Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ψαλμούς (ἐκ τοῦ μεγάλου ἑρμηνευτικοῦ)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στους Ψαλμούς Ϟ΄-Ρ΄

Ανάλυση της ελπίδας στον Θεό, της προστασίας από τις δαιμονικές επιθέσεις και της αδιάλειπτης δοξολογίας για το θείο έλεος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 7 από 11

ΨΑΛΜΟΣ Ϟʹ. «Ὁ Θεός μου, ἐλπίζω ἐπ’ αὐτόν.» Ὁρᾷς ὄσην ἔχει παῤῥησίαν παρὰ Θεοῦ; Ὅλον γὰρ ἑαυτὸν ὥσπερ ἀναθεὶς αὐτῷ, ἐπ’ αὐτῷ πᾶσαν ἔχει τοῦ σώζεσθαι τὴν ἐλπίδα. Τρισμακάριος δὲ ὁ τοιοῦτος· καὶ ἀπάσης εὐημερίας ἔσται μεστός. Ψάλλει γοῦν ὁ μακάριος Δαβίδ, καί φησι· Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. «Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.» Ὁ πάντα γενναίως φέρων αὐτά, τὰ αὐτὰ τῷ Ἰὼβ λέγει· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ὡς τῷ Κυρίῳ ἔδοξεν οὕτως καὶ ἐγένετο. Ὁ οὖν ἐν τοσούτοις κατορθώμασιν εὑρεθείς, οὐδὲ τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς διάβολον φοβεῖται, ὄντα δαιμόνιον μεσημβρινόν, καὶ ἀκμαῖον φῶς ἐπαγγέλλεται διὰ φιλοσοφίας καὶ κενῆς ἀπάτης. Αὐτὸ τοῦτο ὅλον ἐστὶ δαιμόνιον μεσημβρινόν. Οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ καὶ οἱ διάκονοι αὐτοῦ, μετασχηματιζόμενοι εἰς διακόνους δικαιοσύνης, δαιμόνια μεσημβρινά εἰσιν.

Ἀλλ’ εἰ καὶ προσποιεῖται τούτων ἕκαστος μεσημβρινὸς εἶναι, οὐ διαμένουσι τοιοῦτοι οἷοι εἶναι προσποιοῦνται, σβεσθησομένου τοῦ φωτὸς τῶν ἀσεβῶν, ὅταν ὁ Χριστὸς ἐλθών, Φωτίσῃ τὰ κρυπτὰ τοῦ σκότους, καὶ τὰς βουλὰς τῶν καρδιῶν φανερώσῃ. «Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς.» Αἱ μυριάδες ὡς ἂν κραταιοτέροις καὶ ἰσχυροτέροις τοῖς δεξιοῖς ἐπεβούλευον. Ἀλλὰ καὶ πλείους εἰσὶν οἱ διὰ τῶν δοκούντων εἶναι δεξιῶν πίπτοντες, ἤπερ οἱ προφανῶς ἁμαρτάνοντες. Δικαιώματα γάρ τινα προβαλλόμενοι περιπείρονται ἁμαρτίαις τῶν ἀνθρώπων οἱ πλείους.

ΨΑΛΜΟΣ ϞΖʹ. «Ἔσωσεν αὑτῷ ἡ δεξιὰ αὐτοῦ.» Καὶ τί τοῦτο θαυμαστὸν ἔχει; ἐπεὶ πάντως διὰ κακίας ὑπερβολὴν ἀπαγορευθεὶς ὑπῆρχεν ὁ ἄνθρωπος· διὸ τῆς τοῦ Θεοῦ δεξιᾶς καὶ τοῦ βραχίονος ἀναγκαίως ἐδέησε, δηλαδὴ τοῦ Μονογενοῦς αὐτοῦ· αὐτὸν γὰρ χαρακτηρίζει τῶν εἰρημένων ἑκάτερον.

Περὶ οὗ καὶ Ἡσαΐας φησίν· Ὡς ποιμὴν ποιμαίνει τὸ ποίμνιον αὐτοῦ, καὶ ὁ βραχίων αὐτοῦ συνάξει ἄρνας. Ὃν οὐ μάτην ὁ Ψαλμῳδὸς νῦν προσηγόρευσεν ἅγιον, ἀλλ’ ἐν ἰδίᾳ δεῖξαι τοῦτον ὑποστάσει βουλόμενος. Αὐτὸς τοίνυν τὸ πλάσμα τὸ ἀπολωλὸς ἔσωσεν. Οὐδὲ γὰρ ἦλθε κρῖναι κόσμον, ἀλλὰ σῶσαι τὸν κόσμον. «Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακώβ.» Ἀνθ’ ὅτου τὸν Ἰακὼβ εἰπών, οὐκ ἠρκέσθη, ἀλλὰ καὶ τὴν τοῦ Ἰσραὴλ οἰκίαν προσέθηκεν, ἵνα πάντως δηλώσῃ ὡς πράξας τὰ νῦν προφητευόμενα, οὗτος ἦν ὁ τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ ἐπονομάσας· διόπερ καὶ μετ’ αὐτοῦ ἐπάλαιε· προτυπῶσαι τὸ μυστήριον βουληθεὶς τῆς σαρκώσεως· σαρκὸς γὰρ τὸ παλαίειν καὶ περιπλέκεσθαι ἴδιον. Ἐμνήσθη τοίνυν τῶν πρὸς τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ ἐπαγγελμάτων, καὶ χάριτι μυστήριον τῇ πρὸς ἐκεῖνον ἐπλήρωσεν. Τοῖς μὲν γὰρ Ἰουδαίοις ὡς Ἰουδαῖος ἐπεδήμησεν· ἐκείνων δὲ τοὺς ὀφθαλμοὺς μυσάντων (ἐκάμμυσαν γάρ, φησὶν ὁ Ἡσαΐας, τοὺς ὀφθαλμοὺς αὐτῶν ἵνα μὴ ἵδωσιν), ἀντ’ ἐκείνων τὰ πέρατα τῆς γῆς (πάντα δηλαδὴ τὰ ἔθνη) ἐθεάσαντο τοῦ Θεοῦ τὸ σωτήριον, καίτοι μὴ βλέποντα τὸ πρότερον. «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ.» Καὶ μάλα εἰκότως, ἐπειδὴ κοινὰ τὰ ἀγαθά. Οὐκέτι γὰρ χώρας μιᾶς, οἷον τῆς Ἰουδαίας, ἢ ἔθνους ἑνός, ἀλλὰ τῆς ἀνθρωπότητος ὅλης τὸ πεπραγμένον μυστήριον, ἐφ’ ᾧ καὶ ἀλαλάζειν, ὡς πόλεμον κοινὸν νενικηκότας, βούλεται.

Γῆν γὰρ τὸν καθόλου προσηγόρευσεν ἄνθρωπον. Οὐκοῦν οὐ περὶ τοῦ στοιχείου τῆς ξηρᾶς, ἀλλὰ περὶ τῶν ἀνθρώπων εἰπεῖν αὐτῷ πρόκειται· διόπερ ὡς πρὸς πλῆθος διαλέγεται.

Κελεύει δὲ πρότερον ᾄδειν, καὶ μετὰ ταῦτα ἀγαλλιᾶσθαι· εἶτα τὸ ψάλλειν ἐπήγαγεν, ἵνα τῆς τοῦ Θεοῦ χαρᾶς τὴν εἰς αὐτὸν δοξολογίαν ἀρχὴν καὶ τέλος ἔχωμεν. «Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ.» Κιθάραν τὴν Παλαιὰν Διαθήκην καλεῖ· ἐν αὐτῇ γὰρ ἡ ψαλμῳδία προστέτακται. Σάλπιγγας δὲ τὰ Εὐαγγέλια, ἐν οἷς ἀλαλάζειν ἐνώπιον τοῦ Βασιλέως, δηλαδὴ τοῦ Χριστοῦ, ὡς διὰ τῆς εὐαγγελικῆς πολιτείας νενικηκότες τοὺς νοητοὺς ἐχθρούς, εἰκότως κελευόμεθα. Σαλπίγγων δὲ τούτου χάριν πολλῶν καὶ μιᾶς ἐμνημόνευσεν, ἐπειδὴ καὶ τὸ Εὐαγγέλιον ἓν ὑπάρχον τῇ δυνάμει, τέτταρα διὰ τοὺς ἐκθεμένους γεγένηται. «Ποταμοὶ κροτήσουσι χειρί.» Ἐρεῖς μὲν τὰς ἐνεργείας τοῦ πνεύματος, αἵτινες χεῖρα κροτεῖν ὡς εἰς ἓν συνελθοῦσαι κατὰ τὸν καιρὸν τῆς Χριστοῦ ἐπιδημίας ἐλέγοντο. Περὶ ὧν ἔλεγεν·

Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ἐρεῖς δὲ καὶ τοὺς αἰσθητοὺς ποταμοὺς κροτεῖν χεῖρας καὶ χορεύειν, ἡνίκα βαπτιζόμενον τὸν Χριστὸν ὁ Ἰορδάνης ἐδέξατο· κοινὴ γὰρ τοῦτο χαρὰ τῶν ποταμῶν καὶ τῶν ὑδάτων ἐτύγχανεν. «Τὰ ὄρη ἀγαλλιάσονται.» Ὄρη τοὺς προφήτας διὰ τὸ ὕψος τῆς θεωρίας προλαβόντες εἰρήκαμεν· οὗτοι τῇ παρουσίᾳ τοῦ Χριστοῦ εἰκότως ἀγαλλιῶνται, ἐπειδήπερ αὐτῶν εἰς ἔργον ἡ προφητεία ἐξέρχεται. Χαίρουσι γὰρ οἱ δίκαιοι τοῦ Κριτοῦ παραγινομένου, διὰ τὰς ἀμοιβὰς ἃς παρ’ αὐτοῦ προσδέχονται.

ΨΑΛΜΟΣ ϞΗʹ. «Ὁ Κύριος ἐβασίλευσεν.» Τοὺς τῶν Ἰουδαίων λέγει. Τούτους γὰρ εἰς ὀργὴν καὶ θυμὸν ἡ Χριστοῦ βασιλεία κεκίνηκεν, ὥστε τῷ Πιλάτῳ λέγειν· Μὴ λέγε ὅτι βασιλεύς ἐστι τῶν Ἰουδαίων. Καὶ πάλιν· Οὐκ ἔχομεν βασιλέα, ἀλλ’ ἢ Καίσαρα. «Ἐξομολογησάσθωσαν πάντες τῷ ὀνόματί σου.» Τί γὰρ ἔργον τῆς κρίσεως; Ἀπολύειν τοὺς ἀθώους, φανεροῦν τοὺς ὑπευθύνους. Διόπερ κρίσιν ἀγαπᾷ ἡ τοῦ βασιλέως τιμὴ (τουτέστιν ἡ ἀρχὴ καὶ ἐξουσία).

Ὅθεν οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἀντὶ τῆς τιμῆς, οἱ μὲν ἰσχύν, οἱ δὲ κράτος ἐκδεδώκασιν. «Σὺ ἡτοίμασας εὐθύτητας.» Πῶς ἡτοίμασε; Προαποστείλας τὸν νόμον, ἐν ᾧ τὰς ἐντολὰς εὐθύτητας ἔταξεν. Ὀρθοτομεῖν γὰρ τοῦ βίου τὴν ὁδὸν ἔξεστι, κατ’ ἐκείνας ὁδεύοντα. Ὁ γὰρ νόμος ὁ δοθεὶς ἐν Ἰακὼβ (λέγει δὲ τὸ γένος τοῦ Ἰσραὴλ), οὗτος καὶ τοῖς ἁμαρτάνουσι κρίσιν ἐπήγαγε τὴν κατάκρισιν, καὶ τοῖς ἀγαθὰ βιοῦσι τὴν δικαιοσύνην ὑπέδειξε, καθ’ ἣν δεῖ πολιτεύεσθαι. «Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.» Καὶ τίνος χάριν οὐ τῷ θρόνῳ τοῦ Θεοῦ προσκυνεῖν μᾶλλον, ἀλλὰ τῷ ὑποποδίῳ παρακελεύεται; ποίῳ δὲ ὄλως ὑποποδίῳ; ἆρα τῇ γῇ; Ὁ γὰρ οὐρανός μοί, φησι, θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Καὶ μὴν προσκυνεῖν ἡμῖν στοιχείοις οὐκ ἔξεστιν. Ἀλλὰ τοῦτον λέγει τὸν τόπον ὃν δι’ ἑτέρου ψαλμοῦ ἐξέθετο τηλαυγέστερον· Προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.

Λέγει δὲ τὸν Γολγοθᾶν. Ἐκεῖνος γὰρ ὄντως ὑπὸ τοὺς πόδας αὐτοῦ τῆς σαρκὸς κατὰ τὸν καιρὸν τοῦ σταυροῦ γεγένηται. «Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν.» Ὁ Θεὸς ἡμῶν. Τίνων; Τῶν διὰ πίστεως αὐτῷ στρατευσαμένων, καὶ κτησαμένων τὸν ἐπὶ πάντων Θεὸν διὰ τῆς υἱοθεσίας τοῦ βαπτίσματος ἴδιον. Ὅτι γὰρ Θεὸς κατ’ ἐξαίρετον τῶν εἰς αὐτὸν πεπιστευκότων λέγεται, ὁ Θωμᾶς διδάξει· ἡνίκα γὰρ τῷ Χριστῷ ψηλαφήσας ἐπίστευσεν, Ὁ Κύριός μου καὶ ὁ Θεός μού, φησιν, ἴδιον αὐτοῦ Κύριον καὶ Θεὸν καλῶν, τὸν ἐπὶ πάντων ἀνακέκραγεν. «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν.» Καὶ τί χρῄζει ὑψωθῆναι ὁ ὑψηλός; πῶς δὲ παρὰ ἀνθρώπων ὁ ἐν οὐρανοῖς ὑψωθήσεται; Ἀλλὰ ὑψηλά, φησι, περὶ αὐτοῦ διανοήθητε. Ὕψος ἄρα τοῦ Θεοῦ Λόγου ἡ ἐν τῷ ὄρει τῷ ἁγίῳ προσκύνησις. Ὥσπερ γὰρ δόξα βασιλεῖ τὰ ἐν πολέμῳ τρόπαια, οὕτω καὶ τῷ Χριστῷ ἡ διὰ τῶν παθημάτων κατόρθωσις, ἥτις ἐν τῷ ὄρει τῷ ἁγίῳ τῷ τὸν σταυρὸν δεξαμένῳ γεγένηται. Ἅγιον δὲ τὸ ὄρος οὐκ ἀφ’ ἑαυτοῦ καλεῖ, ἀλλ’ ἀπὸ τῆς τοῦ σταυρωθέντος ἐπιφοιτήσεως.

ΨΑΛΜΟΣ ϞΘʹ. «Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός.» Τίνος ἐσμὲν πρόβατα, μάνθανε, τοῦ Μονογενοῦς λέγοντος· Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει. Αὐτοῦ καὶ λαός ἐσμεν, ὅστις ἡμῖν διὰ τῆς γλώσσης τῆς προφητικῆς ἔλεγεν· Καὶ ἔσεσθέ μοι εἰς λαόν, κἀγὼ ἔσομαι ὑμῖν εἰς Θεόν. Οὐκοῦν ὁ Κύριος αὐτός ἐστιν ὁ Θεός. Ἑκάτερον γὰρ ὁ Υἱὸς καθάπερ ὁ Πατὴρ ὀνομάζεται. «Ἐξομολογεῖσθε αὐτῷ.» Ὡς γὰρ χρηστός, τουτέστιν ὡς συμπαθής, ὡς φιλάνθρωπος, ἐν τῷ παρόντι αἰῶνι τὸ ἕλεος ἔδωκεν, ἵνα κἂν πλανηθῶμεν ἐκ ῥᾳθυμίας, ἀλλὰ διὰ τῆς αὐτοῦ φιλανθρωπίας πρὸς αὐτὸν ἐπιστρέψωμεν. Ἀπὸ γὰρ τῆς νῦν γενεᾶς ἀρξαμένη τοῦ Θεοῦ ἡ ἀλήθεια, εἰς τὴν γενεὰν φανεροῦται τὴν μέλλουσαν, ὅταν ἀποδώσῃ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῦτο γάρ ἐστιν ἡ ἄμαχος καὶ ἀψευδὴς ἀλήθεια.

ΨΑΛΜΟΣ Ρʹ. «Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.» Ἀναγκαίως, ἐπειδὴ ῥυθμίσαι διὰ τῆς παρούσης ψαλμῳδίας ὅλον τὸν βίον τὸν ἡμέτερον βούλεται, μνημονεύει τῆς κρίσεως. Ὀφθαλμὸς γὰρ εἰς αὐτὴν ὁρῶν, προσκόπτειν οὐκ ἀνέξεται, φόβῳ δὲ τῶν κατ’ ἐκεῖνον ἀπειλουμένων τὸν καιρὸν ἀσφαλίζεται. Ἀλλ’ ἐπεὶ τῆς κρίσεως προτάττει τὸν ἔλεον, ἐλεήμων ἐστὶν ὁ Κριτὴς ὁ ἡμέτερος, οὐ μὴν ὅτε κρίνει, νυνὶ δὲ ὅτε μήπω τὴν κρίσιν ἐνεργεῖ, ὥστε τὸ ἔλεος τοῦ νῦν καιροῦ, ἡ δὲ κρίσις τοῦ μέλλοντος. Ταῦτα τοιγαροῦν ᾄδοντες, οὔτε ἀπογινώσκειν, οὔτε καταφρονεῖν ἁμαρτάνοντες μέλλομεν. «Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ.» Μακάριον τοῦ Θεοῦ τὴν ἐνδημίαν προσδέχεσθαι, οὕτω τε διηνεκῶς ὡς ἥξοντα πρὸς ἡμᾶς εὐτρεπίζεσθαι· ἥξει δὲ πρὸς ἡμᾶς, ὅταν αὐτοῦ τὰς ἐντολὰς τηρήσωμεν. Φησὶ γὰρ ὁ Χριστός· Ἐάν τις ἀγαπᾶ με, τὰς ἐντολάς μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. «Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.» Τὸ γὰρ εὐθὺ τῷ στρεβλῷ συναφθῆναι οὐ δύναται.

Καὶ καθάπερ σκαμβὴ ῥάβδος κολληθῆναι πρὸς ὀρθὴν οὐ δύναται, οὕτως ἀκακίᾳ συζῶντι οἱ σκαμβὴν ἔχοντες καρδίαν οὐ συνάπτονται. «Ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.» Ὁ γὰρ ἐφ’ ἡμῶν ἑτέρου καταλαλῶν, οὗτος οὐδὲ ἡμῶν καταλαλεῖν ἐφ’ ἑτέρων ἀφέξεται. Καὶ χρὴ τὸν τοιοῦτον ὡς κοινὸν ἐχθρὸν εἰκότως ἐλαύνεσθαι, ὡς τὸν ἐν παραδείσῳ μιμούμενον δράκοντα, ὃς τοῦ Θεοῦ καταλαλήσας τὴν Εὔαν ἠπάτησεν. «Ὑπερηφάνῳ ὀφθαλμῷ.» Οὐκ ἐτιθέμην, φησί, πρὸς αὐτοὺς φιλίας συνάλλαγμα.

Ἐπειδήπερ ἡ τράπεζα ἀγάπης ἐνέχυρον ὡς τὰ πολλὰ παραλαμβάνεται. Ἀναγκαίως δὲ τὸν ἄπληστον τῇ καρδίᾳ, δηλαδὴ τὸν πλεονέκτην, καὶ τὸν ὑπερήφανον συνέπλεξεν. Οὐδεὶς γὰρ αὐτὸν φίλον ἔχειν δυνήσεται, ἐπειδὴ φίλαυτος ὁ ἀλαζὼν καὶ ὁ πλεονέκτης. «Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς.» Οὐ μόνον φησὶ τοὺς πονηροὺς ἀποστρέφεσθαι, ἀλλὰ καὶ τοῖς ἀγαθοῖς τοσοῦτον ἀρέσκεσθαι, ὥστε τοὺς ὀφθαλμοὺς εἰς αὐτοὺς τείνειν· ὅπερ ἐραστῶν πρὸς ἐρωμένους ἴδιον. «Εἰς τὰς πρωΐας ἀπέκτεννον πάντας.» Πόλις δὲ Θεοῦ, ἐν ᾗ πάντως εἰσὶ καὶ κατοικοῦσιν ἅγιοι, οἷς συμφέρει ἁμαρτωλοὺς ἐκ μέσου γενέσθαι, ἢ καταργουμένους ἢ ἀναιρουμένους, ἵνα μηδαμῶς αὐτῶν τῇ κοινωνίᾳ βλάπτωνται.

ΨΑΛΜΟΣ ΡΑʹ. «Κλῖνον πρός με τὸ οὖς σου.» Καὶ τί τὸ κατεπεῖγον, αἰτία δὲ τίς ἢ ποία τῆς ταχύτητος, τὰ ἑξῆς δηλοῖ. «Καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.» Τί ἐστι φρύγιον, ὁ Σύμμαχος ἐδήλωσεν· ἐκδέδωκε γάρ, ἀπόκαυμα. Ὥσπερ τοίνυν τὸ ἀποκαυθέν, ἐὰν μὴ τύχῃ τοῦ ταχέως σβεννύντος, εὐκόλως θρύπτεται· οὕτως ψυχὴ τοῖς βιωτικοῖς συγκαιομένη πάθεσιν, ἐὰν μὴ τὸν Θεὸν φιλανθρωπίᾳ σβεννύντα τὴν ἔκκαυσιν κτήσηται, εὐκόλως διαφθείρεται· καὶ διὰ τοῦτο ταχὺ εἰσακουσθῆναι προσηύξατο. Ἄρτος δὲ ἡμῶν τῆς ψυχῆς, ὁ τοῦ Θεοῦ λόγος. Ὥσπερ γὰρ ὁ ἀπὸ γῆς ἄρτος τὸ σῶμα τρέφει, οὕτως ὁ ἐξ οὐρανοῦ λόγος τὴν οὐσίαν τῆς ψυχῆς. Καὶ τούτων χάριν ὁ Χριστὸς τὴν προσευχὴν παραδιδοὺς ἔλεγε τοῖς ἀποστόλοις·

Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ὃς ἂν τοίνυν τοῦτον φαγεῖν ἐπιλάθηται, τουτέστιν ἐργάσασθαι (τοῦ γὰρ νοητοῦ ἄρτου ἡ βρῶσις ἐργασία καθέστηκε· δηλοῖ δὲ οὕτως εἰπὼν τοῖς ἀποστόλοις ὁ Κύριος· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον), τούτου ἡ καρδία δίκην χόρτου πληγεῖσα ξηραίνεται. Ὡς δὲ ὁ χόρτος πλήττεται καὶ ξηραίνεται, ὅταν ὑετὸς ἐπ’ αὐτὸν σπανίσῃ· οὕτω καὶ ἡ καρδία, ὅταν ἔνδειαν νοσήσῃ τοῦ θείου λόγου, τότε πλήττεται καὶ ξηραίνεται, ἄνθος ἀρετῆς βλαστῆσαι οὐκ ἰσχύουσα. «Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη.» Τουτέστιν, ἐτάκη πᾶσα πιμελὴ καὶ εὐθηνία τοῦ σώματος. Ὁ γὰρ ἀληθὴς στεναγμός, ὃς καὶ φωνὴν ἔχει ἀκουομένην, τήκει τὸ σῶμα, καὶ τῆς σαρκὸς ἐργάζεται νέκρωσιν· ἐπειδὴ ὅσον ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινίζεται. «Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.» Θαυμαστὸν ἡμῖν καρπὸν τῆς ἀγρυπνίας ἔδειξεν· ποιεῖ γὰρ ἡμᾶς ὡς στρουθίον μονάζον ἐπὶ δώματι· ὅπερ εἶναι μὲν δοκεῖ τισιν εὐκαταφρόνητον, πολιτείαν δὲ ὅμως ἐκλεκτὴν καὶ μακαρίαν κέκτηται. Οὐ τροφῆς γάρ, οὐκ ἐσθημάτων φροντίζει ὁ μονάζων ὡς στρουθίον, οὐκ ἐπιβουλὴν δέδοικε· κατοικεῖ γὰρ ἐν δώματι, καὶ τῶν ἐπιβουλευόντων ἐστὶν ὑψηλότερος.

Νοήσεις δὲ πάντως ἐκεῖνο τὸ δῶμα καὶ τῷ Ψαλμῳδῷ λέγεσθαι, ὅπερ ὁ Κύριος περὶ συντελείας διηγούμενος ἔφρασε· φησὶ γάρ· Ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβαινέτω ἆραι τὸ ἱμάτιον αὐτοῦ. «Ὄλην τὴν ἡμέραν ὠνείδιζόν με.» Τουτέστιν, οἱ δοκοῦντες φίλοι χείρονα τῶν ἐχθρῶν διέπραττον· τοὺς γὰρ ἐπαίνους εἰς ὅρκους τοὺς κατ’ ἐμοῦ μετεβάλλοντο· ἢ συνθήκας τινὰς εἰς ἐμὴν ταύτας ἐπιβουλὴν τιθέμενοι, καὶ τοσοῦτον τὴν ἐμὴν ταπείνωσιν ἐκτρεπόμενοι, ὥστε μὴ κατ’ ἐμὲ γενέσθαι, μηδὲ συμβῆναι αὐτοῖς, οἷα ἐμοί, ἀπόμνυσθαι. «Κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην.» Μὴ τοίνυν τοῖς βιωτικοῖς ἐπαιρώμεθα πράγμασι· τούτου γὰρ ἡμᾶς ἕνεκα σκιὰν καὶ χόρτον ὁ Προφήτης ἐκάλεσεν, ἵνα μηδενὶ τῶν παρόντων θαρσήσωμεν τὸ σαθρὸν αὐτῶν εἰδότες καὶ τὸ πρόσκαιρον. Ἀφ’ ἡμῶν δὲ τὸν λόγον εἰς τὸν Κύριον μετέστησεν, ἐπειδὴ τῆς θνητῆς μετέσχε σαρκός, τῆς φθειρομένης καθάπερ ὁ χόρτος, ἀλλ’ ὅμως αὐτὸς καὶ σαρκωθεὶς ἄφθαρτος εἰς τὸν αἰῶνα, ὡς Θεός, καὶ ἀθάνατος ἔμεινε. «Σὺ ἀναστὰς οἰκτηρήσεις τὴν Σιών.» Ἀναστάς· πόθεν; Ἀπὸ τῶν νεκρῶν εὔδηλον.

Ἀλλὰ πῶς οἰκτείρει τὴν Σιών; Τὴν ἐπ’ αὐτὴν μεταβάλλων ἀπειλήν. Τίς δὲ ἦν αὕτη; Σιὼν ὡς ἀγρὸς ἀροτριωθήσεται, καὶ Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται. Καὶ ἡ μὲν κατάρα κοινή, ἡ μεταβολὴ δὲ οὐ κοινή. Καὶ θεωρεῖς ὅπως ἡ μὲν ἔτι καὶ νῦν πεπόρθηται, ἡ Σιὼν δὲ ἐν δόξῃ, οἰκτειρήσαντος αὐτὴν τοῦ Χριστοῦ κατὰ καιρόν, τουτέστιν εὐκαίρως.

Τίς δὲ ἡ εὐκαιρία; Ἡ τῶν ἐν αὐτῇ μυστηρίων ὑπόθεσις. «Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου.» Αἴτιον τούτων τὸ ἀπὸ τῆς Σιὼν εἰς πᾶσαν γενόμενον τὴν οἰκουμένην κήρυγμα. Καλῶς δέ, φοβηθήσονται, εἶπε. Τότε γὰρ αὐτοῦ τὸν φόβον τὰ ἔθνη οὐκ ἐκέκτηντο· ἀφ’ οὗ δὲ τοῖς ἀποστόλοις προσέταξε, Μαθητεύσατε πάντα τὰ ἔθνη, ἀλλὰ μὴν καὶ οἱ βασιλεῖς τῆς γῆς, οὐ τινές, ἀλλὰ πάντες. Διόπερ ἐρεῖς μετὰ τῶν βασιλέων καὶ τοὺς δικαίους λέγεσθαι· αὐτοχειροτόνητοι γὰρ οὗτοι, μᾶλλον δὲ παρὰ Θεοῦ χειροτονηθέντες βασιλεῖς, διὰ τὸ δεσπόζειν τῶν ἡδονῶν, καὶ φυλάξαι τὴν βασιλικὴν εἰκόνα τυγχάνουσιν. «Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιών.» Θεωρεῖς ὅπως αἴτιον τῆς τῶν βασιλέων ὑποταγῆς καὶ τῆς τῶν ἐθνῶν ἐπιγνώσεως ἡ τῆς Σιὼν οἰκοδομή· ἥνπερ αὐτήν, οὐ λίθοις, ἀλλὰ θαύμασι καὶ χάρισι πνευματικοῖς καὶ μυστηρίοις ἐνδόξοις ᾠκοδόμησεν. «Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν.» Ταπεινοὺς σαφῶς λέγει τοὺς ταπεινόφρονας· περὶ ὧν αὐτὸς ὁ Κύριος ἔλεγεν· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινόν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; ὥστε τοὺς ἀποστόλους αἰνίττεται. «Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν.» Αὕτη· τίς; Ἡ Σιὼν εἰς γενεὰν ἑτέραν τὴν τῶν ἐθνῶν. Ἀπευδοκησάντων γὰρ αὐτὴν τῶν Ἰουδαίων, ἐπειδὴ τὸ ἐν αὐτῇ μυστήριον οὐκ ἐδέξαντο, μήτηρ εἰκότως τῶν ἐθνῶν καταγέγραπται, περὶ ὧν ἁρμόττει τὰ ἐπαγόμενα. «