Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ψαλμούς (ἐκ τοῦ μεγάλου ἑρμηνευτικοῦ)
Ερμηνεία στους Ψαλμούς ΞΔ΄-Ο΄
Εξήγηση της σωτηρίας των εθνών, της επιφάνειας του Σωτήρος και της προστασίας των πιστών από τις μεθοδείες του διαβόλου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ΞΔ΄-Ο΄
Εξήγηση της σωτηρίας των εθνών, της επιφάνειας του Σωτήρος και της προστασίας των πιστών από τις μεθοδείες του διαβόλου.
ΨΑΛΜΟΣ ΞΔʹ. «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ.» Ἰστέον δέ, ὥς τινες τῶν συγγραφέων μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον εὐετηρίαν ἔφασαν γεγονέναι, καὶ πλῆθος ὄμβρων, καὶ πολὺν ῥεῦσαι τὸν Ἰορδάνην, ὃν ἔφασαν εἰρῆσθαι τοῦ Θεοῦ ποταμόν· καίτοι γεγονότων ἐν πλείστῃ πενίᾳ, καθάπερ Ἕσδρας ἐδίδαξε, καὶ τῆς τῶν ἐθνῶν κλήσεως ἀπαιτούσης, ἀκόλουθα τὰ λοιπὰ τοῦ ψαλμοῦ. Οἱ δὲ μυθικῶς φασιν ἔσεσθαι ταῦτα μετὰ τὴν Ἰουδαίων ἐν ἐσχάτοις ἀνάκλησιν οἰκοδομηθησομένης τῆς Ἱερουσαλήμ.
ΨΑΛΜΟΣ ΞΕʹ. «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερά.» Οὕτω γὰρ τῷ μεγέθει τῶν περὶ σοῦ γινομένων περιβλέπτους ἀποφανεῖς τούς σοι προσήκοντας, ὡς πολλοὺς καὶ τῶν ἐναντίων ὑποκρίνεσθαι ψευδομένους τὴν σὴν δουλείαν· τοῦτο δὲ γέγονεν, ὅτε καὶ περιτμηθῆναι πολλοὶ τῶν ἐναντίων ἠνέσχοντο, ὑποκρινόμενοι τὸν Ἰουδαϊσμόν. Καὶ τούτου μάρτυς Ἰώσηππος ἐν τῇ ιαʹ τῆς Ἀρχαιολογίας, τὰ κατὰ τὸν Μαρδοχαῖον διηγούμενος, καὶ λέγων οὕτως· Οἱ μὲν οὖν ἱππεῖς οἱ τὰς ἐπιστολὰς διακομίζοντες, εὐθὺς ἐξορμήσαντες, τὴν προκειμένην ὁδὸν ἤνυον· ὁ δὲ Μαρδοχαῖος, ἀναλαβὼν τὴν βασιλικὴν στολήν, καὶ τὸν στέφανον τὸν χρυσοῦν, καὶ τὸν στρεπτὸν περιθέμενος, προῆλθεν· ἰδόντες δὲ αὐτὸν οὕτω τετιμημένον ὑπὸ τοῦ βασιλέως οἱ ἐν Σούσοις ὄντες Ἰουδαῖοι, κοινὴν ὑπέλαβον τὴν εὐπραγίαν. Χαρὰν δὲ καὶ σωτήριον φέγγος ἐκτιθεμένων τῶν τοῦ βασιλέως γραμμάτων, καὶ τοὺς κατὰ πόλιν τῶν Ἰουδαίων καὶ τοὺς κατὰ χώραν κατέσχον· ὡς πολλὰ καὶ τῶν ἄλλων ἐθνῶν διὰ [τὸν] τῶν Ἰουδαίων φόβον περιτεμνόμενα τὴν αἰδώ, τὸ ἀκίνδυνον αὐτοῖς ἐκ τούτου πραγματευόμενα. «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεός.» Βουληθεὶς γὰρ πᾶσι δεῖξαι τὸ τῆς ἡμῶν εὐσεβείας ἀκίβδηλον, ταῦτα παθεῖν συνεχώρησας.
ΨΑΛΜΟΣ ΞϚʹ. «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς.» Ἣν προέγνω τοῦ Σωτῆρος ἐπιφάνειαν αἰτεῖ θᾶττον γενέσθαι, τὴν ἐκ ταύτης ὅπως εὐλογίαν τρυγήσωμεν. Ἐπιφαίνεται δὲ τὸ πρόσωπον τοῦ πάντων Δημιουργοῦ, τὸ πληροῦν ἡμᾶς εὐλογίας καὶ οἰκτιρμῶν, ἐπιφανέντος ἡμῖν τοῦ χαρακτῆρος τῆς ὑποστάσεως αὐτοῦ, καὶ ἐμφανίσαντος ἑαυτὸν τοῖς ἀξίοις· ἐπεὶ γὰρ εἰκών ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου, ὁ νῷ καθαρῷ προσβαλὼν αὐτῷ, ὁρᾷ τὸν Πατέρα. Ὁ ἐμὲ γάρ, φησιν, ἑωρακώς, ἑώρακε τὸν Πατέρα. Τότε τοὺς εὐεργετουμένους οἰκτείρει, καὶ Εὐλογεῖ πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ.
Ἐπιφάναντος γάρ σου τὸ πρόσωπον, γινώσκεται ἡ ὁδὸς ἡ πρὸς σὲ ἄγουσα τὸν Πατέρα, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός· καὶ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι’ ἐμοῦ. Ὁ δὲ αὐτὸς ἔσται καὶ σωτήριον ἐν πᾶσιν ἔθνεσι, πληρωθέντος τοῦ, Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. Λέγοις δ’ ἂν ὁδὸν καὶ τὰς ἐντολὰς αὐτοῦ, κατὰ τό· Ὁδὸν ἐντολῶν σου ἔδραμον· καὶ καταλλήλως σωτηρίαν, ἣν ἐλήλυθε παρασχεῖν, ὥστε πᾶσι τὴν εἰς ἡμᾶς σου σωτηρίαν σαφῆ γενέσθαι.
ΨΑΛΜΟΣ ΞΖʹ. «Ὡς ἐκλείπει καπνός.» Εὐχερὴς τῶν ἁμαρτωλῶν ἡ πτῶσις, εἰ καὶ σφόδρα ἑαυτοῖς πεποιθέναι νομίζουσι. Τί γὰρ καπνοῦ πρὸς τὸ λυθῆναι σαθρότερον; τί δὲ καὶ κηροῦ, ὅταν ὑπὸ πυρὸς σφοδροτέρου θερμαίνηται; Τούτοις τοὺς ἁμαρτωλοὺς ὁ Προφήτης συνέκρινεν· ὅταν γὰρ τὸ πῦρ τῆς γεέννης ῥιπισθῇ, πᾶσα ἡ περὶ αὐτοὺς φαντασία εὐθέως διαλύεται. «ᾌσατε τῷ Θεῷ.» Καὶ μὴν Ἀνατολὴ χρηματίζειν ἐν τοῖς προφήταις ὁ Χριστὸς εἴωθεν· Ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ· καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ. Καὶ πάλιν·
Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου Ἥλιος δικαιοσύνης· καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἀλλ’ εἰ καὶ ἀνατολὴ τυγχάνει διὰ τὸ οἰκεῖον φῶς, ἐπέβη ἐπὶ δυσμῶν, ὄχημα τοὺς ἁμαρτωλοὺς ἑαυτοῦ τοὺς πρὸς αὐτὸν ἐπιστρέψαντας θέμενος· πρὸς οὓς εἶπεν· Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, ὅτι χρηστός, καὶ τὸ φορτίον μου, ὅτι ἐλαφρόν. Τούτους ὁδοποιῆσαι τῷ Θεῷ ὁ Δαβὶδ διὰ μετανοίας ἐντέλλεται· οὗτοι γὰρ ἐνώπιον αὐτοῦ οὐ μόνον συγγνώμης τυχόντες, ἀλλὰ καὶ οἰκειωθέντες, ἀγαλλιᾶσθαι μέλλουσιν. «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.» Ἐκκλησία καὶ ἡ κατ’ οἶκον συναγωγὴ τῶν εὐσεβούντων λέγεται· ὥστε καὶ Παῦλός φησιν· Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ’ οἶκον αὐτῶν Ἐκκλησίᾳ. Ἐκ πηγῶν δὲ Ἰσραὴλ τῶν προφητῶν καὶ ἀποστόλων τὸν Κύριον καὶ Θεὸν δοξολογεῖσθαι βούλεται· ἵνα καθ’ ὃν τρόπον ἐκεῖνοι ἐξέθεντο, οὕτω καὶ ἡμεῖς περὶ Θεοῦ δοξάζωμεν. «Ὁ Θεὸς Ἰσραὴλ δώσει δύναμιν.» Ὁ Θεὸς τοῦ Ἰσραὴλ ὁ Χριστός· περὶ γὰρ αὐτοῦ φησιν Ἡσαΐας· Ὅτι σὺ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ᾔδειμεν· ὁ Θεὸς τοῦ Ἰσραὴλ ὁ Σωτήρ. Οὗτος ἰσχὺν καὶ δύναμιν τῷ λαῷ τῷ ἐξ ἐθνῶν, ὥστε τῆς πλάνης ἀποστῆναι, καὶ πρὸς αὐτὸν ἐπιστρέψαι χαρίζεται· οἵτινες ὡς λαὸς αὐτοῦ Χριστιανοὶ διὰ Χριστὸν ὀνομάζονται.
ΨΑΛΜΟΣ ΞΗʹ. «Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.» Καὶ πῶς τις ἐλπίζων ἐπὶ τὸν Θεὸν τοὺς ὀφθαλμοὺς ἐκλείπει, καὶ οὐχὶ μᾶλλον νευροῦται καὶ ἰσχυρότερος γίνεται; Ἀλλ’ ὀφθαλμοὺς ἑαυτοῦ τοὺς ἀποστόλους λέγει· περὶ ὧν ἐν ᾌσμασι λέγει· Οἱ ὀφθαλμοί σου περιστερᾶς, ἐπὶ πληρώματα ὑδάτων, εἰς τὴν δωρεὰν τοῦ βαπτίσματος· ἐκεῖ γὰρ τὴν μετουσίαν τοῦ Πνεύματος παρέσχε τοῖς πιστεύουσιν. Οὕτω κατὰ τὸν καιρὸν τοῦ πάθους ἐξέλιπόν τε καὶ ἐσκορπίσθησαν, ὁρῶντες Χριστὸν ἐπὶ τὸν Θεὸν τὸν Πατέρα τὸν οἰκεῖον ἐλπίζοντα, καὶ λέγοντα· Ἐλωΐ, Ἐλωΐ, λαμασαβαχθανή· ἠγνόουν γὰρ ὅτι τὴν δύναμιν τὴν οἰκείαν ὁ Θεὸς συνέστελλεν, ὥστε καιρὸν γενέσθαι τοῖς παθήμασιν. «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας.» Τρίχας ἑαυτοῦ τοὺς πιστοὺς λέγει. Ὥσπερ γὰρ ἡ κεφαλὴ ἐπὶ ταῖς θριξίν, οὕτω καὶ ὁ Χριστὸς ἐπὶ τοῖς πιστοῖς σεμνύνεται. «Ἀπηλλοτριωμένος ἐγενήθην.» Ξένος γέγονε κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε πάντες οἱ μαθηταὶ αὐτοῦ ἀφέντες αὐτὸν ἔφυγον. Μητέρα δὲ νοήσεις τὴν τῶν Ἰουδαίων Συναγωγήν, καὶ πᾶσαν τὴν κατὰ σάρκα συγγένειαν τῶν ἐκ περιτομῆς· υἱοὺς δὲ ταύτης, τοὺς ἀρνησαμένους αὐτόν, καὶ εἰρηκότας·
Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί. Ξένον δὲ πάλιν ἡγοῦντο λέγοντες· Οὐ καλῶς λέγομεν, ὅτι Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις; Οὕτω ξένος γέγονε τοῖς υἱοῖς τῇς μητρὸς αὐτοῦ. «Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον.» Σάκκον γὰρ ἀληθῶς τὸ τραχὺ τῆς ἡμετέρας ἁμαρτίας ἐνεδύσατο. «Κατ’ ἐμοῦ ἠδολέσχουν.» Τοὺς Ἰουδαϊκοὺς ἄρχοντας λέγει. Ἐν τῇ πύλῃ γὰρ ἔθος ἦν τὴν τῶν Ἰουδαίων γερουσίαν καθέζεσθαι· ὡς ἐκ τῆς ἱστορίας τῆς κατὰ τὴν Ῥοὺθ καὶ τὸν Βοὸζ κειμένης εὑρήσομεν. «Καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες.» Ποῖον οἶνον; Τὸν μυστικόν. Ἐκεῖνοι γὰρ οὐκ ἠδολέσχουν, ἀλλ’ ἔψαλλον· ὡς περὶ Θεοῦ τοῦ Χριστοῦ τοὺς ὕμνους τοὺς προφητικοὺς λέγοντες.
Ἔτι περὶ τῶν Ἰουδαίων λέγει, οἵτινες αὐτὸν ἐμίσουν, ὡς εἰς πρόσωπον αὐτῶν ἐλέγχοντα τὴν ὑπόκρισιν· ἐν βάθει δὲ τὸ ὕδωρ τῆς κακίας ἐκέκτηντο, ὥστε ποτὲ μὲν αὐτὸν Ῥαββί, ποτὲ δὲ ἀληθῆ καὶ ἀπὸ Θεοῦ προσαγορεύειν ἄνθρωπον, τὴν πονηρίαν ἐν τῷ βάθει τῆς καρδίας ἀποκρύπτοντες. «Εἰσάκουσόν μου, Κύριε.» Καὶ τί χρῄζει ὁ Μονογενὴς εἰσακουσθῆναι, ἴσος ὢν τῷ Πατρὶ καὶ ὁμότιμος; Αὐτὸς τὴν αἰτίαν λέγει·
Ὅτι χρηστὸν τὸ ἔλεός σου. Τουτέστι, Διὰ τοῦτο εἰσακουσθῆναι χρῄζω, ἐπειδὴ ἄνθρωπος διὰ τὴν σὴν φιλανθρωπίαν γέγονα, καὶ ὑπὲρ πάντων ἀνθρώπων, εἰκότως Θεὸς ὤν, καὶ ταῦτα ἀναδέχομαι. «Πρόσχες τῇ ψυχῇ μου.» Τί, πρόσχες; Ἴδε, φησίν, αὐτήν, ὅτι οὐκ ἔστι μόνον ἀνθρώπου, ἀλλὰ καὶ σαρκωθέντος Θεοῦ· ὅτι οὐχ ὑπὲρ αὑτῆς, ἀλλ’ ὑπὲρ κοινῆς ἐλευθερίας τὰ πάθη κατεδέξατο. Ὅτι Ἐξουσίαν ἔχω θεῖναι αὐτήν· καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Σοὶ δὲ ὅμως ὑπὲρ αὐτῆς διὰ τὴν ὑποταγὴν τῆς σαρκὸς προσεύχομαι.
Ὅτι οὐχ ὑπὲρ ἐμαυτοῦ ταῦτα, ὑπὲρ δὲ ὅλης τῆς ἀνθρωπίνης ὑπέμεινα φύσεως· ἧς τὰς ἁμαρτίας ἔχων, ἀναγκαίως καὶ τὴν ὑπ’ αὐτῶν αἰσχύνην ἐβάσταζον. «Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν.» Κατὰ τὸν καιρὸν καὶ τοῦτο τοῦ σταυροῦ εὑρήσομεν πεπληρωμένον· ὄξος γὰρ καὶ χολὴν αὐτῷ τότε προσήνεγκαν οἱ Ἰουδαῖοι. «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.» Εἰ γὰρ καὶ πρῶτοί, φησιν, ἐνεγράφησαν διὰ τοὺς παρὰ Θεῷ ζῶντας πατέρας αὐτῶν· ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας· ἀλλ’ οὖν τοιαῦτα τετολμηκότες, ἐξαλειφθήτωσαν, μηδὲ παρὰ Θεῷ, φησίν, ἐγγραφήτωσαν μετὰ τῶν ἐκλελεγμένων δικαίων, καὶ τῆς παρ’ αὐτῷ ζωῆς ὄντων ἀξίων, ὡς τὸν ἀρχηγὸν τῆς σωτηρίας παραιτησάμενοι. «Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ.» Αἶνον τὴν δοξολογίαν καλεῖ, ἤτις αὐτῷ παρὰ τῆς κτίσεως ὅλης φυσικοῖς κινήμασιν αὐτὸν δοξολογούσης προσφέρεται. Ἡ Ἐκκλησία τοίνυν οὐ μόνον τὴν μετὰ τῆς κτίσεως δοξολογίαν προσφέρειν ἐπαγγέλλεται, ἀλλὰ μετ’ ᾠδῆς δοξάζειν, τουτέστι πνευματικὴν καὶ νοερὰν ὑμνῳδίαν προσφέρειν. Τοῦτο γάρ ἐστιν ἐπὶ Θεοῦ κυρίως τὸ ᾄδειν. «Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ’ ᾠδῆς.» Ἡ γὰρ λογικὴ αἴνεσις ὑπὲρ τὴν νομικὴν λατρείαν ἀρέσκει τῷ Θεῷ.
ΨΑΛΜΟΣ ΞΘʹ. «Ὁ Θεός, εἰς τὴν βοήθειαν.» Μακάριον σὺν τοσαύτῃ παῤῥησίᾳ τῷ Θεῷ προσεύχεσθαι, ὥστε καὶ κατεπείγειν αὐτὸν εἰς ἡμετέραν βοήθειαν. Πρῶτον δὲ προσέχειν τὸν Θεόν, καὶ μετὰ τοῦτο ταχῦναι, προσηύξατο· ἐὰν γὰρ ὅλως πρόσχῃ τίνος ἢ ποίας βοηθείας χρῄζομεν, παραχρῆμα σπλαγχνίζεται· σπλαγχνισθεὶς δὲ ταχύνει, καὶ οὐκ ἀναβάλλεται. «Αἰσχυνθήτωσαν, καὶ ἐντραπήτωσαν.» Οἱ ζητοῦντες ἡμῶν τὰς ψυχὰς διαφθεῖραι, οἱ δαίμονές εἰσι μάλιστα· ζητοῦσι δὲ καὶ πρὸς τὰς φαύλας πράξεις, ἡδονάς τε ἀτόπους ἡμᾶς ἐρεθίζοντες ἄνθρωποι· ἀλλ’ οὐδέτεροι τῶν εἰρημένων δύνανται, ἐὰν μὴ παρ’ ἡμῶν τὴν καθ’ ἡμῶν προδοσίαν παραλάβωσιν, ἐὰν μὴ τὰς χεῖρας τῆς ψυχῆς δήσαντες, οὕτως αὐτοῖς ἀκολουθήσωμεν. Οὗτοι τοίνυν αἰσχύνονται, ὅταν ἡμᾶς ὑψηλοτέρους πολὺ τῆς παρ’ αὐτῶν ἐπιβουλῆς καὶ κατορθοῦντας θεάσωνται. «Ἀποστραφείησαν παραυτίκα.» Παραυτίκα, τουτέστιν εὐθέως, καὶ ἀναβολῆς χωρίς.
Τίνας δὲ ἐν τάχει καταισχυνθῆναι βούλεται; Τοὺς λέγοντας· Εὖγε, εὖγε· τουτέστι τοὺς ἐγγελῶντας, τοὺς κολακεύοντας, τοὺς ἀπατῶντας, τοὺς ἀποδεχομένους ὡς ἀγαθὰ τὰ βλαβερὰ καὶ θανάσιμα. Πλὴν ὅτι τοὺς μὲν νοητοὺς ἐχθροὺς καταισχυνθῆναι καὶ ἀποστραφῆναι μόνον, τοὺς δὲ αἰσθητοὺς διὰ τάχους προσεύχεται· εὐκολώτεροι γὰρ οὗτοι, ὡς ἀδελφοὶ τῇ φύσει, καὶ ὁμογενεῖς, καὶ ὁμόφυλοι. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν.» Σωτήριον τοῦ Πατρὸς ὁ Χριστὸς ὀνομάζεται· ἐν αὐτῷ γὰρ τοῦ γένους τῶν ἀνθρώπων ἡ σωτηρία πέπρακται. Ὅθεν καὶ Συμεὼν ἀπολαβὼν τὸν Χριστὸν ἐν ταῖς ἀγκάλαις ἔλεγε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου. Οἱ τοίνυν τοῦτο ἀγαπῶντες τὸ σωτήριον, διαπαντὸς τὸν Θεὸν μεγαλύνουσι, τουτέστι δοξάζουσιν· ὅτι, τὰ εἴδωλα καταλιπόντες, τὸν Θεὸν ἠγάπησαν, τὸν ὄντως σώζοντα καὶ λυτρούμενον. «Βοηθός μου καὶ ῥύστης μου εἶ σύ.» Ὅτε γὰρ πάσης ἀνθρωπίνης βοηθείας ἐκπέσωμεν, τότε τὸν Θεὸν ἀντὶ πάντων εὑρήσομεν. Ἴσως δὲ καὶ ἐκ προσώπου ταῦτα τοῦ λαοῦ τῶν ἐθνῶν διαλέγεται· ᾧ καὶ πᾶς ὁ ψαλμὸς πρέπει· παρακαλοῦντος καὶ ἐπιταχύνοντος τοῦ Χριστοῦ τὴν βοήθειαν, καὶ καταισχυνθῆναι τοὺς νοητοὺς ἐχθρούς, δηλαδὴ τοὺς δαίμονας, πολὺν τετυραννηκότας χρόνον, καθ’ ἡμῶν ἱκετεύοντος.
Οὗτος ὁ λαὸς πτωχὸς καὶ πένης· πτωχὸς διὰ τὴν ἀμαρτίαν, πένης διὰ τὴν ἀσέβειαν.
Βοηθός, ὡς ἰσχυρὸς ῥύστης, ὡς αὐτὸς ἐνέχυρον ὑπὲρ ἡμῶν τῷ θανάτῳ πρὸς μικρόν, ὥστε ῥυσθῆναι τὴν ἡμετέραν αἰχμαλωσίαν διδόμενος. Μὴ χρονίσῃς. Ἀπέγνωσται γὰρ παρὰ πάντων ἰατρῶν ὁ ἄῤῥωστος. Διόπερ καὶ ὁ Ἀμβακοὺμ ἔλεγεν· Ἔτι μικρόν, Ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονίσει· τοῦ Σωτῆρος ἐπιταχύνων τὴν ἄφιξιν.
ΨΑΛΜΟΣ Οʹ. «Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με.» Καλῶς πρὸς τό, μὴ καταισχυνθείην, ἐν τῇ δικαιοσύνῃ σου. Εἰ γὰρ καὶ εἰς σὲ ἥμαρτον, ἀλλὰ τούτων με δικαίως ἀπαλλάξεις· ὅτι τε οὐδεμίαν ἔχουσι γνῶσιν τῆς σῆς ἰσχύος, καὶ ὅτι μάτην ἡμᾶς ἀδικοῦσι. «Κλῖνον πρός με τὸ οὖς σου.» Τουτέστιν, ὡς ἀσθενεῖ συγκατάβηθι. Κλῖνον τὸ οὖς σου ὡς ἁμαρτωλῷ, καὶ μὴ δυναμένῳ σὺν παῤῥησίᾳ προσεύξασθαι· ἤ, τὸ γοῦν ἀληθέστερον, ἔγγισον.
Οὐδὲ γὰρ ἡμεῖς ἐγγίσαι τῷ Θεῷ χωροῦμεν, ἐὰν μή, ὁ πανταχοῦ παρών, ἐγγὺς ἡμῶν γένηται τῇ συμπαθείᾳ. «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν.» Ἁμαρτωλὸν παράνομόν τε καὶ ἄδικον καλεῖ τὸν διάβολον· ἐκ χειρός τε αὐτοῦ ῥυσθῆναι (δηλαδὴ τῆς ἁμαρτίας, ἣν ἐν ταῖς μεθοδείαις ἔχει τῶν ἡδονῶν) προσεύχεται. Εἰ δὲ καὶ ἀνθρώπων ἁμαρτωλῶν λέγει ῥυσθῆναι, καὶ τοῦτο μακάριον. Εἰ μὲν γὰρ ἐχθρὸς ὁ ἁμαρτωλός, οὐ φείδεται· εἰ δὲ φίλος, βαρὺς καὶ οὕτως· οἷα γὰρ αὐτὸς ἄρα συμβουλεύει, τοῖς φίλοις καὶ προτρέπεται. Ἀμαρτωλοῦ τοίνυν ἐχθροῦ τε καὶ φίλου ῥυσθῆναι καὶ ἡμεῖς προσευξώμεθα· τοῦ μὲν διὰ φιλίας, τοῦ δὲ δυναστείας, ἑκατέρας ἀδίκου καὶ παρανόμου βλάπτοντος. «Πληρωθήτω τὸ στόμα μου αἰνέσεως.» Οὐδεὶς ὑμνῆσαι τὸν Θεὸν οὐδὲ τὰ τοῦ Θεοῦ, ἐὰν μὴ πληρωθῇ παρ’ αὐτοῦ σοφίας καὶ αἰνέσεως, δύναται.
Τί δὲ ὑμνῆσαι βούλεται; Δόξαν Θεοῦ καὶ μεγαλοπρέπειαν· τουτέστι τὰ μεγάλα τοῦ Θεοῦ, καὶ λίαν δεδοξασμένα θαύματα, περὶ ὧν ἔλεγεν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. «Ὅπως ὑμνήσω τὴν δόξαν σου.» Μεγαλοπρέπειαν τὸ Πνεῦμα καλεῖ· ἐν αὐτῷ γὰρ τὰ μεγάλα τοῦ Θεοῦ θαύματα καὶ τὰ κατορθώματα γίνεται. Ἡμέραν δὲ ὅλην τὸν βίον τὸν ἡμέτερον. «Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοί.» Φυλάσσουσιν ἡμῶν τὰς ψυχάς, οὐκ εἰς ἀγαθόν, ἀλλ’ εἰς κακὸν οἱ δαίμονες, ἐπιτηροῦντες αὐτάς, ὥστε καὶ παγιδεῦσαι ἐνεδρεύοντες· οὗτοι γάρ, ὅταν ἡμᾶς τηρήσαντες διὰ τὴν ἀμαρτίαν, καὶ πρὸς ἀγαθοεργίας ἀσθενήσαντας ἴδωσιν, ὡς καταληφθέντων ὑπὸ Θεοῦ, ἐν ὁμονοίᾳ βούλονται οὐ μόνον καταδιῶξαι, ἀλλὰ καὶ καταλαβεῖν σπουδάζοντες· δοκοῦσι γὰρ οὐκ εἶναι τὸν ῥυόμενον. «Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ’ ἐμοῦ.» Καὶ πῶς ὁ Θεὸς ἐπὶ πάντων καὶ ἐν πᾶσι μακρύνεται, ἀλλ’ [ἢ] ὅταν ἡμεῖς τῆς αὐτοῦ παρουσίας ἀνάξια πράξωμεν; ὥσπερ διὰ τῆς προφητικῆς γλώττης πρὸς Ἰουδαίους ἔλεγεν· Αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ τοῦ Θεοῦ. «Ἐπλεόνασας ἐπ’ ἐμὲ τὴν μεγαλωσύνην.» Μεγαλωσύνη Θεοῦ ἡ πρὸς ἡμᾶς συγκατάβασις· ὡς γὰρ μέγιστος μένει μέγας, καὶ τοῖς μικροῖς συγκατέρχεται.
Πῶς δὲ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἐπλεόνασεν; Ὅταν δηλονότι γενόμενος ἄνθρωπος, οὕτω τε ἡμᾶς ἐκ τῆς πλάνης ἐπιστρέψας οὐκ ἐφόβησεν ὡς δούλους, ἀλλ’ ὡς υἱοὺς παρεκάλεσεν. «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι.» Οὐ τοσοῦτον τοῖς αἰσθητοῖς ὅσον ἐν καρδίᾳ καθαρᾷ, ἐν γλώττῃ σωφρονούσῃ, καὶ μηδὲν φθεγγομένῃ ἁγιωσύνης ἀλλότριον. Ταῦτα γὰρ ἀληθῶς σκεύη ψαλμοῦ δικαίως ὀνομάζεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.