Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς Ψαλμούς 77-99 (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στον 83ο Ψαλμό

Ο πόθος για τα θεία σκηνώματα, η πνευματική άνοδος μέσω των αρετών και η υπεροχή της κατοικίας στον οίκο του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 7 από 23

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορέ, ψαλμὸς πγʹ. αʹ. Ψαλτῳδοὺς εἶναι τοὺς υἱοὺς Κορέ, καθάπερ τὸν Ἀσάφ, παρὰ τοῦ Δαυῒδ ἐπὶ τοῖς ψαλμοῖς προφητείαν ἐκλαμβάνοντες, ἐδείξαμεν φθάσαντες· εἶναι δὲ καὶ ληνοὺς τῶν παθημάτων τοῦ Χριστοῦ τὰ μυστήρια, ἐπειδὴ σκιρτῶν αὐτὰ καὶ ληνοβατῶν ὥσπερ ἐν τῷ θάνατον καταπατεῖν ἐπλήρωσεν. Ὅθεν Ἐπινίκιον περὶ τῶν ληνῶν τοῦ ψαλμοῦ τούτου τὴν ἐπιγραφὴν ἐκδεδωκότας τοὺς ἄλλους ἑρμηνευτὰς εὑρίσκομεν· καλῶς δὲ ἄρα καὶ οἱ Ἑβδομήκοντα, Εἰς τὸ τέλος, ἐξέδοσαν, ἐπειδὴ τέλος νόμου Χριστός, περὶ οὗ ταῦτα ἐλέγετο. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Σκηνώματα τοῦ Κυρίου οὐχ οἱ ναοὶ μόνον, οἱ προσευκτήριοι λέγονται, ἀλλὰ καὶ πάντες ὅσοι τὸν Θεὸν ἐν ἑαυτοῖς σκηνῶσαι διὰ τῆς ἁγιωσύνης προτρέπονται· καὶ πολύ γε μᾶλλον ἀφ’ οὗ Χριστὸς ὁ σκηνῶν διὰ φιλανθρωπίαν ἐν ἡμῖν ἐπεδήμησεν.

Ὅθεν καὶ ὁ Ἰωάννης ὁ θεολόγος ἔγραψεν· Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ταῦτα τοίνυν ἀγαπητὰ μὲν τῷ Θεῷ, ὡς παρ’ αὐτοῦ σκηνούμενα· ἀγαπητὰ δὲ καὶ ἡμῖν, ἐπειδὴ δι’ αὐτῶν ἐγγίζειν Θεῷ τῷ ἀπροσίτῳ δυνάμεθα. Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ἐκλείπει, οὐκ ἐξ ἀσθενείας, ἀλλ’ ἐκ τοῦ λίαν ἐρᾷν, ὥσπερ οἱ θερμοὶ τῶν ἐραστῶν ὑπὸ ... ἐκλείπουσιν, ὅταν αὐτῶν πρὸς ὀλίγον χωρίζωνται. Τοῦτό φησιν ὁ προφήτης πρὸς τὰς αὐλὰς τοῦ Θεοῦ, εἴτε τὰς αἰσθητάς, εἴτε τὰς νοητάς, πάσχειν. Καὶ μάλα εἰκότως. Ἐκεῖ γὰρ ὁ πτωχὸς εὑρίσκει παράκλησιν, ὁ ἀδικούμενος ὑπομονήν, ὁ εὐθηνῶν χαλίνωσιν· πάντα πάντες, ἢ φάρμακα παθῶν, ἢ τὰ πρὸς ἀρετὴν ἀλείφοντα καὶ νευροῦντα λαμβάνομεν. Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Πρότερον ἡ καρδία, καὶ μετὰ τοῦτο ἡ σὰρξ τοῦ Θεοῦ τὴν ἀγαλλίασιν δέχεται. Ἐὰν γὰρ ἀναθῶμεν τῷ Θεῷ τὴν διάνοιαν, ἡ σὰρξ ὑπ’ αὐτῆς παιδαγωγουμένη οὐκ ἔτι χαίρει μέθῃ καὶ κοίτῃ καὶ ἀσελγείᾳ, ἀλλ’ ἀγαλλιᾶται ἐπὶ τῷ ζῶντι, ὅσα τῆς ἀληθοῦς ζωῆς, ταῦτα διὰ φιλοσοφίας ἐλπίδα τῆς μετὰ μικρὸν ἀφθαρσίας διώκουσα.

Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς· τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου, καὶ ὁ Θεός μου. Νοήσεις μὲν οὖν καὶ οὕτως, ὅτι καθάπερ οἶκον τὰ στρουθία καὶ νοσσιὰν αἱ τρυγόνες, οὕτως ἡμεῖς εὕρομεν τοῦ Θεοῦ τὰ θυσιαστήρια ἀποφυγὴν ἡμῖν καὶ σκέπην παρέχοντα. Τὸ δέ γε ἀληθέστερον, στρουθίον τὸν ἄνδρα καλεῖ τὸν ἐν μοναδικῇ φιλοσοφίᾳ.

Ἐμφερῆ γὰρ αὐτῷ πρὸς τὸ στρουθίον πολλά· οἶκον ἐπὶ γῆς οὐκ ἔχει, οὐ μεριμνᾷ τὰ εἰς αὔριον, δόλον οὐκ ἐπιτηδεύει, τροφῇ τῇ παρατυχούσῃ κέχρηται· τρυγόνα δέ, τὴν παρθένον ἐγκρατῆ διὰ τὸ ἁγνὸν καὶ φιλέρημον, διὰ τὸ γοερὸν τῆς φωνῆς (πρέπει γὰρ τῇ παρθένῳ), καὶ τὴν ἀπὸ χηρείας φιλοσοφοῦσαν φιλόδακρυν. Οὗτοι νοσσιὰς ἑαυτοῖς καὶ οἴκους εὗρον, τὰ τοῦ Θεοῦ θυσιαστήρια· ἐκεῖ γὰρ οἰκεῖν, ἐκεῖ νεοσσεύειν χρῄζουσιν· οἰκεῖν, διὰ τὴν ἀσφάλειαν, νεοττεύειν, ἐπειδὴ καρπὸς καὶ τέκνα τῶν παρθένων καὶ τῶν ἐγκρατῶν ὁ ἁγιασμὸς καὶ ἡ τῶν παθῶν νέκρωσις, ὧν χαρακτὴρ καὶ προτροπὴ τυγχάνει τὰ θυσιαστήρια. Ὅρα δὲ καὶ τοῦτο, ὅτι τῶν δυνάμεων λέγει Κύριον τὸν κατ’ οὐρανόν, μᾶλλον δὲ τὸν πανταχοῦ ἑαυτοῦ βασιλέα καὶ Θεὸν προσηγόρευσε, δηλῶν ὅτι τὸ κοινὸν ἀγαθὸν ἔξεστιν ἔχειν ἴδιον· ὅθεν καὶ οἰκεῖν ἐν ἡμῖν ἀνέχεται ὁ μηδαμῶς χωρούμενος. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Οἶκος τοῦ Θεοῦ ὁ νόμος· ἐκεῖ γὰρ ὡς ἐν ἰδίᾳ σκηνῇ κατοικεῖ, καὶ δι’ αὐτοῦ τοῖς ἐργαζομένοις τὰς ἐντολὰς ἐμφανίζεται. Ἐκεῖ τοίνυν οἱ κατοικοῦντες μακάριοι· πρῶτον μέν, ὅτι συνοικοῦσι Θεῷ· ἔπειτα, ὅτι τόπον οἰκοῦσιν ἐπιβουλὴν οὐ δεχόμενον, ἀλλὰ διάκρισιν ἀκριβῆ τῶν παρόντων, σαφῆ δὲ τῶν μελλόντων πρόγνωσιν καὶ θεωρίαν ἔχοντα.

Ὅθεν οἱ κατοικοῦντες αὐτόθι τὸν Θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσιν, ἀγγέλων ἤδη βίον τῶν διηνεκῶς τὸν δημιουργὸν αἰνούντων ἀναλαμβάνοντες, καὶ τὴν μέλλουσαν δοξολογίαν τῇ παρούσῃ συνάπτοντες. Διάψαλμα τὴν προφητείαν μεσολαβεῖ· ἐπειδὴ περὶ τῶν ἄγαν ἀεὶ καὶ διηνεκῶς ἐπὶ Θεὸν πεποιθότων διαλεγόμενος, ἰδοὺ τὸν λόγον μετέστησεν εἰς τοὺς εἰς τοῦτο μὲν γεγονότας, ἐξ ἀντιλήψεως δὲ Θεοῦ καὶ προκοπῆς πρὸς ἐκείνους ἀναβαίνοντας. Μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοί. Καὶ μάλα· κἂν γὰρ ᾖ πεπτωκώς, ἵσταται· κἂν ἁμαρτωλὸς ὑπάρχῃ. καθαίρεται· κἂν ἀπογνωσθῇ, θάνατον ὅμως οὐκ ὄψεται.

Ἀλλὰ τίς οὗτος ἄκουε· Ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. Πῶς καὶ τίνα τρόπον; Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν ἔθετο. βʹ. Οὐκ ἄρα προσωπολήπτης ὁ Θεός, οὐδὲ τῶν μὲν ἀντιλαμβάνεται, τῶν δὲ οὐχί, ἀλλὰ πᾶσιν ἀντίληψιν παρέχει τοῖς ἑαυτοὺς προσφέρουσι. Προσφέρουσι δὲ πῶς; Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος· τουτέστιν, ἐν τῷ χωρίῳ τῆς μετανοίας. Ἐκεῖ γὰρ τόπον ὁ Θεὸς τοῖς ἀμαρτωλοῖς ἐπιστροφῆς καὶ σωτηρίας ἔθετο εἰπών· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ὥστε ὁ ταύτην ὁδεύων τὴν ὁδόν, Ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, ἀπὸ γῆς εἰς οὐρανὸν ἀναβῆναι λογισάμενος, οὐ διὰ μιᾶς βαθμίδος, ἀλλὰ διὰ πολλῶν. Διόπερ Ἀναβάσεις εἶπεν, οὐκ ἀνάβασιν· πολλῶν γὰρ ἀρετῶν καὶ πολυτρόπων κατορθωμάτων χρῄζομεν, ὅπως ἀπαλλαγέντες τῶν κάτω, τῶν ἄνω λαβώμεθα. Καὶ τίνες αὗται; Μάνθανε.

Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Λέγει τοίνυν τὰς εὐαγγελικὰς ἐντολάς, ἐν αἷς οὐ μίαν ἔστιν εὑρεῖν εὐλογίαν, ἀλλὰ πολλάς, τοὺς διαφόρους μακαρισμούς, οὓς ὁ Χριστὸς ἐνομοθέτησεν, ἐν οἷς ὁ προσέχων πορεύεται μὲν ἐκ δυνάμεως εἰς δύναμιν, ἀπὸ ἀρετῆς εἰς ἀρετὴν βαδίζων, ἀπὸ ταπεινοφροσύνης εἰς τὸ πενθεῖν τὰς ἁμαρτίας, ἐκεῖθεν εἰς τὴν πραότητα, μετὰ τοῦτο εἰς τὴν διηνεκῆ τῆς δικαιοσύνης ὄρεξιν· εἶτα ἐλεημοσύνης, ἐκεῖθεν καρδίας ἀκεραιότητα· ἀπὸ ταύτης εἰς τὴν τῆς εἰρήνης κατόρθωσιν. Στέφανον δὲ πάντων τοὺς ὑπὲρ τοῦ Χριστοῦ διωγμούς, ἐν οἷς ὁ καταρτισθεὶς καὶ γενόμενος τέλος ὄψεται τὸν Θεὸν ἐν Σιὼν ἐν τῷ σκοπευτηρίῳ τῆς ψυχῆς. Σιὼν γὰρ σκοπευτήριον λέγεται. Ἡ προκοπὴ τοίνυν τῆς μακαριότητος Θεὸν ἰδεῖν, οὐχ ὅσον πέφυκεν, ἀλλ’ ὅσον χαρίζεται. Ἐρεῖς δὲ ταῦτα πάντα ἀφ’ οὗπερ ἡμῖν εἴρηται τὸ διάψαλμα καὶ περὶ Πέτρου λέγεσθαι. Μακάριος γὰρ ἦν ἀντιλήψεως τυχὼν κατὰ τὸν καιρὸν τῆς ἀρνήσεως· ὅθεν οὐκ ἀπέγνω ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ τὰς διὰ μετανοίας θέμενος Ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος.

Ὁρᾷς γὰρ ὡς ἐδάκρυσε, καὶ τοῦ νέου νομοθέτου τὰς εὐλογίας, τοῦ Χριστοῦ, προσδεχόμενος, ἐκ δυνάμεως ἐπορεύθη εἰς δύναμιν· δραμὼν γὰρ εἰς τὴν ἀνάστασιν, καὶ θεωρήσας μὲν τὰ ὀθόνια, θεωρήσας δὲ καὶ τὸν Χριστόν, ὕστερον αὐτῷ συναντήσαντα, ὡς ὁ Λουκᾶς ἐδήλωσεν, οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ εἰς ἑτέραν δύναμιν τὴν Σιὼν ἐπορεύετο, ἐκεῖ τε αὐτῷ πάλιν ὁ Θεὸς τῶν θεῶν ὁ Χριστὸς ἐνεφανίζετο, εὐλογίας νομοθετῶν, εἰρήνην τε ἣν ἔδωκε τοῖς μαθηταῖς, καὶ δωρεὰν τοῦ Πνεύματος. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Οὐ γὰρ ἀρκεῖ τὸ ἀκοῦσαι; Οὔ, φησίν· ἀλλ’ ὀφείλει καὶ ἐνωτίσασθαι· τουτέστιν, ἐν τοῖς ὠσὶν ἀποθέσθαι, ἵνα κἂν νῦν μὴ ἐπιτελέσῃ τὴν προσευχήν, ὕστερον γοῦν αὐτὴν πληρώσῃ· ὡς γὰρ προφήτης ἐγίνωσκε μακροῦ χρόνου χρῄζοντα ὑπὲρ ὧν νῦν προσηύχετο. Διάψαλμα ὧδε πάλιν ἀκολούθως προσέθηκεν, ἐνδιδοὺς τῇ προσευχῇ, ἵνα τὰ αὐτὰ πολλάκις προσεύξηται, ἐπειδὴ πρὸς αὐτὴν ὑπῆρχε τὴν σωτηρίαν τὴν ἀνθρωπίνην τείνοντα. Ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεός, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου.

Ἴδε ὅτι τῆς σῆς ἐπισκέψεως χρῄζομεν· ἴδε ὅτι τὸ τραῦμα φαρμάκοις ἀνθρωπίνοις οὐ παύεται· ἴδε ὅτι συντετριμμένον ἀγγεῖον. Σῶμα σόν, οὐκ ἀλλότριον. Καὶ οὕτως ἐπίβλεψον ἡμῖν· ἀλλ’ εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου· τουτέστιν, ἐν τῷ προσώπῳ τοῦ Χριστοῦ, ἵνα ἐν τῷ Υἱῷ πάντας ἡμᾶς καὶ ὁ Πατὴρ ἐπισκέψηται, καὶ εὐδοκίᾳ τοῦ Πατρὸς τελεσθῇ τὸ καθ’ ἡμᾶς μυστήριον. Διὰ τί δὲ τὸν Πατέρα διὰ τοῦ Υἱοῦ, οὐχὶ διὰ τῶν προφητῶν αἰτεῖς ἐπιβλέψαι;

Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Αὐλὰς τοῦ Θεοῦ τὴν Βηθλεὲμ ἀνακαλεῖ, τὸν σταυρόν, τὴν ἀνάστασιν. Ἐν ἑκάστῃ τοίνυν τούτων ἡμέρα μία κρείσσων ὑπὲρ χιλιάδας καιρῶν. Ὅπερ γὰρ οἱ ἀπὸ γενέσεως κόσμου χρόνοι οὐ κατώρθωσαν, τοῦτο τῇ ἡμέρᾳ τῆς γενέσεως τοῦ Χριστοῦ, ἢ τοῦ σταυροῦ, ἢ τῆς ἀναστάσεως, ἔτι δὲ καὶ τῆς ἀναλήψεως, ὅλῳ τῷ γένει κατώρθωσεν. Διόπερ τὰς αὐλὰς ταύτας ὑπερδοξάζων ὁ προφήτης ἔλεγε τὰ ἑπόμενα· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Βούλομαί, φησιν, ἐν ταῖς προειρημέναις αὐλαῖς μετὰ εὐτελῶν καὶ ἀποῤῥιπτομένων τάττεσθαι, ἢ γὰρ οἰκεῖν ἐν ταῖς τῶν Ἰουδαίων συναγωγαῖς, αἵτινες οὐκ ἔτι σκηνώματα Θεοῦ, ἀλλ’ ἁμαρτωλῶν τὸν νόμον παραβαινόντων λέγονται. Αἱρεῖται ἄρα ὁ προφήτης μετὰ λῃστοῦ κληρονομεῖν, ὅσπερ εἶναι δοκεῖ τῆς Ἐκκλησίας τοῦ Θεοῦ εὐτελέστερος, ἢ μετὰ Χαναναίας, ἥτις ἀποῤῥιπτουμένη τὰ ψιχία τὰ πίπτοντα τῆς τραπέζης ἐξῄτησεν, καὶ μὴ μετὰ Καϊάφα καὶ τῶν ἄλλων ἀρχιερέων, οἵτινες ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ἐπρώτευον.

Τὸ δ’ αὐτὸ καὶ ἡμεῖς ἔσχατοι τῶν δικαίων εἶναι καὶ ἔκτρωμα, καθάπερ ἔλεγεν ὁ Παῦλος, προσευξώμεθα μετὰ τῶν ἁμαρτωλῶν μὴ οἰκεῖν· μάνθανε γὰρ τὸ ἑπόμενον. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεός, χάριν καὶ δόξαν δώσει· ἔλεος καὶ ἀλήθειαν ἐπὶ τοὺς ἐξ ἁμαρτωλῶν μετανοήσαντας, καὶ διὰ μὲν τὸ ἔλεος μετὰ τῶν δικαίων ταττομένους, διὰ δὲ τὴν ἀλήθειαν οὐκ ἔχοντας αὐτοῖς τὰ ἴσα· ὅθεν καὶ παραῤῥίπτεσθαι λέγεται. Ὥστε τὴν χώραν τὴν ἐσχάτην ἐν αὐτοῖς κατέχοντες, τοῖς αὐτοῖς χάριν καὶ δόξαν δίδωσι· χάριν, ἐπειδὴ χάριτι σώζονται· δόξαν, ἐπειδὴ μετὰ δικαίων εἰ καὶ ἐν τάξει τελευταίᾳ δοξάζονται.

Ὅτι δὲ τοῦτο ἀληθές, καὶ πρωτεύουσιν ἀναγκαίως οἱ δίκαιοι, τὰ ἐχόμενα δείκνυσι. Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Οἱ γὰρ κακίας βεβιωκότες χωρίς, καὶ ἐν δικαιοσύνῃ, ὅπερ ἐστὶν ἀκακία, πολιτευσάμενοι, οὐκ ἀποστεροῦνται τῶν ἀγαθῶν· ἀναλόγους δὲ τοὺς στεφάνους ὑποδέξονται, ἐπειδὴ Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. Καλὴν τῷ ψαλμῷ ὁ προφήτης σφραγῖδα ἐπέθηκε, τὴν εἰς Θεὸν ἐλπίδα, ἣν [ἧς] μακάριον ἔχεσθαι. Ἄγκυρα γὰρ τῶν χειμαζομένων· τῶν δὲ πολεμουμένων τεῖχος ἀῤῥαγὲς γίνεται. Ἐλπίζει δὲ εἰς αὐτὸν ὁ μηδενὶ τῶν παρόντων θαῤῥῶν, ἀλλὰ καὶ παντὸς κόσμου τὴν ἐλπίδα τὴν εἰς Θεὸν ἀνθαιρούμενος.