Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ψαλμὸν λζ΄ (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η μεσιτεία προς τον Πατέρα και η εχθρότητα των Ιουδαίων

Σχολιασμός της προσευχής του Χριστού για την προστασία των μαθητών, της ανάληψης του ρόλου του νέου Αδάμ για τον καθαρισμό των αμαρτιών και της αγνωμοσύνης των εχθρών απέναντι στις ευεργεσίες Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 5

Ὅτι ἐπὶ σοὶ κύριε ἤλπισα. Τῷ Πατρὶ γὰρ ὡς ἀληθινῷ θαρρῶν καὶ ἀδεκάστῳ μάρτυρι περὶ οὗ αὐτὸς ἔλεγεν· ἔστιν ὁ μαρτυρῶν περὶ ἐμοῦ ὁ πέμψας με Πατὴρ ὃν ὑμεῖς οὐκ οἴδατε, τῶν ψευδομαρτυρούντων οὐκ ἐφρόντιζεν.

Σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου. {ὅτι εἶπα μήποτε ἐπιχαρῶσιν οἱ ἐχθροί μου.} Τί λέγει τὸν Πατέρα εἰσακοῦσαι τὴν προσευχὴν ἣν ὥστε μὴ ἐπιχαρῆναι τὸν ἐχθρόν, δηλαδὴ τὰς ἀντικειμένας δυνάμεις, ὑπὲρ τῶν ἀποστόλων προσεύξατο· Πάτερ ἅγιε τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς ἔδωκάς μοι ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. καὶ πάλιν· οὐκ ἐρωτῷ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ· εἰ γὰρ μὴ αὐτὴ ἐπληρώθη ἡ προσευχὴ μηδὲ τῶν ἀποστόλων ὁ χορὸς ἐφυλάχθη ἄν, ἐπιχαίρειν ὁ διάβολος ὁ ἀληθὴς ἐχθρὸς καὶ οἱ σὺν αὐτῷ ἔμελλον.

Καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμεγαλορημόνησαν. Πόδες τοῦ Χριστοῦ οἱ μαθηταί, αὐτὸς γὰρ αὐτῶν κεφαλή· διόπερ αὐτῶν καὶ νίψαι τοὺς πόδας οὐκ ἀπηξίωσεν. ὅτε τοίνυν διὰ τὸν σταυρὸν πρὸς μικρὸν οἱ μαθηταὶ ἐσαλεύθησαν, ἐμεγαλορημόνουν κατὰ τοῦ Χριστοῦ οἱ Ἰουδαῖοι, ὡς πάντων γυμνωθέντος καὶ μηδὲ τοῦς μαθητὰς παρ’ ἑαυτῷ κατασχεῖν ἰσχύσαντος.

Ὅτι ἐγὼ εἰς μάστιγας ἔτοιμος. Τούτου γὰρ ἕνεκα μετὰ σαρκὸς ἐλθεῖν εἰς τὸν κόσμον ὑπέμεινεν ὡς αὐτὸς ἔλεγεν προσευχόμενος· τί εἴπω; Πάτερ σῶσόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.

Καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστιν διαπαντός. Ἡ πρὸς ἡμᾶς δηλονότι συμπάθεια ἧς ἕνεκα τοῦ οἰκείου πάθους ἔχει διαπαντὸς τὴν ἀνάμνησιν· ἀφ’ ὧν γὰρ πέπονθεν, φησὶν ὁ Παῦλος αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ. Καὶ μὴν ἀνομίαν οὐκ εἶχεν, ἀναγγεῖλαι δὲ ὅμως ὡς οἰκεῖα τὰ ἡμέτερα καὶ διὰ τοῦτο προσευχόμενος ἔλεγεν· ἐξομολογοῦμαί σοι Πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. εἰ γὰρ καὶ ἡ ἐξομολόγησις ἐπ’ εὐχαριστίας ἐνταῦθα παραλαμβάνεται ἀλλ’ ὅμως καὶ τὴν εὐχαριστίαν ἐπὶ τῇ λυτρώσει τῶν ἡμετέρων ἁμαρτημάτων πεποίηται, ὅτε τοὺς Ἰουδαίους ἐκάκιζεν βλασφημοῦντας αὐτὸν ὡς ἁμαρτωλῶν φίλον καὶ τελωνῶν τυγχάνοντα.

Καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Ἁμαρτίαν ἑαυτοῦ τὴν τοῦ γένους τοῦ ἡμετέρου καλεῖ ὡς ἀπαρχὴ γεγονὼς τοῦ ἀνθρωπίνου φυράματος, ὡς νέος Ἀδὰμ ἐν ἑαυτῷ τὸν παλαιὸν ἀναπλᾶσαι βουλόμενος, ὑπὲρ οὗ τῆς ἁμαρτίας μεριμνᾷ τινα καθαρθῇ τρόπον. μεριμνῶντος γὰρ ἦν ἅπερ ἐν εὐαγγελίοις ἐφθέγξατο ῥήματα· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί ἤθελον εἰ ἤδη ἀνήφθη φησίν. ἐκεῖνο γὰρ ἔλεγεν ὃ τὰς ἡμετέρας ἀκάνθας ἐδαπάνησεν.

Οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Τοὺς Ἰουδαίους λέγει ἐφ’ οἷς ἐλυπεῖτο ὡς ἐν κακίᾳ ζῶσιν, ἀλλὰ μὴν καὶ ὅτι κραταιοὶ ὑπὲρ αὐτὸν ἐν ὑπερηφανίᾳ δηλονότι ἐτύγχανον. αὐτοῦ γὰρ δι’ ἡμᾶς ταπεινωθέντος, ὥς φησιν ὁ Παῦλος, ἐταπείνωσεν ἑαυτόν, ὑπήκοος γενόμενος μέχρι θανάτου θανάτου δὲ σταυροῦ. ἐκεῖνοι τῆς ταπεινώσεως ἀγνοοῦντες τὴν ὑπόθεσιν τῇ ὑπερηφανίᾳ κατ’ αὐτοῦ ἐχρῶντο, ὅθεν καὶ οἱ μισοῦντες αὐτὸν ἀδίκως εἰς πλῆθος προέκοπτον, πλατυνομένην τὴν τῶν ἀρχιερέων ἀλαζονίαν βλέποντες. τίνες δὲ οἱ ἀδίκως μισοῦντες ἐτύγχανον;

Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν. Τουτέστιν οἱ τῶν ἀναβλεψάντων τυφλῶν καὶ τῶν ὀρθωθέντων χωλῶν συγγενεῖς ἢ πολῖται ἢ γείτονες ἀντ’ εὐχαριστίας αὐτῷ συκοφαντίας προσέφερον. καὶ τίνος χάριν τοῦτο διεπράττοντο γνωρίζει τὸ ἑπόμενον.

Ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον ἀγαθοσύνην. Τὴν ἐμήν φησιν φιλανθρωπίαν καὶ ἀγαθότητα εἰς αἰτίαν διαβολῆς ἐλάμβανον, καὶ παράνομον ἐκάλουν καὶ ἀντίθεον, ἐπειδὴ ἐν σαββάτῳ τοὺς αὐτῶν ἀρρώστους ἐθεράπευσεν.