ οὐκ ἔστιν Ὄντες γὰρ ἐν αἰχμαλωσίᾳ πάντων ἐξέπεσαν τῶν τιμίων τοῦ νόμου. οὐδὲ ὁλοκαύτωσις Οὐκ ἦν γὰρ τόπος νομικός, ἐν ᾧ ἔδει ἐπιτελεῖν τὰ τοῦ νόμου ἔργα. οὐ τόπος Τοῦ τόπου γὰρ ἀπολομένου <ἀπολλυμένου> δηλονότι καὶ τὰ τοῦ τόπου συναπώλετο. ἀλλ’ ἐν ψυχῇ Ἐν τούτοις γὰρ ἥδεται ὁ θεός. ὡς ἐν ὁλοκαυτώμασιν Ὑπὲρ ἄρνας γὰρ [καὶ] δαμάλεις ἡ πίστις ἐνεργεῖ. καὶ ὡς ἐν μυριάσιν Ἡ γὰρ ταπείνωσις καὶ εὐσέβεια ὑπὲρ πάντα ἰσχύει καὶ λογίζεται. οὕτως γενέσθω Τῇ γὰρ προθέσει τῇ ἀπὸ καρδίας προσέχει ὁ καιρὸς ὑπὲρ τὰς νομικὰς θυσίας. καὶ ἐκτελέσαι Τὸ γὰρ ἀκολουθεῖν τῷ θεῷ πάντων μεῖζον. ὅτι οὐκ ἔστιν Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνεται. καὶ νῦν Καὶ νῦν, φησί, προσπίπτοντες δεόμεθα· δέξαι ἡμῶν τὴν μετάνοιαν. μὴ καταισχύνῃς Τουτέστι σὺ παίδευσον ἡμᾶς καὶ μὴ οἱ ἐχθροὶ ἡμῶν πρὸς τὸ μὴ καταισχυνθῆναι.

ἀλλὰ ποίησον Καὶ ἡ παιδεία γὰρ τοῦ θεοῦ ἐπωφελὴς καὶ τὸ ἔλεος ἀνεξιχνίαστον. καὶ δὸς δόξαν Ἐν γὰρ τούτῳ ἡ δόξα τοῦ θεοῦ μεγάλη, ἐν τῷ ἐλεεῖν τοὺς ἁμαρτωλούς. καὶ ἐντραπείησαν Ὅταν γὰρ ἴδωσιν ἡμῖν <ἡμᾶς> οἱ ἐχθροὶ εἰς τὸ ἀρχαῖον ἀξίωμα, καταισχύνονται. καταισχυνθείησαν Πίπτει γὰρ τῶν ἐχθρῶν ἡ δύναμις. καὶ ἡ ἰσχύς Μάθωσι τουτέστι, ὅτι οὐκ ἔστιν θεὸς ἄλλος πλὴν σοῦ μόνου. καὶ ἔνδοξος Ἐπὶ πᾶσαν γὰρ τὴν οἰκουμένην κατασκηνοῖ ἡ δόξα τοῦ θεοῦ. <ᾨδὴ (ὕμνος) τῶν αὐτῶν τριῶν παίδων.> Εὐλογητός Ὡν σὺ ἐξελέξω καὶ προσκέκληκας. καὶ αἰνετός Καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. καὶ εὐλογητὸν τὸ ὄνομα Ὃ ἐπικέκληνται πάντες οἱ ἅγιοι. καὶ ὑπεραινετόν Αἰωνίως τουτέστιν ἀκαταπαύστως. εὐλογημένος εἶ ἐν τῷ ναῷ Ναὸς ἅγιος καὶ δόξης πλήρης τὸ σῶμα τὸ δεσποτικόν, ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος. καὶ ὑπερυμνητός Ἡ γὰρ δόξα τοῦ θεοῦ καὶ ὁ ὕμνος αἰώνιος. εὐλογημένος εἶ ὁ βλέπων Καὶ τὰς ἀβύσσους ἐπίστασαι ὡς θεός, καὶ ταύτας ἐφορᾷς, ἐποχούμενος ἐπὶ τῶν χερουβίμ. καὶ ὑπερυμνητός Τὸν αἰώνιον ὕμνον τῶν ἀγγέλων δεχόμενος ἀκαταπαύστως. εὐλογημένος εἶ ἐπὶ θρόνου Ὅτι σου ὁ θρόνος ἀνείκαστος (ἀνίκητος) καὶ ἡ βασιλεία ἀδιάδοχος ὡς θεοῦ. καὶ ὑπερυμνητός Ὡς θεὸς ἀκατάληπτος καὶ ἐπάνω πάντων ὑπάρχων, τούτου ὁ ὕμνος αἰώνιος.

εὐλογημένος εἶ ἐν τῷ στερεώματι Διὰ τὸ ἀκατάληπτον ἔργον τοῦ οὐρανοῦ πᾶσα ἡ κτίσις εὐλογεῖ σε, ὁ θεός. καὶ ὑπερυμνητός Αἰνούμενος καὶ παρὰ πάσης τῆς κτίσεως.

Ὕμνος τῶν <ἁγίων> τριῶν παίδων <ἐν τῷ προφήτῃ Δανιήλ, ἑνὸς ἐκ τριῶν μεγάλων>. Εὐλογεῖτε πάντα τὰ ἔργα Ἐκ συμφωνίας γὰρ πᾶσα ἡ κτίσις εὐλογεῖ τὸν κύριον, ὡς πάντων ποιητὴν καὶ κύριον ὄντα. ὑμνεῖτε Τὸν ὕμνον τῶν ἐπουρανίων καὶ τοὺς ἐπὶ γῆς ᾄδειν δεῖ. εὐλογεῖτε ἄγγελοι Καὶ αὐτοὶ γὰρ ἔργον εἰσὶ τοῦ λόγου τοῦ θεοῦ καὶ τῇ θεωρίᾳ ὑμνεῖ (ὑμνοῦσι [?]) τὸν θεόν. ὑμνεῖτε Τουτέστιν οἱ ἄγγελοι διὰ τοῦ ὕμνου μεγαλύνατε τὸν θεόν. εὐλογεῖτε οὐρανοί Ὡς θρόνος θεοῦ ὑπάρχων ἀπαύστως εὐλογεῖ τὸν θεόν. ὑμνεῖτε Τουτέστιν οἱ οὐρανοὶ ὡς εὐλογοῦντες καὶ τὸν ὕμνον προσφέρετε αὐτῷ. εὐλογεῖτε ὕδατα Καὶ τὰ ὕδατα γὰρ τοῖς κινήμασι καὶ ἤχοις εὐλογοῦσι τὸν θεόν. ὑμνεῖτε Ὡσαύτως τὰ ὕδατα ὑμνοῦντα καὶ μεγαλύνοντα τὸν θεὸν οὐ παύονται. εὐλογεῖτε πᾶσαι αἱ δυνάμεις Καὶ αὗται γὰρ αἱ δυνάμεις, κτισταὶ οὖσαι, εὐλογοῦσι τὸν κύριον, κτίστην αὐτῶν. ὑμνεῖτε Ἀκαταπαύστως γὰρ καὶ αὗται ὑμνοῦσαι οὐ παύονται. εὐλογεῖτε ἥλιος Καὶ αὐτὰ γὰρ τῷ δρόμῳ ὑπουργοῦντα εὐλογοῦσι τὸν κύριον. ὑμνεῖτε Ὡς εὐλογοῦσιν οὕτως καὶ ὑμνοῦσιν. εὐλογεῖτε ἄστρα Τῇ κινήσει καὶ αὐτὰ καὶ τῇ θεώσει <στερεώσει> εὐλογοῦσι τὸν κύριον. ὑμνεῖτε Μετὰ τῆς εὐλογίας καὶ τὸν ὕμνον προσφέροντα οὐ παύονται. εὐλογεῖτε πᾶς ὄμβρος Τῇ διακονίᾳ καὶ λειτουργίᾳ εὐλογοῦσιν. ὑμνεῖτε Ὡς εὐλογοῦντα καὶ ὑμνοῦσι τὸν κελεύοντα αὐτοῖς.

εὐλογεῖτε πάντα τὰ πνεύματα Καὶ αὐτὰ τοῖς φυσήμασι καὶ τοῖς ἤχοις εὐλογοῦντα οὐ παύονται τὸν ἐμπνέοντα αὐτά. ὑμνεῖτε Ὕμνον γὰρ ἀκατάπαυστον μετὰ τῆς εὐλογίας προσφέροντες (προσφερόντων) οὐ παύονται. εὐλογεῖτε πῦρ καὶ καῦμα Τῇ διακονίᾳ τῆς θέρμης καὶ αὐτὰ εὐλογοῦσι τὸν κύριον. ὑμνεῖτε Σὺν τῇ εὐλογίᾳ καὶ τὸν ὕμνον προσάγουσιν. εὐλογεῖτε ψῦχος Τῇ γὰρ διακονίᾳ καὶ αὐτὰ εὐλογεῖ τὸν κύριον. ὑμνεῖτε Σὺν τῇ εὐλογίᾳ καὶ τὸν ὕμνον δότε, φησίν. εὐλογεῖτε δρόσοι Ὡς μέλλοντα τῇ καμίνῳ συμπαρελάμβανον καὶ αὐτὰ εὐλογεῖν τὸν θεόν. ὑμνεῖτε Μεθ’ ἡμῶν γὰρ τὸν ὕμνον καὶ ἡ δρόσος μερίζεται. εὐλογεῖτε πάγος Τούτων γὰρ χρεία ἐν τῷ πυρί, ὥστε εὐλογεῖν τὸν κύριον. ὑμνεῖτε Χρὴ γὰρ ὑμνεῖν ἀϊδίως. εὐλογεῖτε πάχναι Καὶ αὐτὰ τῇ διακονίᾳ τοῦ προστάγματος εὐλογοῦσι τὸν κύριον. ὑμνεῖτε Ὡς τὴν εὐλογίαν προσάγοντες, οὕτως καὶ τὸν ὕμνον. εὐλογεῖτε νύκτες Καὶ αὗται γάρ, ἀλλήλαις ὑποχωροῦσαι τὸν δρόμον, εὐλογοῦσι τὸν κύριον. ὑμνεῖτε Ὑμνοῦσι γὰρ μεγαλύνοντες τὸν δόντα αὐτοῖς τὸν δρόμον. εὐλογεῖτε φῶς Ἐν γὰρ τῷ φωτὶ πᾶσα εὐλογία τῷ θεῷ προσφέρεται. εὐλογεῖτε ἀστραπαί Αἱ γὰρ ἀστραπαὶ τῷ φωτὶ καὶ αἱ νεφέλαι τοῖς ὄμβροις εὐλογοῦσι τὸν κύριον. ὑμνεῖτε Τῇ γὰρ διακονίᾳ ὑμνοῦσι καὶ αὐτὰ τὸν θεόν. εὐλογείτω ἡ γῆ Καὶ αὕτη τοῖς καρποῖς εὐλογεῖ τὸν κύριον καὶ ὑπερυψοῖ καὶ ὑμνεῖ. εὐλογεῖτε ὄρη Καὶ αὐτοὶ εὐλογοῦσι τὸν κύριον.

ὑμνεῖτε Τῷ ὕψει καὶ τῷ μεγέθει. εὐλογεῖτε πάντα τὰ φυόμενα Τῇ ὑπηρεσίᾳ τῶν ζώντων εὐλογοῦσι καὶ αὐτὰ τὸν κύριον. ὑμνεῖτε Ὑμνεῖν γὰρ πάντα ἔμψυχα καὶ ἄψυχα παρακελεύεται τὸ πνεῦμα ἅγιον. εὐλογεῖτε αἱ πηγαί Τοῖς ῥεύμασι καὶ νάμασιν εὐλογοῦσιν. ὑμνεῖτε Τῇ γὰρ ἀπολαύσει αὗται ὑμνοῦσι τὸν κύριον. εὐλογεῖτε θάλασσαι Ἡ θάλασσα τοῖς κύμασι καὶ οἱ ποταμοὶ τοῖς ῥεύμασι εὐλογοῦσι τὸν κύριον. ὑμνεῖτε Ὡς γὰρ ὑμνοῦσιν αὐτοί, οὐ παύονται. εὐλογεῖτε κήτη Τὴν τῶν ὑδάτων <τῆς γῆς> φύσιν προτρέπονται οἱ παῖδες εὐλογεῖν σὺν αὐτοῖς τὸν κύριον. ὑμνεῖτε Ὡς εὐλογεῖτε, ὡσαύτως καὶ ὑμνεῖτε. εὐλογεῖτε πάντα τὰ πετεινά Καὶ αὐτὰ γὰρ τοῖς πτεροῖς ἠχοῦντα εὐλογοῦσι τὸν κύριον. ὑμνεῖτε Προσφέρουσι γὰρ καὶ αὐτὰ ὕμνον τῷ θεῷ. εὐλογεῖτε τὰ θηρία Πάντα γὰρ παρὰ τῷ θεῷ λόγῳ μετέχουσι καὶ εὐλογοῦντα οὐ παύονται. ὑμνεῖτε Ὑμνοῦσι γὰρ αἰωνίως τὰ κτίσματα. εὐλογεῖτε υἱοὶ τῶν ἀνθρώπων Ὡς λογικὸν ζῷον εὔδηλον ἀπαύστως εὐλογοῦν οὐ παύεται. ὑμνεῖτε Οὔτε γὰρ ὑμνῶν ὁ πιστὸς οὐ παύεται. εὐλογείτω Ἰσραήλ Ὁ λαὸς ὁ πιστὸς καὶ νέος· ὁ γὰρ παλαιὸς ἠθέτησεν. ὑμνεῖτε Ὕμνον γὰρ λογικὸν προσφέρων ἀεὶ οὐ παύεται. εὐλογεῖτε ἱερεῖς Τῶν ἱερέων δὲ ὁ ὕμνος οὐ παύεταί ποτε, ἀλλὰ διηνεκῶς ᾄδεται. εὐλογεῖτε δοῦλοι Ὁρᾷς, πῶς οἱ ἅγιοι πάντας προτρέπονται διηνεκῶς εὐλογεῖν τὸν κύριον. ὑμνεῖτε Οὐδέποτε γὰρ οἱ δίκαιοι καταπαύουσιν.

εὐλογεῖτε πνεύματα Τουτέστιν ἀγωνίσασθε σὺν ἡμῖν, φησίν, οἱ ἅγιοι εἰς τὸ εὐλογεῖν τὸν κύριον. ὑμνεῖτε Τῷ ὕμνῳ ἐξαρούμενοι τοῖς ἀγγέλοις τουτέστιν ἀπαύστως. εὐλογεῖτε ὅσιοι Ὑμεῖς γὰρ καὶ σιωπῶντες τὴν εὐλογίαν ἀνέχετε, τῷ βίῳ λαλοῦντες τῷ καθαρῷ. ὑμνεῖτε Ὑμῶν γὰρ ὁ ὕμνος ηὔφραινε τὸν κύριον. εὐλογεῖτε Ἀνανία Δεῦρο λοιπὸν καὶ αὐτοὶ μετὰ πάσης τῆς κτίσεως εὐλογεῖτε τὸν κύριον, τὸν ῥυσάμενον ὑμᾶς ἐκ τῆς καμίνου τοῦ πυρός. ὑμνεῖτε Ὑμῶν γὰρ ὁ ὕμνος τοὺς ἀγγέλους ἐξένισεν καὶ τὴν οἰκουμένην ἐφωταγώγησεν.