Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς Ψαλμούς 77-99 (Νόθος)
Ερμηνεία στον 87ο Ψαλμό
Η προσευχή του Κυρίου προ του πάθους, η εκούσια παράδοσή Του στον θάνατο, η κάθοδος στον άδη και η εγκατάλειψη από τους μαθητές.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον 87ο Ψαλμό
Η προσευχή του Κυρίου προ του πάθους, η εκούσια παράδοσή Του στον θάνατο, η κάθοδος στον άδη και η εγκατάλειψη από τους μαθητές.
ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ, εἰς τὸ τέλος, ὑπὲρ Μαελέθ, τοῦ ἀποκριθῆναι λόγον συνέσεως Αἰμὰν τῷ Ἰσραηλίτῃ. πζʹ. αʹ. Ψαλτῳδοὺς μὲν εἶναι τοὺς υἱοὺς Κορὲ φθάσας ἤδη μεμάθηκας· ἀλλὰ μὴν νόει καὶ ᾠδὴν ψαλμοῦ τὴν μελῳδίαν ἐκείνην, ἥτις μέμικται τῇ προφητείᾳ τῇ περὶ τοῦ Χριστοῦ λέγεσθαι ὀφειλούσῃ. Ζητήσεις δὲ τίνος χάριν, Εἰς τὸ τέλος, ὑπὲρ Μαελέθ, γέγραπται, ὅπερ οἱ ἄλλοι.
Ἐπινίκιον διὰ χοροῦ, ἐκδεδώκασιν. Οὐκοῦν δῆλον, ὡς οὐχ εἷς ψαλτῳδός, χορὸς δὲ ταύτην τὴν μελῳδίαν συνήρμωσεν, ἐξάρχοντος Αἰμὰν τοῦ Ἰσραηλίτου ψαλτῳδοῦ, ψαλτῳδοῦ πάντως ἑτέρου, πρὸς ὃν ὁ χορὸς εὐρύθμως καὶ συνετῶς ἀπεκρίνατο. Διόπερ τῇ ἐπιγραφῇ, Τοῦ ἀποκριθῆναι λόγον συνέσεως Αἰμὰν τῷ Ἰσραηλίτῃ, πρόκειται. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου. Χρὴ μὲν καὶ ἡμῶν ἕκαστον προσευχόμενον ἐναντίον τοῦ Θεοῦ, τουτέστι, κατὰ τὸ ἀρεστὸν αὐτῷ, ἡμέρας καὶ νυκτὸς ὅλης προσεύχεσθαι· εἴπερ εἰσελθεῖν ἐνώπιον αὐτοῦ τὴν προσευχήν, καὶ κατορθῶσαι τὰς πρεσβείας τὰς ἡμετέρας βουλόμεθα, ὥστε καὶ ἡμᾶς ἀκοῦσαι· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ὅλος ὁ ψαλμὸς εἰς τὸν Χριστὸν συγγέγραπται. ἀναγκαίως Κύριον καὶ Θεὸν τῆς ἑαυτοῦ σωτηρίας ὠνόμασε· λέγει δὲ τῆς κοινῆς· ἰδίαν γὰρ σωτηρίαν τὴν ἡμετέραν, ὡς ἀπαρχὴ γεγονώς, λογιζόμενος τὸν Πατέρα. Αὐτοῦ γὰρ εὐδοκήσαντος ἐλθεῖν τὸν Υἱὸν εἰς τὸν κόσμον, ἐσώθημεν. Πρὸς τοῦτον ἡμέρας μὲν πολλάκις ἐν τῷ ὄρει, νυκτὸς δὲ ἐν τῷ Γεθσημανῆς χωρίῳ, μέλλοντος αὐτὸν τοῦ Ἰούδα παραδιδόναι, ἐκέκραξεν, τουτέστι, παῤῥησίᾳ τὸν Πατέρα ἐξῄτησεν, εἰσελθεῖν ἐνώπιον αὐτοῦ τὴν οἰκείαν προσευχήν. Τίς δὲ ἦν αὕτη;
Πάτερ, εἰ μὴ δύναιτο τὸ ποτήριον τοῦτο παρελθεῖν, ἐὰν μὴ πίω αὐτό, γενηθήτω τὸ θέλημά σου. Κλῖνον τὸ οὖς εἰς τὴν δέησίν μου. Τουτέστιν, ἀκριβῶς τῆς ἐμῆς προσευχῆς τὴν δύναμιν ἀναλόγισαι, ἢ καὶ συγκατάβηθι τούτοις ὑπὲρ ὧν προσφέρω τὴν δέησιν· οὐδὲ γὰρ ὑπὲρ ἐμαυτοῦ, ἀλλ’ ὑπὲρ τούτων, ὧν ἔλαβον μορφὴν καὶ χαρακτῆρα, προσεύχομαι. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου. Ποίων; Τῶν ἀνθρωπίνων· βαστάζω γὰρ τὰ πάντων ἁμαρτήματα, Καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισεν.
Ἐχρεώστουν γὰρ ἐκεῖνοι θάνατον, ὧν ἦλθον ἀποδοῦναι τὸ χειρόγραφον. Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Ὅμοιός φησιν εἶναι τοῖς εἰς λάκκον τοῦ θανάτου κατερχομένοις. Ἔδοξα καὶ χρεωστεῖν ὥσπερ ἐκεῖνοι θάνατον· οὐ μὴν οὕτως ἦν· δηλοῖ γὰρ τὰ ἑπόμενα. Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. Τὸν γὰρ σταυρὸν καὶ τὸ πάθος ὡς ἄνθρωπος ὑπέμεινεν ἀβοήθητος, ἀγγέλῳ μὲν οὐ συγχωρήσας παραστῆναι, ὥστε λέγειν· Ληνὸν ἐπάτησα μόνος, ἐπιτιμήσας δὲ τῷ Πέτρῳ, ἡνίκα τῶν συλλαμβανόντων ἑνὸς τὸ ὠτίον ἀπέτεμε, καὶ ταῦτα πρὸς αὐτὸν εἶπεν· Οὐ δοκεῖ σοι, ὅτι δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; Πῶς νῦν πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν, ὅτι οὕτως ἔδει γενέσθαι;
Ταῦτα δὲ λέγων ἔδειξεν ὅτι καὶ αὐτὸς συνέστειλε τὴν δύναμιν τῆς οἰκείας θεότητος, ἵνα πληρωθῇ τὸ τῆς ἐπ’ αὐτῷ προφητευθείσης οἰκονομίας μυστήριον. Ἐν νεκροῖς δὲ ὑπῆρχεν ἐλεύθερος, οὐ μόνον ὡς Θεός, ἀλλὰ καὶ ὡς τὴν σάρκα ἀναμάρτητος. Διόπερ οὐκ ἦν αὐτὸν δυνατόν, καθά φησιν ὁ Παῦλος δημηγορῶν, ὑπὸ τῶν ὠδίνων τοῦ θανάτου κατέχεσθαι. Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν. Προσυπακοῦσαι καὶ νῦν τό, Ἐγενήθην, προσῆκεν. Ἐγενήθη γὰρ ὡσεὶ τραυματίας, ἐπειδήπερ αὐτῷ τραυματίου, τουτέστιν, ἁμαρτωλοῦ περιθεῖναι δόξαν οἱ τῶν Ἰουδαίων παῖδες ἐπεχείρησαν.
Διόπερ αὐτὸν καὶ πλάνον τῷ Πιλάτῳ προσελθόντες ὠνόμαζον. Ὅτι δὲ τραυματίαι οἱ ἁμαρτωλοὶ παρὰ τῇ Γραφῇ λέγονται, Ἱερεμίου μάνθανε λέγοντος· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου. Δηλοῖ δὲ καὶ τὰ νῦν τῷ ψαλμῳδῷ λεχθέντα. Οὐδὲ γὰρ μόνον τραυματίας, ἀλλὰ καὶ τῆς μνήμης τοῦ Θεοῦ ἐκβληθέντας καὶ τῆς χειρὸς ὠθισθέντας ἐξέθετο, καθ’ οὓς ὁ Χριστὸς ἑαυτὸν νομισθῆναί φησιν· ἔτι δὲ καὶ τοὺς ἐν τάφῳ καθεύδοντας, τοὺς ἀπράκτους καὶ ἀνενεργήτους, ἐνεργῶν καὶ ταῦτα τῶν νεκρῶν τὴν ἀνάστασιν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Ὅρα πῶς τοῦ πάθους τὴν ἀλήθειαν καὶ τοῦ παθόντος φυλάττει τὸ ἀξίωμα. Τέθειται μὲν γὰρ ἐν λάκκῳ κατωτάτῳ, φησίν· ἐπειδὴ μηδὲν τοῦ ᾅδου κατώτερον· ἀλλὰ μὴν καὶ ἐν σκοτεινοῖς, ἵνα διὰ τοῦ σκότους τὰ τοῦ θανάτου χωρία αἰνίξηται. Πλὴν ἐν σκιᾷ θανάτου τὸ παροδικὸν τοῦ πάθους δηλῶν, ὁμοῦ δὲ ὅτι καὶ Χριστὸς δικαιοσύνης ἐτύγχανεν ἥλιος, πρὸς βραχὺ καθάπερ ὑπὸ σκιᾶς τοῦ θανάτου κρυπτόμενος. Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου. Ἀναγκαίως, ἐπειδήπερ αὐτὸς τοῦ γένους τὰς ἁμαρτίας ἐβάστασεν, ἐπ’ αὐτῷ ὁ κατὰ τῶν ἁμαρτωλῶν θυμός· θάνατος δὲ ἦν, καὶ κατάρα ἐπήρχετο· ἔνθα ἐπιστηριχθείς, οὐκ ἔτι τῷ γένει τῶν ἀνθρώπων ἐπέρχεται.
Καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμέ. Μετεωρισμοὺς τοῦ Θεοῦ τὰ παρ’ αὐτῷ ὑψηλὰ λέγει. οἷον βασιλείαν, ἁγιασμόν, τὸ συγκαθέζεσθαι δούλους ὄντας Δεσπότῃ. Ὥσπερ τοίνυν τὰ δι’ ἡμᾶς ταπεινά, οὕτω καὶ τὰ περὶ ἡμῶν ὑψηλὰ ὁ Πατὴρ ἐπὶ τὸν Χριστὸν ἀναγκαίως ἐπήγαγεν. Ἐν αὐτῷ γὰρ τούτων τὴν ἀπόλαυσιν ἔχομεν. Ὅτι δὲ μετέωρα τὰ ὑψηλὰ λέγει, σαφῶς ἡμῖν Ἱερεμίας ἐξέδωκε· φησὶ γὰρ οὕτως· Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶ Κύριος· τουτέστιν, ἐὰν αὐτοῦ ὑψηλότερος γένηται. Διάψαλμα τοῖς εἰρημένοις πρόσκειται, ἐπειδὴ τῶν κατὰ τὸν τάφον διὰ τῶν ἔμπροσθεν ἐπιμνησθεὶς καὶ τὸν θάνατον, νυνὶ τὸν λόγον εἰς τὰ τούτων ἀνώτερα, τὴν προδοσίαν φημὶ καὶ τὸν σταυρόν, ἀνήγαγεν. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ.
βʹ. Τοῦτο Λουκᾶς ἐν αὐταῖς φράζει ταῖς λέξεσιν, ἔνθα τοῦ σταυροῦ τὴν ἱστορίαν ἐξέθετο. Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας ὁρῶσαι ταῦτα. Ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Ἐπὶ τοῦ Πέτρου καὶ τοῦτο πεπλήρωται, ἡνίκα ἐν τῇ αὐλῇ τοῦ ἀρχιερέως εὐλαβηθεὶς τοὺς λέγοντας, Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· ἡ γὰρ λαλιά σου δῆλόν σε ποιεῖ, ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.
Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην. Ἐξὸν γὰρ αὐτῷ ἐκπορευθῆναι, τουτέστιν, ἐκκλῖναι, ἐπειδὴ καὶ τὸν καιρὸν τῆς ἐφόδου τῶν Ἰουδαίων ἐγίνωσκεν, ὥστε λέγειν τοῖς μαθηταῖς, Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με· ἑκὼν ὅμως παραδοθῆναι ἠνέσχετο. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας, ἐκέκραξα πρὸς σέ, Κύριε. Πτωχείαν καλεῖ τὸ πάθος· ὅθεν καὶ Παῦλος περὶ αὐτοῦ φησιν·
Ἐπτώχευσεν ὑπὲρ ἡμῶν, πλούσιος ὤν. Οἱ ὀφθαλμοὶ τοίνυν αὐτοῦ διὰ τὸ πάθος ἠσθένησαν· ἑκὼν γὰρ ἐκαρτέρει τὰ ἀνθρώπινα. Οὕτω δὲ τοὺς ὀφθαλμοὺς ἠσθένησεν, ὥστε καὶ κράξαι, Ἐλωΐ, Ἐλωΐ, λημᾶ σαβαχθανῆ. Ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· εὔδηλον ἐπὶ τοῦ σταυροῦ· ὁ γὰρ ἀρχιερεὺς ὑπὲρ ἡμῶν θυσίαν προσφέρων, ἐν εἴδει προσευχῆς τὰς χεῖρας ἐκτείνων, τὴν οἰκονομίαν τοῦ πάθους ἐπετέλεσε. Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια, ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; Διάλεξιν ἐνταῦθα πρὸς τὸν Πατέρα πεποίηται, ἡμῖν γνωρίσαι τὰς αἰτίας βουλόμενος, ὧν ἕνεκεν ἀναγκαία ἦν αὐτοῦ πρὸς τοὺς νεκροὺς κατάβασις. Εἰσὶ δὲ αὗται, ὅτι τοῖς νεκροῖς οὐ ποιεῖ θαυμάσια· οὐδὲ γὰρ ἀστραπὰς ἐπιτελεῖ παρ’ αὐτοῖς, ἢ βροντάς· οὐ χειμῶνα ἐξ αἰθρίας, οὐδὲ πάλιν εὐδίαν ἀπὸ χειμῶνος ἀθρόον, ἢ ἄλλα ὅσα παρέχει τοῖς ζῶσιν ἀπὸ τῆς κτίσεως θαύματα· ἀλλ’ οὐδὲ ἰατροὶ ἀναστήσουσι τοὺς νεκρούς, ἵνα ταῦτα τὰ εἰρημένα θεάσωνται.
Πῶς οὖν ἐξομολογεῖσθαι, πῶς δὲ σώζεσθαι οἱ ἐν ἀπιστίᾳ τετελευτηκότες δύνανται, καὶ μήτε νόμῳ, μήτε προφήταις ἀκηκοότες; Οὐ γὰρ ἦσαν αὐτῶν ἐπακούσαντες. Διάψαλμα τῶν ἑξῆς ὁ προφήτης προέταξεν, ἀναπαύσαντος αὐτῷ τὴν μελῳδίαν τοῦ Πνεύματος· τῆς αὐτῆς δὲ ὅμως τῶν λόγων οἰκονομίας ἔχει. Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν γῇ ἀπωλείας;
Τίς γὰρ προφήτης ἢ νομοθέτης ἐν τῷ τάφῳ, ἢ ἐν τῇ γῇ τῆς ἀπωλείας; Λέγει δὲ τὸ τῶν νεκρῶν χωρίον ἀπώλειαν, διὰ τὸ ἀνέλπιστον τῆς ζωῆς προσαγορεύων τὸν θάνατον. Τὸ ἔλεος τοῦ Θεοῦ ἢ τὴν ἀλήθειαν, τουτέστι, τὸν νόμον αὐτοῦ καὶ τὰς ἐντολάς, ἢ καὶ τὸν Χριστὸν αὐτόν· ἔλεος γὰρ ἐν αὐτῷ καὶ ἀλήθειαν διηγήσασθαι ἴσχυεν, ὑποτελὴς τοῦ θανάτου τυγχάνων, διὰ τὴν κατὰ παντὸς γένους ἀπόφασιν. Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Ἔτι τῶν αὐτῶν ἔχεται· σκότος γὰρ τὸν ᾅδην ὡς ἀφεγγῆ καλεῖ· τὸ δὲ αὐτὸ καὶ γῆν ἐπιλελησμένην.
Οὐκ ἦν γὰρ ἐκεῖνα τὰ χωρία ἐπισκέψεως τυχόντα, μέχρι τῆς τοῦ Σωτῆρος εἰς τοὺς νεκροὺς καταβάσεως. Ὅθεν οὔτε τὰ θαυμάσια τοῦ Θεοῦ, οὔτε ἡ δικαιοσύνη, τουτέστιν, οὔτε τὰ σημεῖα, οὔτε ὁ νόμος παρ’ αὐτοῖς προσεδοκᾶτο γνωρίζεσθαι. Πολλάκις δὲ τοὺς αὐτοὺς ἀνακυκλοῖ λόγους, ἀπαραίτητον τοῦ πάθους τὴν οἰκονομίαν ἐπιδεῖξαι βουλόμενος, ὡς ὁμοῦ τοῖς νεκροῖς καὶ τοῖς ζῶσι συμφέρουσαν. Κἀγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα, καὶ τῷ πρωῒ ἡ προσευχή μου προφθάσει σε. Ἐπειδὴ γὰρ Υἱὸς ἦν ὁμότιμος τῷ Πατρί, προσευχόμενος, ἀναγκαίως ἡ προσευχὴ προέφθασεν, ὥσπερ εἰς συνάντησιν αὐτοῦ, πρὸς ὃν ἐγίνετο τρέχουσα. Εἰκότως δὲ καὶ τὸν καιρὸν προσέθηκεν, ὥστε σε καὶ ἐντεῦθεν μαθεῖν ὅτι τοῖς Εὐαγγελίοις ἐκτίθεται σύμφωνα. Φησὶ γὰρ ὁ Λουκᾶς· Ἐγένετο ἐν ταῖς ἡμέραις ταύταις ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. Καὶ τίνος χάριν μετὰ κραυγῆς προσηύχετο, σαφῶς τὰ ἑξῆς δείκνυσιν· ἐντυγχάνοντος γὰρ καθέστηκε ῥήματα. Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου [εὐχήν μου], ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; Ταῦτα ὥστε ἡμέτερον πρόσωπον ἀναδεξάμενος ἔλεγεν, ὅπερ διὰ τὴν παρακοὴν ὁ Θεὸς ἀπεστρέφετο καὶ τὴν ἡμετέραν ἀπωθεῖτο ψυχήν, ἀνθ’ ὧν παρέβη τὸν ποιητὴν μεμφόμενος.
Ὁ Χριστὸς δὲ οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ δεικνύς, ὡς οὐ χρὴ τὸ λοιπὸν ἀποστρέφεσθαι, αὐτοῦ τὴν ὑπὲρ πάντων ἀπολογίαν προφέροντος. Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Πτωχὸς γὰρ δι’ ἡμᾶς, πλούσιος ὤν, ἔτι δὲ καὶ ἐν κόποις ἐκ νεότητος γέγονεν, ἥκων εἰς Αἴγυπτον, ἐκεῖθεν εἰς Ναζαρὲτ τῆς Γαλιλαίας κρυπτόμενος, ἄλλας τε πολλὰς ἐπιβουλὰς ὑφιστάμενος. Ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ὕψος εἴτε τῶν σημείων, εἴτε τοῦ σταυροῦ λέγοις, ἐφ’ ἑκατέρων ἐταπεινοῦτο καὶ ἐξηπορεῖτο παρὰ τῶν Ἰουδαίων φαυλιζόμενος.
Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου. Τὰς κατὰ τῆς ἀνθρωπότητός φησιν ὀργάς, τουτέστι, τὰς ἐπιτιμίας καὶ τὰς ἀπειλάς, ἃς ὑπὲρ ἡμῶν ἑαυτὸν διὰ παθῶν προσενέγκας ἐδέξατο. Οἱ φοβερισμοί σου ἐξετάραξάν με, ἐκύκλωσάν με ὡσεὶ ὕδωρ. Τὰ φόβητρα τὰ κατὰ τοῦ πρωτοπλάστου ἀνθρώπου λέγει. Ἰσχυρὰ γὰρ ἦν ἐπειδὴ σφραγίζουσαν ἀπόφασιν Θεοῦ καὶ συμμαχοῦσαν ἐκέκτητο.
Ὑφ’ ὧν εἰς τοσοῦτον ἐταράχθη, ὥστε λέγειν· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Ἀλλὰ μὴν καὶ συνεσχέθη καθάπερ ὕδατι τοῖς λογισμοῖς κυκλούμενος. Διόπερ πρὸς τὸν Πατέρα ἔλεγε· Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα.
Τῆς ἡμέρας ἐνταῦθα τοῦ πάθους ἐμνημόνευσεν, ἐν ᾗ πάντες αὐτὸν ἅμα ἀρχιερεῖς καὶ πρεσβύτεροι καὶ Φαρισαῖοι καὶ γραμματεῖς καὶ ὁ λαὸς τῶν Ἰουδαίων ἐκύκλωσαν. Δηλοῖ δὲ καὶ ὁ Ματθαῖος, ὅτε συνηγμένων πάντων, ὁ Πιλάτος, Τίνα θέλετε ἀπολύσω ὑμῖν; ἐπυνθάνετο.
Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Τὸν Πέτρον λέγει· φίλος γὰρ διὰ τὴν μαθητείαν ἐτύγχανεν. Εἴσῃ δὲ τοῦ Κυρίου λέγοντος· Οὐκ ἔτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. Πλησίον τὸν αὐτὸν διὰ τὸ λίαν θερμὸν καὶ ἀκμάζον τῆς πίστεως· γνωστοὺς δὲ αὐτοῦ τοὺς ἀποστόλους ἅπαντας. Οὗτοι γὰρ αὐτὸν ὑπὲρ πάντας ἐγίνωσκον, ὡς ἐν Εὐαγγελίοις ἀκήκοας λέγοντος· Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω· ἐγὼ δέ σε ἔγνων, καὶ αὐτοὶ ἔγνωσαν, ὅτι σύ με ἀπέστειλας. Ἀλλ’ ὅμως ἕνεκα τῆς τοῦ πάθους ταλαιπωρίας πρὸς καιρὸν ἅπαντες ἐμακρύνθησαν.
Οὐκ αὐτοῖς δὲ τοῦτο, ἀλλὰ τῷ Πατρὶ λογίζεται. Ὑπερέβαινε γὰρ αὐτῶν τὴν δύναμιν τοῦ σταυροῦ τὸ μυστήριον Βουλῇ δὲ τοῦτο Πατρὸς καὶ εὐδοκίᾳ ἐπράττετο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.