Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν

Ἡσύχιος ὁ Πρεσβύτερος

Προφήτης Μαλαχίας

Επιτομή της προφητείας του Μαλαχία και βιογραφικά στοιχεία για την καταγωγή, το όνομα και τον βίο του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 13 από 13

ΚΕΦΑΛΑΙΑ ΜΑΛΑΧΙΟΥ ΠΡΟΦΗΤΟΥ. αʹ. Ὅτι τὸν ἄνθρωπον ὁ Θεὸς ἀγαπᾷ, ἀποστρέφεται δὲ καὶ μισεῖ τὸν διάβολον· καὶ ὀνειδισμὸς τοῦ Ἰσραήλ, ἀνθ’ ὧν τῷ Θεῷ οὐδὲ ὡς Σωτῆρι οὐδὲ ὡς Δεσπότῃ προσῆλθον. βʹ. Κατηγορία τῶν Ἰουδαϊκῶν ἱερέων, ἐφ’ οἷς τὰς θυσίας νοθεύοντες, ἐμίανον τὰ θυσιαστήρια· καὶ προφητεία τῆς τῶν ἐθνῶν θεοσεβείας· καὶ ἀπειλὴ κατὰ τούτων, οἵτινες ἐπαγγέλλονται χρηστὰ τῷ Θεῷ, φαῦλα δὲ ἀντ’ ἐκείνων προφέρουσι.

γʹ. Ἀπειλὴ κατὰ τῶν Ἰουδαϊκῶν ἱερέων, ὡς μελλούσης τῆς πρὸς αὐτοὺς διαθήκης σκορπίζεσθαι. δʹ. Προφητεία περὶ Χριστοῦ, καὶ ἀπειλὴ κατὰ τῶν Ἰουδαϊκῶν ἀρχόντων ἀνθ’ ὧν αἴτιοι ἐγένοντο τῆς τοῦ νόμου παραβάσεως.

εʹ. Ἐπιτίμησις κατὰ τῶν Ἰουδαίων, ὅτι τὴν φιλαδελφίαν οὐκ ἐφύλαξαν· καὶ ἀρὰ κατὰ τῶν ἡδυπαθούντων, καὶ εἰδωλολατρούντων, καὶ ταῦτα προσφερόντων, ἐφ’ οἷς ἐστέναξαν ἕτεροι. ϛʹ. Ἀνάμνησις τοῦ δοθέντος παρὰ Θεοῦ περὶ τῆς συζυγίας τοῦ γυναικείου νόμου· καὶ ἔλεγχος τῶν ἡγουμένων τὸν Θεὸν τοῖς πονηροῖς ἀρέσκεσθαι.

ζʹ. Προφητεία τῆς Ἰωάννου τοῦ προδρόμου παρουσίας, καὶ τῆς τοῦ Σωτῆρος ἀφίξεως, καὶ οἷα θαυματουργεῖ παραγινόμενος. ηʹ. Κατηγορία τῶν Ἰουδαϊκῶν συναγωγῶν, καὶ τοῦ λαοῦ ἐπὶ πολλαῖς παρανομίαις· καὶ τῇ τῶν ἀπαρχῶν ἀγνωμοσύνῃ ἀδιορθουμένοις ἀγαθῶν ἐπαγγελίαν ἔδωκε.

θʹ. Διάλεξις αὐτοῦ τοῦ Θεοῦ πρὸς τοὺς δικαίους, ἐφ’ οἷς ὡς κρεῖττον τῶν ἁμαρτωλῶν πραττόντων ἐμέμφοντο· καὶ ὑπόσχεσις τῶν ἐσομένων ἀγαθῶν τοῖς δικαίοις, πονηρῶν δὲ τοῖς πονηροῖς, ἐν τῷ αἰῶνι μέλλοντι, διὰ τῆς τοῦ Χριστοῦ προτέρας ἀφίξεως.

ιʹ. Παραίνεσις, μεμνῆσθαι τῶν ἐν Χωρὴβ λαληθέντων παρὰ Θεοῦ, ἐπειδὴ τὸν Χριστὸν ἐν αὐτοῖς προσεμήνυσε [προεμήνυσε·] καὶ τῆς Ἡλίου τοῦ Θεσβίτου παρουσίας ὑπόσχεσις. Μαλαχίας ἑρμηνεύεται ἄγγελος. Οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σοφιρᾷ ἐκ γένους Λευΐ, καὶ ἔτι πάνυ νέος ὢν καλὸν βίον ἔσχε· καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ἄμεμπτον καὶ πραΰν, ἐκάλεσε Μαλαχίαν αὐτόν, ὅ ἐστιν ἄγγελος· ἦν γὰρ καὶ τῷ εἴδει εὐπρεπής· ἀλλὰ καὶ ὃς αὐτὸς εἶπεν ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ἄγγελος ὀφθεὶς Θεοῦ, ἐπεδευτέρου τοὺς λόγους αὐτοῦ· τὸν δὲ ἄγγελον οὐδεὶς ἀνάξιος ἐθεώρει, ἀλλ’ ἤτοι φωνὴν αὐτοῦ ἤκουε μόνον· οἱ δὲ ἄξιοι καὶ τὸ εἶδος αὐτοῦ ἐθεώρουν· ὡς ἐγένετο ἐν ταῖς ἡμέραις τῆς ἀναρχίας· ὡς γέγραπται ἐν Σχωφετεὶμ Ἐφὰρ Φωτείμ, τουτέστιν ἐν βίβλῳ Κριτῶν· καὶ ἔτι νέος ὢν προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, ἐν βίῳ ἀγαθῷ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.