Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ψαλμούς (ἐκ τοῦ μεγάλου ἑρμηνευτικοῦ)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στους Ψαλμούς ΟΖ΄-ΠΗ΄

Ιστορική αναδρομή στα γεγονότα της Εξόδου, στην παρακοή του λαού και στις παιδαγωγικές τιμωρίες, καθώς και στην υπόσχεση προς τον Δαβίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 6 από 11

Οὐδὲ ἤλπισαν ἐπὶ τὸ Σωτήριον αὐτοῦ, τὸν Χριστὸν λέγων· ὅνπερ Σωτήριον αὐτοῦ πολλοὶ μὲν τῶν προφητῶν, σαφῶς δὲ καὶ Συμεών, λαβὼν ἐν ταῖς ἀγκάλαις, ὠνόμασε. «Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν.» Νεφέλας ὑπεράνωθεν τὰς ἐν ὑψηλῷ λέγει· διόπερ αὐτὰς καὶ θύρας οὐρανοῦ, ὡς προβεβλημένας τοῦ οὐρανοῦ προσηγόρευσεν. Εἰσὶ γάρ τινες τῶν νεφελῶν περίγειοι, ὥστε καὶ τῶν ὀρῶν αὐτὰς κατωτέρας εὑρίσκεσθαι. «Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς ὡσεὶ χοῦν σάρκας.» Οὐκοῦν καὶ τοῦτο πολὺ πλῆθος νόησον λαοῦ· τοσούτου μὲν τὸν ἀριθμόν, οὕτω δὲ γαστριμάργου κορεσθέντος· οὐ πρὸς ἡμέραν μίαν, ἀλλὰ πρὸς τριάκοντα, ὡς δυνήσῃ μαθεῖν τὴν βίβλον τῶν Ἀριθμῶν μετερχόμενος. «Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν.» Καὶ συμποδίσας οὐ τοὺς ἐκλεκτοὺς ἐν ἀρεταῖς λογάδας, ἀλλὰ τοὺς ἐν κακίᾳ· εἰσὶ γάρ τινες ἐν πονηρίᾳ ἐξαίρετοι. «Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν.» Τούτοις ὅμοια καὶ Ἡσαΐας τοὺς Ἰουδαίους ἐμέμψατο·

Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Πῶς δὲ τοῦτο ἐλέγχεται; Πολλοὺς γὰρ καὶ νῦν μόνῃ τῇ γλώσσῃ θεοσεβεῖς εὑρίσκομεν, ὅταν, ὥς φησιν ὁ προφήτης, ἐν τῇ διαθήκῃ αὐτοῦ μὴ πιστωθῶσιν. «Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ.» Χεῖρα πάλιν Θεοῦ, δηλαδὴ τοῦ Πατρός, τὸν Χριστὸν εἰκότως καλεῖ· ἐπειδή, Δι’ αὐτοῦ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ὥστε καὶ ἕτερον προφήτην λέγειν· Ἡ γὰρ χεὶρ Κυρίου ἐποίησε ταῦτα πάντα. Τούτου τοίνυν οὐκ ἐμνήσθησαν ὅστις αὐτοὺς ἐλυτρώσατο ἐκ χειρὸς θλίβοντος, λέγει δὲ τοῦ Φαραώ, κατὰ τὴν ἡμέραν τῆς ἐξόδου. «Ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν.» Οὐ τὴν φύσιν πονηρῶν, τὸν δὲ σκοπόν· οὐδὲ γὰρ τοιούτοις ἀγγέλοις ὁ Θεὸς εἰς διακονίαν κέχρηται· ἀλλὰ πονηροὺς προσηγόρευσεν, ἐπειδὴ πόνους καὶ κακώσεις κελευθέντες ἐπέφερον· ὡς καὶ πονηρὰν τὴν ἡμέραν τῆς κρίσεως, ὡς ἀναγκῶν καὶ πόνων τοῖς ἁμαρτωλοῖς γέμουσαν, αὐτὸς οὗτος ὁ Ψαλμῳδὸς ὀνομάζει· φησὶ γὰρ οὕτως· Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος.

Πολλῇ καὶ περὶ τοὺς παιδευομένους ὁ Θεὸς φιλανθρωπίᾳ κέχρηται, ἀπὸ τῶν ἐλαττόνων ἀρχόμενος, ὥστε σωφρονισθέντας κερδᾶναι τὰ μείζονα. Διὰ τοῦτο τὰ κτήνη πρότερα τῶν Αἰγυπτίων συνέκλεισεν εἰς θάνατον· ἀναισθήτους δὲ εὑρών, ἐπέταξε τὰ πρωτότοκα, ὥστε οὐκ ἂν τὴν τῶν πρωτοτόκων ἐπήγαγε πληγήν, εἰ τῷ θανάτῳ τῶν κτηνῶν σωφρονισθέντες ἀνένηψαν. «Καὶ ὡδήγησεν αὐτοὺς ἐπ’ ἐλπίδι.» Ἐλπίδι, ποίᾳ; Τῆς πρὸς τοὺς πατέρας γενομένης ἐπαγγελίας, εὔδηλον. Φησὶ γὰρ τῷ Ἀβραάμ· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτούς, καὶ ταπεινώσουσι, καὶ κακώσουσιν αὐτοὺς ἔτη τετρακόσια· τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσι κρινῶ ἐγώ, καὶ ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.

Ταύτῃ τοίνυν τῇ ἐλπίδι ὁδηγούμενοι, οὐκ ἐδειλίασαν. τὴν Ἐρυθρὰν πεζεύοντες θάλασσαν, ἥτις αὐτῶν τοὺς ἐχθροὺς ἐπεκάλυψε, καὶ τάφος τὸ ὕδωρ ἐπιδραμὸν τοῖς Αἰγυπτίοις ἐγένετο. «Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ.» Νεανίσκους λέγει τοὺς ἐν τῷ νόμῳ δυνατούς, οἷον τοὺς γραμματεῖς καὶ τοὺς Φαρισαίους, οἵτινες ἐθάῤῥουν τῇ ἰσχύϊ τοῦ γράμματος· τούτους κατέφαγε πῦρ, ὁ πρὸς ἡμᾶς ζῆλος, ὁρῶντας ὅτι χωρὶς ζυγοῦ νομικοῦ δικαιούμεθα. Διὸ καὶ πρὸς αὑτοὺς ὁ Ἡσαΐας ἔλεγε· Ζῆλος λήψεται λαὸν ἀπαίδευτον· καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. «Ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου.» Κραιπάλη δὲ ποία; Ἡ ἐξ οἴνου τοῖς δυνατοῖς συμβαίνουσα· ἀλλὰ μετὰ τὸν οἶνον ἐγερθέντες, ὁρμητικώτεροι γίνονται. Οὕτω καὶ τὸν Θεὸν σφοδρότερον μετὰ τὴν μακροθυμίαν ἔσεσθαι κατὰ τῶν αὐτῆς οὐκ αἰσθανομένων ἐλπίζομεν· τί γὰρ δὴ καὶ νῦν ἐποίησεν; «Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα.» Καὶ μὴν οὐ τῆς φυλῆς τοῦ Ἰούδα, ἀλλὰ τῆς τοῦ Βενιαμὶν αὕτη τε ἡ Σιὼν καὶ Ἱερουσαλὴμ ἀρχαία ἐτύγχανεν. Ἀλλὰ Ἰούδαν λέγει τὸν ἐξομολογούμενον (τοῦτο γὰρ ὁ Ἰούδας ἑρμηνεύεται)· τούτου φυλὴ ἡ Ἐκκλησία· διὰ γὰρ μετανοίας καὶ ἐξομολογήσεως σώζεται παρ’ αὐτῇ τὸ ὄρος τὸ Σιών, ὅπερ δὴ καὶ ἠγάπησε. Πᾶς γὰρ εἴ τις σκοπεύει Θεόν, οὗτος Σιὼν ὀνομάζεται· ἐπειδὴ σκοπευτήριον Σιὼν ἑρμηνεύεται.

Πάντως ἐρεῖς· Εἰ τῶν κατὰ τὴν Ἐκκλησίαν μυστηρίων ἐμέμνητο, τίνος χάριν εἰς μέσον ἤγαγε τὸν Δαβὶδ ἀρχαιότερον τούτων πολὺ τυγχάνοντα; Ἐπειδὴ Πατὴρ καὶ εἰκὼν ἦν τοῦ Χριστοῦ. Ὅθεν ἐκ τῶν ποιμνίων τῶν προβάτων ἀνείληπται, οὐκ ἐκ τοῦ ποιμνίου. Πολλαὶ γὰρ τῷ Χριστῷ ποῖμναι, αἱ μὲν ἀνθρώπων, αἱ δὲ ἀγγέλων, αἱ δὲ λογικῶν ἄλλων καὶ ἀοράτων δυνάμεων, αἵτινες καὶ λοχεύονται, τουτέστιν, ἐγκυμονοῦσι· ποίμνην γὰρ ἄκαρπον οὐκ ἔχει, ἀλλὰ πάσας διὰ τὸν αὐτοῦ κυοφορούσας φόβον καὶ τικτούσας σωτηρίαν. Διόπερ καὶ Ἡσαΐας ἔλεγεν· Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ἐποιήσαμεν ἐπὶ τῆς γῆς. «Ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ.» Τὸν ἐξ ἐθνῶν δηλαδὴ λαόν. Ἰακὼβ γὰρ οὗτος, ἐπειδὴ πτερνίσας τοὺς Ἰουδαίους, ἔλαβεν αὐτῶν τὰ πρωτοτόκια· ἔτι δὲ καὶ Ἰσραήλ· ὁρᾷ γὰρ τὸν Θεὸν κατὰ τὸν καιρὸν τῶν μυστηρίων πρόσωπον ὥσπερ εἰς πρόσωπον. Ὅτι δὲ ποιμαίνει ὁ Θεός, ἄκουε τοῦ Δαβὶδ τοῦτο λέγοντος· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Ἄκουε καὶ τοῦ Χριστοῦ·

Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός.

ΨΑΛΜΟΣ ΟΗʹ. «Ἔθεντο Ἰερουσαλὴμ εἰς ὀπωροφυλάκιον.» Τίνος χάριν εἰς ὀπωροφυλάκιον; Ἐπειδὴ τὸ πνεῦμα τοῦ νόμου καὶ τῶν προφητῶν λαβόντες, μόνην κατέλιπον αὐτοῖς φυλάττειν τὴν ὀπώραν τοῦ γράμματος. Τοῦτο δὲ ἦν οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ βουλομένου παρὰ τοῖς ἐχθροῖς τὰς ἀποδείξεις τῆς πίστεως τῆς ἡμετέρας σώζεσθαι. Ὀπώρα δὲ τὸ γράμμα, ὡς μὴ γνησίαν τροφήν, ἀλλὰ πρόσκαιρον ἔχον, εἰκότως προσηγόρευται. «Ἐξέχεαν τὸ αἷμα αὐτῶν.» Αἷμα αὐτῶν τὰ ψυχικὰ πλημμελήματα, ὧν εἰς αἷμα ἡ ἐκδίκησις γίνεται· ταῦτα ὡς ὕδωρ ἐξεχύθη, ὥστε μηκέτι ἀναληφθῆναι, ὥσπερ οὐδὲ τὸ ὕδωρ μετὰ τὴν ἔκχυσιν δύναται. Κύκλῳ Ἰερουσαλήμ· τουτέστιν, ἐπ’ αὐτήν, καὶ τοὺς ἐξ αὐτῆς. Τὸ γὰρ αἷμα αὐτῶν ἐπ’ αὐτούς, καὶ ἐπὶ τὰ τέκνα αὐτῶν, ὡς αὐτοὶ τὸν Χριστὸν συκοφαντοῦντες ἔλεγον. Καὶ οὐκ ἦν ὁ θάπτων. Διὰ τί; Ἐπειδὴ αὐτοὶ μέν, ὡς νεκροί, θάπτειν ἀλλήλους οὐκ ἴσχυον· ἡ Ἐκκλησία δὲ θάπτειν αὐτοὺς οὐκ ἐπίσταται, τουτέστιν, οὐ συσκιάζειν αὐτῶν τὰ ἁμαρτήματα. Τί δὲ τὸ κωλύον; Ἡ τοῦ Χριστοῦ ἀπόφασις ἡ λέγουσα· Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς. Διὰ τί; Ἐπειδὴ ἁμαρτωλοὺς συσκιάζειν πειρώμενοι, γυμνοτέρας ἑαυτῶν τὰς πράξεις, καὶ πᾶσιν ἐπονειδίστους ἐργάζονται. «Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων.» Πόθεν γὰρ ἀρκέσαι πρὸς ἀρχαῖα κακὰ καὶ νέα δυνηθησόμεθα;

Ἴσως δὲ ὁ προφήτης ἀνομίας ἀρχαίας τὰς ἐν τῇ ἐρήμῳ λέγει, ἐπειδὴ πολλὰς ἐπ’ αὐταῖς ὁ Θεὸς ἀπειλὰς καὶ διαφόρους ἔθετο· διόπερ αὐτῶν εὐλαβεῖται τὴν ἀνάμνησιν. Οὐδὲν οὕτω πτωχὸν τὸν ἄνθρωπον ὡς αἱ ἁμαρτίαι δείκνυσι· πτωχότερος δὲ προστεθείσης ἀσεβείας τῇ ἁμαρτίᾳ γίνεται.

Διόπερ αὐτοῖς ταχῦναι τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ ἐπρεσβεύσαντο, μήπως τῇ σφοδροτέρᾳ πτωχείᾳ ἀπογνωσθέντες ἀπόλωνται· οὕτως οὖν χάρισαι τὴν σὴν βοήθειαν. «Βοήθησον ἡμῖν, ὁ Θεὸς ὁ Σωτήρ.» Ταῦτα πρὸς τὸν Χριστὸν πρεσβεύεται· αὐτὸς γὰρ οὐ μόνον Θεός, ἀλλὰ καὶ Σωτὴρ ἄντικρυς ἐπωνόμασται· αὐτὸς καὶ δόξα τοῦ ὀνόματος τοῦ Θεοῦ, δηλαδὴ τοῦ Πατρός· ὅθεν αὐτὸν καὶ ὁ Παῦλος ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς προσηγόρευσε. Καὶ τίνος χάριν; Διὰ τὸ ὄνομα, φησί, τοῦ Θεοῦ, δηλαδὴ Χριστοῦ, ὃς διὰ τοῦτο ἱλαστήριον κέκληται· οὗτος ταῖς τῶν Ἰουδαίων ἁμαρτίαις ἱλασμὸν ἐπορίσατο, ἡνίκα σταυρούμενος πρὸς τὸν Πατέρα ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ ἴσασι τί ποιοῦσι. Τίνος χάριν γνωστὴν γενέσθαι τὴν ἐκδίκησιν τοῖς ἔθνεσι βούλεται; Ἐπειδὴ κατὰ δαιμόνων ἔμελλε, τῶν τὸ αἷμα (δηλαδὴ τὰς ψυχὰς) τῶν δούλων τοῦ Θεοῦ (φησὶ δὲ τῶν Ἰουδαίων) διὰ τῆς εἰδωλολατρείας, λυμηναμένων γενέσθαι. Τίς δὲ ἦν ἐκδίκησις; Ἡ τῶν εἰδώλων καταστροφή, ὁ τῶν διαβολικῶν ναῶν ἐμπρησμός. «Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα.» Οὐδὲ νῦν γείτονας ἀνθρώπους προσηγόρευσεν· οὐ γὰρ ἂν αὐτοῖς ἑπταπλασίονα γεγενῆσθαι ἐπηύξατο, εἰδὼς τούτων τὸν κριτὴν οὐκ ἀνεχόμενον. Ἢ πῶς πρὸς αὐτὸν ἔψαλλεν· Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ;

Ἄρα τοίνυν περὶ δαιμόνων λέγει· οὗτοι γὰρ ἑπταπλασίονα δικαίως ἀπολαμβάνουσιν, ὡς κρείττονος μὲν ἢ καθ’ ἡμᾶς ὑπάρχοντας φύσεως, ῥιφέντες δὲ ἐξ οὐρανοῦ, καὶ μηδὲ οὕτως γεγονότες σωφρονέστεροι· ἀλλὰ τὴν γῆν μὲν ταῖς ἐπινοίαις ταράσσοντες, μὴ μόνοι δὲ ἁμαρτάνοντες. ἀλλὰ καὶ ἡμᾶς ἁμαρτάνειν ἐνάγοντες, καὶ πρὸς τούτοις τὸν Θεόν, ὡς τῆς αὐτοῦ παραπεσούσης εἰκόνος, ὀνειδίζοντες. Πᾶσαν λέγει τὴν ἀνθρωπότητα.

Ἀντιτάττων γὰρ ἡμᾶς πρὸς τοὺς ἄνωθεν καταραχθέντας δαίμονας, λαὸν Θεοῦ καὶ πρόβατον νομῆς αὐτοῦ προσαγορεύει τὸν ἄνθρωπον. Καὶ τίνος χάριν νομῆς αὐτοῦ πρόβατα; Ἐπειδὴ αὐτὸν οἱ πιστοὶ τῇ μεταλήψει τῶν μυστηρίων νεμόμεθα.

ΨΑΛΜΟΣ ΟΘʹ. «Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσχες.» Ὁ ποιμὴν οὗτος τοῦ Ἰσραὴλ οὐκ ἄλλος ἐστὶν τοῦ εἰπόντος· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ ποιμαίνων τοὺς ἔχοντας νοῦν βλέποντα τὸν Θεόν. «Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθέ.» Τοῦτον τὸν λόγον προϊὼν ὁ προφήτης διεσάφησε πλεῖον, δηλῶν πῶς καὶ διὰ τί μέλλει παραγίνεσθαι ὁ Χριστός. Ἡμεῖς γὰρ αἰτία ἐσμὲν τῆς παρουσίας αὐτοῦ, ἵνα ἐπιστρέψῃ καὶ διορθώσῃ ἡμᾶς. Ὁ δὲ τρόπος τῆς παρουσίας δῆλός ἐστιν, ἵνα βλέπωμεν αὐτὸν πρόσωπον πρὸς πρόσωπον, οὐκ ἄλλως δηλαδὴ σωθέντες, εἰ μή περ τοῦτο ἡμῖν τὸ πρόσωπον ἐνεφανίζετο. «Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν.» Τῆς αὐτῆς ἔχεται πρεσβείας, ἵνα πόσον αὐτῆς τὸ ἀναγκαῖον ἐνδείξηται· ὁμοῦ δὲ καὶ ἡμᾶς παιδεύων, μὴ ὀλιγωρεῖν ἀποτυχόντας εὐχῆς· ἀλλ’ ἐπιμένειν· πάντως γὰρ ὅτι τευξόμεθα. «Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον.» Ἐπειδὴ γὰρ οὔτε ὁ νόμος τὸν Ἰσραὴλ οὔτε προφῆται ἐπέστρεψαν, ἀναγκαίως αὐτὸν ἐπιστρέψαι παρακαλεῖ τὸν Χριστόν. «Καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην.» Ἐπειδὴ ἀμπέλῳ τὴν τῶν Ἰουδαίων Συναγωγὴν συνέκρινεν, ἀναγκαίως καὶ μερίζει τὸν λόγον, ποτὲ μὲν πρὸς τὴν εἰκόνα, ποτὲ δὲ πρὸς τούτους ἐφ’ οἷς τὴν εἰκόνα παρέλαβεν. Ἐνεπυρίσθη τοίνυν πυρὶ ἡ τῶν Ἰουδαίων ἄμπελος, τουτέστιν ἡ τῶν Ἰουδαίων Συναγωγή, ἐκείνῳ δὲ περὶ οὗ ὁ Χριστὸς ἔλεγε· Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν· καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη;

Τούτου δὲ χάριν ἐβλήθη τὸ πῦρ, καὶ ἀνεσκάφη, ἵνα ἀνασκαφείσης αὐτῆς γυμνωθῇ ὁ ἐν αὐτῇ κεκρυμμένος θεμέλιος, περὶ οὗ Ἡσαΐας ἔλεγεν· Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλιά σου Σιὼν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. «Ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.» Ζωώσεις, φησί, τῷ ὕδατι τῷ ζῶντι τοῦ βαπτίσματος· τότε γὰρ αὐτοῦ τὸ ὄνομα ἐπικαλεσόμεθα, ἀπὸ Χριστοῦ Χριστιανοὶ λεγόμενοι.

ΨΑΛΜΟΣ Πʹ. «Ἰσραήλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος.» Τὸ ἐὰν τῆς ἀκοῆς τούτου χάριν προσέταξεν, ἵνα δείξῃ προειδὼς μὲν αὐτῶν τὴν παρακοήν, οὐ μὴν δὲ τοῦτο ἀναιρεῖν αὐτοῖς τὸ μεταθέσθαι· ἐξῆν γάρ, εἴπερ ἐβούλοντο. Καὶ ἡ τοῦ Θεοῦ πρόγνωσις οὐ βλάπτει τὴν μετάνοιαν· ἐπειδὴ καὶ τοῦτο προγινώσκει, ὅτι τοῖς ἁμαρτωλοῖς ἔξεστι μετατίθεσθαι, εἰ βούλοιντο. Οὐκ ἦν ὁ Χριστὸς πρόσφατος Θεός, οὐδὲ ἀλλότριος· αὐτὸς γὰρ ἦν ὁ ἀναγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· αὐτὸς ἦν ἀπ’ ἀρχῆς, αὐτὸς καὶ μετὰ ταῦτα· ὡς διὰ τῆς Ἡσαΐου προφητείας ἐδήλωσε· φησὶ γάρ· Ἐγώ εἰμι Θεὸς πρῶτος· καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Καὶ πάλιν· Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ δίκαιος, καὶ Σωτὴρ οὐκ ἔστι παρὲξ ἐμοῦ. Σωτὴρ δὲ χωρὶς πάσης ἀντιλογίας ὁ σαρκωθείς, ἵνα σώσῃ τὸ γένος τὸ ἡμέτερον, λέγεται. «Καὶ οὐκ ἤκουσεν ὁ λαός μου.» Οὐδὲ γὰρ διδάσκοντος, οὐδὲ εὐαγγελιζομένου ἀκοῦσαι ἐκαρτέρησαν, οὐδὲ θαυματουργοῦντος προσέχειν ἐβουλήθησαν· ἐβάρυναν δὲ τὰ ὦτα αὐτῶν, ἵνα μὴ τοῦ Κυρίου τὰς ἐντολὰς ἀκούσωσιν· ἐκάμμυσάν τε ὀφθαλμούς, ὡς Ἡσαΐας ἔλεγεν, ἵνα μὴ τὰ σημεῖα θεάσωνται.

Τί τοίνυν ἀντὶ τούτων πεπόνθασι, τὰ ἑξῆς δηλοῖ. «Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν.» Ἐπιτηδεύματα τῶν καρδιῶν τὰς ἐννοίας τὰς ποικίλας λέγει καὶ τὰς μεθόδους τῶν λογισμῶν, οἷς ὁ τῶν Ἰουδαίων λαὸς ἐπιβουλεύων τῷ Κυρίῳ ἐκέχρηντο, λέγοντες· Τί ποιήσομεν; ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ· ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν· καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος. Κατὰ τοῦτο τοίνυν τὸ ἐπιτήδευμα, καὶ κατὰ ταύτην τὴν βουλήν, ἐξαπεστάλησαν, καὶ ἐπορεύθησαν. Ῥωμαῖοι γὰρ αὐτῶν καὶ τὸν τόπον καὶ τὴν πόλιν κατέλαβον· αὐτοὶ δὲ αἰχμάλωτοι ᾤχοντο. «Καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.» Μέλι ἐκ πέτρας τοὺς προφήτας λέγει· ἐπειδήπερ ἀπὸ Χριστοῦ, ὃς χρηματίζει πέτρα, τὴν προφητείαν ἔχουσιν, ἧς αὐτοὺς ἐχόρτασεν ὁ Θεός· οὐχ ἕνα προφήτην οὐδὲ δεύτερον, πολλοὺς δέ, καὶ ἐπὶ πολλαῖς αὐτοὺς γενεαῖς χαρισάμενος.

ΨΑΛΜΟΣ ΠΑʹ. «Κρίνατε ὀρφανῷ καὶ πτωχῷ.» Οὐ λέγει, Κρίνατε δικαίῳ, οὐδὲ προφήτῃ, οὐδὲ ἱερεῖ· ὧν τοσοῦτον ποιεῖται ἐν ἄλλοις λόγον, καὶ μὴ παραβλάπτεσθαι αὐτοὺς παρεγγυᾷ λέγων· Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε· ἀλλ’ ὀρφανῷ καὶ πτωχῷ, ταπεινῷ καὶ πένητι. Διὰ τί; Ὅτι ἐκείνοις μὲν τὸ ἀδικεῖσθαι πρέπει· τούτοις δὲ οὐ φορητὸν ἀδικηθῆναι διὰ τὴν ἐπικειμένην ἐξ ἡλικίας ἢ πτωχείας ἀσθένειαν· ὅθεν αὐτῶν σφοδρότερον ὁ νομοθέτης ἀντέχεται. «Ἐξέλεσθε πένητα καὶ πτωχόν.» Ὡς περὶ θηρίων ἀγρίων τῶν πρὸς ἀδικίαν ἢ πλεονεξίαν χαινόντων διαλέγεται. Οὐκοῦν ὁ μὲν σώζων τὸν πτωχόν, ποιμένος ἀξίαν καὶ μισθὸν ἀποφέρεται, ἐκείνου δηλαδή, ὅστις ἑαυτὸν ὑπὲρ ἡμῶν δεδωκὼς ἐκ τῶν νοητῶν ἡμᾶς θηρίων ἐῤῥύσατο· ὁ δὲ ἁρπάζων, ἤδη μαινόμενος ἐν τοῖς θηρίοις τέτακται. «Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε.» Αἰνιττόμενος τὸν διάβολον· ἄρχοντος γὰρ ἐξουσίαν ἐν τοῖς ἀγγέλοις κεκλήρωτο· διό φησι Παῦλος·

Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ πρὸς τὰς ἐξουσίας. Ἐπαρθεὶς δὲ καὶ μειζόνων ἐπιθυμήσας κατέπεσεν. «Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν.» Οὐκ ἄρα κληρονομίαν παροῦσαν, ἀλλὰ μέλλουσαν ὁ Προφήτης αἰνίττεται· ὅθεν τὸν Θεὸν ἀναστῆναι παρακαλεῖ, καὶ κρῖναι τὴν γῆν, δηλαδὴ τὸν ἄνθρωπον· ὡς ὅταν ἀναστῇ, πᾶσι κατακληρονομεῖ τοῖς ἔθνεσι· πᾶσι γὰρ κλῆρον ἐπιβάλλει τὸν ἁρμόττοντα, τὸν μὲν τοῖς ταπεινοῖς, τὸν δὲ τοῖς σώφροσι, τὸν δὲ τοῖς ἐλεήμοσιν, ἄλλον τοῖς ὑπερηφάνοις, τοῖς πλεονέκταις ἕτερον. Ἔθνη γὰρ κατὰ τὸ παρόν, οὐ τῶν γλωσσῶν τὰς διαφοράς, ἀλλὰ τῶν βίων ἐκάλεσεν.

ΨΑΛΜΟΣ ΠΒʹ. «Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός.» Τουτέστι· Μὴ ἐπὶ πολὺ μακροθυμήσῃς. Σιγὴν γὰρ τοῦ κριτοῦ τὴν πρὸς τοὺς ἁμαρτωλοὺς μακροθυμίαν ἐκάλεσεν. «Ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ.» Τουτέστιν, εἰς τὴν ἐκείνων ἐπικουρίαν ἀπήντησαν.

Φυλάττου τοίνυν τοὺς ἔνδον ἐχθρούς· αὐτοὶ γὰρ καὶ τοὺς ἐκτὸς ὁπλίζουσι· καὶ μὴ θάῤῥει συγγενείᾳ· ἐπειδήπερ εἰς ἔχθραν ὡς τὰ πολλὰ μεταβάλλεται. Κατανόει δὲ καὶ τὴν ἀρὰν ἥνπερ αὐτοῖς ἐπήγαγε διάψαλμα προθείς, ἐπειδὴ τὸν λόγον εἰς προσευχὴν μετέστησε, λέγων· «Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν.» Ὥστε μηδαμοῦ στῆναι, πανταχοῦ δὲ ἀφανῆ αὐτῶν γενέσθαι τὴν ὑπόστασιν εὔχεται, σκεδασθεῖσαν τῇ ῥύμῃ τοῦ ῥιπίζοντος. «Οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου.» Καταιγίδα καλεῖ τὴν ἀθρόαν τοῦ Θεοῦ καὶ σφοδροτάτην ἐπὶ τοὺς ἁμαρτάνοντας κίνησιν, ᾗ τε αὐτοὺς διωχθῆναι καὶ καταῤῥαχθῆναι βούλεται.

ΨΑΛΜΟΣ ΠΓʹ. «Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου.» Καὶ μάλα. Κἂν γὰρ ᾖ πεπτωκώς, ἵσταται· κἂν ἁμαρτωλὸς ὑπάρχῃ, καθαίρεται· κἂν ἀπογνωσθῇ, θάνατον ὅμως οὐκ ὄψεται. «Κύριε, ὁ Θεὸς τῷν δυνάμεων, εἰσάκουσον.» Ἴδε, φησίν, ὅτι τῆς σῆς ἐπισκέψεως χρῄζομεν· ἴδε ὅτι τὸ τραῦμα φαρμάκοις ἀνθρωπίνοις οὐ παύεται· ἴδε ὅτι τὸ συντετριμμένον ἀγγεῖον σῶμα σόν, οὐκ ἀλλότριον· καὶ οὕτως ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου· τουτέστιν, ἐν τῷ προσώπῳ τοῦ Χριστοῦ ἵνα ἐν τῷ Υἱῷ πάντως ἡμᾶς καὶ ὁ Πατὴρ ἐπισκέψηται, καὶ εὐδοκίᾳ τοῦ Πατρὸς τελεσθῇ τὸ καθ’ ἡμᾶς μυστήριον. «Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος.» Τουτέστιν, οὐ τὰς δι’ αἱμάτων θυσίας, ἀλλὰ τὸ ποιεῖν ἔλεον, καὶ ἀγαπᾷν τὴν ἀλήθειαν, τουτέστι Χριστὸν τὸν Θεόν. «Οὐ στερήσει τὰ ἀγαθά.» Οἱ γὰρ κακίας βεβιωκότες χωρὶς καὶ ἐν δικαιοσύνῃ, ὅπερ ἐστὶν ἀκακίᾳ πολιτευσάμενοι, οὐκ ἀποστεροῦνται τῶν ἀγαθῶν, ἀναλόγως δὲ τοὺς στεφάνους ὑποδέξονται·

Ἐπειδὴ ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.

ΨΑΛΜΟΣ ΠΕʹ. «Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου.» Οὐ τῷ πτωχὸς εἶναι τῷ πνεύματι θαῤῥῶν, καὶ πένης καὶ ὅσιος, προσάγω τὴν αἴτησιν, ἐλεηθῆναι δὲ μόνον ζητῶν. Διό, κατὰ Σύμμαχον, Πρὸς σέ, φησι, βοῶ καθ’ ἑκάστην ἡμέραν. Τὸν πάντα βίον σημαίνει, καὶ ὡς ἐπ’ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶν, τὴν κατὰ Θεῶν εὐφροσύνην αἰτεῖ τῇ ψυχῇ. Τὸ σῶμα γὰρ καὶ τὴν σάρκα τοῖς σωματικοῖς χαίρειν εἰώθασι.

Τὸν μὴ μακρυνθέντα δὲ τούτων, ἐκείνης οὐκ ἔστι τυχεῖν. Ὅθεν ἐπήγαγεν· Ὅτι πρὸς σέ, Κύριε, ἦρα τὴν ψυχήν μου.

ΨΑΛΜΟΣ ΠΖʹ. «Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον.» Λέγει τὸν Ἰούδαν καὶ τοὺς Ἰουδαίους ἀπὸ ταλαιπωρίας, ἤτοι ἧς αὐτὸς ἀνεδέξατο, ἤγουν ἧς αὐτοὶ ταλαιπωροῦσιν ἡμαρτηκότες. Ἀνέλαβε δὲ ταλαιπωρίαν Ἰησοῦς, τὸ πρόσωπον φέρων τοῦ λέγοντος ἀνθρώπου· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τούτου; Γνωστοὶ δὲ ἦσαν οἱ ἐκ περιτομῆς, ὡς ἔφην, αὐτοῦ. Ἰούδας δὲ φίλος εἷς ὢν τῶν ἀκουσάντων παρ’ αὐτοῦ· Ὑμῖν δὲ λέγω τοῖς φίλοις μου. Καί· Ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα τοῦ Πατρὸς ἐγνώρισα ὑμῖν.

ΨΑΛΜΟΣ ΠΗʹ. «Ὤμοσα Δαβὶδ τῷ δούλῳ μου.» Καὶ ποῦ ὤμοσεν, ἢ ἐν τῷ εἰπεῖν πρὸς αὐτόν· Καὶ ἔσται, ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, ἀναστήσεται ἐκ τοῦ σπέρματός σου ἄλλος ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω εἰς τὸν αἰῶνα τὴν βασιλείαν αὐτοῦ· καὶ οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. «Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης.» Ἡ ἀλήθειά σού, φησι, παρὰ τοῖς κυκλοῦσί σε· ἡμεῖς δὲ μακράν σου τυγχάνοντες, τὴν σὴν μεγαλουργίαν ἀπὸ τῆς κατὰ γῆν τε καὶ θάλατταν προνοίας ὁρῶντες, ὁμολογοῦμεν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Καταπραΰνεις γὰρ τοσαύτην οὖσαν τὴν θάλατταν, περιθεὶς αὐτῇ πύλας καὶ ὅρια, καὶ ὡς Δεσπότῃ δουλεύουσα κυρτουμένη πτήσσει, καὶ εἰς ἑαυτὴν καταράσσεται, πρὸς τὸ μὴ πᾶσαν ἐπικλῦσαι τὴν γῆν. «Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.» Τοὺς ἁγίους αὐτοῦ ἀποστόλους μακαρίζει, ὅτι δὴ τῷ ὀνόματι αὐτοῦ καὶ τῇ δυνάμει αὐτοῦ ἐποίουν ὅσα ἐποίουν παράδοξα. «Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου.» Ὅτε Θεὸς ὢν ὁ Λόγος ἐγεννήθη κατὰ σάρκα ἐκ γυναικός, καὶ προῆλθεν ἄνθρωπος, μένων ὡς ἦν Θεός· τότε τὴν χρίσιν διὰ σὲ λαβών, ὠνομάσθη Χριστός.

Θεὸς γὰρ ὢν ὁ Λόγος, καὶ βασιλεὺς πρὸ αἰώνων ὑπάρχων, ἰδιοποιήσατο τὰ ἡμέτερα, ἵνα καὶ ἡμεῖς τὰ αὐτοῦ πλουτήσωμεν. «Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ.» Πάλιν ἐνταῦθα οἰκονομικῶς ὁ σεσαρκωμένος Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλεῖ, λέγων· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὁ γὰρ προφήτης φησὶ περὶ αὐτοῦ, παιδίον γεννώμενον προφητεύων, Θεὸν ἰσχυρὸν ἔλεγεν αὐτόν, Πατέρα τοῦ μέλλοντος αἰῶνος. «Οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου.» Ἅπαξ καλεῖ τὸ βέβαιον τῆς ἀποφάσεως, ὡς οὐ δεχομένης παρατροπήν. Τὸ δέ· Ὤμοσα ἐν τῷ ἁγίῳ μου, ἀντὶ τοῦ, Ὤμοσα κατὰ τῆς ἁγιωσύνης μου.

Ἐπειδὴ γὰρ οὐκ εἶχε κατὰ μείζονος ὀμόσαι, κατὰ τῆς ἁγιωσύνης ὥμοσε τῆς αὐτοῦ. «Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.» Πάσης αὐτὸν ἀσφαλείας ἐγύμνωσας· ἐφ’ οἷς γὰρ ἐθάῤῥει τῶν πόλεων περιβόλοις, παυσάμενος τοῦ θαῤῥεῖν, ἐπὶ δειλίαν ἐκπέπτωκεν. «Ἔως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος;» Μνήσθητι, φασὶν οἱ ταῦτα λέγοντες, ὅτι τρεπτοὶ τὴν φύσιν ὑπάρχομεν, ὄντες αὐτεξούσιοι, μήπως εἰς ἀσέβειαν ἐξοκείλωμεν. Λέγοις δ’ ἂν ὑπόστασιν, καὶ τὴν καθ’ ἣν ὑποστῆναί τις δύναταί τι τῶν ἐπιπόνων.