Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ψαλμούς (ἐκ τοῦ μεγάλου ἑρμηνευτικοῦ)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στους Ψαλμούς ΡΑ΄-ΡΓ΄

Χριστολογική και προφητική εξήγηση της δημιουργίας, του θείου μεγαλείου, της χάριτος του βαπτίσματος και της ανακαίνισης της κτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 8 από 11

Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.» Ἐκτίσθη γὰρ ὁ ἐξ ἐθνῶν λαός, ἀρχὴν ἑτέραν γενέσεως τὴν τοῦ λουτροῦ παλιγγενεσίαν δεξάμενος· τὸν γὰρ τοιοῦτον ἀνακαινισμόν, κτίσιν ἔθος ὑπὸ τῆς Γραφῆς τῆς θείας ὀνομάζεσθαι. Μαρτυρεῖ δὲ ὁ Παῦλος περὶ τοῦ Χριστοῦ λέγων· Ἴνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην. «Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου.» Σαφῶς τῆς τοῦ Σωτῆρος ἐπιδημίας μέμνηται· οὕτως γὰρ ἐκκύψαι ἀπὸ τοῦ ὕψους κατὰ καιρὸν τῆς σαρκώσεως λέγεται, ὡς ἄνω μείνας, καὶ κάτω φανείς.

Τοῦτο γὰρ τῶν ἐκκυπτόντων ἀπὸ τοῦ ὕψους ἴδιον· ἐξέκυψε δέ, ἵνα τὴν γῆν ἐπισκέψηται. Πότε γὰρ αὐτήν, ἐρεῖς, οὐκ ἐπεσκέψατο; Ἀλλὰ νῦν μείζων ὑπῆρχεν ἡ ἐπίσκεψις· οἰκονομίας γὰρ ἕνεκα τῆς διὰ τῶν ἑξῆς ἐμφερομένης ἐγίνετο. «Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων.» Δεδεμένοι πάντες ὑπὸ τῆς ἁμαρτίας ἐτύγχανον· σειραῖς ἕκαστος τῶν οἰκείων ἁμαρτημάτων σφιγγόμενος· ὧν τὴν ἐπιστροφὴν μηνύων ὁ Ἡσαΐας ἔλεγε·

Καὶ σοὶ ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται, καὶ προσκυνήσουσί σοι. Οἱ δὲ αὐτοὶ καὶ υἱοὶ τεθανατωμένων, τὸν βαρὺν καὶ χαλεπὸν τῆς εἰδωλολατρίας ὑπομεινάντων θάνατον. Οὗτοι τοίνυν ἐστέναζον, τῶν δεσμῶν ἀπολυθῆναι βουλόμενοι· διόπερ αὐτῶν ὁ Θεὸς εἰσακούσας, εἰς τὴν γῆν αὐτὸς ἐλθὼν ἐπεσκέψατο. «Τοῦ ἀναγγεῖλαι ἐν Σιών.» Οὐχ ὥστε μέχρι τῶν ἐκεῖ στῆναι τοῦ Θεοῦ τὴν αἴνεσιν ἢ τὴν ἀγγελίαν, τουτέστι τὸ Εὐαγγέλιον, ἀλλ’ ὥστε ἐκεῖθεν ἀρξάμενον εἰς πᾶσαν διαδοθῆναι τὴν γῆν. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἰερουσαλήμ, καὶ κρινεῖ ἀναμέσον ἐθνῶν πολλῶν. «Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτό.» Οὐ περὶ ἑνὸς λαοῦ, περὶ πολλῶν δὲ συναχθέντων ἐκτίθεται. Διὰ δὲ τοῦ πλήθους τὰ ἔθνη αἰνίττεται. «Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ.» Τί τοιοῦτο δηλῶν ὁ Χριστός φησιν· Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου· τοῦ σταυροῦ τὸν καιρὸν αἰνιττόμενος· ὅστις ὁδὸς ἰσχύος ἀναγκαίως ἐλέγετο. Ἰσχὺς γὰρ τοῦ σταυροῦ καὶ δύναμις ἀψευδὴς ἡ ἐκ νεκρῶν ἀνάστασις, ἣν ὡδοποίησε τοῦ σταυροῦ τὸ μυστήριον. «Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν.» Ἀναγωγὴν καλεῖ τὴν ἐντεῦθεν μετάστασιν. Τοῦτο γὰρ ψυχῆς ἄνοδος. Μὴ τοίνυν ἀτελὴς τὴν ἀρετὴν μεταστῆναι πρεσβεύεται, ὁλόκληρον βίον νομίζων τὸν ἐν ἀρετῇ τέλειον, ἥμισυ δὲ τὸ ἀτελὲς καὶ ἀπλήρωτον.

Τὸν λόγον πάλιν πρὸς τὸν Κύριον ἐπέτρεψεν· αὐτοῦ γὰρ τὰ ἔτη, ἃ ἐν σαρκὶ πεποίηκεν, ἐν γενεᾷ γενεῶν, ὡς ἀπηρτισμένην καὶ ὁλόκληρον τὴν πολιτείαν ἔχοντα. Ὅθεν καὶ ὁ Παῦλος τοὺς ἐν τελειότητι παραστῆσαι βουλόμενος ἔλεγεν· Ἴνα καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος Χριστοῦ. «Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις.» Καλῶς τῇ δημιουργίᾳ τοῦ Θεοῦ τὸ πρόσωπον ἀπέδωκεν, ὥστε μὴ παντελῶς ἀπολέσθαι· ἐπειδὴ Θεοῦ τυγχάνει ποιήματα, ἀλλὰ παλαιοῦσθαι μὲν ὡς ὅλως κτισθέντα, ἀλλάσσεσθαι δὲ ὡς παρὰ Θεοῦ κτισθέντα.

Πῶς δὲ παλαιοῦνται ὡς ἱμάτιον καὶ ὡσεὶ περιβόλαιον; τουτέστι διὰ τῆς συνεχεστέρας χρήσεως.

ΨΑΛΜΟΣ ΡΒʹ. «Τῷ Δαυΐδ.» Μήτε ψαλμόν, μήτε ᾠδήν, μήτε τι τοιοῦτον τὴν παροῦσαν προφητείαν ἐπέγραψεν, ἐπειδήπερ ἀρκεῖν ᾠήθη, ὅτι τὸ προοίμιον εὐλογίας μέμνηται· διόπερ οὔτε τὸν τριακοστὸν τρίτον ψαλμὸν ἢ ᾠδὴν ἢ αἶνον ἐπέγραψεν, ἐξ εὐλογίας κἀκεῖνον ἀρχόμενος. «Τὸν εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις.» Καὶ τῆς νῦν καὶ τῆς μελλούσης ἀπαλλάττει φθορᾶς· νῦν μὲν γὰρ ἡ τῶν ἡδονῶν ἐπίκειται φθορά, ὕστερον δὲ ἡ τῶν τιμωριῶν ἀπόκειται, ἐξ ὧν τοὺς αὐτῷ προσερχομένους ῥύσεται. «Τὸν στεφανοῦντά σε ἐν ἐλέει.» Ἐὰν γὰρ ᾖς πρὸς τὸν πλησίον συμπαθής, στέφανόν σοι τὴν τῶν οὐρανῶν βασιλείαν χαρίσεται λέγων·

Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με, καὶ τὰ τούτοις ἑπόμενα· ἐλεῶν δὲ τοῦτο λέγει· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. «Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς.» Καὶ τίς ἡμῶν ἡ ἐπιθυμία; Κληθῆναι θεούς· τούτου γὰρ ἐπιθυμήσας ὁ Ἀδάμ, τῆς ἀπειρημένης ἐγεύσατο βρώσεως. Ταύτην τοίνυν ἡμῶν ὁ Κύριος τὴν ἐπιθυμίαν ἀγαθοῖς ἐπλήρωσε, συμμόρφους ἡμᾶς ἑαυτοῦ καταστήσας τῇ δωρεᾷ τοῦ βαπτίσματος, ὥστε καὶ θεοὺς διὰ τοῦτο προσαγορεύεσθαι χάριτι. «Ἀνακαινισθήσεται ὡς ἀετοῦ.» Χρόνῳ γὰρ πολλῷ τοῦτο γηράσαν τὸ ζῶον, ἐπανέρχεται εἰς ἀκμήν· εἶναι δὲ καὶ ἰσχυρὸν μετὰ γῆρας λέγεται. Πλὴν τότε ἡ νεότης ἡμῶν εἰς ἀνακαινισμὸν ἔρχεται, ὅταν ὑψιπετοῦς ἀετοῦ δίκην γενώμεθα, μηκέτι τὰ τῆς γῆς, ἀλλὰ τὰ ἅνω φρονοῦντες· ὥσπερ ἡμῖν καὶ Παῦλος ὑπέθετο. Ἀετοῦ δὲ ποίου, ἀλλ’ ἢ πάντως τοῦ Χριστοῦ, περὶ οὗ Μωσῆς οὕτως ᾄδων ἠνίττετο, Ὡς ἀετὸς σκεπάζει νοσσιὰν ἑαυτοῦ, καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε; Καὶ τίς οὗτος ἐπήγαγε· Κύριος μόνος ἦγεν αὐτούς· καὶ οὐκ ἦν μετ’ αὐτῶν Θεὸς ἀλλότριος. «Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωσῇ.» Πάλαι, φησί, κρῖμα ποιεῖ τοῖς ἀδικουμένοις.

Δηλοῖ τάσδε ὁ νόμος, ἐν ᾧ τὰς ὁδοὺς αὐτοῦ, δηλαδὴ τὰς ἐντολάς, τῷ Μωσῇ ἐγνώρισε, καὶ δι’ αὐτοῦ τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Θέλημα γὰρ τοῦ Θεοῦ, τὸ μὴ μοιχεύειν, μὴ φονεύειν, μὴ κλέπτειν, μὴ ψευδομαρτυρεῖν· ἐπειδὴ διὰ τούτων σωζόμεθα. «Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος.» Οὐκοῦν οὔτε διαπαντὸς τῷ θυμῷ (τοῦτο γάρ ἐστι τό, εἰς τέλος) χρήσεται, οὔτε τὸν ἔλεον διηνεκῶς τοῖς ἀναξίοις χαρίζεται· ἐπεὶ πῶς ὁ Θεὸς κριτής, καὶ δίκαιος, καὶ ἰσχυρός, καὶ μακρόθυμος; πῶς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Κιρνᾷ τοίνυν τῷ ἐλέῳ τὴν ὀργήν, ὅτε μὲν ἐλέου καιρός, αὐτὸν προβαλλόμενος· ὅτε δὲ ὀργῆς, ἐπιφέρων ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας· ἐν ᾗ, φησὶν ὁ Παῦλος, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Διόπερ, φησίν, οὐκ εἰς τὸν αἰῶνα μηνιεῖ, τὸν παρόντα αἰῶνα· τῷ μέλλοντι γὰρ τὴν κρίσιν καὶ τὴν ὀργὴν ἐφύλαξεν. «Καθὼς οἰκτείρει πατὴρ υἱούς.» Ἐν σκότῳ γάρ εἰσι καὶ δεσμοῖς οἱ ἐν ἁμαρτίαις τυγχάνοντες ἄνθρωποι· ἀπαλλαγέντες δὲ τῶν πλημμελημάτων, ἐν φωτὶ δηλονότι μετατεθέντες γίνονται· ὥστε εἰκότως τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγὴν μετάβασιν τὴν ἀπὸ δυσμῶν εἰς ἀνατολὰς κέκληκεν· ὁμοῦ δὲ καὶ ἡμᾶς διδάξαι, τί μέσον ἁμαρτίας καὶ δικαιοσύνης βουλόμενος. «Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν.»

Εἰκότως ἡμῖν, φησί, χρηστεύεται· οἶδε γὰρ ἡμῶν τοῦ πλάσματος τὴν ἀσθένειαν· πρῶτον μέν, ὡς αὐτὸς πλάσας ἡμᾶς· ἔπειτα σαρκωθείς, καὶ καθ’ ἡμᾶς γενόμενος ἄνθρωπος. «Ἄνθρωπος ὡσεὶ χόρτος.» Ὁμοῦ μὲν ἡμῶν τὸ σαθρόν, ὁμοῦ δὲ καὶ πρόσκαιρον τοῖς εἰρημένοις ἔδειξεν. «Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος.» Καλῶς δὲ διαθήκη ὁ νόμος τοῦ Θεοῦ προσηγόρευται, ἵνα κληρονομίαν ἐλπίζωμεν ἐξ αὐτῆς οἱ φυλάττοντες. «Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε.» Βασιλεύει γὰρ ἁπάντων, ἢ ἀκόντων, ἢ ἑκόντων· μακάριος δὲ ὃς ἑκὼν ὑποτάττεται· μισθὸν γὰρ τῆς ἑκουσίου δουλείας τὸ μετ’ αὐτοῦ βασιλεῦσαι τοῦ Δεσπότου, ὁ τοιοῦτος δέχεται. «Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα.» Φυσικαῖς δηλονότι κινήσεσιν. Εἰ δὲ πάντα τὰ ἔργα εὐλογεῖ τὸν Θεόν, πῶς οὐ πολὺ μᾶλλον ἡμεῖς, οἱ πλειόνων μὲν παρ’ αὐτοῦ καὶ μειζόνων ἀπολαύσαντες, ὄργανον δὲ τῆς εὐλογίας παρ’ αὐτοῦ τὸν λόγον δεξάμενοι; «Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.» Κἂν ἐν ἀγορᾷ τύχῃς, κἂν ἐν λουτρῷ, κἂν ἐν δεσμωτηρίῳ, κἂν ἐν βασιλείοις, ἀναμνησθεὶς ὅτι τόπον πατεῖς τῆς τοῦ Θεοῦ δεσποτείας τυγχάνοντα, μὴ παύσῃ τὸν Δημιουργὸν εὐλογῶν, ἵνα σοι χωρίον ἕκαστον ἐκκλησία Θεοῦ καὶ ἀγγέλων συναγωγὴ καὶ οὐρανοῦ γειτόνημα γένηται.

ΨΑΛΜΟΣ ΡΓʹ. «Κύριε ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα!» Οὐχ ὅτι μεγέθει προσθήκην ἐδέξατο· ἀεὶ γάρ ἐστι, καὶ ὡσαύτως ἐστίν· ἀλλ’ εἰκότως μεγαλυνθῆναι λέγει τοῦ μεγέθους αὐτοῦ τὴν φανέρωσιν, οὖσαν μὲν καὶ πρότερον, σφοδροτέραν δὲ γενομένην εἰς ὕστερον. Εἰ γὰρ καὶ ἱκανὰ εἰς δήλωσιν τοῦ Θεοῦ ἡ τῶν ἀγγέλων δημιουργία, τῶν οὐρανῶν ἡ ἔκτασις, ἡ τῆς γῆς θεμελίωσις, καὶ ἕτερα ὅσα τούτοις ὁ Ψαλμῳδὸς ἐπήγαγεν· ἀλλὰ τούτων ἱκανωτέρα ἡ τοῦ Σωτῆρος σάρκωσις, τὸ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ μεῖναι Θεόν· παθεῖν τὰ ἡμέτερα, καὶ φυλάξαι τὴν οἰκείαν ἀπάθειαν· διόπερ καίτοι δεύτερα ταῦτα τῇ τάξει τυγχάνοντα, πρότερα τῶν ἄλλων ὁ Θεὸς ἔταξεν, ὡς τῇ δυνάμει τυγχάνοντα πρότερα. Ἐνδύσασθαι δὲ ταύτην αὐτὸν τὴν μεγαλοπρέπειαν καὶ τὴν ἐξομολόγησίν φησιν, οὐχ ὡς πάλιν ἀποδύεσθαι μέλλοντα, ἀλλ’ ὥστε δειχθῆναι, ὅτι σαρκωθεὶς οὐ μετεβλήθη εἰς ἄνθρωπον, ἀλλὰ καὶ Θεὸς μένει, καὶ ἄνθρωπος γίνεται. «Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.» Περὶ τῆς αὐτῆς οἰκονομίας λέγει· φῶς γὰρ αὐτὴν καὶ Ἰωάννης ἐκάλεσε. Λέγει δὲ οὕτως· Καὶ τὸ φῶς ἐν τῇ σκοτείᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.

Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. «Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν.» Σαφῶς τὸν σαρκωθέντα Δημιουργὸν ἐκήρυξε, ταῦτα περὶ αὐτοῦ λέγων ἅπερ Ἰωάννης ὁ Θεολόγος ἔγραψεν· εἰπὼν γὰρ ἐκεῖνος περὶ τοῦ Θεοῦ, Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε, μετὰ τοῦτο κατιών, Ὁ Λόγος, φησίν, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. «Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα.» Τὰ γὰρ ὑψηλὰ τῶν μυστηρίων ἐν τοῖς ὕδασι τοῦ βαπτίσματος ἔδειξεν. «Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ.» Τοῦτο τῷ Μονογενεῖ κατὰ τὸν καιρὸν τῆς εἰς οὐρανοὺς ἀναλήψεως πέπρακται, ἡνίκα νεφέλη αὐτὸν ὑπέλαβεν. «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα.» Τοὺς ἀποστόλους λέγει· οὗτοι γὰρ αὐτοῦ πανταχοῦ τὴν διαθήκην ἀνήγγειλαν· οὗτοι καὶ λειτουργοὶ τῶν αὐτοῦ προσταγμάτων ἐγένοντο· τούτους πνεύματα, τουτέστι πνευματικούς, ἀλλὰ μὴν καὶ πῦρ φλέγον διὰ τὴν χορηγίαν τοῦ Πνεύματος τὴν ἐν εἴδει γλωσσῶν πυρίνων ἐπ’ αὐτοὺς γενομένην ἐποίησεν. «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν.» Γῆν καλεῖ τὸν ἄνθρωπον. Τοῦτον τοίνυν ἐπὶ τὴν ἀσφάλειαν θεμελιοῖ τῆς πίστεως· ὅστις οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, δηλαδὴ ἐν τῷ μέλλοντι. «Ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.» Ὄρη τοὺς προφήτας διὰ τὸ ὕψος τῆς θεωρίας καλεῖ· ἐν αὐταῖς ὕδατα ἵστανται, οἷς οἱ διψῶντες διδασκαλίας ποτίζονται. «Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται.»

Ποίας ἐπιτιμήσεως; Τῆς κατὰ τῶν Ἰουδαίων. Τοῦτο γὰρ προφήτης ἕτερος δείκνυσι· Καὶ δώσω αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ὅταν γὰρ ὁ Θεὸς ὀργισθῇ, σπανίσει τὰ τῶν προφητῶν ὕδατα· ἐπειδήπερ οὐκ ἀφ’ ἑαυτῶν τὴν χορηγίαν κέκτηνται. Φωνὴν δὲ βροντῆς τὴν τοῦ Εὐαγγελίου λέγει, ἣν οὐκ ἀποφεύγει, ἀλλὰ δειλιᾷ τὰ τῶν προφητῶν ὕδατα, διὰ τὸ ὑπερέχον τῆς ἐν ἐκείνῃ γνώσεως. «Ἀναβαίνουσιν ὄρη.» Ἀναβαίνουσι γὰρ οἱ προφῆται τῇ θεολογίᾳ, καταβαίνουσι δὲ τῇ δυνάμει τῶν ἀκουόντων ἁρμοττόμενοι· ἀλλ’ ἑκάτερον ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων. Τοῦτον γὰρ τῇ προφητείᾳ τόπον ὁ Θεὸς ἐθεμελίωσεν. «Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν.» Οὐ μόνον, φησί, τοῖς προφήταις οἵπερ εἰσὶν ὄρη, ἀλλὰ καὶ ταπεινοῖς ἀνθρώποις, οἵτινες φάραγγες εἶναι εἰκότως ὀνομάζονται, χάριν ὁ Θεὸς διδασκαλίας ἔδωκεν. Καθάπερ οὖν τὸ τῶν ὑδάτων πλῆθος ἀπὸ πλήθους ὀρῶν, οὕτω τὸ τῆς γνώσεως πλῆθος οὐκ ἐξ ἑνὸς προφήτου, ἀλλ’ ἐξ ὅλου συλλέγεται τοῦ προφητικοῦ συστήματος. «Ποτιοῦσι πάντα τὰ θηρία τοῦ δρυμοῦ.» Θηρία τοῦ δρυμοῦ οἱ δαίμονες ὀνομάζονται· θηρία δὲ τοῦ ἀγροῦ, τουτέστι τοῦ κόσμου, τοὺς ἁμαρτωλοὺς καλεῖ. Ἐπειδὴ καθάπερ τὰ ἐν ἀγρῷ θηρία χειροήθη γενέσθαι δύναται, οὕτως καὶ οἱ ἁμαρτωλοὶ μεταβληθῆναι· διόπερ καὶ ποτίζεται τοῖς προφητικοῖς ὕδασιν.

Ὀνάγρους δὲ τοὺς μηκέτι νωτοφοροῦντας τὴν ἀμαρτίαν ἐκάλεσεν, ἐλευθερωθέντας δὲ αὐτῆς· διόπερ αὐτοὺς καὶ διψῶντας τῶν νοητῶν ὑδάτων εἰσήγαγε. Τούτους ὁ Θεὸς πρὸς τὸν Ἰὼβ ᾐνίξατο·

Τίς ἐστιν ὁ ἀφεὶς ὄναγρον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; «Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ.» Οὐδὲ γὰρ ἀφ’ ἑαυτῶν οἱ προφῆται, ἐξ οὐρανῶν δέ, οὓς ὁ Θεὸς ὑπερῷα τῆς κτίσεως ἔθετο, ἔχουσι τὴν χορηγίαν τοῦ Πνεύματος. «Ἀπὸ καρποῦ τῶν ἔργων σου.» Ἔργα τοῦ Θεοῦ οὐ μόνον τὰ δημιουργήματα, ἀλλὰ καὶ τὰ σημεῖα καὶ τὰ θαύματα· ὧν καρπὸς τὸ Εὐαγγέλιον, ἐξ οὗ τὸν ἄνθρωπον θεογνωσίᾳ ἐχόρτασεν. «Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς.» Τοῦ Κυριακοῦ δηλαδὴ σώματος· ἐκεῖθεν γὰρ τὸν ἄρτον τὸν μυστικὸν ἐξήγαγεν.

ΨΑΛΜΟΣ ΡΓʹ. «Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.» Ὁ μυστικός, εὔδηλον· ὅθεν οὐδὲ σῶμα, ἀλλὰ καρδίαν εὐφραίνει. Ἔχει γὰρ ἁμαρτημάτων ἄφεσιν, ἐφ’ ᾧ μάλιστα ἡ καρδία τῶν ἀνθρώπων εὐφραίνεται, ἐν τῷ χαρίσματι τῆς χορηγίας τοῦ Πνεύματος· ἐν αὐτῷ γὰρ τὰ πρόσωπα τῶν πιστῶν ἱλαρύνεται. Ἐπειδὴ ὁ καρπὸς τοῦ πνεύματος ἀγάπη, χαρά, καθὼς ὁ Παῦλος ἔγραψεν. Θεωρεῖς ὅτι ἄρτον καὶ οἶνον τὸν μυστικὸν λέγει· διόπερ τροφὴν ἑκάτερον καρδίας ἔγραψεν. Πῶς δὲ αὐτὴν ὁ μυστικὸς ἄρτος στηρίζει, ἀλλ’ ἢ πεποίθησιν αὐτῇ παρέχων; ὅτι σῶμα καὶ ἡμεῖς Χριστοῦ τῇ τοῦ μυστικοῦ σώματος μεταλήψει γινόμεθα. «Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου.» Τίνος χορτασθήσεται; Θεογνωσίας, εὔδηλον. Πῶς δὲ χορτάζονται; Τῇ μελέτῃ τοῦ λόγου. Τοιγαροῦν αὐτοὺς καὶ ξύλα τοῦ Κυρίου ἐκάλεσεν· ἐπειδὴ οἱ μελετῶντες τὸν νόμον ἡμέρας καὶ νυκτός, ξύλον παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον λέγονται.

Κἂν γὰρ ἐξ ἐθνῶν ὦσιν, ὧν Λίβανος σύμβολον, φυτευθέντες δὲ παρὰ Θεοῦ τῇ υἱοθεσίᾳ τοῦ βαπτίσματος μελετήσαντες, καὶ αὐτοὶ τὸν νόμον θεογνωσίας χορτάζονται. Στρουθία δὲ καλεῖ τὰς παρὰ τοῦ διαβόλου καὶ τῶν αὐτῷ συμπραττόντων διωκομένας ψυχάς, δι’ εὐσέβειαν δυνηθείσας τε αὐτοῦ τὰς παγίδας διαφυγεῖν, περὶ ὧν ὁ Δαβὶδ εἴρηκεν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. «Τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.» Ἐρωδιὸν οὐκ ἂν ἁμάρτοις τὸν Πέτρον εἰπών, ἐπειδὴ τῷ Χριστῷ διηνεκῶς ἠκολούθει. Ὥσπερ γὰρ ὁ ἐρωδιὸς οὐκ ἐθέλειν χωρίζεσθαι τῶν κεκτημένων λέγεται, οὕτω καὶ τῶν στρουθίων ἡγεῖσθαι. Δείκνυσι γὰρ αὐτοῖς, πῶς χρὴ τὰς τῶν θηρευτῶν παγίδας ὑπεράλλεσθαι· ἐπειδὴ καὶ αὐτὸς τῇ ἀρνήσει παγιδευθεὶς διὰ μετάνοιαν τὴν παγίδα ἐξέφυγε. «Πέτρα καταφυγὴ τοῖς λαγωοῖς.» Σύμμαχος, τοῖς χοιρογρυλλίοις, ἐξέδωκεν. Οἱ λαγωοὶ καὶ οἱ χοιρογρύλλιοι ἐν τοῖς ζώοις τοῖς ἀκαθάρτοις καὶ ἀσθενέσι τάττονται. Τοιγαροῦν ὁ Σολομών φησι· Χοιρογρύλλιοι ἔθνος οὐκ ἰσχυρὸν ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους. Μωσῆς δέ·

Τὸν κάμηλον, καὶ τὸν ὗν, καὶ τὸν δασύποδα, ὅπερ ἔστι λαγωός, οὐκ ἔδεσθε. Διὰ τούτων τοίνυν ὁ Δαβὶδ τὰ ἔθνη αἰνίττεται· οὗτοι γὰρ καταφυγὴν τὴν νοητὴν πέτραν τὴν Ἐκκλησίαν ἔχουσι· καὶ δι’ αὐτῆς δυναμοῦνται καὶ καθαίρονται. Ἔλαφοι δέ, ἐπειδὴ καθαρὰ ζῶα τυγχάνουσιν, ἀναγκαίως αἱ ψυχαὶ τῶν δικαίων εἰσίν, ὅσαι τὸν νόμον ἐφύλαξαν. «Ἐποίησε σελήνην εἰς καιρούς.» Καὶ μὴν οὐ μόνην τὴν σελήνην, ἀλλὰ καὶ τὸν ἥλιον καὶ τοὺς ἀστέρας, καὶ εἰς ἡμέρας, καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς ἔθετο. Ἀλλὰ σελήνην ἐνταῦθα τὴν τῶν Ἰουδαίων λέγει Συναγωγήν, ἥντινα μέχρι καιρῶν τοῦ νόμου καὶ τῶν προφητῶν ἔθετο· ἥλιον δέ, τὸν Χριστόν. Οὕτω γὰρ αὐτὸν καὶ Μαλαχίας ἔλεγεν·

Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸν Κύριον Ἥλιος δικαιοσύνης· καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ὅστις ἔγνω τὴν αὐτοῦ δύσιν· τὸν γὰρ καιρὸν καθ’ ὂν προσήκει τὸ πάθος οἰκονομῆσαι ἐγίνωσκεν· ὥστε πρὶν μὲν ἐλθεῖν τοῦτον λέγειν·

Οὔπω ἥκει ἡ ὥρα· ὅτε δὲ ἐν τῷ προσήκοντι καταλαβὼν ἦν· Ἐλήλυθεν ἡ ὥρα, φησίν, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. «Ἔθου σκότος, καὶ ἐγένετο νύξ.» Σαφῶς τὸν τοῦ σταυροῦ λέγει καιρόν, ἐν ᾧ ἔδυνεν ὁ ἡμέτερος ἥλιος. Τότε γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης ἐγένετο, ὅπερ εἰς ὁλόκληρον νύκτα, ἕνεκα τοῦ τριημέρου τῆς ἀναστάσεως μυστηρίου παρείληπται. «Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία.» Θηρία τοῦ δρυμοῦ καὶ σκύμνους τοὺς δαίμονάς φησιν, οἴτινες ἐν τῷ καιρῷ τοῦ Δεσποτικοῦ πάθους ἀναγκαίως ὠρύοντο, νομίζοντες τότε θήρας ἔχειν καιρόν. Ἔβλεπον γὰρ Ἰούδαν προδεδωκότα, τὸν Πέτρον ἀρνούμενον, τοὺς λοιποὺς ἀποστόλους σκορπισθέντας. Ὠρύοντο τοίνυν, ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ τοὺς δικαίους ἐξαιτεῖν εἰς πειρατήρια. Ἢ οὐχὶ τὸν Ἰὼβ ἐξῄτησεν ὁ διάβολος; Ἐξῄτησε δὲ καὶ τοὺς ἀποστόλους παρὰ τοῦ Χριστοῦ, ὥστε τὸν Κύριον λέγειν· Σίμων, Σίμων, ποσάκις ἐξῄτησεν ὁ Σατανᾶς σινιᾶσαι ὑμᾶς ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. «Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν.» Ἀναστάντος γὰρ Χριστοῦ ὑπεχώρησαν. Διὸ Σύμμαχος ἀντὶ τοῦ συνήχθησαν, ὑποχωρήσουσιν ἔγραψε. Ποῦ δὲ ὑπεχώρησαν; εἰς τὰς ἑαυτῶν μάνδρας· ἔνθα κατακοιτάζονται ἑρπετῶν δίκην φωλεύοντες.

Καὶ μάλα εἰκότως, ἐπειδὴ τὸ θαῤῥεῖν τοῖς ὄντως ἀνθρώποις δέδωκεν ἡ τοῦ Χριστοῦ ἀνάστασις, καὶ προέτρεψε, μέχρις ἑσπέρας, δηλαδὴ τῆς τοῦ βίου συντελείας, τὸ ἔργον τὸ οἰκεῖον ἐργάζεσθαι, τουτέστι τὴν ἀρετήν· ταύτην γὰρ ἡμῖν ὁ Θεὸς εἰς ἐργασίαν ἔδωκεν. «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε.» Ἐκπλήττεται τοῦ Θεοῦ τὰ εἰρημένα μυστήρια ἐν σοφίᾳ πολλῇ καὶ μεγάλῃ γενόμενα· ἣν ὡς ὑπερβάλλουσαν καὶ λίαν ἀπόκρυφον οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, καθά φησιν ὁ Παῦλος. «Ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.» Τουτέστι τοῦ ἐγκαινισμοῦ καὶ τῆς ἀνανεώσεως.

Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Διὰ τί δὲ ἡ γῆ; ἐπειδὴ εἰς αὐτὴν ὁ κλίνας οὐρανοὺς καταβέβηκε. Πῶς δὲ αὐτὴν ἔκτισεν, ἀλλ’ ἢ δι’ ὑδάτων, ὥσπερ αὐτὴν καὶ ἀπ’ ἀρχῆς παρήγαγε; δι’ ὑδάτων δὲ τοῦ βαπτίσματος, εὔδηλον· μηνύει γὰρ τὸ ἑπόμενον. «Αὕτη ἡ θάλασσα ἡ μεγάλη.» Μεγάλη ἡ χάρις τοῦ βαπτίσματος, ὡς μεγάλα περιέχουσα μυστήρια. Εὐρύχωρος δέ, ὡς ὅλην χωροῦσα τὴν ἐνέργειαν τοῦ πνεύματος. Ἑρπετά τε τοὺς ἁμαρτωλούς, διὰ τὸ ἕρπειν αὐτοὺς ἐπὶ τὰ γήϊνα νόησον· οἵπερ διὰ τὸ πλῆθος εἰκότως ὑπὲρ ἀριθμὸν λέγονται, ἢ ὅτι μόνοις τοῖς δικαίοις ἀριθμεῖσθαι πρέπει. Φησὶ γάρ· Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. Ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. «Ζῶα μικρὰ μετὰ μεγάλων.» Οἱ μετρίως δίκαιοι καὶ ἄγαν. Πάντας γὰρ τούτους τὸ βάπτισμα δέχεται, καὶ οὐ μόνον ἁμαρτωλοὶ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, ἀλλὰ καὶ οἱ δίκαιοι χρῄζουσιν.

Ἐπειδὴ ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. «Πάντα πρὸς σὲ προσδοκῶσι.» Πάντα γὰρ τὰ ἀγαθὰ τῇ χειρὶ τοῦ Θεοῦ περιέσφιγκται, ἵν’ ὅταν ἀνοίξῃ, πάντα πληροῖ καὶ χορτάζῃ χρηστότητος. Ἄνοιξιν δὲ αὐτοῦ χειρῶν καὶ τὴν ἔκτασιν τὴν ἐπὶ τοῦ σταυροῦ προσήκει λογίζεσθαι· ἀφ’ ἧς πάντα ἐπλήσθη χρηστότητος, τουτέστι φιλανθρωπίας· ἐπειδὴ πᾶσα ἁμαρτία διὰ σταυροῦ συγκεχώρηται. «Ἐξαποστελεῖς τὸ πνεῦμά σου.» Ἦν ἂν τοῦτο περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως λέγεσθαι, ὡς ἐπὶ τὴν γῆν ἀποστελλομένου τοῦ ἀνθρωπίνου πνεύματος, ὥστε ἀνακαινισθῆναι τὴν ἀνθρωπότητα, εἰ μὴ τὸ Πνεῦμά σου ὁ Προφήτης εἶπε, σαφῶς τὸ τοῦ Θεοῦ Πνεῦμα τὸ ἅγιον δηλῶν· οὗ τῇ ἀποστολῇ πᾶσα ἡ γῆ, τουτέστι πάντα τὰ ἔθνη ἐκτίσθη, καὶ ἐκαινίσθη· διὰ τοῦ κηρύγματος τῶν ἀποστόλων, εὔδηλον. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. «Ὁ ἐπιβλέπων ἐπὶ γῆν.» Τοσαύτη γὰρ ἡ τοῦ Δημιουργοῦ δύναμις, ἱκανὸν αὐτοῦ καὶ τὸ βλέμμα εἶναι, σαλεῦσαι τὴν δοκοῦσαν ἀσάλευτον. «ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου.» Ὑπόσχεσις ἀγαθὴ καὶ ζωὴν αἰώνιον τῷ πληροῦντι παρέχουσα, ὅρον τοῦ βίου τινὰ τὴν τοῦ Θεοῦ δοξολογίαν τίθεσθαι. Εἰς ἀγγέλων γὰρ τάξιν ὁ τοιοῦτος ἀνέρχεται. «Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου.»

Ἐὰν γὰρ ὁ Θεὸς ἐπὶ ταῖς ἡμετέραις ἀρεσθῇ λέξεσι, τότε καὶ ἡμεῖς εἰκότως ἐπ’ αὐτῷ εὐφραινόμεθα, ἀγαθὰ παρ’ αὐτοῦ τὰ μὲν ἤδη λαμβάνοντες, τὰ δὲ προσδεχόμενοι· καὶ τό, Χαίρετε ἐν Κυρίῳ πάντοτε, ἀποπληρῶσαι δυνάμεθα. «Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς.» Ἐοικὸς τῷ προοιμίῳ καὶ τὸ τέλος ἐπέθηκεν. Ἐχρῆν γὰρ περὶ τηλικούτων μυστηρίων ἐνθέμενον, ἀρχὴν καὶ τέλος τοῦ λόγου τὴν εἰς Θεὸν εὐλογίαν ποιήσασθαι, ἧς καὶ ἡμεῖς μετὰ σπουδῆς ἐχώμεθα. Εὐλογία γὰρ Θεοῦ διηνεκὴς εἰς εὐζωΐαν ῥυθμίζει τὸν βίον τὸν ἡμέτερον.