Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Ἐπιτομὴ τῶν δώδεκα προφητῶν

Ἡσύχιος ὁ Πρεσβύτερος

Προφήτης Ωσηέ

Σύνοψη των κεφαλαίων της προφητείας του Ωσηέ και βιογραφικές πληροφορίες για τον βίο και την καταγωγή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 13

ΚΕΦΑΛΑΙΑ ΩΣΗΕ ΠΡΟΦΗΤΟΥ. αʹ. Εἰκὼν τῆς τῶν Ἰουδαίων συναγωγῆς, ἐξ ἧς ὁ Χριστὸς τὸ κατὰ σάρκα τίκτεται· καὶ λαοῦ τὸ μὲν ἐν ἀπιστίᾳ ἔμεινεν, τὸ δὲ ὕστερον ἐπιστρέφει καὶ σώζεται. βʹ. Ἀπειλὴ κατὰ τῆς συναγωγῆς, ὅτι πάντων τῶν δοθέντων αὐτῇ παρὰ Θεοῦ ἀγαθῶν, ἀλλὰ καὶ ὧν ἔδοξεν ἐκ τῶν εἰδώλων ἔχειν, γυμνωθήσεται.

γʹ. Πρόῤῥησις, ὅπως ἡ μὲν Συναγωγὴ τῶν Ἰουδαίων ταπεινοῦται, καὶ τῆς δουλείας τῆς τῶν εἰδώλων παύεται· οἱ ἐξ αὐτῆς δὲ πιστεύσαντες κοινωνήσουσι τῆς νέας διαθήκης, καὶ τῶν ἐν Χριστῷ μυστηρίων τοῖς ἔθνεσι.

δʹ. Κατηγορία τῆς Συναγωγῆς, ὅτι παρὰ Θεοῦ ἀγαπωμένη τοῖς εἰδώλοις προσέδραμε· καὶ πρόῤῥησις, ὅπως ὁλοκλήρως αὐτῇ τὰ τῆς ἀρχαίας πολιτείας ἀργήσῃ, αὐτὴ δὲ ἐπιστρέψῃ πρὸς τὸν Χριστὸν εἰς ὕστερον. εʹ. Διήγησις ὧν ὁ λαὸς τῶν Ἰουδαίων καὶ οἱ τούτου ἱερεῖς ἠσέβουν καὶ ἡμάρτανον.

ϛʹ. Κατηγορία τῶν Ἰουδαϊκῶν ἀρχόντων· ὅτι παρὰ τὴν αὐτῶν αἰτίαν ὁ λαὸς ἐξημάρτανε· καὶ γνησίως μὲν πρὸς τὸν Θεὸν οὐκ ἐπέστρεφον, μετὰ θυσιῶν δὲ αὐτὸν ἀλόγων ἐζήτει, καὶ διὰ τοῦτο οὐχ ηὕρισκε. ζʹ. Πρόσταγμα, κηρυχθῆναι οἷα ὁ λαὸς μὲν τῶν Ἰουδαίων ἐξήμαρτεν· ὁ Χριστὸς δὲ διὰ τοῦ μυστηρίου καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως τῆς εἰς οὐρανοὺς ἔπραξεν.

ηʹ. Ἔνδειξις τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τῶν Ἰουδαίων ἀγνωμοσύνης· καὶ παραίνεσις πρὸς αὐτούς, ἵνα τοῖς ἔθνεσι τῆς ἐπιστροφῆς καὶ τῆς ἐξομολογήσεως τῷ λῃστῇ τῷ κατὰ τὸν καιρὸν τοῦ σταυροῦ σωθέντι κοινωνήσωσι.

θʹ. Κατηγορία τοῦ αἰσθητοῦ Ἰσραήλ, ὅσα εἰς τὸν Χριστὸν διαφόρως ἐξήμαρτε· καὶ ὅτι παλαιωθείσης αὐτῶν τῆς πολιτείας οὐκ ᾐσθάνοντο, ἐζήλωσαν δὲ τῶν ἐθνῶν τὴν ἀρχαίαν ἀσέβειαν, ἀνθ’ ὧν αὐτοῖς ταπείνωσιν ἠπείλησε.

ιʹ. Θρῆνος τοῦ λαοῦ τῶν Ἰουδαίων, οἷα μὲν εἰς τὸν Θεὸν ἐξήμαρτεν, οἷα δὲ παρ’ αὐτοῦ ἐπαιδεύθησαν· καὶ ὅπως διὰ τὴν πλάνην τῶν εἰδώλων ἀπόληται αὐτῶν ὁ ναὸς καὶ ἡ χώρα· καὶ ἅπερ ἔλαβον παρὰ τοῦ Θεοῦ νόμιμα.

ιαʹ. Ἀπόγνωσις τῆς Ἰουδαϊκῆς χαρᾶς, ἀνθ’ ὧν μιμησάμενοι τῶν ἐθνῶν τὴν ἀσέβειαν, τὰς θυσίας τοῦ Θεοῦ καὶ τὰς σπονδὰς ἐμόλυναν, καὶ τὴν τῶν εἰδώλων πλάνην εἰς τὸν ναὸν εἰσήγαγον. ιβʹ. Ὅπως τὸν Ἰσραὴλ ἀγαπητῶς ὁ Θεὸς ἐξελέξατο, αὐτοὶ δὲ εἰδώλοις προσέδραμον, καὶ τοῦ Θεοῦ τῆς δουλείας ἀπέστησαν, καὶ οὐδὲ ἐξ αὐτῶν τὸν Χριστὸν σαρκωθέντα ᾐδέσθησαν· ὅθεν αὐτοῖς ἀρὰ ἀκαρπίας, καὶ τῆς εἰς τὰ ἔθνη διασπορᾶς ἐπάγεται.

ιγʹ. Διαβολὴ τοῦ αἰσθητοῦ Ἰσραήλ, ὅτι πρότερον εὐσεβῶν, ὕστερον οὐ μόνον ἐν τοῖς εἰδώλοις, ἀλλὰ καὶ τοῦ Χριστοῦ τὴν βασιλείαν ἠρνήσατο· καὶ ἀπειλὴ κατ’ αὐτῶν ὅσα παιδεύεσθαι μέλλουσι. ιδʹ. Παραίνεσις τῷ ἀρχαίῳ λαῷ θεοσεβείας· καὶ ἀπειλὴ κατὰ τῶν αὐτῶν, ἀνθ’ ὧν τὸν Χριστὸν σαρκωθέντα ἀπέῤῥιψαν· καὶ προφητεία, ὅπως ἐξ Αἰγύπτου βρέφος ὢν παρὰ τοῦ Πατρὸς κέκληται.

ιεʹ. Κατηγορία τῆς εἰδωλικῆς τῶν Ἰουδαίων πλάνης· καὶ ὅτι παρὰ τοῦ Θεοῦ διορθωθέντες οὐκ ἐπέστρεψαν, ἀργὸν δὲ αὐτοῦ πεποιηκότες τὸ κήρυγμα, ὀργισθῆναι κατὰ τῆς πολιτείας καὶ τοῦ ναοῦ παρεσκεύασαν. ιϛʹ. Οἷα τοῖς Ἰουδαίοις ὁ Χριστὸς φιλανθρωπεύεται, αὐτοὶ δὲ ἀσεβοῦντες ἐπέμειναν· διόπερ αὐτοὺς μὲν τιμωρήσεσθαι, ἐκδικήσειν δὲ τὸν Χριστὸν ὁ Πατὴρ ὡς παρακουσθέντα παρ’ αὐτῶν ἐπαγγέλλεται.

ιζʹ. Παραίνεσις πῶς δεῖ πρὸς τὸν Θεὸν ἐπιστρέφειν καὶ κατηγορία ὧν ὁ τῶν Ἰουδαίων λαὸς παρανομῶν ἐλογίζετο. Καὶ διήγησις ὅσα διὰ νόμου καὶ προφητῶν καὶ διὰ τῆς οἰκείας αὐτοῦ παρουσίας ὁ Χριστὸς εὐηργέτησεν.

ιηʹ. Ὅπως ὁ τῶν Ἰουδαίων λαὸς τὸν Χριστὸν ὀνειδίσας τὴν ἀμοιβὴν ἀπέλαβε, καὶ τῇ δουλείᾳ τῶν εἰδώλων ἐπιμείνας ἠφάνισται· καὶ ὅσα παρὰ τοῦ Θεοῦ εὐηργετήθη πρότερον, ἀγνωμονήσας δὲ μετὰ ταῦτα παιδεύεται.

ιθʹ. Ὀνειδισμὸς κατὰ τῶν Ἰουδαίων, ὅτι τοῦ Χριστοῦ μὲν αὐτοὶ τὴν βασιλείαν ἠρνήσαντο, αὐτὸς δὲ τὸν μὲν διάβολον κατήργησε, καὶ τὸν θάνατον ἔπαυσεν· ἀφανισμὸν δὲ τῆς Συναγωγῆς καὶ τῆς ἐν αὐτῇ πολιτείας ἀπείλησε.

κʹ. Παραίνεσις ἐξομολογήσεως, καὶ συγγνώμης ὑπόσχεσις, καὶ μυστηρίων κοινωνίας, ὧν ὁ λαὸς ὁ ἐξ ἐθνῶν ἀπήλαυσεν. Ὠσηὲ ἑρμηνεύεται σωζόμενος· οὗτος ἦν ἐκ Βελεμὼθ [Βελελεμὼθ] τῆς φυλῆς Ἰσάχαρ. καὶ ἔδωκε τέρας ἥξειν Κύριον ἐπὶ γῆς ἀνθρώποις συναναστρεφόμενον· καὶ ἡ δρὺς ἡ ἐν Σιλὼμ μερισθήσεται [εἰς] δώδεκα μέρη· καὶ γενήσονται δώδεκα δρύες ἐπακοῦσαι καὶ ἀκολουθῆσαι αὐτῷ ἐπὶ [τῷ ἐπὶ] γῆς φανέντι Θεῷ, καὶ δι’ αὐτοῦ σωθήσεται πᾶσα ἡ γῆ· καὶ οὕτως [οὗτος] θανὼν ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.