Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς Ψαλμούς 77-99 (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στον 96ο Ψαλμό

Η ένδυση του Κυρίου, το πυρ της κρίσεως, ο φωτισμός της οικουμένης, η αισχύνη της ειδωλολατρίας και η χαρά της Σιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 20 από 23

Ψαλμὸς τῷ Δαυΐδ, ὅτε ἡ γῆ αὐτῷ καθίστατο· ἀνεπίγραφος παρ’ Ἑβραίοις. ϟϛʹ. αʹ. Μετὰ τῶν ἀνεπιγράφων καὶ οὗτος ὁ ψαλμὸς ἠρίθμηται τοῖς Ἑβραίοις· οἱ Ἑβδομήκοντα δὲ αὐτῷ πρέποντα τῇ προφητείᾳ τὸν τίτλον ἐπενόησαν. Ἐπειδὴ γὰρ περὶ Χριστοῦ βασιλείας καὶ τῶν ἐξ αὐτῆς κατορθωμάτων τὰ νῦν τῷ προφήτῃ μελῳδηθέντα σύγκειται, ἀναγκαίως μὲν αὐτὸν τῷ νοητῷ Δαυῒδ ἀνατίθησι. Φησὶ δέ, Ὅτε ἡ γῆ αὐτῷ καθίστατο, τουτέστιν, ἡνίκα ἡ ἀνθρωπότης ἐν καταστάσει γέγονεν· ἐξεστηκυῖα γὰρ ἦν πρότερον τοῦ λογισμοῦ τοῦ σώφρονος. Ὁ Κύριος ἐβασίλευσεν· ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. Ἀεὶ μὲν ὁ Θεὸς ἐβασίλευσεν, ὡς ὅλης τῆς οἰκουμένης δημιουργὸς καὶ κύριος· ἀλλ’ ἐπειδή τινα χρόνον ἀποστραφεὶς τὸ γένος τῶν ἀνθρώπων τυραννηθῆναι παρὰ τῶν ἐχθρῶν τῶν νοητῶν συνεχώρησε, νῦν δὲ κἀκείνους ὑπέταξε καὶ τούτους ἠλευθέρωσεν, εἰκότως φησίν, Ὁ Κύριος ἐβασίλευσεν, βασιλείαν Θεοῦ καλῶν τὴν ἀναίρεσιν τῆς πλάνης, καὶ τὴν τῶν εἰδώλων καθαίρεσιν, ἐφ’ ἣν ἀγαλλιᾶται ἡ γῆ, θεωροῦσα καὶ ἐλευθερίαν τούτων, ὑπὲρ ὧν μετὰ τῆς λοιπῆς κτίσεως στενάζει πρότερον. Εὐφραίνονται δὲ καὶ νῆσοι πολλαί, αἱ τῶν ἐθνῶν Ἐκκλησίαι· ἡ γὰρ ἀναίρεσις τῆς πλάνης αὐταῖς πεποίηκεν εἴσοδον. Ἀλλὰ τίνος χάριν τὰς Ἐκκλησίας νήσους καλεῖ, ἢ πάντως ἐπειδὴ καθάπερ αἱ νῆσοι μέσον ὑδάτων οἰκοῦνται, οὕτω καὶ αἱ Ἐκκλησίαι ἐν τῷ βαπτίσματι;

Καλῶς δὲ πολλὰς εὐφραίνεσθαι νήσους, οὐχὶ δὲ πάσας, ἔγραψε, δεικνὺς ὡς εἰσὶν ἄλλαι νῆσοι, αἱ τῶν αἱρετικῶν Ἐκκλησίαι, αὐχοῦσαι καὶ αὗται τὸ ὕδωρ τοῦ βαπτίσματος· οὐ μὴν ἁρμόττει ταύταις εὐφραίνεσθαι, ἐπειδὴ τῇ περὶ τὸ Θεῖον ἀσεβείᾳ τὴν χάριν ἀθετοῦσι τοῦ βαπτίσματος. Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ· δηλαδὴ τοῦ βασιλεύσαντος.

Φησὶ γὰρ τὸν Χριστόν, οὗ τὸ σῶμα νεφέλη· διὰ τὸ λεπτὸν γὰρ ἀμόλυντος λέγεται. Ἀλλὰ τῇ νεφέλῃ καὶ γνόφος συνέζευκται, ὅπερ Ὁμίχλην ὁ Σύμμαχος ἔγραψεν. Ἡ γὰρ σὰρξ ὁμίχλης δίκην τοὺς ὀφθαλμοὺς τῶν πλειόνων ἀπέτρεπε τὴν ἀξίαν τῆς τοῦ Μονογενοῦς ἐπιγνῶναι θεότητος· ὥστε ἀλλαχοῦ τὸν ψαλμῳδὸν τοῦτον λέγειν·

Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Ταῦτα γὰρ ἡ τοῦ Θεοῦ βασιλεία κατώρθωσε. Δῆλον δὲ ἀφ’ ὧν ἡμεῖς μὲν τῶν καταδουλωσάντων ἀδίκως ἠλευθερώθημεν· ἐκεῖνοι δὲ κατεκρίθησαν. Πλὴν ἀλλὰ καὶ αὐτοὶ δικαιοσύνην καὶ κρῖμα [κατορθώσωμεν], εἴπερ αὐτῷ συμβασιλεῦσαι βουλοίμεθα. Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Σαφῶς ἐνταῦθα τὴν κρίσιν ἀναμιμνήσκει τὴν μέλλουσαν. Τοιγαροῦν περὶ τοῦ πυρὸς οὔ φησι, Προπορεύεται, ἀλλά, Προπορεύσεται, ὅπερ αὐτοῦ φλογιεῖ τοὺς ἐχθρούς, δηλαδὴ τοὺς ἁμαρτωλούς· ἐχθροὶ γάρ εἰσι τοῦ Θεοῦ, ἐπειδὴ καλοῦντος οὐχ ὑπήκουσαν, παρακαλοῦντι οὐκ ἐπεί[σ]θησαν, καταλλαγῆναι προτείνοντι οὐκ ἐβουλήθησαν.

Μαρτυρεῖ δὲ ὁ Παῦλος λέγων· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Φλογιεῖ δὲ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· τουτέστι, πάντας. Οὐ παύσεται γὰρ κυκλοῦν καὶ τρέχον ἕως ἂν ὅλων τῶν ὑπευθύνων δράξηται. Τούτου τοῦ πυρὸς καὶ Δανιὴλ ἐμνημόνευσεν, ὡς τοῦ κριτοῦ προτρέχοντος. Ἐθεώρουν, φησίν, ἕως οἱ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν.

Ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, καὶ οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς ἐκπορευόμενος εἶλκεν ἔμπροσθεν αὐτοῦ. Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ Ἀστραπὰς αὐτοῦ τὰς λαμπηδόνας αὐτοῦ νοήσομεν, αἵτινες οὐκ ἀναμένουσι τὸν αἰῶνα τὸν μέλλοντα, ἀλλ’ ἐντεῦθεν ἤδη τὴν οἰκουμένην φωτίζουσι. Θεωρεῖς τοίνυν πυρὸς διαφοράν. Ὃ μὲν γάρ ἐστιν αὐτοῦ, τοῦτο φωτίζει· ὃ δὲ οὐκ αὐτοῦ, ἀλλ’ ἐναντίον αὐτοῦ τρέχει, τοῦτο καίει· εἰς τοῦτο γὰρ καὶ τέτακται. Ἀστραπὰς τοίνυν αὐτοῦ τοὺς ἀποστόλους λέγει, ἐπειδὴ τοῦ ἀληθινοῦ μετασχόντες φωτός, φῶς εἰκότως καὶ αὐτοὶ χρηματίζουσιν· ὅθεν πρὸς αὐτοὺς ὁ Κύριος ἔλεγεν· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. —Εἶδε, καὶ ἐσαλεύθη ἡ γῆ.

Συμφέρει γὰρ τῷ κακῶς ἱσταμένῳ σαλεύεσθαι, ἵνα στάσιν ἑδραιοτέραν δέξηται, ἐπειδὴ καὶ τεκτόνων παῖδες οὓς ἂν εὕρωσι σαθροὺς τοίχους, σαλεύουσιν, εἰς τὸ κρεῖττον αὐτοὺς μεταθεῖναι βουλόμενοι. Διόπερ καὶ ἡ γῆ, τουτέστιν, ἡ ἀνθρωπότης τῇ θεωρίᾳ τῶν ἀποστόλων σεσάλευται, ὥστε τοὺς ἐν Θεσσαλονίκῃ περὶ τοῦ Παύλου καὶ τοῦ Σίλα λέγειν· οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν· ὅπως ἑαυτῆς ἑδραιοτέρα γένηται. Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.

Ὥσπερ τὰ ὅρη τῆς γῆς ὑψηλότερα, οὕτως οἱ προφῆται τῶν ἄλλων ἀνθρώπων ὑψηλότεροι, καὶ τούτου χάριν ὅρη προσαγορεύονται. Εἰκότως τοίνυν ἐπὶ τῇ τοῦ Μονογενοῦς ἐνδημίᾳ, ὅσπερ ἐστὶ Κύριος δηλαδὴ τῆς ἀνθρωπότητος, ἧς λαβὼν τὴν ἀπαρχὴν Κύριος ὅλου τοῦ φυράματος γέγονεν, οἱ προφῆται ὡσεὶ κηρὸς ἐτάκησαν· πεπιλημένη γὰρ αὐτῶν πρότερον ἡ προφητεία τῷ γράμματι, ὥστε ἄγνωστος εἶναι τοῖς ἐντυγχάνουσιν. Ἐνδημήσαντος τοῦ Μονογενοῦς ἐτάκη, τουτέστιν, εὐμάλακτος γέγονεν, εἰς τὸ πάντας αὐτῇ πρὸς τὰ χρώματα τοῦ μυστηρίου τοῦ Μονογενοῦς χρήσασθαι, καὶ δι’ αὐτῆς καθάπερ διὰ κηροῦ τινος πυρὶ θερμανθέντος τὰς Δεσποτικὰς εἰκόνας ἐργάζεσθαι.

Ἐτάκη γάρ, φησιν, ἀπὸ προσώπου Κυρίου, δηλαδὴ τῆς ἐνεργείας τοῦ Πνεύματος. Ἐπειδὴ γὰρ δὶς ἐνταῦθα ὀνομάζει τοῦ Κυρίου τὸ πρόσωπον, σαφὲς ὅτι τοῦ μὲν Πατρὸς πρόσωπον τὸν Υἱόν, τοῦ δὲ Υἱοῦ τὸ Πνεῦμα καλεῖ· ὥστε τὸν προφητικὸν κηρὸν μὴ μόνον λυθῆναι τῇ τοῦ Μονογενοῦς ἐπιδημίᾳ, ἀλλὰ καὶ τῇ χορηγίᾳ τοῦ Πνεύματος. Οὐδὲ γὰρ ἐπιδημήσαντος τοῦ Χριστοῦ νοεῖν τὰς περὶ αὐτοῦ προφητείας ἐδύναντο, εἰ μὴ τοῦ Πνεύματος αὐτοῖς τὴν χορηγίαν ἔδωκεν· δηλοῖ δὲ ὁ Κύριος πρὸς αὐτοὺς λέγων· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ συνιέναι ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται. Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἶδον πάντες οἱ λαοὶ τὴν δόξαν· αὐτοῦ· εἰ καὶ πολλάκις οἱ οὐρανοὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ, τουτέστι, τὸν Χριστὸν ἀνήγγειλαν· ἠνέχθη γὰρ ἐξ αὐτῶν φωνή· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· οὐ μόνον ἐν τῷ βαπτίσματι, ἀλλὰ καὶ ἐν τῷ Θαβωρείῳ ὄρει· καὶ πάλιν τοῦ Χριστοῦ πρὸς τὸν Πατέρα βοήσαντος, Πάτερ, δόξασόν σου τὸν Υἱόν, φωνή τις ἐξ οὐρανῶν ἐφέρετο· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω· ἀλλ’ ὅμως οὐρανοὶ ἀναγγέλλοντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, κυρίως οἱ ἀπόστολοι· οὐδὲ γὰρ ἦσαν χοϊκοί, ἀλλ’ οὐράνιοι· διὸ καὶ οὐρανοὶ προσαγορεύονται.

βʹ. Τούτων δὲ ἀναγγελλόντων, πάντες οἱ λαοὶ τοῦ Χριστοῦ τὴν δόξαν ἐθεάσαντο, βλέποντες ἀγραμμάτους ῥητορεύοντας, δαιμόνια ταῖς σκιαῖς τῶν ἀποστόλων ἐλαυνόμενα. Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν. Οὐ μόνον οἱ νόμον λαβόντες γραπτὸν ἐπὶ τοῖς χειροποιήτοις εἰδώλοις αἰσχύνεσθαι δίκαιοι, ἀλλὰ καὶ οἱ τὸν νόμον τὸν φυσικὸν ἔχοντες. Τίνι γὰρ οὐκ ἔστι πρόδηλον, ὅτι τοῦ Θεοῦ τὸ ποιεῖν ἴδιον; Πῶς τοίνυν Θεὸς τὸ παρ’ ἄλλου ποιηθὲν ὀνομάζεται; Εἴτε τοίνυν προσκυνεῖ τις, εἴτε οὐ προσκυνεῖ, ἀλλ’ ἐγκαυχᾶται ὡς αὐτὸς πεποιηκὼς τὰ παρ’ ἄλλου προσκυνούμενα, αἰσχύνεσθαι καὶ οὗτος ἄξιος, χαλεπὸν συναγαγὼν τῷ βίῳ τῷ ἡμετέρῳ πρόσκομμα. Προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ. Ἀναγκαίως ἐνταῦθα τὴν προσκύνησιν τῶν ἀγγέλων ἐπήγαγεν, ἵνα μὴ αἰσχυνθῶμεν προσκυνῆσαι Θεόν, ὃν προσκυνοῦσιν ἄγγελοι. ἅμα δὲ καὶ γνῶμεν ὡς εἰς ἀγγέλων τάξιν οἱ προσκυνοῦντες Θεὸν ἀνερχόμεθα· πρὸς τούτοις, ὅτι τὸ προσκυνεῖν τῶν ἀγγέλων ἴδιον, οὐ τὸ προσκυνεῖσθαι.

Οὐ τοίνυν οἱ δαίμονες, ἀποπεσόντες καὶ ταῦτα τῆς ἀξίας τῶν ἀγγέλων, προσκυνεῖσθαι δυνήσονται. Ἤκουσε καὶ εὐφράνθη Σιών, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου. Κύριε. Θυγατέρας τῆς Ἰουδαίας τὰς κατὰ πᾶσαν τὴν γῆν Ἐκκλησίας ἐκάλεσεν, ἐπειδήπερ ἐξομολόγησις ἐν αὐταῖς πολιτεύεται· τοῦτο γὰρ Ἰουδαία ἑρμηνεύεται. Ἀλλὰ τὴν Σιὼν ὡς πρωτότοκον Ἐκκλησίαν προέταξεν. Αὕτη, φησίν, ἤκουσε καὶ εὐφράνθη· ἤκουσε τὴν τῶν εἰδωλολατρούντων αἰσχύνην, ἀλλὰ μὴν καὶ τὴν τῶν ἀγγέλων προσκύνησιν, ἣν προσκυνοῦσι Θεῷ· καὶ εἰκότως εὐφράνθη ὡς ἕνα Θεὸν τὸν πατέρα τῆς κτίσεως προσκυνούμενον σέβουσα.

Ταύτης αἱ θυγατέρες τῆς Ἰουδαίας (εἶναι δὲ τὰς Ἐκκλησίας φαμὲν), μετασχοῦσαι τῆς χαρᾶς εἰκότως ἠγαλλιάσαντο. Κρίματα δὲ τοῦ Θεοῦ ταῦτα, οἷς ἡ χαρὰ δικαίως προσηγόρευται. Ἐπειδὴ τοίνυν αἰσχύνην, προσκυνοῦντες τοῖς γλυπτοῖς, καὶ τοῖς εἰδώλοις ἐγκαυχώμενοι, παρὰ Θεοῦ κατακριθέντες ἔχουσιν, ἀλλὰ πῶς ταῦτα πέπρακται ἀπὸ τῶν ἑξῆς μάνθανε. Ὅτι σὺ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα ὑπερυψώθης ἐπὶ πάντας τοὺς θεούς. Ἐπειδὴ τὴν διὰ σταυροῦ πεπραγμένην δίκην ὑποτίθεται, ὕψος δὲ τοῦ Μονογενοῦς ὁ σταυρός· φησὶ γάρ, Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· μήποτέ τις οἰηθῇ τὸν Χριστὸν ὑψηλὸν οὐ γεγονέναι πρότερον, οὐ μόνον ὑψηλόν, ἀλλὰ καὶ ὕψιστον κατὰ πάσης τῆς γῆς ὑπάρχειν προσηγόρευσεν.

Εἰπὼν δὲ τὴν γῆν, ἀπὸ τοῦ μέρους ὕλην τὴν κτίσιν ἐκάλεσεν. Ἀλλ’ ὅμως ὑπερυψώθη διὰ τοῦ σταυροῦ κατὰ πάντων τῶν θεῶν, δηλαδὴ τῶν ψευδωνύμων· ἐπειδὴ τῷ σταυρῷ καταβληθέντες μεμαθήκασι τῇ πείρᾳ πόσον ἐστὶν ὑψηλὸς ὁ Θεός, ὥστε διὰ τῆς νομιζομένης ἀσθενείας τοὺς νομισθέντας δυνατοὺς καταγωνίσασθαι. Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά. Ἵνα καθαρὰν τὴν ἀγάπην εὑρών, τοὺς ἐραστὰς ὡς ἀληθεῖς καὶ γνησίους προσδέξηται· ὡς ὅστις λέγων ἀγαπᾷν τὸν Θεόν, πονηρίᾳ καὶ τῇ τυχούσῃ προσέπαθεν. ἤ τινος τῶν κατὰ τὸν βίον ἐρᾷ, ἑαυτὸν ἀπατᾷ. Ἡ γὰρ φιλία τοῦ κόσμου τούτου ἔχθρα εἰς τὸν Θεόν ἐστιν, Ἰάκωβος λέγει. Φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσεται αὐτάς. Ἰδοὺ πηλίκα τῆς καθαρᾶς πρὸς τὸν Θεὸν ἀγάπης ἀπολαύομεν. Γινόμεθα γὰρ ὅσιοι, καὶ φύλακα τὸν Θεὸν ἔχομεν τοῦ μεγίστου κτήματος, τῆς ψυχῆς τῆς ἡμετέρας, ὥστε μὴ ὑπὸ τὴν χεῖρα γενέσθαι τοῦ ἐχθροῦ· ἂν δὲ ἄρα καὶ γενώμεθα, οὐ περιορᾷ, ἀλλὰ ῥύεται συμποδίζων τὸν ὄντως ἁμαρτωλὸν καὶ ῥίζαν τῆς ἁμαρτίας τὸν διάβολον, ἡμῖν δὲ χεῖρα δίδωσιν, ἵνα τὸν ἀδίκως ἐπαναστάντα φύγωμεν. Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.

Ὁ τοῦ Θεοῦ νόμος, λύχνος καὶ φῶς τοῖς δικαίοις καθέστηκε. Διόπερ ἀλλαχοῦ φησιν ὁ Δαυΐδ· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ὁ δὲ αὐτὸς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ, δηλαδὴ τοῖς ὀρθὰ βαδίζουσιν, εὐφροσύνη· ὁδὸν γὰρ αὐτοῖς ἥνπερ εὔχονται δείκνυσι, καὶ πρὸς ἀρετὰς ἀλείφει, ἃς ἀφ’ ἑαυτῶν σπουδάζουσι. Σὺ δὲ καὶ φῶς ἀνατείλαντα τὸν Μονογενῆ νόησον, περὶ οὗ Ἰωάννης ὁ θεόλογος ἔγραψεν· Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Ὅθεν αὐτὸν καὶ Μαλαχιὴλ ἥλιον προσηγόρευσεν, καὶ ἀνατέλλειν, καθάπερ Δαυΐδ, τοῖς δικαίοις ἐξέθετο· φησὶ γάρ·

Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸν Κύριον ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ. Μακάριοι τῆς χαρᾶς εἰκότως οἱ δίκαιοι. Ἐπ’ οὐδενὶ γὰρ τῶν βιωτικῶν ἀγαθῶν τῶν προσκαίρων εὐφραίνονται, ἐπὶ Θεῷ δέ, ἐν ᾧ πᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, ὡς [ἐκ] τῆς Ἐπιστολῆς Ἰακώβου μεμάθηκας. Καὶ ἐξομολογεῖσθε τὴν μνήμην τῆς ἁγιωσύνης αὐτοῦ.

Ἐξομολόγησιν εἴτε τὴν εὐχαριστίαν λέγοις, εἴτε τὴν τῶν πταισμάτων ἐξαγόρευσιν· ἁρμόττει γὰρ αὕτη καὶ δικαίοις· ἐπειδὴ δὲ οὐδείς ἐστιν ὃς ζήσεται, καὶ οὐχ ἁμαρτήσεται· ἀναγκαίως ἐπὶ τῇ μνήμῃ τῆς ἁγιωσύνης τοῦ Θεοῦ, τουτέστιν, ἐπὶ τῇ ἀναμνήσει προσφέρεται. Χρὴ γὰρ εὐχαριστεῖν αὐτῷ, ὅτι τοῦ ἁγιασμοῦ καὶ τοῖς ἀνθρώποις μετέδωκεν· χρὴ δὲ καὶ ἁμαρτωλοὺς ἑαυτοὺς ἐξαγορεύειν. Ὅσον γὰρ ἄν τις ὑπάρχῃ δίκαιος, συγκρινόμενος τῷ ἁγιασμῷ τοῦ Θεοῦ, ἁμαρτωλὸς εὑρίσκεται· ὥστε τὸν Ἡσαΐαν λέγειν· Πᾶσα ἡ δικαιοσύνη ἡμῶν ὡς ῥάκος ἀποκαθημένης ἐναντίον σου.