Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς Ψαλμούς 77-99 (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στον 80ό Ψαλμό

Ανάλυση της επιγραφής, ο συμβολισμός των μουσικών οργάνων, η προτύπωση του Χριστού μέσω του Ιωσήφ και η πνευματική έκπτωση του λαού της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 23

ΨΑΛΜΟΣ Πʹ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Ψαλμὸς τῷ Ἀσάφ. αʹ. Τίνος χάριν ἄρα τὸν παρόντα ψαλμὸν ὁ προφήτης ἐπιλήνιον ἔταξεν; Οὐδὲ γὰρ ληνοῦ, ἢ τρυγητοῦ τινος, ἢ ἀπαρχῶν ὅλως τῶν ἐξ ἀγροῦ κατὰ τὸ παρὸν μέμνηται· τὸν Ἰωσὴφ δὲ προβάλλεται εἰκόνα τοῦ Χριστοῦ γεγονότα καὶ μαρτύριον, ὅστις τὴν ληνὸν τῶν ὑπὲρ ἡμῶν παθημάτων ἐπάτησεν, ὡς αὐτὸς διὰ τῆς Ἡσαΐου προφητείας ἐδίδαξε· Ληνὸν ἐπάτησα μόνος. Διὰ τί δὲ ληνὸν τὰ πάθη καλεῖ; Ἐπειδὴ γλεύκους δίκην ἡμεῖς τὸ ἐξ αὑτῶν ἀποῤῥεῦσαν αἷμα πίνοντες, εὐφραινόμεθα. Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ.

Καλῶς ἡμᾶς ἐπὶ τῷ Θεῷ ὡς καὶ δυνατῷ καὶ γνησίῳ βοηθῷ ἀγαλλιᾶσθαι βούλεται, ἐπ’ ἀνθρώπῳ δὲ οὐδενί· οὔτε γὰρ τὸ δυνατὸν παρ’ αὐτοῖς, οὔτε τὸ γνήσιον σώζεται· ἐπειδὴ καὶ γνώμης ὀλισθηρᾶς, ὡσαύτως δὲ καὶ ἰσχύος τυγχάνουσιν. Ἀλλὰ μὴν καὶ ἀλαλάζειν ἡμᾶς ὡς ἤδη διὰ τῆς τοῦ Θεοῦ βοηθείας νενικηκότας ἐκέλευσε.

Θεοῦ δὲ τίνος; Τοῦ Θεοῦ, φησίν, Ἰακώβ. Καὶ σιωπᾷ μὲν τὸν Ἀβραάμ, καταλιμπάνει δὲ τὸν Ἰσαάκ· εἶτα μόνου τοῦ Ἰακὼβ ὡς ἁρμόττοντος τοῦ προκειμένου μέμνηται. Ἀλαλαγμοῦ δὲ μνημονεύσας, νίκην τινὰ ἢ σύμβολον τὸ ἀλαλάζειν ᾐνίξατο. Αὐτὴ δὲ ἡμῖν, πτερνισθέντος τοῦ ἐχθροῦ παρὰ τοῦ Χριστοῦ, γέγονε. Διόπερ τὸν Θεὸν Ἰακὼβ δικαίως παρήγαγεν, ἐπειδὴ πτερνιστὴς ὁ Ἰακὼβ ἑρμηνεύεται. Λάβετε ψαλμόν, καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Σύμβολον τῆς ἀρχαίας Διαθήκης τὸ τύμπανον, ὡς φωνὴν ἔχον εἰκῆ βομβοῦσαν καὶ ἄσημον· καὶ ὅτι Μαρία ἡ Μωϋσέως ἀδελφὴ μετὰ τυμπάνου πρὸ τοῦ λαοῦ τῶν Ἰουδαίων ἐχόρευεν. Ὁ ψαλμῳδὸς δὲ χαρακτηρίζει τὴν Νέαν· σαφῆ γὰρ καὶ τρανὰ καὶ λίαν ἔναρθρα οἱ ψάλλοντες, ὥσπερ δὲ τὸ εὐαγγέλιον φθέγγεται. Ἐπειδὴ τοίνυν ταῦτα πρὸς τὸν λαὸν τῶν Ἰουδαίων διαλέγεται, παιδεύων αὐτοὺς ἐπὶ τίνι μὲν ἀγαλλιᾶσθαι καὶ ἀλαλάζειν ὀφείλουσι, ποῖον δὲ θέσθαι πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν συνάλλαγμα, σαφῶς αὐτοῖς λαβεῖν τὰ νέα καὶ δοῦναι αὐτοῖς τὰ ἀρχαῖα προτρέπεται· τῇ γὰρ συμπλοκῇ χρησιμώτερα γίνεται.

Καὶ ὁ μὲν ἔχων τὴν ἀλήθειαν, ἔτι μᾶλλον πληροῦται τὴν εἰκόνα δεχόμενος· ὁ δὲ τὴν εἰκόνα ἔχων, εὐεργετεῖται μεγάλως, λαβὼν τὴν ἀλήθειαν, ἧς ἕνεκα καὶ τὴν εἰκόνα κέκτηται· διόπερ φησί, Ψαλτήριον τερπνὸν μετὰ κιθάρας, τουτέστι τὰ νέα μετὰ τῶν ἀρχαίων· καθάπερ καὶ Σολομών φησιν ἐν τοῖς ᾌσμασιν· Νέα πρὸς παλαιά, ὅσα ἔδωκέ μοι ἡ μήτηρ μου, ἀδελφέ μου, ἐτήρησά σοι. Διὰ τί δὲ ταῦτα ψαλτηρίῳ καὶ κιθάρᾳ παρείκασεν;

Ἐπειδὴ συγγενῆ μὲν ἀλλήλοις τὰ ὄργανα, διαφόρους δὲ τῶν χορδῶν τοὺς συνδέσμους ἔχει· τὸ μὲν ἄνω, τὸ δὲ κάτω δεσμούμενον, ὥσπερ ἡ Ἀρχαία καὶ ἡ Νέα συγγενής· εἰς ἕνα γὰρ σκοπὸν τὴν εὐσέβειαν βλέπουσιν· ἀλλὰ τῆς μὲν αἱ ἐντολαὶ κάτω, διὰ τὸ ταπεινὸν τῶν νομοθετουμένων· τῆς δὲ ὑψηλαὶ καὶ ἄνω, διὰ τὸ λίαν ὑψηλὸν καὶ ἀνηγμένον τῶν παρὰ Χριστοῦ μαθητευθέντων τυγχάνουσιν.

Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Σαφῶς τὸ δεῖν ἐν νεομηνίᾳ σαλπίζειν τὸν ἐν νόμῳ διαγορεύεται, οὐ μὴν ἑκάστου μηνός· διόπερ ἡμέρας εὐσήμου Δαυῒδ ἐμνημόνευσεν, εἰς τὴν μίαν τοῦ ἑβδόμου μηνὸς τὸν λόγον ἀναπέμψαι βουλόμενος.

Αὕτη γὰρ εὔσημος, τουτέστιν, ἐπίσημος διὰ τὸν νόμον ἐτύγχανε· φησὶ δὲ οὕτως· Τοῦ μηνὸς τοῦ ἑβδόμου, μιᾷ τοῦ μηνός, ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων. Ὅθεν καὶ νῦν ὁ ψαλμῳδὸς ἐπήγαγεν· Ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστι, καὶ κρίμα τῷ Θεῷ Ἰακώβ, δηλῶν ὡς οὐ καινοτομεῖ τὸν λόγον, ἀρχαίᾳ δέ τινι νομοθεσίᾳ ἕπεται, ἀλλὰ ταύτης ἀνθ’ ὅτου τὸ παρὸν ἐμνημόνευσε, πάντως νεομηνίαν μὲν τὸν καιρὸν καλῶν τῆς τοῦ Σωτῆρος ἀφίξεως· Ἥτις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά, ὁ Παῦλός φησι· σάλπιγγα δὲ τὸν εὐαγγελικὸν λόγον, εὔσημον δὲ ἡμέραν, τοῦ Δεσπότου Πάσχα· ὅθεν Ἀκύλας μὲν Πανσέληνον ἐκδέδωκε, Σύμμαχος δὲ Μηνιαῖον, τὴν πεντεκαιδεκάτην τοῦ μηνὸς ἡμέραν ἑκάτερος λέγοντες. Ἐν ταύτῃ δὲ σαλπίζειν κατὰ τὸν νόμον οὐκ ἐξῆν, ὥστε τὴν ἡμέραν ἐκείνην ἄρα αἰνίττεται, ἐν ᾗ Χριστὸς ὑπὲρ ἡμῶν πάσχει. Τεσσαρεσκαιδεκάτῃ γὰρ ἐν τῷ καιρῷ τοῦ τυπικοῦ Πάσχα παραδοθείς, τὸν σταυρὸν κατὰ τὴν ἑξῆς δηλαδὴ τὴν πεντεκαιδεκάτην ὑφίσταται.

Ἐκείνην τοίνυν νεομηνίαν καλεῖ καὶ πανσέληνον, ὡς ἀρχὴν ἅμα καὶ πλήρωμα τοῦ καιροῦ, καθ’ ὃν ἡμῶν ἡ σωτηρία τυγχάνουσα. Ἐν αὐτῇ κελεύει σαλπίζειν, τουτέστιν, εὐαγγελίζεσθαι, πρόσταγμα τοῦτο τῷ Ἰσραὴλ εἶναι φήσας, πρόσταγμα δὲ οὐχ ἁπλῶς, ἀλλὰ κρίμα τῷ Θεῷ Ἰακώβ, ὅστις ἀπὸ τοῦ σταυροῦ ἀρχὴν ἐνεργείας λαβών, τὸ εὐαγγελικὸν ἐδικαίωσε κήρυγμα· διόπερ τοῖς ἀποστόλοις ἔλεγεν· Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ὅτι δὲ Θεὸν Ἰακὼβ τὸν Χριστὸν ἐπωνόμαζε, τοῖς μετὰ ταῦτα μάνθανε. Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτόν, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου. Τίνα τὸν Θεὸν Ἰακώβ; Περὶ οὗ φθάσας ἔλεγεν.

Πῶς δέ, Μαρτύριον, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου; Ἐπειδὴ γὰρ εἰκὼν τοῦ Χριστοῦ ὁ Ἰωσὴφ ἐτύγχανε διὰ τὸν τῶν ἀδελφῶν φθόνον, διὰ τὴν πρᾶσιν, διὰ τὴν ἐν ἐλευθερίᾳ δουλείαν, διὰ τὴν τῶν ἀστέρων προσκύνησιν, καὶ ἕτερα τοιαῦτα, ὅσα ἐξὸν ἐκ τῆς κατ’ ἐκεῖνον ἱστορίας ἐκλέγεσθαι· ἔργῳ δηλῶσαι βουλόμενος, ὅτι μαρτύριον αὐτοῦ καὶ στήλη Ἰωσὴφ ἐτύγχανε, καὶ καθάπερ ἐκεῖνον, οὕτως καὶ αὐτὸν ἐξ ἐπιβουλῶν ἐπιβουλαὶ διεδέχοντο. Ἀποθανόντος Ἡρώδου, ὅστις αὐτὸν ἀνελεῖν ἐπεχείρησεν· ἐπανελθὼν γὰρ ἐξ Αἰγύπτου ἐν τῇ Γαλιλαίᾳ διὰ τὸν φόβον Ἀρχελάου κρύπτεται, ὡς καὶ τούτου μετὰ τὸν Ἡρώδην ἐπιβουλεύειν μέλλοντος.

βʹ. Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν. Ποίαν; Τὴν τῶν συκοφαντούντων, ἐρεῖς· ταύτην γὰρ οὐκ ἔγνω· οὐκ ἀγνοῶν, ἀλλ’ ὡς τὸ ψεῦδος εἰς ὦτα μὴ θέμενος· Θεοῦ γὰρ τὸ τοιοῦτον ἀλλότριον. Ἀλλ’ ὅμως ἐπειδὴ γέγονεν ἄνθρωπος, ἐν τῷ κρίνεσθαι, τῶν συκοφαντούντων ἀναγκαζόμενος ἤκουεν. Ἦν δὲ καὶ τοῦτο τῷ Ἰωσὴφ μαρτύριον, ἐπειδὴ καὶ αὐτὸς λεγούσης τῆς Αἰγυπτίας ἤκουσε· Κοιμήθητι μετ’ ἐμοῦ· οὐ μὴν ἔγνω τῆς λεγούσης τὴν γλῶσσαν· οὐδὲ γὰρ συγκατέθετο.

Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· οὐκ ἐνωτοφόρησέ, φησι, τῇ ἁμαρτίᾳ· λέγει γὰρ ἄρσεις τὰ τῶν ἁμαρτημάτων φορτία, ὧν ὁ Δαυῒδ τὸ βάρος αἰνιττόμενος ἔλεγεν· Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ· ἀλλ’ ὁ μὲν Ἰωσὴφ τῆς μοιχείας, παντελῶς δὲ ἁμαρτίας ὁ Χριστὸς ἀπέσχετο· Αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. Ἐδούλευσεν ὁ Χριστὸς ἐν τῷ παρόντι βίῳ, ὃς δὴ καὶ κόφινος δικαίως ὀνομάζεται, ἐπειδήπερ ἐν αὐτῷ πάντα τὰ ἀγαθὰ καὶ κακά, καθάπερ ἐν τῷ κοφίνῳ σωρεύσαντες, φέρομεν ἐπ’ ὤμων, ὅταν ἐντεῦθεν ὁδεύσωμεν. Ὅρα τοίνυν τῆς προφητείας τὸ ἀκριβές, καὶ θαύμαζε πῶς περὶ τοῦ νέου Ἰωσήφ φησι, τοῦ Χριστοῦ·

Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· ἐπειδὴ ἀμαρτίαν οἰκείαν οὐκ ἐβάστασεν, τὰς χεῖρας δὲ αὐτοῦ ὅμως ἐν τῷ κοφίνῳ ἐδούλευσε τοῦ παρόντος βίου· τὸν γὰρ κόφινον τῶν ἡμετέρων ἁμαρτημάτων βαστάζων ἐδούλευσε. Πλὴν ἀλλὰ πολλῇ μεταβάσει προσώπων κατὰ τὴν νῦν ψαλμῳδίαν ὁ προφήτης ἐχρήσατο. Ἄνω γὰρ πρὸς τινὰς νενικηκότας, καὶ διὰ τοῦτο καιρὸν ἔχοντας ἑορτῆς διαλέγεται· ἐκεῖθεν μεταβὰς εἰς τὸν Ἰωσὴφ τὸν λόγον καὶ τὴν εἰκόνα τὴν τοῦ Χριστοῦ μετέθηκε· νῦν δὲ σαφῶς πρὸς τὸν λαὸν τὸν ἐξ Ἰσραὴλ ἀποτείνεται· φησὶ δὲ οὕτως· Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐῤῥυσάμην σε. Ποῦ καὶ πότε; Ἡνίκα πάντως πρὸς Μωϋσῆν ἔλεγεν·

Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ. καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν αὐτῶν. Οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, καὶ κατέβην ἐξελέσθαι αὐτούς· Ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος. Ὅτε ἐπὶ τὸ Σιναῖον κατῆλθεν ὄρος, καὶ νεφέλη γνοφώδης τὸ ὄρος ἐκάλυψεν (ἡ τοιαύτη δὲ νεφέλη καταιγὶς ὀνομάζεται), τότε αὐτῶν ἐπήκουσε.

Τί λεγόντων; Τοὺς λόγους οὓς ἐλάλησε Κύριος ποιήσομεν, καὶ ἀκουσόμεθα. Ἀλλὰ μικρὸν ὕστερον ψευδομένους κατέλαβε· τὰ γὰρ ἑξῆς τοῦτο σαφῶς παρίστησιν. Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ἔνθα τὸν Θεὸν ὁδεύοντες ἐλοιδόρησαν, καὶ πολλῶν σημείων ἔμπροσθεν ἀπολαύσαντες, ἀμνημονήσαντες πάντων, πρὸς Μωϋσέα ἔλεγον· Ὄφελον καὶ ἀπεθάνομεν τῇ ἀπολείᾳ τῶν πατέρων ἡμῶν ἐναντίον Κυρίου, καὶ ὅσα τούτων ἔχεται, τὴν τῶν Ἰουδαίων βλασφημίαν γνωρίζοντα. Τούτοις διάψαλμα τοῖς στίχοις ὁ ψαλμῳδὸς ἐπήγαγεν, οὐχ ἁπλῶς, οὐδὲ μάτην, ἀλλ’ ἴσως μὲν πρός τινα καιρὸν τὴν προφητείαν ἀναπαύσας· τὸ δὲ ἀληθέστερον, ἐπειδὴ τὸ τοῦ Χριστοῦ σαφῶς εἰσήγαγε πρόσωπον.

Ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι. Εἰ βούλει κληθῆναι λαὸς Θεοῦ, ἄκουσον αὐτοῦ τῆς ἐντολῆς, ἵνα κτήσῃ τὸ μέγα τοῦτο καὶ ἀξίωμα. Πλὴν ἰδεῖν ἄξιον, τίνα καὶ ποῖα διαμαρτύρεται. Ἰσραήλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται σοι θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου· ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου.

Τό, Ἐὰν ἀκούσῃς μου, τούτου χάριν προσέταξεν, ἵνα δείξῃ προειδὼς μὲν αὐτῶν τὴν παροινίαν, οὐ μὴν διὰ τοῦτο ἀναιρῶν αὐτοῖς τὸ μεταθέσθαι. Ἐξῆν γάρ, εἴπερ ἐβούλοντο· καὶ ἡ τοῦ Θεοῦ πρόγνωσις οὐ βλάπτει τὴν μετάνοιαν, ἐπειδὴ καὶ τοῦτο προγινώσκει, ὅτι καὶ τοῖς ἁμαρτωλοῖς ἔξεστι μεταθέσθαι, εἰ βούλοιντο. Πλὴν ἀλλά τι καινὸν καὶ μυστηριῶδες ὁ προφήτης αἰνίττεται· ὁ Θεὸς δὲ διὰ τοῦ προφήτου μᾶλλον, Τί γὰρ τὸν τῶν Ἰουδαίων λαὸν διαμαρτύρεται; Ὅτι ἐὰν αὐτοῦ ἀκούσῃ.

Αὐτοῦ, τίνος; Οὗ μαρτύριον ἦν ὁ Ἰωσήφ, οὗ αἱ χεῖρες ἐν τῷ κοφίνῳ ἐδούλευσαν· οὐκ ἔσται ἐν αὐτοῖς θεὸς πρόσφατος, οὐδὲ θεῷ ἀλλοτρίῳ προσκυνήσουσιν. Οὐκ ἦν γὰρ ὁ Χριστὸς πρόσφατος θεός, οὐδὲ ἀλλότριος· αὐτὸς δὲ ἦν ὁ ἀναγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, αὐτὸς ἦν ἀπ’ ἀρχῆς, αὐτὸς καὶ μετὰ ταῦτα, ὡς διὰ τῆς Ἡσαΐου προφητείας ἐδήλωσε· φησὶ γάρ, Ἐγώ εἰμι Θεὸς πρῶτος, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. Σωτὴρ δὲ χωρὶς πάσης ἀντιλογίας ὁ σαρκωθείς, ἵνα σώσῃ τὸ γένος τὸ ἡμέτερον, λέγεται. Πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό. Διὰ τί μὴ τὰ ὦτά φησι, μηδὲ τὴν καρδίαν, ἀλλὰ τὸ στόμα; Ἐπειδὴ ἄρτος ζωῆς ὁ Λόγος ὁ καταβὰς ἐξ οὐρανῶν ἐχρημάτιζεν· ὃν εἴ τις τὸ στόμα διὰ τῆς εὐγνωμοσύνης πλατύνας ἐδέξατο, πλήρης θεολογίας ἐγίνετο. Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Οὐδὲ γὰρ διδάσκοντος ἢ εὐαγγελιζομένου ἀκοῦσαι ἐκαρτέρησαν, οὐδὲ θαυματουργοῦντι προσέχειν ἠβουλήθησαν· ἐβάρυναν δὲ τὰ ὦτα αὐτῶν, ἵνα μὴ τοῦ Κυρίου τὰς ἐντολὰς ἀκούσωσιν·

Ἐκάμμυσαν τοὺς ὀφθαλμοὺς αὐτῶν, ὡς Ἡσαΐας ἔλεγεν, ἵνα μὴ τὰ σημεῖα θεάσωνται. Τί τοίνυν ἀντὶ τούτων πεπόνθασιν; Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ἐπιτηδεύματα καρδιῶν τὰς ἐννοίας τὰς ποικίλας λέγει, καὶ τὰς μεθόδους τῶν λογισμῶν, οἷς ὁ τῶν Ἰουδαίων λαὸς ἐπιβουλεύων τῷ Κυρίῳ ἐκέχρητο, ἡνίκα ἔλεγον· Τί ποιήσομεν, ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ; Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. Κατὰ τοῦτο τοίνυν τὸ ἐπιτήδευμα, καὶ κατὰ ταύτην τὴν βουλήν, ἐξαπεστάλησαν καὶ ἐπορεύθησαν·

Ῥωμαῖοι γὰρ αὐτῶν καὶ τὴν πόλιν καὶ τὸν τόπον παρέλαβον, αὐτοὶ δὲ αἰχμάλωτοι ᾤχοντο. Εἰ ὁ λαός μου ἤκουσέ μοι, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου. Θρηνεῖ τὸν τῶν Ἰουδαίων λαόν, ὅτι Θεοῦ νομοθετοῦντος οὐκ ἤκουσεν, ὅτι ταῖς ὁδοῖς αὐτοῦ οὐκ ἐπορεύθη τοῦ ἀπλανοῦς καὶ σώζοντος· οὐδὲ τοὺς ἐχθροὺς αὐτῶν συνεχώρησε ταπεινωθῆναι τοὺς δαίμονας. οὐδὲ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπιβληθῆναι τὴν τοῦ Θεοῦ χεῖρα. Ἐπέβαλε μὲν ὁ Θεὸς τὴν ἑαυτοῦ δεξιὰν ἐπὶ τοὺς ἀοράτους θλίβοντας, καὶ τοὺς ἀφανεῖς ἐχθροὺς ἐταπείνωσεν· ἀλλ’ οὐχὶ τῶν Ἰουδαίων ἕνεκα· τὸ γὰρ ἐπ’ ἐκείνοις κέρας ἔτι τὸ τῶν δαιμόνων ὑψοῦται· ἡμῶν δὲ χάριτι τῶν ἐθνῶν ἐταπεινώθησαν, οἵτινες αὐτῶν καὶ τὴν δουλείαν ἠρνήμεθα καὶ τὴν λατρείαν διεφθείραμεν.

Διόπερ ὀργιζόμενος τοῖς Ἰουδαίοις ὁ Θεός, ἐχθροὺς αὐτοὺς ὁρίζεται, ὡς τὰ ἑξῆς παρίστησιν· Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτοῦ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Ἐχθροί, τίνες; Περὶ ὧν Παῦλος ἔλεγε·

Τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια. Διὰ τοῦτο τὸν καιρὸν αὐτῶν, τουτέστι, τῆς κατ’ αὐτῶν δίκης εἰς τὸν αἰῶνα τὸν μέλλοντα ἠπείλησεν ἔσεσθαι. Τί δὲ αὐτῷ ἐψεύσαντο; Ὅτι αὐτὸς πρὸς αὐτοὺς ὡς τὰ ἴδια ἦλθεν, οἱ δὲ ἴδιοι αὐτόν, καθά φησιν Ἰωάννης, οὐκ ἐδέξαντο. Ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Ὀνειδίζει, τίνων τυχόντες. ἀγνωμονοῦντες ἔμειναν, διὰ τῶν αἰσθητῶν τὰ νοητὰ αἰνιττόμενος. Πυροῦ γὰρ στέαρ τὸν νόμον καλεῖ, διὰ τὸ πνεῦμα τὸ ἐνοικοῦν ἐν τῷ γράμματι· διόπερ ἐν ἑτέρῳ ψαλμῷ φησιν· Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην, καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Ποῖον τοῦτο, τοῖς ἑπομένοις ἐδήλωσεν· Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ. Μέλι γὰρ ἐκ πέτρας τοὺς προφήτας λέγει· ἐπειδήπερ ἀπὸ Χριστοῦ, ὃς χρηματίζει πέτρα, τὴν προφητείαν ἔχουσιν, ἧς αὐτοὺς ἐχόρτασεν ὁ Θεός, οὐχ ἕνα προφήτην, ἢ δεύτερον, πολλοὺς δὲ καὶ ἐπὶ πολλοῖς αὐτοὺς γενεαῖς χαρισάμενος.