Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ψαλμούς (ἐκ τοῦ μεγάλου ἑρμηνευτικοῦ)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στους Ψαλμούς ΟΑ΄-ΟΓ΄

Αναφορές στην κένωση του Θεού Λόγου, τη ματαιότητα της έπαρσης, την εσχατολογική ελπίδα και την εσωτερική δοκιμασία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 5 από 11

ΨΑΛΜΟΣ ΟΑʹ. «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον.» Τὴν κένωσιν τοῦ Μονογενοῦς τὴν εἰς τὴν Θεοτόκον Παρθένον λέγει· πόκον δὲ αὐτῆς τὴν γαστέρα δικαίως ἐκάλεσεν· ἐπειδὴ τοῦ Θεοῦ Λόγου τὴν ἐπιδημίαν ἡσυχῆ καὶ ἀψοφητί, καθάπερ πόκος τὸν ὑετόν, ἐδέξατο.

Τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῶν σταγόνων ἐρεῖς. «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες.» Νῦν μὲν ἑκόντες, ἐν δὲ τῷ μέλλοντι καὶ ἄκοντες. Οὔπω γάρ, κατὰ τὸν Ἀπόστολον, ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Ἀλλὰ τότε κάμψει αὐτῷ πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων.

Ἐχθροὶ δὲ αὐτοῦ λείχοντες χοῦν, οἱ τὰς τῆς σαρκὸς ἡδυπαθείας τιμῶντες. «Ἐκ τόκου καὶ ἐξ ἀδικίας.» Πείσει τοίνυν, φησί, τοὺς ἀδικίᾳ καὶ πλεονεξίᾳ χαίροντας, ἐλέῳ καὶ φιλανθρωπίᾳ κεχρῆσθαι. Τοῦτο δὲ ἦν ὅπερ ἐπεσημήνατο ἡ τοῦ Εὐαγγελίου Γραφὴ φήσασα· Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, οὓς καὶ ἀποστόλους ὠνόμασεν. «Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν.» Ποῖον ὄνομα; Ὁ Χριστός, ἀφ’ οὗ Χριστιανοὶ κεκλήμεθα.

Οὕτω γὰρ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον τῶν δι’ αὐτοῦ σωθέντων καὶ πιστευσάντων καθέστηκεν· ὥστε τοὺς μὲν πλούτου, τοὺς δὲ ἀξίας, τοὺς δὲ καὶ αὐτῆς τῆς ζωῆς καταφρονῆσαι, ἵνα μὴ τὸ τῶν Χριστιανῶν ἀρνήσασθαι ὑπομείνωσιν ὄνομα. «Καὶ προσεύξονται περὶ αὐτοῦ.» Οὐδὲ γὰρ ἐν ἐκκλησίαις μόνον, ἀλλὰ καὶ ἐν ἀγοραῖς καὶ ἐν οἴκοις διηνεκῶς ἡ τοῦ Χριστοῦ εὐλογία, τουτέστι δοξολογία, παρὰ τῶν εἰς αὐτὸν πεπιστευκότων κηρύττεται. «Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Πᾶσαι γὰρ φυλαί, πᾶσαι γλῶσσαι καὶ χῶραι, πρότερον ἐν τῇ πλάνῃ διάγουσαι, νῦν συμφώνως τὴν εὐλογίαν ἐδέξαντο· ὅθεν αὐτὸν καὶ μακαριοῦσι· ποῖον μακαρισμόν, ἢ πάντως τὸν ἐν τοῖς Εὐαγγελίοις κείμενον· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας; «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ.» Διὰ τί δὲ διπλασιάζει τό, Γένοιτο; Ἐπιταχῦναι τὴν ἡμετέραν ἐλευθερίαν βουλόμενος καὶ τὴν τῶν δικαίων ἐλπίδα. Ὅταν γὰρ ἡ γῆ πληρωθῇ τῆς δόξης τοῦ Χριστοῦ, τότε ὁ παρὼν κόσμος συντελεῖται, καὶ ἡ βασιλεία τῶν οὐρανῶν ἐμφανίσεται.

ΨΑΛΜΟΣ ΟΒʹ. «Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ!» Πόδας καὶ διαβήματα τὰς πρακτικὰς πορείας καὶ τὰ τῆς διανοίας προσαγορεύων κινήματα, ὡς αὐτὸς ἡμᾶς ἐν ἑτέρῳ μέρει τῆς τῶν Ψαλμῶν προφητείας ἐδίδαξε, Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου, λέγων. Καὶ πάλιν· Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου. Οὐ μὴν ἐσαλεύθη τοὺς πόδας· τουτέστι, τὴν πολιτείαν ἐπὶ τὸ χεῖρον οὖν ἔτρεψεν, οὐδὲ ἐξεχύθη τὰ διαβήματα· οὐδὲ γὰρ τὰς ὁρμὰς τῆς ψυχῆς εἰς ἀσωτίαν ἔτρεψεν. «Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ.» Οὐ γὰρ ἔστιν ἀνάνευσις ἐκ τοῦ θανάτου τῆς ἁμαρτίας, σαφῶς δὲ τὸ εἰρημένον ἐν Παροιμίαις πάσχουσιν·

Ἀσεβὴς ἐμπεσὼν εἰς βάθη κακῶν, καταφρονεῖ. Οὐδὲ τὰ ἀνθρώπινα παθεῖν ὑπομένουσιν. Θεωρεῖς ἡλίκον εἰς σαφήνειαν δύναται καὶ λέξις μία προστεθεῖσα τῷ πράγματι. Ἐξὸν γὰρ εἰπεῖν, Ἐν κόποις οὔκ εἰσιν, Ἐν κόποις ἀνθρώπων, προσέθηκεν. Ἄνθρωπον δὲ ἐνταῦθα νόει τὸν φυλάττοντα τοῦ λογικοῦ τὸ ἀξίωμα, τόν τε ἐν ἀρεταῖς ὄντα· ἢ τόν, ὅταν πταίσῃ, διὰ μετανοίας τῆς ἐπιφερομένης παρὰ Θεοῦ διορθούμενον.

Ἐν τούτοις τούτων κόποις οὐκ εἰσὶν οἱ ἁμαρτωλοί, οὐδὲ μετὰ ἀνθρώπων μαστίζονται· τουτέστιν, οὐ μετὰ δικαίων κοπιῶσι καὶ ἐργάζονται· καὶ περὶ ὧν εἴρηται· Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται καὶ τὸν ἴδιον κόπον. Οὐδὲ μετὰ τῶν ὀλισθησάντων καὶ ἐλπίδα σωτηρίας ἐχόντων μαστίζονται· εἰς οὓς γέγραπται· Ὃν ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὂν παραδέχεται. «Περιεβάλοντο ἀδικίαν.» Ἐφ’ οἷς ἐχρῆν αἰσχύνεσθαι, ἐπὶ τούτοις σεμνύνονται, ὥστε καθάπερ περιβολαίοις καὶ σκέπῃ τοῖς πλημμελήμασι χρήσασθαι. Καλῶς δὲ ἀλλήλοις ταῦτα συνῆψε τὰ πλημμελήματα· ἀπὸ γὰρ τῆς ὑπερηφανίας εἰς ἀδικίαν ὡς τὰ πολλὰ καὶ εἰς πλεονεξίαν ἄνθρωποι πίπτουσι.

Οὐ δύναται δὲ τῶν αἱρετικῶν ἢ τῶν βλασφήμων ἐπικρατεῖν ἄχρι πολλοῦ τὰ ῥήματα· διέρχονται δὲ τὴν γῆν, ὀλίγους τινὰς κατὰ πάροδον βλάπτοντα. Τοῦτο συνιέντες οἱ πιστοί, κἂν τύχωσι πλανηθέντες, ἐπιστρέφουσι· περὶ ὧν τὰ ἑξῆς ὁ Ψαλμῳδὸς ἐμελῴδησε. «Καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα.» Τουτέστιν, Ἄρα μάτην τοὺς λογισμούς, μάτην τὰς πράξεις ἐκάθηρα, καὶ τὴν καρδίαν μὲν ἐδικαίωσα, μηδὲν ἐν αὐτῇ λογιζόμενος ἄδικον· τὰς χεῖρας δὲ ἐν ἀθώοις ἔπλυνα, ἐν ἀγαθαῖς δηλαδὴ πράξεσι ταῖς οὐκ ἐχούσαις τὴν ἐξ ἁμαρτίας ζωήν. Τουτέστι, Ζημίαν οὐ διελογιζόμην· ζημία γὰρ ὄντως ψυχῆς ἡ ἁμαρτία, Θεοῦ φιλίαν αὐτὴν ζημιοῦσα, τῶν ἀγαθῶν τὸ κάλλιστον. «Καὶ ἐγενόμην μεμαστιγωμένος.» Ὁ γὰρ ἑαυτὸν μαστιγῶν ἐφ’ οἷς ἐπλημμέλησε, καὶ τὸν οἰκεῖον ἔλεγχον εἰς τὰς πρωΐας, ἐν φωτὶ δηλαδή, καὶ οὐκ ἐν σκότῳ, τιθέμενος, οὗτος ἐν λογισμοῖς καθαρεύει καὶ πράξεσιν. Ἐλέγχεται δὲ ἐν φωτὶ μὲν ὁ παῤῥησίας μεταδιδοὺς τοῖς ἐλέγχουσιν, ὁ τὸ σοφὸν ἐκεῖνο λόγιον ἐπιτηρῶν, ὅπερ ἐν Παροιμίαις εἴρηται·

Ἔλεγξαι σοφόν, καὶ ἀγαπήσει σε. Ἐν σκότῳ δὲ ὁ φεύγων τοὺς ἐντρέποντας· εἰς ὃν ὁ δεύτερος στίχος τῆς Παροιμίας ἥρμοσεν· Ἔλεγχε τὸν ἄφρονα, καὶ προσθήσει τοῦ μισῆσαί σε. «Ὅτι ἐξεκαύθη ἡ καρδία μου.» Ἐξουδένωμαί, φησι, καὶ αὐτός· τουτέστιν, Ἐν εὐτελείᾳ γέγονα· ἐπειδὴ ἐξεκαύθη ἡ καρδία μου εἰς πλεονεξίαν, εὔδηλον καὶ οἱ νεφροί μου ἠλλοιώθησαν· εἰς ἡδονὰς δὲ νόησον. Ὅταν γάρ τις ὑπὸ τῆς τῶν ἁμαρτωλῶν εὐθηνίας δολωθείς, ἐρεθισθῇ πρὸς τὴν ἐκείνων μίμησιν, παραχρῆμα ἐξουθενεῖται, καὶ φαυλίζεται, ἐκ τοῦ οἰκείου μεταπεσὼν ἀξιώματος.

Σφόδρα δὲ ἁρμοδίως προστέθεικε τό, Οὐκ ἔγνων· ἐπειδήπερ ἀγνοοῦσιν οἱ πολλοὶ τὴν συμβαίνουσαν αὐτοῖς ἐκ τῶν ἁμαρτημάτων εὐτέλειαν· οἱ μὲν ὡς ἱερεῖς, οἱ δὲ ὡς ἄρχοντες, ἐκ τοῦ περικειμένου σχήματος ἀπατώμενοι. «Κτηνώδης ἐγενήθην παρὰ σοί.» Κτήνους γὰρ ἴδιον τὸ πλανᾶσθαι, καὶ πάλιν ἀπὸ τῆς πλάνης ῥάβδῳ τυχὸν ἢ χαλινῷ μετατίθεσθαι. Εἰς καιρὸν δὲ τὸ παρὰ σοὶ καὶ μετὰ σοῦ προσέθηκε, τὸν λόγον ἀσφαλιζόμενος· ἐπειδή τινές εἰσι, τῷ διαβόλῳ κτηνῶν δίκην ἀνοήτων ἑπόμενοι· περὶ ὧν εἴρηται, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἀλλὰ πῶς εἶναι διαπαντὸς μετὰ τοῦ Θεοῦ, ὁ τὴν ὁρμὴν ὅλως εἰ καὶ πρόσκαιρον ἐσχηκὼς ἐπὶ τὸ χεῖρον δύναται; Ἢ δῆλον, ὡς οὐχ ἁμαρτάνων τῇ προθέσει, ἀπατώμενος δὲ πέπονθε· διόπερ ἀνακοπεὶς τῷ χαλινῷ τῷ νόμῳ παραχρῆμα ἐπέστρεψε. «Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ;» Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ἀπὸ τῶν βιωτικῶν δηλαδὴ καὶ ἀνθρωπίνων πραγμάτων.

Ὅταν γὰρ ἐκεῖθεν ἐκλίπῃ, τουτέστιν, ὅταν ἀπ’ αὐτῶν ἀναχωρήσῃ καὶ παύσηται, τότε μερίδα τὸν Θεὸν ἕξει εἰς τὸν αἰῶνα· κτῆμα δὲ αὐτοῦ τῆς καρδίας ἐξαίρετον γίνεται, ὥστε Θεὸς αὐτῆς διὰ τὴν κτῆσιν καὶ τὴν ἐνοίκησιν λέγεσθαι.

ΨΑΛΜΟΣ ΟΓʹ. «Ὡς ἐν δρυμῷ ξύλων.» Ἀξίνας τὰς βλασφήμους τῶν Ἰουδαίων νοήσεις γλώσσας, τὰς δὲ αὐτὰς πέλυκα καὶ λαξευτήριον· καὶ θαυμαστὸν οὐδέν· ἀλλαχοῦ γὰρ μάχαιραν ὀξεῖαν αὐτὰς προσηγόρευσεν. Αὗται τοίνυν ἐξέκοψά, φησι, καὶ κατέῤῥαξαν τὰς θύρας αὐτῆς, δηλαδὴ τὰς εἰσόδους τῆς εἰς Χριστὸν πίστεως.

Ὄνομα δὲ τοῦ Πατρὸς ὁ Υἱός, ὡς αὐτὸς γνωρίζων τὸν Πατέρα, καὶ δι’ αὐτοῦ γνωριζόμενος. Τούτου τὸ σκήνωμα (φησὶ δὲ τὴν οἰκονομίαν) εἰς γῆν τοῖς πάθεσιν ἐβεβήλωσαν· ἐν οὐρανῷ γὰρ δεδοξασμένος καὶ κατὰ τὸν καιρὸν τῶν παθημάτων ἔμεινεν. «Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν.» Ποίας δὲ ἑορτάς; δῆλον ὡς ἐκείνας, αἵτινες ἀπὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἠλπίζοντο, οἷον ἀῤῥωστημάτων ἰάσεις, πλάνης ἀπαλλαγή, θεογνωσίας εἴσοδος.

Αὗται γὰρ ἀληθῶς ἑορταὶ Θεοῦ, χαίρειν ἀτελεύτητα τὸν ἄνθρωπον, καὶ πανηγυρίζειν διαπαντὸς παρέχουσαι. Ταύτας τοίνυν διὰ τῆς εἰς αὐτὸν ἐπιβουλῆς ἀνελεῖν ἐφαντάσθησαν. «Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου.» Δράκοντα καθόλου πᾶσαν ἀντικειμένην προσαγορεύει δύναμιν· τοῦτο μέν, ὡς ἰὸν ἀναιρετικὸν ἔχουσαν· τοῦτο δὲ πρὸς ἀνάμνησιν τοῦ γεγονότος ἐν παραδείσῳ δράματος, ὅτε τὸν ὄφιν ὑπεισελθὼν ὁ ἐχθρὸς ἠπάτησε τὸν πρωτόπλαστον ἄνθρωπον. Τούτων τὰς κεφαλὰς συνέτριψεν ὁ Χριστὸς ἐν τῷ ὕδατι, αὐτός τε βαπτισθείς, καὶ παραδοὺς τοῖς ἀνθρώποις βαπτίζεσθαι.

Κεφαλὴ δὲ τῶν νοητῶν δρακόντων ἡ ἁμαρτία. «Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους.» Ὥσπερ γὰρ αὐτὸς ἐνεργεῖ διὰ τοῦ ἁγίου Πνεύματος τὰ χαρίσματα, οὕτω ξηραίνει καὶ ἀναιρεῖ τὰ τοῦ πλάνου, ἅπερ δὴ καὶ τὸ ποταμοὺς Ἐθὰμ εἰκότως προσηγόρευσεν. Ἡθὰμ γὰρ βάτος ἑρμηνεύεται. Ἐπὶ φαύλοις δὲ τοῦτο καρποῖς παρὰ τῇ θείᾳ Γραφῇ τὸ φυτὸν διαβάλλεται. «Σή ἐστιν ἡ ἡμέρα, σή ἐστιν ἡ νύξ.» Ἀναμιμνήσκει τῆς ἑαυτοῦ δημιουργίας τὸν κτίσαντα, ἐκλελησμένον μὲν οὐδαμῶς, ὁμολογεῖσθαι δὲ αὐτὴν παρὰ πάντων, ὡς αὐτοῦ κτίσμα τυγχάνει, βουλόμενος, πολλὴν οὕτω τάξιν καὶ παντοδαπὴν ἔχουσαν, ὡς τὴν μὲν ἡμέραν τῇ νυκτὶ παραχωρεῖν, τῷ θέρει δὲ τὸ ἔαρ ὑπεξίστασθαι, ὅροις μετρεῖσθαι τὴν γῆν, καίτοιγε διὰ τὸ μέγεθος δοκοῦσαν ἀμέτρητον.

Ὦν ἕκαστον Δημιουργὸν τὸν Θεόν, ἐπιστημόνως αὐτὰ διαταξάμενον, δείκνυσιν. «Μὴ παραδῷς τοῖς θηρίοις.» Πένητας τοὺς ἁμαρτωλοὺς καλεῖ, τοὺς μηδένα πλοῦτον δικαιοσύνης ἔχοντας, πᾶσαν δὲ τὴν πατρῴαν καταφαγόντας ὕπαρξιν· τούτων ὁ Θεὸς εἰκότως ἐπιλελῆσθαι νομίζεται μακροθυμῶν, καὶ τὴν ἐπ’ αὐτοῖς δίκην ὑπερτιθέμενος.

ΨΑΛΜΟΣ ΟΔʹ. «Ἐξομολογησόμεθά σοι, ὁ Θεός.» Πρόσχες σαφῶς, ὅτι τὸ μὲν ἐξομολογεῖσθαι πολλῶν, τὸ δὲ διηγεῖσθαι σοῦ τοῦ Θεοῦ τὰ θαυμάσια, ἑνὸς ἐκ πολλῶν ἦν, ἐξομολογουμένου καὶ ἐπικαλουμένου· διὸ πληθυντικῷ μὲν προσώπῳ τὰ πρότερα. Πλὴν ἀλλὰ καὶ διπλῆν ἐξομολόγησιν τῷ Θεῷ προσφέρειν οἱ μέλλοντες, αὐτὸν ἐπικαλεῖσθαι χρῄζομεν· τὴν μὲν τοῖς λόγοις, τὴν δὲ τοῖς ἔργοις· λόγοις μὲν ἐν προσευχῇ, ἔργοις δὲ ἀναχωροῦντες ἐκείνων ἐφ’ οἷς ἐξομολογεῖσθαι καὶ μεταμελεῖσθαι λέγομεν. Οὕτω γὰρ ἡμῶν ὁ Θεός, ὡς καθαρθέντων, τὴν ἐπίκλησιν δέχεται.

Ἐπιτρέπει δὲ καὶ διηγεῖσθαι τὰ οἰκεῖα θαυμάσια, ὅσα ταῖς Γραφαῖς ταῖς θεοπνεύστοις ἐμφέρεται. «Ὅταν λάβω καιρόν.» Τὸν καιρὸν λέγει τὸν αἰῶνα τὸν μέλλοντα. Νῦν γὰρ οὐκ ἔχει καιρὸν ἡμῶν ἡ κρίσις, πολλῶν μὲν ἁμαρτωλῶν, πολλῶν δὲ δικαίων μεταβαλλομένων εἰς θάτερον. «Ὅτι οὔτε ἁπὸ ἐξόδων.» Ἐκ τῆς τοῦ Θεοῦ, φησί, δοκιμασίας καὶ κρίσεως ὑψοῦντος καὶ ταπεινοῦντος ὂν βούλεται· Κύριος γὰρ πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, οὐ μὴν ἀλόγως· ἀλλὰ τοὺς μὲν διὰ πλούτου, τοὺς δὲ διὰ πενίαν δοκιμάζοντος.

ΨΑΛΜΟΣ ΟϚʹ. «Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου.» Ἄριστος εἰς θεωρίαν ὁ τῆς νυκτὸς καιρός, οὐκ ἀφελκούσης πρὸς ἕτερα οὔτε τῆς ἀκοῆς, οὔτε τῆς ὄψεως, ὧν ἑκάτερα τὸν νοῦν εἰς αὐτὴν περισπᾷ, τῆς θεωρίας ἀφέλκουσα· ἐν ταύτῃ τοίνυν ἠδολέσχησε, περὶ τὰς θεωρητικὰς κινήσεις ἀσχολούμενος. Τοῦτο γὰρ ἀδολεσχίαν ἐπὶ τοῦ παρόντος εἰρῆσθαι προλαβόντες ἐδείξαμεν. Ἔσκαλλε δὲ νῦν αὐτοῦ τὸ πνεῦμα· τουτέστιν, ἐδυσχέραινεν, οὔπω καταλαβεῖν περὶ τούτων δυνάμενον. Ὁ παρὼν βίος, δι’ ἄγνοιαν νύξ, ἐν ᾧ, φησίν, οὐχ ὕπνῳ παρέδωκα κατ’ ἄλλους τινὰς ἐμαυτὸν (Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσιν)· νήφων δὲ μετὰ τοῦ νόμου περὶ τῶν πρακτέων διελεγόμην. Πρόσκαιρα γὰρ εἶναι τὰ παρόντα μαθών, καὶ τέλος ἕξειν, κατέλαβον τὰ περιεστηκότα δεινά. Γεωργικῶς δὲ τὸ ἐμὸν ἐσκάλευον πνεῦμα, ἵνα σπείρας ἐν αὐτῷ θερίσω ζωὴν αἰώνιον. Ὁ σπείρων γὰρ εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Ἀνωτέρω μὲν οὖν πνεῦμα ἔλεγε τὴν ψυχήν· ἐνταῦθα δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. μεθ’ οὗ ἡ ψυχὴ σκάλλει τε καὶ ἀδολεσχεῖ· οὐ γὰρ δήπου τὸ σῶμα μετὰ τῆς ψυχῆς. Ἡ οὖν κυρίως ἀνθρώπου ψυχὴ ἀδολεσχεῖ μετὰ τοῦ νοῦ, καὶ σκάλλει τὸ πνεῦμα συνεζευγμένον τῷ νῷ. Προσεύξομαι γὰρ τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ. «Αὔτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.»

Ἡ δεξιὰ δὲ τοῦ Πατρὸς ὁ Μονογενὴς ἄντικρυς, ὥσπερ εἰς τὸ κρεῖττον ἡμᾶς ἠλλοίωσεν. «Ἐμνήσθην τῶν ἔργων Κυρίου.» Θαυμάσια τοῦ Θεοῦ μὲν πολλὰ περὶ τὴν κτίσιν καὶ ἕτερα· ἐξαίρετον δέ, ὅτι, χοῦν λαβών, ζῶον ἔθετο λογικόν, καὶ οἰκείαν εἰκόνα κατέστησε. Ταῦτα περὶ ἡμᾶς ἀπ’ ἀρχῆς τοῦ Θεοῦ θαυμάσια, ἅπερ ἡμῶν χάριν εἰργάσατο· φαίνεται γὰρ παράδεισον φυτεύσας, εἶτα πάλιν ἀποκλείσας, κατακλυσμὸν ἐπαγαγών, δι’ οὗ καὶ τιμωρεῖται, καὶ σώζει, τὸ ἡμέτερον φύραμα συγχέας τῶν πυργοποιούντων τὰς γλώσσας.

Ἀλλὰ καὶ δι’ ἡμᾶς φαίνεται, ἐπὶ τῷ φυσικῷ νόμῳ, νόμον γραπτὸν εὑρών, ἐπὶ τούτῳ τὴν προφητείαν. Ἐπιτηδεύματα γὰρ ταῦτα τοῦ Θεοῦ, σῶσαι μηχανωμένου τὸ γένος τὸ ἡμέτερον· ἐν οἷς ὁ προφήτης ἀδολεσχεῖ, ἐν τούτοις ζητῶν ἐπὶ πολὺ καὶ λογιζόμενος, τί σώζει τῶν εἰρημένων τὸν ἄνθρωπον.

Ἕτερον δὲ παρὰ ταῦτα εὑρών, εὐθέως τοῦτο ἐπήγαγεν· «Τίς μέγας ὡς ὁ Θεὸς ἡμῶν;» Οὐ συγκρίνων λέγει (σύγκρισιν γὰρ ὁ ἀπειρομεγέθης οὐκ ἐπιδέχεται), ὑμνῶν δὲ καὶ θαυμάζων· ἐπειδὴ μέγας μὲν ὄντως καὶ τὴν ἰσχύν, μέγας δὲ καὶ τὴν συγκατάβασιν, μέγας διὰ δυναστείαν, μέγας διὰ τὴν φιλανθρωπίαν, ὡς δείκνυσι τὰ ἐπαγόμενα. «Ὡδήγησας ὡς πρόβατα τὸν λαόν.» Οὐ μάτην ἐνταῦθα τῇ εἰκόνι τῶν προβάτων ἐχρήσατο· ἀλλ’ ἐπειδὴ ῥάβδῳ ταῦτα ὑπὸ τῶν ποιμένων εὐθύνεται, ὥσπερ καὶ ἡμεῖς τῷ σταυρῷ παρὰ Χριστοῦ ποιμαινόμεθα. Ὅθεν καὶ τοῦ Μωσέως, ἔτι δὲ καὶ τοῦ Ἀαρὼν ἐμνημόνευσεν, οἵτινες τύπον τοῦ σταυροῦ ῥάβδον ἐκόμιζον, τῶν ἐν Αἰγύπτῳ καὶ κατὰ τὴν ἔρημον ἐγκύμονα θαυμάτων. Καθάπερ γὰρ ἐκεῖνοι τῇ ῥάβδῳ τῶν ἐχθρῶν εἰς τὴν τοῦ Ἰσραὴλ εὐεργεσίαν, οὕτω καὶ ὁ Χριστὸς τῷ σταυρῷ κατὰ τῶν δαιμόνων ἐπιστροφῆς ἕνεκα τῆς ἡμετέρας κέχρηται.

ΨΑΛΜΟΣ ΟΖʹ. «Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακώβ.» Μαρτύριον ἐκαλεῖτο ἡ σκηνὴ τοῦ μαρτυρίου, ἐν ᾗ ἀπέκειτο ἡ κιβωτὸς τῆς διαθήκης, καὶ ὁ ἐν κιβωτῷ νόμος, τά τε Χερουβίμ, καὶ τὸ ἱλαστήριον, καὶ ἡ λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων. «Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα.» Θεωρεῖς ὅτι περὶ τῶν ἐθνῶν λέγει· οὔπω γὰρ ταῦτα τεχθέντα ὑπῆρχεν εἰς εὐσέβειαν· ἔμελλε γὰρ διὰ βαπτίσματος τίκτεσθαι· ὅθεν υἱοὶ τεχθησόμενοι δικαίως ἐλέγοντο. Τοῦτο γνῶσις ἀληθῶς Θεοῦ, τὸ μεταδοῦναι καὶ ἄλλοις τῆς γνώσεως, καὶ υἱοὺς τῇ μαθητείᾳ τῶν ἐντολῶν ἐργάσασθαι· ὅπερ σαφῶς πεποιήκασιν οἱ εἰς Χριστὸν πιστεύσαντες. Οὐδενὶ γὰρ τῆς θεογνωσίας ἐβάσκηναν, οὐδὲ ὡς οἱ προλαβόντες ἐπίστευσαν, ἀποκλεῖσαι τοῖς ἄλλοις τὴν εἴσοδον βουλόμενοι· ἀλλὰ παρεγγυῶσιν ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα ἔχειν. «Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα.» Ταῦτα πᾶσι τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις ἐπὶ ἐκκλησίας κηρύττεται, ἐν ᾗ Παῦλος πᾶσι βοᾷ·

Τεκνία μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. «Καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς.» Γλώττῃ γὰρ πάντως μόνῃ τὴν πίστιν ἐπηγγείλαντο, οὐχὶ δὲ ὅλῃ καρδίᾳ καὶ καθαρῷ τῷ πνεύματι. «Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ.» Τάχα πού τινες δοκοῦσιν ὅτι δὶς αὐτὸ τὸ σημεῖον ὁ προφήτης ἐξέθετο· ἔχει δὲ οὐχ οὕτως, ἀλλὰ δεύτερον αὐτοῖς ὕδωρ ἐκ πέτρας ὁ Μωσῆς ἐξήγαγεν· ἅπαξ μὲν ἐν τῇ ἐρήμῳ Χωρήβ, τὸ δεύτερον δὲ ἐν Κάδης, ἔνθα Μαριὰμ ἐτάφη τελευτήσασα. Εἰς πλησμονὴν δὲ ἑκάτερον, ὥστε τὸ ἐν ἀβύσσῳ λέγεσθαι πολλῇ, ἐπειδὴ οὐκ ἐν ποταμῷ, ἀλλ’ ἐν πολλοῖς διὰ τὸ πλῆθος ἦν ἱκανὸν τὸ ὕδωρ παραβάλλεσθαι. Τοῦτο γὰρ ἦν σύστασις, ὅτι πρὸς ἀλήθειαν, οὐχὶ διὰ φαντασίαν αὐτοῖς ἐγεγόνει τὰ θαύματα. Δεινὴν δὲ κατηγορίαν τοῦ λαοῦ τῶν Ἰουδαίων ἐξέθετο· ὅτι, τηλικαῦτα δεχόμενοι θαύματα, δέον τῶν ἀρχαίων ἁμαρτημάτων ἀπέχεσθαι, ἕτερα ὁμοίως ἐπ’ ἐκείνοις προσέθηκαν, οὐχ ἁπλῶς ἁμαρτάνοντες, ἀλλ’ αὐτῷ, τουτέστιν, εἰς αὐτὸν πλημμελοῦντες, τὸν τὰ σημεῖα παρέχοντα. «Καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ.» Ὠργίσθη γὰρ κατ’ αὐτῶν ὁ Δεσπότης, ἐπειδὴ ἑώρα αὐτοὺς οὐδέποτε πιστὴν ἔχοντας περὶ αὐτὸν τὴν γνώμην, ἀλλ’ ἀεὶ μὲν τοῖς δοθεῖσιν ἀχαριστοῦντας, περὶ δὲ μὴ δοθέντων ἀμφιβάλλοντας. Διό φησιν·