Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ψαλμὸν λζ΄ (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Οι εμπαιγμοί, οι συκοφαντίες και η εκούσια σιωπή του Σωτήρος

Περιγραφή της εγκατάλειψης του Ιησού από τους μαθητές, των ψευδών κατηγοριών ενώπιον των αρχόντων και της ηθελημένης, προφητικής σιωπής Του απέναντι στους κατηγόρους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 5

Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Καὶ τίνος χάριν ἐσκυθρώπαζεν ἡ τοῦ κόσμου χαρά, διδάσκει τὰ ἐχόμενα. Ὅτι αἱ ψύαι <ἐ>μαὶ ἐπλήσθησαν ἐμπαιγμάτων καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐμπαίγματα καλεῖ τὰ κατὰ τὸν σταυρὸν πάθη, ἐπειδὴ χλευάζοντες ταῦτα οἱ παῖδες τῶν Ἰουδαίων ἔπραττον τούτων φησὶν ἐμπλήσθην ἐν αὐτοῖς ἰάσασθαι σκοπήσας τὰ τῶν ἀνθρώπων ἁμαρτήματα. ἀλλὰ τοῖς. Ἰουδαίοις οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου τουτέστι ἐν τοῖς πάθεσιν τῆς ἐμῆς σαρκός· προσκόπτουσι γὰρ τῷ σταυρῷ ἐφ’ ᾧ καὶ μόνῳ ἁμαρτωλοῖς ἡ σωτηρία πάρεστιν. διόπερ εἰκότως ἐσκυθρώπαζεν.

Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. Ἐκακώθην συκοφαντούμενος, ἐταπεινώθην μηδὲν τοῖς συκοφαντοῦσι ἀποκρινόμενος. οὕτως δὲ σφόδρα ἐταπεινώθην, ὁρκίζοντος τοῦ ἀρχιερέως· εἰ σὺ εἶ ὁ Χριστός, οὐκ εἶπον ναί, ἀλλὰ σὺ λέγεις, ἐμαυτὸς μηδὲ ἐν τούτῳ δοξάσαι βουλόμενος, εἰ καὶ ἐκεῖνοι τὴν ἀμφίβολον ἀπόκρισιν ὑπὸ τῆς ἀληθείας ἀναγκαζόμενοι, εἰς βεβαίωσιν ἔλαβον. {ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.} Ὠρυόμην λέγει, ἵνα δείξῃ τοῦ στεναγμοῦ τὸ μέγεθος, καὶ ὅτι καθάπερ λέων θήρας ἐφιέμενος, εἶτα τέως οὐκ εὑρίσκων ὠρύεται, οὕτω καὶ αὐτὸς ἐστέναζεν ἡνίκα ἡ θῆρα τῆς τῶν Ἰουδαίων σωτηρίας οὐ προσήρχετο. βεβαιοῖ δὲ τὸν λόγον τὰ ἑπόμενα.

Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου. Καὶ τίς ἡ ἐπιθυμία τοῦ Χριστοῦ; τὸ ὑπὲρ ἡμῶν ἐπιτελέσαι πάσχα· διόπερ τοῖς ἀποστόλοις ἔλεγεν· ἐπιθυμίᾳ ἐπεθύμησα τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν. οὐχ ἁπλῶς τὸ πάσχα, ἀλλὰ τοῦτο ἐν ᾧ, τοῦ τύπου παρελθόντος, ἡ ἀλήθεια <ἐ>πέπρακτο· διὰ τί δὲ μεθ’ ὑμῶν; ἐπειδὴ Ἰουδαῖοι τοῦ μυστηρίου κοινωνῆσαι οὐ βούλονται, ἐφ’ οἷς εἰκότως ἐστέναξεν. καὶ τοῦτον αὐτοῦ τὸν στεναγμὸν ὁ Πατὴρ ὡς προγνώστης ἠπίστατο, ὅθεν αὐτὸν ὁ Παῦλος μιμούμενος κατὰ δύναμιν ἔλεγεν· λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάληπτος ὀδύνη τῇ καρδία μου· εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν ἰσραηλῖται.

Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέν με ἡ ἰσχύς μου, καὶ τὸ φᾶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ’ ἐμοῦ. Πῶς μὲν οὖν ἡ καρδία αὐτοῦ ἐταράχθη; τῶν Ἰουδαίων μὴ σωζομένων, εἴρηται. ἰσχὺν δὲ τὸν Πέτρον καλεῖ διὰ τὴν ὁμολογίαν τῆς πίστεως· σὺ γὰρ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου φησὶν οὐ κατισχύσουσιν αὐτῆς. οὗτος αὐτὸν ἐγκατέλιπεν ἀρνησάμενος. φῶς δὲ ἅπαντες οἱ ἀπόστολοι πρὸς οὓς ἔλεγεν· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὗτοι φῶς ὀφθαλμῶν τῶν δύο διαθηκῶν ἦσαν, νόμου καὶ εὐαγγελίου· αὐτοὶ γὰρ ἡμῖν παλαίαν καὶ νέαν ἐν τῷ φωτὶ τοῦ Ἰησοῦ φωτίζουσι, οἵτινες κατὰ τὸν τοῦ σταυροῦ καιρὸν οὐκ ἦσαν μετὰ τοῦ Χριστοῦ· φοβηθέντες γὰρ τοὺς Ἰουδαίους, ἔφυγον.

Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Φίλους καὶ πλησίον τοὺς λοιποὺς ἴσως Ἰουδαίους λέγει, φίλους μὲν οὐκ ὡς φιλοῦντας τὸν Ἰησοῦν, ἀλλ’ ὡς παρ’ αὐτοῦ φιλουμένους. ὡς γὰρ δημιουργὸς τὸ οἰκεῖον ἐφίλει πλάσμα, καὶ ὡς ποιμὴν ἀγαπᾶ τὰ ἐξ ἰσραὴλ ἀπολωλότα πρόβατα. πλησίον τοὺς αὐτοὺς διὰ τὴν ἐκ τῆς σαρκὸς ἐγκαλεῖ συγγένειαν. τούτων ἐγγύτεροι, μᾶλλον δὲ καὶ ἐγγύτατοι διὰ τὴν εἰς αὐτὸν πίστιν ἐτύγχανον οἱ ἀπόστολοι. οὐκοῦν οἱ μὲν Ἰουδαῖοι οὕστινας φίλους καὶ πλησίον ἐκάλεσεν ἐξ ἀναιδείας πολλῆς οὐ πόρρωθεν ἀλλ’ ἐκ τοῦ σύνεγγυς ἱστάμενοι τῷ Ἰησοῦ ἐπεβούλευον. οἱ δὲ ἔγγιστα τουτέστιν οἱ ἐγγύτατοι εἶναι δὲ τούτους τοὺς ἁγίους ἔφημεν, πόρρωθεν ἵσταντο κατὰ τὸν καιρὸν τοῦ πάθους, οὐκ ἐπιβουλεύοντες αὐτοὶ ἀλλὰ τοὺς ἐπιβουλεύοντας εὐλαβούμενοι.

Καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου. Τί ἐβιάζοντο; τὴν περὶ αὐτοῦ δόξαν. διὰ φθόνον γὰρ ἐπιβουλεύοντες, ἐβούλοντο δοκεῖν ὑπὲρ τοῦ νόμου ζῆλον. δηλοῖ δὲ ὁ ἑξῆς στίχος σαφέστερον.

Καὶ οἱ ζητοῦντες τὰ κακά μου ἐλάλησαν ματαιότητας. Ποίας ταύτας ὁ Λουκᾶς λέγει· ἤρξαντο κατηγορεῖν αὐτοῦ λέγοντες τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι, τοῦ Ἰησοῦ καὶ ταῦτα ὅτε παρὰ τὼν ἡρωδιανῶν καὶ φαρισαίων ἐπερωτήθη λέγοντος· ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.

Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Ὅπερ φησὶν τοῖς ἀλάλοις συμβαίνει τοῖς βεβλαμμένοις τὰς αἰσθήσεις ἐκ φύσεως, αὐτὸς τοῦτο ἐκ προαιρέσεως ἔπασχεν, λοιδορούμενος οὐκ ἐκινεῖτο πρὸς ὀργήν· κωφῶν δὲ τοῦτο ἴδιον οὐκ ὀργίζεσθαι λοιδορουμένους, ἐπειδὴ τὰς περὶ αὐτῶν λοιδορίας οὐκ ἀκούουσιν· ἔτι μὴν συκοφαντούμενος ἐξὸν τοὺς συκοφαντοῦντας ἐλέγχειν, τὸ στόμα οὐκ ἤνοιγεν, ἀλάλων τοῦτο κωλυομένων ὑπὸ τῆς φύσεως φθέγγεσθαι· ὅτι δὲ οὔτε κωφὸς ἦν οὔτε ἄλαλος ἀλλὰ τούτους ἐζήλου ταπεινούμενος, Ἠσαίας δηλοῖ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ ἐν τῇ ταπεινώσει αὐτοῦ, οἷς συμφωνεῖ καὶ ἅπερ νῦν ὁ ψαλμωδὸς ἐκ προσώπου τοῦ σωτῆρος ἐπήγαγεν.

Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Οὐκοῦν ἤκουεν μὲν προσεποιεῖτο δὲ τὸν οὐκ ἀκούοντα, καὶ λόγοι μὲν ἦσαν αὐτῷ πολλοὶ πρὸς ἔλεγχόν τε καὶ σύστασιν, ὑπεκρίνατο δὲ τὸν ἀποροῦντα καὶ οὐκ ἔχοντα. τίς ἡ τούτων αἰτία, τὸ ἐπαγόμενον δηλοῖ.