Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς Ψαλμούς 77-99 (Νόθος)
Ερμηνεία στον 79ο Ψαλμό
Η επίκληση του Ποιμένος του Ισραήλ, η μεταφορά της αμπέλου από την Αίγυπτο, η λεηλασία της από τον νοητό εχθρό και η προσδοκία της ενσάρκου οικονομίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον 79ο Ψαλμό
Η επίκληση του Ποιμένος του Ισραήλ, η μεταφορά της αμπέλου από την Αίγυπτο, η λεηλασία της από τον νοητό εχθρό και η προσδοκία της ενσάρκου οικονομίας.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, μαρτύριον τῷ Ἀσάφ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου. αʹ. Ἀλλοιωθησομένους τοὺς διὰ μετανοίας ἀνακαινιζομένους καλεῖ. Ἀναγκαίως δὲ Εἰς τὸ τέλος προσέθηκεν· ἐπειδὴ τελευταίαν ἄγκυραν τὴν μετάνοιαν ἔχομεν· ἔτι δὲ καὶ πρὸς αὐτῷ [τῷ] τέλει τῶν αἰώνων διὰ τῆς τοῦ Χριστοῦ παρουσίας κεκήρυκται. Τούτοις τὸν παρόντα ψαλμὸν εἰς μαρτύριον ὁ Ἀσὰφ ἐμελῴδησεν, ἱστορήσας ἐν τῷ ψαλμῷ τίνα διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων ὁ λαὸς τῶν Ἰουδαίων πέπονθεν. Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσχες· ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφάνηθι.
Θεωρεῖς ὅπως συμβαίνει ταῦτα τοῦ Κυρίου τὰ ῥήματα, ἄπερ αὐτοῦ ἐν τοῖς εὐαγγελίοις εἰρηκότος ἐμφέρεται· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἀλλὰ τίνος χάριν, τοὺς ἄλλους καταλιπών, τὸν Ἰωσὴφ εἰς μέσον καὶ τὸν Ἰακὼβ ἤγαγεν; Ἐπειδὴ τῶν εἰρημένων ἑκάτερος, ὁ μὲν εἰς Αἴγυπτον, ὁ δὲ εἰς Μεσοποταμίαν καταβάντες, ἐδούλευσεν.
Ἀλλὰ τὴν δουλείαν αὐτῶν εἰς ἐλευθερίαν καὶ ἀγαθὰ τὰ ἐπὶ ταύτῃ προτεθέντα μετέστησεν ὁ Θεός, ὃν νῦν προσέχειν ὁ προφήτης ἐξῄτησεν· ἵνα δουλεῦον τοῖς νοητοῖς ἐχθροῖς ὅλον ἡμῶν τὸ γένος θεασάμενος (οὐδὲ γὰρ ἐπ’ αὐτὸν προσέχειν, ἀορίστως δέ, τουτέστιν, ἐπὶ πάντας ὁ προφήτης ἱκέτευσεν), ἐπειχθῇ πρὸς τὴν ἡμῶν ἐλευθερίαν, καὶ θᾶττον ἐνδημήσῃ σαρκί, ἐπειδήπερ αὐτοῦ μὲν τῆς παρουσίας εἰς ἐλευθερίαν χρήζομεν· οὐκ ἄλλως δὲ τὸν καθήμενον ἐπὶ τῶν Χερουβὶμ ἐμφανιζόμενον, εἰ μὴ διὰ σαρκός, ἐχώρουν παραλαβεῖν ἄνθρωποι. Ἐναντίον Ἐφραῒμ καὶ Βενιαμὶν καὶ Μανασσῆ, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Σαφῶς τὴν μετὰ σαρκὸς ἄφιξιν τοῦ Μονογενοῦς ᾔτησεν, ὅθεν αὐτὸν οὐ μόνον ἐλθεῖν, ἀλλὰ καὶ τὴν ἑαυτοῦ δυναστείαν ἐξεγεῖραι παρακαλεῖ· λέγει δὲ δυναστείαν τὴν σάρκωσιν· οὕτω γὰρ αὐτὴν καὶ καθ’ ἕτερον χωρίον τῶν ψαλμῶν προσηγόρευσεν· Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Καὶ τίνος χάριν, ἐπειδὴ δυνατὸς ὑπάρχων καὶ πρότερον, λανθάνων δὲ τοὺς ἀνθρώπους, ὅμως ἡνίκα ἐπεδήμησε σαρκί, τὴν ἑαυτοῦ δύναμιν εἰς πᾶσαν τὴν γῆν ἐφανέρωσε, ταύτην τὴν δυναστείαν ἐναντίον Ἐφραῒμ καὶ Βενιαμὶν καὶ Μανασσῆ ἐξεγερθῆναί φησιν; Ἀπὸ τοῦ μέρους τὸν πάντα Ἰσραὴλ καλῶν, πρὸς ὃν ὁ Χριστὸς ἐξ οὐρανῶν σαρκωθεὶς ἐπεδήμησε· διόπερ, ἐναντίον αὐτῶν, φησί, τὴν δυναστείαν ἐξέγειρον· ἢ ὅτι ἐναντίως πρὸς αὐτὸν ἐσχηκότες, τοιοῦτον εὗρον, ὥσπερ αὐτῷ καὶ προσήρχοντο.
Ὁ Θεός, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. Σαφέστερον τὸν λόγον προβαίνων ὁ προφήτης ἐποίησε, δηλώσας καὶ πῶς ἐνδημεῖν ὁ Χριστός, καὶ τίνος χάριν ἔμελλεν. Ἡ μὲν γὰρ αἰτία τῆς ἐπιδημίας, ὥστε ἡμᾶς ἐπιστρέψαι καὶ διορθώσασθαι· ὁ δὲ τρόπος, ἐμφανισμὸς σαφής, ἵνα πρόσωπον αὐτὸν κατὰ πρόσωπον ὁρῶμεν, οὐκ ἂν ἄλλως σωθέντες, εἰ μήπερ τοῦτον ἡμῖν τὸν τρόπον ἐνεφανίζετο. Ὥστε καὶ ὁ Ἰακὼβ ὁ πατριάρχης ἔλεγεν· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἔζησεν ἡ ψυχή μου. Διόπερ αὐτὸν οὕτως ἰδεῖν καὶ Μωϋσῆς ἐξῄτησεν, οὐ περιέργῳ τρόπῳ, ἀλλ’ οἷα προφήτης εἰδώς, ὅτιπερ ἐν τούτῳ ἡ σωτηρία τοῖς ἀνθρώποις ἀπόκειται· οὐχ ἵνα γυμνὴν θεωρήσῃ θεότητα· τοῦτο γὰρ αὐτοῦ τὸ πρόσωπον οὐδείς, ὡς αὐτός φησιν ὁ Θεός, κατοπτεῦσαι δυνήσεται. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου; Οὐ μάτην τοῖς παροῦσιν ἐχρήσατο ῥήμασιν, ἀλλ’ ὁμοῦ μὲν τὸ οἰκεῖον ἀξίωμα μηνύων, ὁμοῦ δὲ τοῦτον ἐλθεῖν ἐπρεσβεύσατο· ὅθεν αὐτὸν οὐ μόνον Θεόν, ἀλλὰ καὶ Κύριον τῶν δυνάμεων, δηλονότι τῶν κατ’ οὐρανόν, ἔλεγεν.
Αἰσθόμενος δὲ τῷ Πνεύματι ἀναβολὴν ἔχειν τέως τοῦ Χριστοῦ τὸ μυστήριον, ὀργὴν τοῦτο, τῆς ἑαυτοῦ προσευχῆς ὡς πέρας τότε μὴ λαμβανούσης, ἐκάλεσεν· καὶ μέχρι τίνος ἡ ὀργὴ παρατείνεται πυνθάνεται· ἐφ’ ᾧ καὶ τὰ ἑξῆς ἀκολούθως ἐπήγαγε· Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ.
Ἐκ κοινοῦ τό, Ἕως πότε· μέχρι γὰρ τότε δακρύων ἄρτον, ἔτι δὲ καὶ ποτὸν ἐλάμβανον οἱ προφῆται, θρηνοῦντες τὴν ἀνθρωπότητα, μέχρις ἐνδημήσας ὁ Χριστὸς αὐτὸς ζωῆς ἄρτος ἐγένετο καὶ ποτήριον. Καλῶς δὲ τό, Ἐν μέτρῳ, προσέθηκε, δεικνὺς ὡς οὐδὲν ἄμετρον παρὰ Θεῷ, πάντα δὲ κανόνι καὶ μέτρῳ, εἴτε ὀργή, εἴτε παιδεία, τοῖς ἀνθρώποις εἰς τὸ συμφέρον ἐπάγεται. Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς. Τοὺς αὐτοὺς καὶ νῦν ἐχθρούς τε καὶ γείτονας σαφῶς ὁ λόγος αἰνίττεται· ἅ... μέχρι τὴν ἑαυτοῦ παρουσίαν ὁ Χριστὸς ἀνεβάλετο, ἐν μυκτηρισμῷ καὶ χλεύῃ .. (πρὸς) μὲν ἀνθρώπους, αὐτοὺς δὲ μάλιστα τοὺς προφήτας ἐκέκτηντο ὡς οὐκ ἀληθεύοντας, ἅπερ προεφήτευον περὶ τῆς τοῦ Σωτῆρος ἀφίξεως· ἀλλὰ μὴν καὶ ἀντιλογίαν παρ’ αὐτῶν οὐ τὴν τυχοῦσαν οἱ προφῆται ὑπέμενον, ἐνεργούντων ἐκείνων ἐν τοῖς ψευδοπροφήταις, καὶ φθεγγομένων ἕτερα. Κυρίως δὲ ἄρα τῆς ἀντιλογίας ἐπὶ τῶν δαιμόνων τῶν νοητῶν ἐχθρῶν καὶ τῶν γειτόνων ἔταξε, σαφῶς παριστῶν, ὅτι καθάπερ οἰκέται τοῖς ἑαυτῶν δεσπόταις, οὕτως οἱ δαίμονες τοῖς προφήταις ὑπόκεινται, ἐξ ἀλαζονείας δὲ ὅμως πολλάκις ἐπαρθέντες ἀντιλέγουσιν. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.
Τῆς αὐτῆς ἔχεται πρεσβείας, ἵνα πόσον αὐτῆς τὸ ἀναγκαῖον ἐνδείξηται· ὁμοῦ δὲ καὶ ἡμᾶς παιδεύων, μὴ ὀλιγωρεῖν ἀποτυχόντας εὐχῆς, ἀλλ’ ἐπιμένειν· πάντως γὰρ ὅτι τευξόμεθα. Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν.
βʹ. Ἐνταῦθα πόσον ἐμέλησε τῷ Θεῷ τῆς σωτηρίας τοῦ λαοῦ τῶν Ἰουδαίων, τῇ διηγήσει δείκνυσιν. Ὥσπερ γὰρ ἄμπελον ὁ γεωργὸς εὐγενεστέραν ποιῆσαι βουληθεὶς καὶ πολυφόρον, ἅπαξ αὐτὴν καὶ δὶς τούτου χάριν μετατίθησιν· οὕτως ὁ Θεὸς τὸν Ἰσραὴλ ἐκ γῆς Χαλδαίων διὰ τοῦ Ἀβραὰμ εἰς τὴν γῆν τῶν Χαναναίων ἤγαγεν· ἐκεῖθεν διὰ τοῦ Ἰακὼβ καταγαγὼν εἰς Αἴγυπτον· τέλος αὐτοὺς καθάπερ εἰς ἄρουραν λιπαρὰν τὴν γῆν τὴν ἀπ’ ἀρχῆς ἐπηγγελμένην ἀνήγαγεν. Οὐχ ἁπλῶς αὐτὴν ἐφύτευσεν, ἀλλὰ κατεφύτευσε, τουτέστιν, ἐῤῥίζωσεν αὐτὴν εἰς βάθος, ὡς μηκέτι μεταστῆναι ὀφείλοντας. Οὐ πρότερον δὲ τοῦτο ἐποίησεν, ἄχρις ἀκανθῶν δίκην τὰ ἔθνη τὰ ἐνοικοῦντα ἐξέβαλεν. Ὅθεν καὶ λίαν εὐθήνησεν, ὡς τὰ ἑξῆς παρίστησιν.
Ὡδοποίησας ἔμπροσθεν αὐτῆς. Τίνι τρόπῳ; Διὰ τῆς τοῦ νόμου δόσεως, καὶ τῆς τῶν ἐθνῶν ἐξολοθρεύσεως. Καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήρωσε τὴν γῆν. Ῥίζα δὲ τῆς Ἰουδαϊκῆς ἀμπέλου Μωϋσῆς, Ἰησοῦς, Φινεές, Ἐλεάζαρ. Οὗτοι τὴν γῆν τῆς ἑαυτοῦ εὐσεβείας ἐπλήρωσαν· πανταχοῦ γὰρ αὐτῶν αἱ ἀρεταὶ διέβησαν.
Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Ὄρη οἱ δίκαιοι τοῦ Θεοῦ, διὰ τὸ τῆς πολιτείας ὑψηλὸν καὶ μετάρσιον· οἱ δὲ αὐτοὶ καὶ κέδροι· Δίκαιος γὰρ ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Τούτους ἐκάλυψεν ἡ σκιὰ τῆς Ἰουδαϊκῆς ἀμπέλου, δηλαδὴ ὁ νόμος, καθά φησιν ὁ Παῦλος· Σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων. Ἀναδενδράδας δὲ νοήσεις τὰς προφητικὰς λέξεις, αἵτινες ταῖς τῶν ἐργαζομένων ἀρεταῖς, ὥσπερ γεωργῶν ἐπιδένδρων ὑψούμεναι, τὸν καρπὸν τὸν οἰκεῖον δεικνύουσι. Ταῦτα τοίνυν τοὺς δικαίους ἐκάλυψεν· οὐχ ὥστε κρύψαι, ἀλλ’ ὥστε ἀπιστίας αὐτῶν τὸν κρυμὸν ἀποσοβῆσαι, ἣ ἁμαρτίας ἑτέρας καὶ τῆς τυχούσης τὸν καύσωνα. Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς. Θάλασσαν λέγει τὸ βάπτισμα, ποταμοὺς τὰ ἐκ μέρους καθάρσια, κλήματα, ἐξ ὧν οἱ βότρυες τίκτονται, ὅσους λαμπροὺς τῇ πολιτείᾳ ὁ λαὸς τῶν Ἰουδαίων ἐκέκτητο. Οὗτοι οὐκ ἐν τῇ θαλάσσῃ, ἀλλ’ ἕως θαλάσσης ἐξετάθησαν, διὰ τὰς ἑαυτῶν ἀρετὰς ἐγγὺς γεγονότες τῆς τοῦ βαπτίσματος χάριτος. Ὅσοι δὲ παραφυάδες ἦσαν, οὐκ ὄντες κλήματα, ἀλλὰ μιμούμενοι κλήματα, καὶ τὴν τοῦ νόμου δικαιοσύνην σχηματιζόμενοι, οὗτοι ἕως ποταμῶν, τῶν μερικῶν καθαρσίων, ἐξετείνοντο, οὐ καθαιρόμενοι τούτοις, ἀλλὰ δοκοῦντες καθαίρεσθαι.
Ἱνατὶ καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Φραγμὸς τῆς Ἰουδαϊκῆς ἀμπέλου, ὁ νόμος. Εἰ δὲ ἀπιστεῖς, ἄκουε τοῦ Ἡσαΐου λέγοντος·
Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, ἐν κέρατι, ἐν τόπῳ πίονι· καὶ πάλιν, Φραγμὸν περιέθηκα· λέγει δὲ τὸν νόμον· καὶ ἐχαράκωσα· δηλαδὴ ταῖς ἐντολαῖς· καὶ ἐφύτευσα ἄμπελον Σωρήχ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, τὴν Ἰερουσαλήμ· καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, τὸν ναόν· εἶτα προστίθησι· Τί ποιήσω τῷ ἀμπελῶνι; Ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν. Τοῦτον καθεῖλε τὸν φραγμὸν ἡνίκα εἰς τὸν Χριστὸν ἐξήμαρτον, ὅστις αὐτοὺς τῷ νόμῳ περιέφραξε, καὶ τρυγῶνται ὑπὸ τῶν παραπορευομένων τὴν ὁδόν· τουτέστι, τῶν παρανομούντων, καὶ μὴ πορευομένων ὁδῷ βασιλικῇ. Τοιοῦτοι γάρ εἰσιν οἱ νῦν τῶν Ἰουδαίων παῖδες, ἐν νόμῳ παρανομοῦντες· ὅθεν οὐ πορεύεσθαι τὴν ὁδόν, ἀλλὰ παραπορεύεσθαι λέγονται· ὥστε καὶ ἡ Σοφία ἐν Παροιμίαις τὸν ὑπὸ τῆς φαύλης γυναικὸς ἀπατώμενον νεανίαν, Ἐνδεῆ φρενῶν. παραπορευόμενον ἐν ἀγορᾷ παρὰ γωνίαν, οὐ πορευόμενον, ἔλεγεν. Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Οὐ μόνον λέων διὰ τὸ ἁρπακτικόν, οὐδὲ δράκων διὰ τὸν τῆς κακίας ἰόν, ἕτερά τε τοιαῦτα ἃ ταῖς Γραφαῖς εἴρηται ταῖς θεοπνεύσταις, ἀλλὰ καὶ ὗς, διὰ τὸ χαίρειν τῷ βορβόρῳ τῆς κακίας, ὁ διάβολος λέγεται, ὃς ἐν τῷ ἀκάρπῳ δρυμῷ τῆς κακίας αὐλίζεται· καὶ μονιός, ὡς μόνος κατὰ Θεοῦ ἀλαζονευσάμενος, λέγεται· ἄγριος γάρ, ὡς θηριώδης καὶ ἀνήμερος.
Οὗτος τὴν συναγωγὴν τῶν Ἰουδαίων, ἀφ’ οὗπερ αὐτῆς ὁ φραγμὸς καθῃρέθη, λυμαίνεται· τουτέστιν, ἀφ’ οὗ Χριστὸς τὴν νομικὴν πολιτείαν κατέπαυσε· τῆς γὰρ ἐκ τοῦ ἐχθροῦ μερίδος εἰσίν, ἐπειδὴ μήτε τὸν νόμον, μήτε θυσιαστήριον, μήτε ἄλλο τι τῶν εἰς λατρείαν Θεοῦ τελούντων κέκτηνται. Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε. Ἐπειδὴ γὰρ οὔτε ὁ νόμος τὸν Ἰσραήλ, οὔτε προφῆται ἐπέστρεψαν αὐτόν, ἀναγκαίως αὐτὸν ἐπιστρέψαι παρακαλεῖ· τουτέστι, διορθώσασθαι. Πῶς δὲ ἐπιστρέψαι; Ἐπιβλέψοντα ἐξ οὐρανοῦ καὶ ἰδόντα. Πότε γὰρ οὐχ ὁρᾷ; Ἀλλὰ νῦν αὐτὸν ἰδεῖν αἰτεῖ πάντως συμπαθέστερον, ἵνα τι πλεῖον εἰς ἡμετέραν εὐεργεσίαν ποιήσῃ τῶν ἔμπροσθεν.
Τί δὲ τοῦτο; Δηλοῖ τὰ ἑπόμενα. Καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην. Καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ Υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. Θεωρεῖς ὅτι οὐ μόνον γεωργοῦ, ἀλλὰ καὶ ἰατροῦ χώραν τὸν Θεὸν ἀναλαβεῖν ἐξῄτησεν. Ἰατροῦ γὰρ τὸ ἐπισκέψασθαι, ὅστις δι’ ἑαυτοῦ ποιεῖται τὴν ἐπίσκεψιν.
γʹ. Οὐκοῦν ἐνδημῆσαι μὲν ὡς ἰατρόν, ὡς δὲ γεωργὸν καταρτίσαι τὴν ἄμπελον βούλεται, ἀναίρειν τὸν νοητὸν σκώληκα, καὶ τὰ περιττὰ ἐκτέμνοντα κλήματα, ἀφ’ ὧν καρπὸν φέρειν οὐ δυνήσεται. Τίνος δὲ τούτου χάριν; Οὐκ αὐτῆς, φησίν, ἧσπερ καθεῖλε τὸν φραγμὸν καὶ τῷ ἐχθρῷ παραδέδωκεν, ἀλλὰ διὰ τὸ κλῆμα τὸ μέλλον ἐξ αὐτῆς δεσποτικὸν ἀναδίδοσθαι. Διόπερ εἰπών, Ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, ἐπήγαγε, Καὶ ἐπὶ Υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας ἑαυτῷ· τουτέστι, διὰ τὸν γινόμενον ἐκ τῆς ἀμπέλου τῆς Ἰουδαϊκῆς Υἱόν, Ὃν ἐκραταίωσας ἑαυτῷ, ἐπίσκεψαι αὐτήν. Καὶ γὰρ ἀληθῶς τοῦ λαοῦ τῶν Ἰουδαίων ὑπῆρχεν ἡ τοῦ Μονογενοῦς ἐνδημία ἐπίσκεψις, εἴπερ ἔτυχον ἀνασχόμενοι. Διόπερ καὶ Ἰωάννης ἔλεγεν· Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐκ ἔγνωσαν· αὐτὸς δὲ ὁ Κύριος· Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἐμπεπυρισμένη πυρί, καὶ ἀνεσκαμμένη, ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Ἐπειδὴ ἀμπελῶνι τὴν τῶν Ἰουδαίων συναγωγὴν συνέκρινεν, ἀναγκαίως μερίζει τὸν λόγον, ποτὲ μὲν πρὸς τὴν εἰκόνα, ποτὲ δὲ πρὸς τούτους, ἐφ’ οἷς τὴν εἰκόνα παρέλαβεν. Ἐνεπυρίσθη τοίνυν πυρὶ ἡ τῶν Ἰουδαίων ἄμπελος, τουτέστιν, ἡ συναγωγή· ἐκεῖνο δέ, περὶ οὗ ὁ Χριστὸς ἔλεγε· Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί ἔθελον, εἰ ἤδη ἀνήφθη;
Τούτου δὲ χάριν ἐβλήθη τὸ πῦρ, καὶ ἀνεσκάφη, ἵνα ἀνασκαφείσης αὐτῆς, γυμνωθῇ ὁ ἐν ταύτῃ κεκρυμμένος θεμέλιος· περὶ οὗ Ἡσαΐας ἔλεγεν· Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. Ἀλλὰ μὴν καὶ ὁ Δαυῒδ ἔλεγεν·
Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλήμ· δηλαδὴ τῶν ἐθνῶν τῶν λεγόντων, Ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς. Μέχρι γὰρ τοσούτου τὰ παρὰ τοῖς Ἰουδαίοις ὑπὸ τῶν ἐθνῶν ἐξορύττεται, ἐπιμελῶς ἐρευνώμενα δηλαδή, καὶ ψηλαφώμενα, ἄχρις οὗ τὸν θεμέλιον γυμνώσωσιν, ὅνπερ ἐκεῖνοι κρύπτουσι.
Διὸ ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου τοῦ Θεοῦ, νοήσεις τοῦ Χριστοῦ, ἀπολοῦνται. Ἐπετίμησε γὰρ αὐτοῖς, ὅτι τὰς κλεῖς τῆς γνώσεως ἔχοντες, οὔτε αὐτοὶ εἰσέρχονται, καὶ τοὺς εἰσελθεῖν βουλομένους κωλύουσι. Γενεθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ Υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ. Ἄνδρα δεξιᾶς τὸν Χριστὸν λέγει· ἄνδρα διὰ τὴν ἀνθρωπότητα· δεξιᾶς αὐτοῦ, πρῶτον μὲν ὡς ἐν δεξιᾷ τοῦ Πατρὸς μετὰ σαρκὸς καθεζόμενον· ἔπειτα διὰ τὸ πᾶσαν ὅτι τὴν κτίσιν συνεστήσατο. Αὐτὸν καὶ Υἱὸν ἀνθρώπου ὁμοίως διὰ τὴν σάρκα καλεῖ· ἀλλ’ ἵνα λογίσῃ ὅλον ὁμοούσιον πρὸς τὸν Πατέρα διὰ τὴν θεότητα, Ὃν ἐκραταίωσας ἑαυτῷ, φησίν. Ἐκραταίωσε γὰρ αὐτόν, ὡς αὐτὸς γεννήσας· ἑαυτῷ δὲ ἐκραταίωσεν, ἐπειδὴ ἰσοδύναμον καὶ ἀπαράλλακτον κατὰ πάντα ἐγέννησεν. Ἐπὶ τούτων γενέσθαι τὴν χεῖρα τοῦ Πατρός, τουτέστι, διὰ τοῦ προβῆναι ἐφ’ ἡμῶν τὰ σημεῖα εὔχεται καὶ τὰ θαύματα· ταῦτα γὰρ ποτὲ χεὶρ Θεοῦ, ποτὲ δάκτυλος ὀνομάζεται.
Οὐκ ἔτι δὲ διὰ προφήτου, ἢ θεοφόρου τινός, καθάπερ διὰ Μωϋσέως, ἢ διὰ Ἠλία, καὶ τῶν προφητῶν, γενέσθαι τὰ ἐφ’ ἡμῖν σημεῖα παρακαλεῖ· ἀλλὰ διὰ τοῦ Υἱοῦ, ὑποσχόμενος ὡς ἐὰν τοῦτο γένηται, εἰ μὴ ἀποστῶμεν ἀπ’ αὐτοῦ· πολλάκις γὰρ ἀπέστημεν. Ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα. Ζωώσεις ἡμᾶς τῷ ὕδατι τῷ ζῶντι τοῦ βαπτίσματος. Τότε γὰρ αὐτοῦ καὶ τὸ ὄνομα ἐπικαλούμεθα, ἀπὸ Χριστοῦ Χριστιανοὶ λεγόμενοι. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. Συνεχῶς ταῦτα. Οὐ γὰρ δὴ μόνον κατὰ τὸ παρὸν ὁ προφήτης πρεσβεύεται· δηλῶν, ὡς οὐκ ἄλλως ἐπιστραφῆναι οὐδὲ σωθῆναι, εἰ μὴ δι’ ἐπιφανείας τοῦ προσώπου τοῦ Θεοῦ, τοῦ Λόγου δηλαδὴ τοῦ σαρκωθέντος, δυνάμεθα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.