Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς Ψαλμούς 77-99 (Νόθος)
Ερμηνεία στον 95ο Ψαλμό
Το καινό άσμα για τη σάρκωση, η αναγγελία της σωτηρίας στα έθνη, ο Σταυρός του Χριστού και η τελική κρίση του κόσμου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στον 95ο Ψαλμό
Το καινό άσμα για τη σάρκωση, η αναγγελία της σωτηρίας στα έθνη, ο Σταυρός του Χριστού και η τελική κρίση του κόσμου.
Αἶνος ᾠδῆς τῷ Δαυΐδ, ὅτε ὁ οἶκος ᾠκοδόμητο μετὰ τὴν αἰχμαλωσίαν· ἀνεπίγραφος παρ’ Ἑβραίοις. Ψαλμὸς ϟεʹ. αʹ. Οὐδὲ οὗτος παρ’ Ἑβραίοις ὁ ψαλμὸς ἐπιγέγραπται, παρὰ μόνοις δὲ τοῖς Ἑβδομήκοντα· ὧν τὴν ἐπιγραφὴν εἰκότως ὁ Ἰουδαῖος ἠθέτησεν· ἐλέγχεται γὰρ ὑπ’ αὐτῆς, ὅτι σαφῶς ὁ ψαλμὸς εἰς τὸν λαὸν ἀναγέγραπται· ἐπειδὴ Δαυΐδ, οὗπέρ ἐστιν ὁ ψαλμὸς ᾠδή, πολὺ τῆς αἰχμαλωσίας, μεθ’ ἣν οἰκοδομηθῆναί φησι τὸν οἶκον ἡ ἐπιγραφή, τυγχάνει προγενέστερος· ὥστε αἰχμαλωσίαν μὲν ἐκείνην λέγειν, περὶ ἧς οὕτω καὶ Παῦλος ἐκτίθεται· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις. Οἰκοδομὴν δὲ οἴκου τὴν τοῦ Θεοῦ προσαγορεύει σάρκωσιν. Φησὶ γὰρ αὐτὸς περὶ τῆς οἰκείας σαρκός·
Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τούτου τοίνυν τοῦ οἴκου ἡ οἰκοδομὴ μετὰ τὴν αἰχμαλωσίαν τὴν ἡμετέραν πέπρακται, τὴν παρὰ τοῦ διαβόλου δηλαδὴ γενομένην. Ταύτην γὰρ ἐλευθερῶσαι ὁ Χριστὸς βουληθείς, καὶ σεσάρκωται. Περὶ ἧς αὐτὸς ὁ Δαυῒδ ἐν ἑτέρῳ μέρει τῆς προφητείας τοιαῦτα ἐξέθετο Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Ἀνθ’ ὅτου καινὸν ᾆσμα πᾶσαν ᾆσαι τὴν γῆν, οὐχὶ μόνην τὴν Ἰουδαίαν προσέταξεν, ἢ πάντως ἐπὶ καινοῖς θαύμασι; Καὶ μονονουχὶ κατὰ τοῦ Παύλου προλαβὼν ὁ Δαυῒδ εὐαγγελίζεται. Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Τί δαὶ ἄρα τό, Καινὸν ᾆσμα, ἢ τίνος αὐτὸ παραδιδόντος εἰσόμεθα; πολλὰς μὲν γὰρ ἡμῖν ὁ προφήτης ἐξέθετο ᾠδάς, ἀλλὰ καὶ καινὸν ᾆσμα νῦν εἰπών, ἕτερόν τι καινοπρεπὲς παρὰ ταύτας αἰνίττεται. ᾞσε καὶ Ἡσαΐας ᾠδήν· ᾌσω γάρ, φησι, τῷ ἠγαπημένῳ ᾆσμα, τῷ ἀγαπητῷ μου, τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι, καὶ τὰ τούτοις ἐχόμενα. Ἀλλ’ οὐχ ἁρμόττει ταῦτα πᾶσαν ᾆσαι τὴν γῆν, μόνην δὲ τὴν Ἰουδαίαν, εἰς ἣν τὸ ᾆσαι λέγεται.
Οὐκοῦν πρὸς τὴν τῶν ἀγγέλων ᾠδὴν τὴν ἀναγεγραμμένην τοῦ Λουκᾶ. Καινὴ γὰρ ὑπῆρχεν ἐκείνη. Καὶ γῆν ὅλην ὁ προφήτης παρέπεμψε, ἐπειδήπερ ὁ εὐαγγελιστὴς οὗτος τοιαῦτα τοῖς ἀγγέλοις μελῳδηθέντα μέμνηται· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ταῦτα δὲ πότε εἴρηται; Ὅτε ὁ οἶκος ᾠκοδομήθη, τουτέστιν, ὅτε Χριστὸς ἐσαρκώθη.
Αὐτοῦ γὰρ τικτομένου, ἄγγελοι ταῦτα ἐν Βηθλεὲμ σκιρτήσαντες ἐμελῴδησαν. Τρίτον δὲ ᾄδειν προστάξας, τρίτον ὀνομάζει τὸν Κύριον, ἐν τῷ Χριστῷ βουλόμενος τὴν Τριάδα δοξάζεσθαι. Διὰ γὰρ αὐτοῦ καὶ τὸ Πνεῦμα καὶ τὸν Πατέρα ἔγνωμεν. Ὅθεν ἁρμοδίως ἐπήγαγεν, Εὐλογήσατε τὸ ὄνομα αὐτοῦ· εἴτε καὶ Πατρὸς λέγοις, εἴτε τοῦ Υἱοῦ, εἴτε τοῦ ἁγίου Πνεύματος· ὄνομα γὰρ τῇ Τριάδι Θεός· ὅπερ εὐλόγησαν οἱ τὴν καινὴν ᾠδὴν ἀποκαλύψαντες ἄγγελοι, ἐν προοιμίοις τῷ ἐν ὑψίστοις Θεῷ τὴν δόξαν ἀναπέμψαντες.
Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Προκόπτοντος γὰρ τοῦ χρόνου, προκόπτει καὶ τὸ Εὐαγγέλιον, καὶ γνῶσις ἡ περὶ τοῦ Χριστοῦ πλατυνομένου τοῦ χρόνου συμπλατύνεται· δηλοῖ δὲ τὰ ἑπόμενα. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. Ἆρα μὴ ταῦτα ἐκδικεῖν ἑαυτῷ ὁ λαὸς τῶν Ἰουδαίων δύναται;
Πῶς γὰρ ἀναγγελεῖ τοῦ Θεοῦ τὴν δόξαν ἐν τοῖς ἔθνεσιν ὁ μηδὲ νόμον ἀναγινώσκειν ἔξω τῶν οἰκείων ὅρων συγχωρούμενος; Τοῦτο γὰρ αὐτῶν Ἀμὼς ὁ προφήτης ἐμέμφετο· Καὶ ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίας. Ἀναγγείλατε, ὅτι ἠγάπησαν ταῦτα πάντα οἱ υἱοὶ Ἰσραήλ, λέγει Κύριος ὁ Θεός. Καὶ τίς ἡ τιμωρία; Ἐγὼ δώσω ὑμῖν γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν. Ὥστε ὁ Δαυῒδ σαφῶς τὴν εὐαγγελικὴν διαθήκην ἐδέξατο· πρῶτον μὲν εἰπών, Εὐαγγελίσασθε· ἔπειτα, Τοῖς ἔθνεσι καὶ πᾶσι τοῖς λαοῖς ἀναγγείλατε τὰ θαυμάσια τοῦ Θεοῦ, διαταξάμενος.
Ποῖα δὲ ταῦτα; Ὅτι οἱ δι’ αἵματος καὶ σαρκὸς γεννηθέντες εἰς θάνατον, δι’ ὕδατος καὶ βαπτίσματος εἰς ζωὴν ἀναγεννώμεθα. Ταῦτα γὰρ τὰ θαυμάσια παραδοῦναι τοῖς ἔθνεσι τοὺς μαθητὰς ὁ Θεὸς ἐνετείλατο. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Περὶ τούτου τοῦ ὀνόματος, δηλαδὴ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ὅρα ποῖα ἑξῆς ὁ προφήτης ἐπήγαγεν·
Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. Μέγας μὲν ὅπως ὁ Θεός, περιττὸν λέγειν· τοῦτο γὰρ ταῖς πάντων ἐννοίαις ὁμολογεῖται. Αἰνετὸν δὲ σφόδρα διὰ τοῦτό φησιν αὐτόν, ἐπειδὴ σφόδρα μέγας ὤν, τοῖς ταπεινοῖς συγκατέρχεται, καὶ δίκαιος ὑπάρχων, τῆς τῶν ἁμαρτωλῶν σωτηρίας ἀνέχεται.
Καὶ ἡμῖν μέν ἐστι χρηστός, φοβερὸς δὲ τοῖς δαίμοσι. Τούτους γὰρ ἐνταῦθα προσηγόρευσε θεούς, οὐ διὰ τὸ εἶναι θεούς, ἀλλὰ διὰ τὸ παρά τινων οὕτως ὀνομάζεσθαι. Μαρτυρεῖ δὲ ὁ Παῦλος λέγων· Οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεός, εἰ μὴ εἶς· καὶ γάρ, εἴπερ εἰσὶ λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς. Παρὰ τίνων δὲ λέγονται, τοῖς μετὰ ταῦτα μάνθανε. Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια.
Ἔθος τῇ θείᾳ Γραφῇ δαίμονας τὰ πονηρὰ προσαγορεύειν πνεύματα· δηλοῖ δὲ τὰ Εὐαγγέλια συνεχῶς τῇ λέξει καταχρησάμενα. Ἑλλήνων δὲ παῖδες εἰ καὶ σεμνολογοῦσι τὸ ὄνομα, δαίμονας αὐτοὺς φάσκοντες, ὡς δαήμονας, τουτέστιν ὡς ἐμπύρους καὶ εἰδήμονας λέγεσθαι· ἐν οἷς ἐπαινοῦσιν, ἐν τούτοις ἀγνοοῦσι κακίζοντες. Ὡς γὰρ κακίας ὄντες εἰδήμονες, τὴν προσηγορίαν ἐπονείδιστον ἔχουσιν. Ἀλλὰ Σύμμαχος μὲν ἀντὶ τοῦ, Δαιμόνια, Ἀνυπάρκτους ἐκδέδωκεν, ἐπειδὴ τὴν ἀνυπόστατον κακίαν σπουδάζουσιν· Ἀκύλας, Ἐπιπλάστους· θεῶν γὰρ ὄνομα ψευδὲς καὶ πεπλασμένον ἐκτήσαντο.
βʹ. Πάντες τοίνυν τῶν ἐθνῶν οἱ θεοὶ δαιμόνια. Εἰ γὰρ καί τινας μικροὺς ἡγοῦνται, τινὰς δὲ μείζονας, πάντες ὅμως τῆς ἀντιτεταγμένης εἰσὶ καὶ πονηρᾶς δυνάμεως. Πῶς τοῦτο δῆλον; Ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.
Τουτέστιν, οὐκ ἂν οἱ δαίμονες ἐξ οὐρανῶν κατηνέχθησαν, εἰ μὴ διὰ πονηρίαν τοῦ δημιουργήσαντος τοὺς οὐρανοὺς ἀπέστησαν. Ἀλλ’ ἀντὶ τούτων, ὅρα τίνας καὶ ἐπὶ τίσιν ὁ οὐρανὸς ἐδέξατο. Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ· ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. Διὰ τῆς ἐξομολογήσεως τοὺς ἐξομολογουμένους, διὰ δὲ τῆς ἁγιωσύνης τοὺς ἁγίους ἐδήλωσε. Τούτους γὰρ ὁ Θεὸς ἀντὶ τῶν καταβληθέντων δαιμόνων εἰς οὐρανοὺς ἀνέλαβε. Καὶ τῇ ἐξομολογήσει συνῆψε τὴν ὡραιότητα, ἐπειδήπερ ὁ τὴν οἰκείαν ἁμαρτίαν ἐξαγορεύων ἐνώπιον τοῦ Θεοῦ, εὐπρεπὴς ἐξ ἀπρεποῦς εὑρίσκεται, καὶ γίνεται ἐνώπιον αὐτοῦ πρότερον οὐκ ὤν.
Ἀπὸ γὰρ τῶν ἁμαρτωλῶν, ἕως ἂν ἐξομολογήσωνται μεταμεληθέντες, ἀποστρέφει τὸ πρόσωπον, ὥστε τὸν ψαλμῳδὸν τοῦτον πρὸς αὐτὸν βοᾷν· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, ἡνίκα ἐν αἰσθήσει τῆς ἁμαρτίας ἐγένετο. Τῇ δὲ ἁγιωσύνῃ συνῆψε τὴν μεγαλοπρέπειαν.
Οὐδὲν γὰρ τοῦ ἁγίου μεγαλοπρεπέστερον, οὐ προφήτης, οὐχ ἱερεύς, οὐ βασιλεύς, ἐπειδὴ ἅγιος ὢν ὁ Θεὸς ἐν ἁγίοις ἀναπαύεται. Διόπερ αὐτοὺς οὐχ ὥσπερ τοὺς ἐξομολογουμένους ἐνώπιον ἔχει, ἀλλ’ ἐν τῷ ἁγιάσματι τῷ οἰκείῳ προσελάβετο, καὶ ὁμοσκήνους, κοινωνούς τε τῆς ἑαυτοῦ δόξης καὶ βασιλείας πεποίηκε. Πρὸς τούτους εἰρῆσθαι τὰ ἐχόμενα νόησον, Ἐνέγκατε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Οὐ μάτην ᾆσμα καινὸν ᾄδειν ἐν προοιμίοις τῆς ψαλμῳδίας ἐκέλευσεν· ἀλλ’ ἐπειδὴ καινή τις ἡ κλῆσις τοῦ παρόντος ψαλμοῦ, καινὸν τὸ ἐπ’ αὐτὸν κήρυγμα. Ἔθνη γάρ, ὡς ὁρᾷς ταῦτα καλούμενα, προσφορὰν λογικήν, οὐ μόσχους, ἢ κριούς, ἤ τινας ἑτέρας τοιαύτας θυσίας ἀπαιτοῦμεν, ἀλλὰ δόξαν καὶ τιμήν, δόξαν ὡς Θεῷ. Αὐτοῦ γὰρ ἴδιον τὸ δοξάζεσθαι. Ὅθεν αὐτῷ καὶ τὰ Χερουβὶμ τοιαύτην ὑμνῳδίαν προσφέρει· Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτῆς. Τιμὴν ὡς Πατρί. Τίμα γὰρ τὸν πατέρα σου καὶ τὴν μητέρα σου, τῷ νόμῳ διηγόρευται.
Ἀλλὰ τὰ ἔθνη Πατέρα τὸν Θεὸν διὰ τῆς Πνεύματος ἐσθεσίας ἔλαχεν. Ὅθεν καί, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. λέγειν πρὸς αὐτὸν παρὰ τοῦ Σωτῆρος ἐδιδάχθημεν. Ἐπειδὴ δὲ δόξαν καὶ τιμὴν εἰπών, δόξης πάλιν ἑτέρας ἐμνημόνευσε· φησὶ γάρ, Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, ἄρα τὸν σταυρὸν διὰ τῆς δόξης τῆς δευτέρας αἰνίττεται, ὃν τῷ Χριστῷ προσφέρεσθαι βούλεται, ὡς αὐτοῦ δόξαν τυγχάνοντα. Διόπερ οἱ λοιποὶ τῶν ἑρμηνευτῶν Δόξαν ὀνόματος αὐτοῦ ἐκδεδώκασι.
Πῶς δαὶ αὐτῷ προσφέρομεν τὸν σταυρόν; Ἐὰν αὐτοὺς τῷ βίῳ σταυρώσωμεν. Φησὶ γάρ· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος. Σὺ δὲ πρόσεχε ὅπως ἐν Τριάδι τὸν Θεὸν δοξολογεῖσθαι βούλεται. Διὰ τοῦτο τρὶς μὲν αὐτῷ τὴν προσφορὰν ἐνέγκαι προστάττει, τρὶς δὲ καὶ αὐτὸν ἐπονομάζει τὸν Κύριον. Ἄρατε θυσίας, καὶ εἰς πορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. Ποίας αὐλάς; Τὰς Ἐκκλησίας κατὰ πᾶσαν τὴν οἰκουμένην εὔδηλον, ἃς μή ποτε ἀλλήλων διῃρῆσθαι διὰ τὸ πλῆθος νοήσωμεν, μίαν τὰς πολλὰς προσηγόρευσε. Τί γὰρ δὴ καὶ ἐπήγαγε; Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Οὐκοῦν πολλαὶ μὲν διὰ τὸν ἀριθμόν εἰσι, καὶ μία διὰ τὴν δύναμιν, ἥτις καὶ ἁγία, ὡς σῶμα τοῦ ἐν ἁγίοις ἁγίου, προσηγόρευται. Θυσίας γὰρ οὐ τὰς ἐν αἵματι, ἀλλὰ τὰς ἐν δοξολογίᾳ κελεύει προσφέρεσθαι· καὶ σαφῶς ἐδήλωσεν εἰπών, Προσκυνήσατε τῷ Κυρίῳ.
Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Τίνος χάριν; Ἵνα τὴν ἀρχαίαν ἐναλλάξῃ στάσιν, καὶ ἑδραιοτέρα παρὰ Χριστοῦ θεμελιωθεῖσα καὶ στηριχθεῖσα γένηται. γʹ. Ἐσείσθη τοιγαροῦν ἡ γῆ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως· ὧν ἑκάτερον τοῦ Μονογενοῦς πρόσωπον. Ἐν γὰρ τῷ σταυρῷ καὶ τῇ ἀναστάσει μέχρι καὶ νῦν αὐτοῦ καθάπερ ἑνὸς προσώπου θεωροῦμεν τὴν δύναμιν. Εἴπατε ἐν τοῖς ἔθνεσιν ὅτι Κύριος ἐβασίλευσεν.
Ἐν τοῖς ἔθνεσι, διατί; Ἐπειδὴ τῶν Ἰουδαίων οἱ παῖδες τῆς ἀκοῆς οὐκ ἀνέχονται. Διὸ πρὸς αὐτοὺς Παῦλος καὶ Βαρνάβας ἔλεγον· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Τί δαὶ τῆς τοῦ Κυρίου βασιλείας τὸ γνώρισμα; Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Οὐκοῦν βασιλείαν Θεοῦ τὴν ὑποταγὴν τὴν ἡμετέραν λέγοι· διὰ ταύτης γὰρ τὴν οἰκουμένην κατώρθωσεν, ὑποτάξας εἰς θεογνωσίαν τὸν ἀνήκοον καὶ ἀνυπότακτον ἄνθρωπον.
Ἀνθ’ ὅτου δὲ οὐκ ἔτι σαλευθήσεται, ἢ πάντως ἐπειδὴ τοὺς σαλεύοντας, δηλαδὴ τοὺς δαίμονας, ἐκ ποδῶν ἐπιδημίας [ἐπιδημήσας] ἐποίησε; Κρινεῖ λαοὺς ἐν εὐθύτητι· τουτέστιν, ἐν δικαιοσύνῃ. Οὐκ ἔστι γὰρ ἄγνοιαν προβαλέσθαι, οὐδὲ τοῦ Θεοῦ τὴν κρίσιν ὡς ἠγνοηκότες αὐτοῦ τὸν νόμον αἰτιᾶσθαι δυνάμεθα, ἐπειδὴ πανταχοῦ τῆς γῆς τοῦ Χριστοῦ τὸ Εὐαγγέλιον ἔφθασε. Πλὴν ἁρμόσαι τοῦτο πολὺ πλέον ἐπὶ τοῦ λαοῦ τῶν Ἰουδαίων δύναται· αὐτοὺς γὰρ ἐν εὐθύτητι κρινεῖ, ἐπειδὴ Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον, καθά φησιν Ἰωάννης. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ. Καὶ τίς ἡ τῆς εὐφροσύνης ὑπόθεσις; Ἡ τοῦ Σωτῆρος ἄφιξις, ὡς σαφέστερον διδάξει τὰ ἐχόμενα. Κοινὸν τοίνυν οὐρανοῦ καὶ γῆς τὸ ἐπὶ ταύτης μυστήριον γέγονεν. Ὁ γὰρ κλίνας οὐρανοὺς καὶ καταβάς, αὐτὸς πάλιν ἐκ γῆς ἀνατεῖλαι διὰ τὴν σάρκα λέγεται. Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐτῆς· οὐ θορυβώδη σάλον, ἀλλὰ τὸν ἐν χαρᾷ καὶ σκιρτήμασι. Πλήρωμα δὲ αὐτῆς τοὺς ποταμοὺς ἐρεῖς, τὰς λίμνας. Ἐπειδὴ τῶν ὑδάτων πᾶσαι συναγωγαὶ κέκληνται τῷ τῆς θαλάσσης ὀνόματι παρὰ Θεοῦ τοῦ δημιουργήσαντος· Ἐκάλεσε γάρ, φησιν. ὁ Θεὸς τὰ συστήματα τῶν ὑδάτων θαλάσσας.
Τί δαὶ πρὸς τὸ μυστήριον τοῦ Μονογενοῦς τὰ ὕδατα συντελεῖ; Πάντως ὅτι τὸ βάπτισμα. Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἐπειδὴ τὴν θάλασσαν εἰπών, ἐμνήσθη καὶ τοῦ ταύτης πληρώματος, ἀναγκαίως νῦν τὰ πεδία, οἷον τοὺς ἀγρούς, καὶ τὰ σὺν αὐτοῖς ἐπήγαγε, διὰ τούτων τὸ πλήρωμα τῆς γῆς παραστῆσαι βουλόμενος. Ἀνθ’ ὅτου δὲ αὐτὰ χαίρειν προσέταξε;
Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ. Πότε, καὶ διὰ τί; Ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται. Ἐξαίρετον χαρὰν τοῖς ξύλοις ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ διὰ τὸν σταυρὸν ὁ προφήτης ἐκήρυξε· καὶ οὐδὲ ἁπλοῖς ξύλοις, ἀλλὰ τοῖς τοῦ δρυμοῦ, τουτέστι, τοῖς ἀκάρποις.
Δῆλον γὰρ ὡς οὐκ ἔγκαρπον φυτόν, ἄκαρπον δὲ εἰς τὴν τοῦ σταυροῦ κατασκευὴν ἀπετέμη. Ἐκοινώνησε δὲ ὅμως τῆς χαρᾶς πάντα τὰ ἀπὸ τῆς γῆς, καθάπερ ὁ στίχος προλαβὼν ἐξέθετο. Σὺ δὲ ξύλα τοῦ δρυμοῦ διὰ τὴν ἀκαρπίαν τοὺς ἁμαρτωλοὺς νόησον· περὶ ὧν Ἡσαΐας ἔλεγε· Μὴ λεγέτω ὁ εὐνοῦχος. ὅτι ξύλον ξηρόν εἰμι ἐγώ, τουτέστιν, ἄγονον. Ἀλλὰ καὶ τούτους χαίρειν ἡ παρουσία τοῦ Κυρίου ἐποίησεν. Ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν, κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ. Οὐ μάτην διπλασιάζει τό, Ἔρχεται. Ἑκατέραν γὰρ αὐτοῦ παρουσίαν μηνῦσαι βουλόμενος, ἄνω μὲν οὖν σαφῶς τοῦ Χριστοῦ τὴν πρώτην ἐπιδημίαν ἐκήρυξε. Διόπερ αὐτὴν χωρὶς κρίσεως ἔγραψεν· οὐ γὰρ ἦλθε τότε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον· ἐνταῦθα δὲ τὴν δευτέραν ἐν ᾗ κρινεῖ τὴν γῆν καὶ τὴν οἰκουμένην, τουτέστι, τὸν ἄνθρωπον μέν, ὡς ἀπὸ γῆς ὄντα εἰκότως λεγόμενον· οἰκουμένην δέ, ὡς Θεοῦ γενόμενον οἰκητήριον. Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Οὐ μόνον δὲ γῆν αὐτὸν καὶ οἰκουμένην, ἀλλὰ καὶ Λαούς, οὐχὶ λαόν, προσηγόρευσε διὰ τὴν διαφορὰν τῶν γλωσσῶν καὶ τῶν πολιτειῶν τῆς περὶ τοῦ Θεοῦ δόξης, ἄλλων τε πολλῶν ὅσα χωρίζει τῆς πρὸς ἀλλήλους κοινωνίας ἐν τοῖς ἀναγκαίοις τὸν ἄνθρωπον.
Εἰ δὲ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ κρινεῖ, καὶ τοὺς λαοὺς ἐν ἀληθείᾳ εἴρηται ὥσπερ οὐχ ἕτερον παρὰ τοὺς λαοὺς ἡ οἰκουμένη. Μὴ γὰρ ὄντων λαῶν, τίνος οἰκουμένη γενήσεται; Οὕτως οὐδὲ ἡ δικαιοσύνη παρὰ τὴν ἀλήθειαν· περιεκτικὸν γὰρ ἀλλήλων ἑκάτερον. Καὶ οὔτε δικαιοσύνη χωρὶς ἀληθείας, οὔτε ἀλήθεια χωρὶς δικαιοσύνης· ὅθεν ἄμφω ὁ Χριστὸς ὀνομάζεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.