Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ψαλμούς (ἐκ τοῦ μεγάλου ἑρμηνευτικοῦ)
Ερμηνεία στους Ψαλμούς ΡΔ΄-ΡΣΤ΄
Σχολιασμός των ιστορικών γεγονότων της Παλαιάς Διαθήκης, της ίδρυσης της Εκκλησίας και του μαρτυρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ΡΔ΄-ΡΣΤ΄
Σχολιασμός των ιστορικών γεγονότων της Παλαιάς Διαθήκης, της ίδρυσης της Εκκλησίας και του μαρτυρίου.
ΨΑΛΜΟΣ ΡΔʹ. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ.» Οὐ μάτην ἐξομολογεῖσθαι πρότερον, καὶ δεύτερον ἐπικαλεῖσθαι βούλεται· ἀλλ’ ἵνα καθαροὶ διὰ τῆς ἐξομολογήσεως τῶν ἡμετέρων ἁμαρτημάτων γενόμενοι, ἐξ ἁγίου ναοῦ καὶ ὀργάνου καθαροῦ τὸν ὕμνον προσενέγκωμεν. «Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι.» Τίνος χάριν; ἐπειδὴ τὸν Ἰουδαίων λαὸν ἀνήκοον ὄντα καὶ ἀπειθῆ ἡ ἐπαγγελία ὠφελεῖν οὐκ ἠδύνατο.
Ὥστε σαφῶς ὁ Προφήτης προαγορεύει τὴν τοῦ νόμου καὶ τῶν προφητῶν εἰς τὰ ἔθνη μετάβασιν. «Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.» Ἰσχὺν ἀναλαβεῖν τῇ ψυχῇ τῇ τῶν ἡδονῶν ἐγκρατείᾳ βούλεται τοῦτον ὅστις ζητεῖ τὸν Κύριον. Πρόσωπον δέ, οὐ τὸ τῆς οὐσίας λέγει (τοῦτο γὰρ οὐδεὶς ὄψεται, φησὶ πρὸς Μωσέα, καὶ ζήσεται), ἀλλὰ πρόσωπον τοῦ Θεοῦ ἡ εἰς αὐτὸν γνῶσις. «Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν.» Καὶ μὴν εἰς τὴν Ἰουδαίαν δοθεὶς ὁ νόμος ἐτύγχανεν· ἀλλ’ ἐπειδὴ τῶν ἐθνῶν αὐτὸν λαμβανόντων εἰς ὅλην διαβαίνειν τὴν οἰκουμένην ἔμελλε· τὸ γενόμενον ὁ Προφήτης αἰνίττεται, καὶ δείκνυσιν, ὡς αὐτὸς Θεός, ὁ τότε μόνῃ τῇ Ἰουδαίᾳ τὸν νόμον καὶ τοὺς προφήτας δεδωκώς, εἰς πᾶσαν αὐτοὺς ὕστερον τὴν γῆν ἐφανέρωσεν. «Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης.» Αἰῶνα μὲν καὶ χιλίας γενεὰς τὸν παρόντα βίον λέγει· οὐ χιλίας πάντως γενεὰς ἀριθμούμενος, ἀλλ’ ἔθος τῇ θείᾳ Γραφῇ τὸν τῶν χιλίων ἀριθμὸν ἐπὶ τοῦ πλήθους ἐκδέχεσθαι· ὡς ὅταν Πέτρος λέγῃ· Ἡμέρα μία παρὰ Κυρίου ὡς χίλια ἔτη. Καὶ πάλιν Δανιήλ·
Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ. Διαθήκην δὲ ἐνταῦθα τὴν Παλαιὰν ἐννόησον, καὶ λόγον ὃν ἐν αὐτῇ περὶ τοὺς πατριάρχας ἐξεβόησεν. «Ὂν διέθετο τῷ Ἀβραάμ.» Ἄλλος φησίν· Ὃν συνετέλεσε μετὰ τοῦ Ἀβραάμ. «Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος.» Πολλὰ γὰρ ἔθνη μετῆλθον, μέχρις ὅτε τῆς ἐπαγγελθείσης αὐτοῖς γῆς τὸν κλῆρον παρέλαβον. «Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς.» Ἐρεῖς ταυτὸ καὶ περὶ τοῦ Λάβαν· τούτῳ γὰρ οὐ συνεχώρησε τὸν Ἰακὼβ ἀδικῆσαι, καὶ ταῦτα βουλομένῳ. «Μὴ ἅπτεσθε τῶν χριστῶν μου.» Χριστοὶ δὲ οἱ πατριάρχαι, οὐκ ἐλαίῳ χρισθέντες, ἀλλὰ τῇ μετουσίᾳ τοῦ Πνεύματος· ἀφ’ ἧς καὶ προφῆται ἐλέγοντο. Ἀκήκοας γὰρ ὅπως τὸν Ἀβραὰμ ὁ Θεὸς ἐν τοῖς πρὸς Ἀβιμέλεχ λόγοις προφήτην προσηγόρευσεν. «Πᾶν στήριγμα ἄρτου συνέτριψεν.» Τουτέστι, Πᾶσαν ὑπόστασιν τροφῆς συντριβῆναι ὁ Προφήτης ἱστόρησεν. Ἕτερος ἑρμηνευτής φησι βακτηρίαν, τουτέστιν ἰσχύν. «Ἐξαπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον.» Δείκνυσιν ὅτι τὰ τοῖς ἁγίοις συμβαίνοντα, οἰκονομίας τινὸς θαυμαστῆς καὶ δοξαζούσης αὐτόν τε Θεὸν καὶ τοὺς πάσχοντας γίνεται. Ἰδοὺ γὰρ καὶ ὁ Ἰωσὴφ εἰς δουλείαν ἐπράθη, ὥστε ἔμπροσθεν τοῦ λοιποῦ γένους ἀποσταλῆναι· τουτέστιν, ὥστε προλαβεῖν καὶ εὐτρεπίσαι αὐτοῖς τὴν εἰς Αἴγυπτον κάθοδον· ἀφ’ ἧς τηλικαῦτα ἠκολούθησε θαύματα. «Εἰς δοῦλον ἐπράθη Ἰωσήφ.»
Τὸ στεῤῥὸν τῶν πειρασμῶν καὶ τὸ ἰσχυρὸν προσηγόρευσε σίδηρον, ὅπερ διὰ τῆς ὑπομονῆς ὁ Ἰωσὴφ διέβαινε· καὶ πάροδος αὐτῷ τὰ λυπηρὰ διὰ μακροθυμίαν ἐγίνετο. «Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ.» Τουτέστι, τὸν περὶ αὐτοῦ λόγον ὅνπερ ὁ Θεὸς ἐπὶ τῆς κατ’ αὐτὸν οἰκονομίας ἔθετο. Λόγῳ γὰρ πάντα οἰκονομῶν, λόγῳ τινὶ καὶ τῶν ἐφ’ ἡμῖν πειρασμῶν τὴν ἀπαλλαγὴν καὶ τὸ τέλος ἀπένειμε· καὶ ἡμεῖς ἀγνοοῦντες πρότερον, ὕστερον τῇ ἐκβάσει μανθάνομεν.
Καὶ μὴν οὔπω νόμος δοθεὶς ὑπῆρχεν ἔγγραφος, ἀλλ’ ἑκάστῳ λογικῷ λόγιον παρὰ Θεοῦ ὁ φυσικὸς νόμος, δι’ ὃν καὶ λογικοὶ γινόμεθα. «Μετέστρεψε τὴν καρδίαν αὐτῶν.» Μετέστρεψε, τουτέστι, μεταστραφῆναι συνεχώρησεν.
Οὕτω γὰρ ἔθος τῇ θείᾳ Γραφῇ λέγειν, ὅσα ἐξὸν κωλῦσαι συγχωρεῖ, οὐ δίχα δὲ λόγου τινός, ἀλλ’ οἰκονομῶν ἕτερα. «Καὶ οὐ παρεπίκραναν τοὺς λόγους αὐτοῦ.» Τουτέστιν, οὐ παρῆλθον τὰς ἑαυτῶν ὑποσχέσεις, οὐδὲ τὰ ἐπαγγελθέντα σημεῖα ἐψεύσαντο. Τί γὰρ τοῦ ψεύδους πικρότερον; διότι μὴ ψεύσασθαι, ἀλλὰ πάντα ἐπιτελέσαι τὰ προσταχθέντα θαύματα, μὴ παραπικρᾶναι δικαίως προσηγόρευται. Λέγει δὲ περὶ Μωσέως καὶ Ἀαρών, εὔδηλον. «Μετέστρεψε τὰ ὕδατα αὐτῶν.» Οὐκ εἶπε τὸ ὕδωρ, ἀλλὰ τὰ ὕδατα· ἐπειδὴ πᾶσαν ὕδατος συναγωγὴν οὐ μόνον τὴν ἐν ποταμοῖς καὶ λίμναις, ἀλλὰ καὶ τὴν ἐν ξύλοις καὶ λίθοις εἰς αἷμα μεταβέβληκεν· ἀφ’ ὧν καὶ οἱ ἰχθύες τῆς φύσεως τῶν ὑδάτων ἀλλοιωθείσης ἀπέθνησκον. «Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους.» Καὶ μὴν πανταχοῦ διέτρεχον οἱ βάτραχοι ἕρκοντες.
Ἀλλὰ τῶν βασιλικῶν ταμείων ἐμνημόνευσεν, ὥστε δηλῶσαι τὸ τοῦ θαύματος μέγεθος· ὅτι μηδὲ πλῆθος οἰκετῶν ἢ στρατιωτῶν, οὕσπερ εἰκὸς ἐν τοῖς βασιλείοις διάγειν, ἀποσοβῆσαι τοὺς βατράχους ἐδύνατο. Οὐ μόνον, φησί, τὸ ὕδωρ εἰς χάλαζαν μεταβαλὼν συνέπηξεν, ἀλλὰ καὶ πῦρ ἐξήγαγεν ἐξ αὐτοῦ, ἢ συνέπληξεν αὐτό. Ἑκάτερον γὰρ πολλὴν τὴν κατὰ τῶν στοιχείων ἐξουσίαν τοῦ θαυματουργοῦντος συνίστησιν. «Καὶ ἐπάταξε πᾶν πρωτότοκον.» Πᾶν πρωτότοκον εἰπών, τὰς δύο πληγὰς τὰς ἐπὶ τῶν κτηνῶν καὶ τῶν ἀνθρώπων γενομένας παρέστησε.
Καλῶς δὲ πόνου παντὸς ἐκάλεσεν ἀπαρχὴν τὰ πρωτότοκα. Εἰ γὰρ καὶ ὑστέρα πληγὴ ἐγένετο, ἀλλ’ ὅμως ἐπ’ αὐτῇ πλέον ἐπλήγησαν· καὶ ὥσπερ ἀνακεφαλαίωσις αὐτοῖς τῶν ἄλλων μαστίγων ἐγένετο. Ὁμοῦ δὲ καὶ αἰνίττεται, ὡς ἡ πληγὴ αὕτη ἀνταπόδοσις ἦν τῆς τῶν Ἰσραηλιτικῶν βρεφῶν ἀναιρέσεως, ἥντινα ἀπαρχὴν ἐπιβουλῆς κατὰ τῶν Ἰουδαίων ὁ Φαραὼ ἐνεδείξατο. «Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ.» Οὐκ ἀδικῶν τοὺς Αἰγυπτίους (Θεοῦ γὰρ ἑτέρους εὐεργετεῖν ἑτέρων ἀδικουμένων ἀνάξιον)· ἀλλ’ ὅταν σκυλεῦσαι αὐτοὺς τοῖς Ἰουδαίοις ἐντέλλεται, τὸν μισθὸν ὅνπερ αὐτοῖς τῆς πλινθοποιίας ἐπώφειλον εἰσεπράττετο. «Καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν.» Ἀπόδειξις σαφὴς ὅτι χεὶρ Θεοῦ ὑπῆρχεν ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ ἐξάγουσα. Πῶς γὰρ ἐν τοσαύταις μυριάσιν οὐδεὶς ἀσθενεῖν ἔμελλε, καὶ ταῦτα κακῶς αὐτῶν πασχόντων καὶ ταλαιπωρουμένων τοῖς ἔργοις ὁσημέραι; «Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ.» Τοσαύτην τοῦ Θεοῦ μεταβολὴν δεδωκότος τοῖς πράγμασιν, ὥστε τοὺς πρότερον πρὸς βίαν κατέχοντας αὐτούς, παρακαλεῖν ἀπᾶραι καὶ κατεπείγειν.
Διόπερ οὐδὲν τῆς δυνάμεως τῶν ἐχθρῶν ὅταν ἔχωμεν ὑπερμαχοῦντα, τὸν Θεὸν φροντίζειν ὀφείλομεν. «ᾜτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα.» Τὸ μάννα λέγει οὐχ ὡς ἐξ αὐτοῦ τοῦ οὐρανοῦ, ἀλλ’ ἐκ τοῦ ὑπὲρ κεφαλῆς ἀέρος (ὅνπερ οὐρανὸν ἡ θεία Γραφὴ πολλάκις προσαγορεύει) φερόμενον, ἅμα δὲ καὶ ὡς εἰκόνα τοῦ οὐρανίου ἄρτου τοῦ δοθέντος ἐν μυστηρίῳ τῇ Ἐκκλησίᾳ φέροντα. «Διέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα» Οὐκ ἄρα τὸ ὑπάρχον ὕδωρ ἐν τῇ πέτρᾳ ἡ πληγὴ τῆς ῥάβδου καὶ ἡ ῥῆξις ἐπήγαγεν· ἀλλὰ τὰ τοῦ Θεοῦ προστάγματα, καὶ ῥαγῆναι τὴν πέτραν ὑπὸ τῆς ῥάβδου, καὶ ὕδωρ ῥεῦσαι ὃ πρότερον οὐκ ἦν ἐν αὐτῇ, παρεσκεύασε. Τοῦτο γὰρ ὁ Προφήτης μαρτυρούμενος, Ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί, ἐξεβόησεν χάριν ἵνα τῆς γῆς ἐκείνης τὸ ξηρὸν ἄνικμον καὶ ἄγονον τῶν ὑδάτων αἰνίξηται. Ταῦτα δὲ τίνος ἐθαυματουργεῖτο χάριν; Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ. «Ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα.» Καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσι. δηλονότι τὸ Εὐαγγέλιον Τί γὰρ ἔμελλον ζητεῖν ὅπερ ἅπαξ εἶχον; Οὐκοῦν τὴν διαθήκην πάντως τὴν δευτέραν αἰνίττεται.
ΨΑΛΜΟΣ ΡΕʹ «Καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ.» Οὐδὲ γὰρ ἁφὴ τῆς ῥάβδου, ἀλλὰ τὸ πρόσταγμα τοῦ Θεοῦ χέρσον ἐποίει τὸ πέλαγος. «Καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισούντων.» Οὐ μάτην ταῦτα λέγει, τὴν δὲ τῶν Ἰουδαίων ἀχαριστίαν τραγῳδῆσαι βουλόμενος, ὅτι τοιαύτης εὐεργεσίας ἀπολαύοντες, ἀγνώμονες ὅμως περὶ τὸν εὐεργέτην τὸν οἰκεῖον γεγόνασι, τὸν ὕδατι τοὺς θλίβοντας αὐτοὺς καὶ τοὺς ἐπηρεάζοντας θάπτοντα.
Ὥσπερ ἐπιφέρει· «Ἐτάχυναν, ἐπελάθοντο.» Ἀπίστων τοῦτο καὶ ὀλιγωρῶν ἴδιον, μὴ ἀναμένειν τὴν τοῦ Θεοῦ βουλήν, ὅταν μετὰ μακροθυμίας οἰκονομῆσαι ἐκεῖνος βούληται ἅπαντα, ἀλλ’ ἀπογινώσκειν, λήθην παθόντας τῶν θαυμάτων τῶν ἔμπροσθεν. «Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ.» Δύο τῶν Ἰουδαίων συνῆψεν ἁμαρτήματα· ἓν μέν, ὅτι σαρκικὴν ἐπιθυμίαν ἐπεθύμουν ἐν τῇ ἐρήμῳ, ἐν ᾗ φιλοσοφεῖν ἔδει, καὶ ἀπὸ πάσης τοιαύτης ἐπιθυμίας ἐγκρατεύεσθαι· δεύτερον δέ, ὅτι δεηθέντες ὕδατος οὐκ ᾔτουν, ἀλλ’ ἐπείραζον. Πλὴν θαυματουργῶν ὁ Θεὸς οὐκ ἐπαύετο. Οὐδὲ γὰρ ἀνεβάλετο, οὐδὲ εἰς ἕτερον μεταστῆναι τόπον, ὥστε ὕδατος εὑρεῖν χορηγίαν ἐκέλευσεν, ἀλλὰ τὴν ἔρημον καὶ διψάδα ἔνυδρον πηγὴν προαγαγὼν ἀπὸ τῆς πέτρας ἔδειξεν. «Ἠνοίχθη ἡ γῆ.» Ἡνίκα συστάντες κατὰ Μωϋσέως καὶ Ἀαρών, χάσματος γενομένου κατεπόθησαν. Εἰκότως δὲ αὐτοῖς τοῦτο τῆς τιμωρίας τὸ εἶδος συνέβαινεν. Ἐπειδὴ γὰρ τοὺς τὴν Ἐρυθρὰν θάλασσαν διελθόντας ἐφαύλισαν, αὐτοὶ τῆς γῆς συλληφθείσης ἀπώλοντο. «Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν.» Τὴν ἐπαγγελθεῖσαν λέγει, ἡνίκα τοὺς κατασκόπους πέμψαντες, καὶ πολλὰ ὅσα τῆς γῆς ἀκηκοότες ἐγκώμια, εἰς Αἴγυπτον ἐπιστρέφειν ἐβούλοντο. «Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος.» Δηλοῖ τὴν ἀπὸ τῆς γῆς ὀλιγωρίαν τὰ ῥήματα· Ἀκούσατέ μου, οἱ ἀπειθεῖς· Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;
Διαστολὴν δὲ ἐν τοῖς χείλεσιν οὐ τὴν τῶν ῥημάτων ἀμφιβολίαν λέγει, ἣν ὁ Μωσῆς ἀπὸ τῆς πέτρας θαυματουργῶν ὑπέμεινεν, ἀλλὰ τὸ συμβάν, εἰκότως τῷ λαῷ τῶν Ἰουδαίων λογίζεται· ἐπειδὴ συνεχῶς ἀπειθοῦντες καὶ πειράζοντες, εἰς ὀλιγωρίαν αὐτὸν καταστῆναι ἐποίησαν. «Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι.» Οὐ μόνον ἐφείσαντο τῶν ἀσεβῶν, ἀλλὰ καὶ ἀσεβῆ πρὸς αὐτοὺς κοινωνίαν εἰργάσαντο. «Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν.» Πορνείαν οὖν ἐνταῦθα τὴν ἀπὸ τοῦ Θεοῦ ἀποστασίαν καλεῖ. «Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν.» Ὁμοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὕμνησε, καὶ τὴν ἐκείνων κακίαν ἐτραγῴδησεν· ὁ μὲν γὰρ εὐεργετῶν καὶ ῥυόμενος αὐτοὺς τῶν λυπηρῶν οὐκ ἐπαύετο, οἱ δὲ καὶ παροργίζοντες αὐτόν, καὶ παραπικραίνοντες ὀμοίως ἐπέμενον. «Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμούς.» Ὁρᾷς ἡλίκον ἐστὶν εὐμένεια Θεοῦ· ὅπως ἡμῖν καὶ τοὺς ἐχθροὺς εὐμενεῖς ἐργάζεται, καὶ οὐδέ τινας, ἀλλὰ πάντας· καὶ οἱ λαβόντες αἰχμαλώτους ὡς πολέμιοι, οὗτοι σπλάγχνα πατέρων περὶ τοὺς αἰχμαλωτισθέντας ἀναλαμβάνουσιν, ὥστε δῆλον εἶναι τὸ μὲν ὀργῆς Θεοῦ, τὸ δὲ φιλανθρωπίας· ἀμφοῖν γὰρ εἰς διόρθωσιν χρῄζομεν. «Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν.» Τοῦτο γάρ ἐστιν ὄντως σωθῆναι, τὸ ἐπισυναχθῆναι ἐκ τῶν ἐθνῶν, καὶ μὴ διεσπάρθαι εἰς τὴν ἐκείνων πλάνην. Λέγει γὰρ ἔθνη νῦν, τοὺς ἐν ἀσεβείᾳ πορευομένους, ἤτις τῶν ἐθνῶν ἐκράτει τὸ πρότερον. «
Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραήλ.» Μέχρι τῶν ἐνταῦθα τὴν τετάρτην βίβλον τῶν Ψαλμῶν Ἑβραίων παῖδες ὁρίζονται· εἰς πέντε γὰρ τὴν τοῦ Δαβὶδ προφητείαν διελόντες (καθὰ καὶ πρότερον ἔφαμεν), ἕκαστον ψαλμόν, ᾧ τοῦτο τέλος πρόσκειται Ἀμήν, ἀμήν, συμπλήρωσιν εἶναι μιᾶς βίβλου νομίζουσιν.
ΨΑΛΜΟΣ ΡϚʹ. «Ἀλληλούϊα.» Παραπλησίως τοῖς προτέροις καὶ οὗτος ἐπιγέγραπται· τῆς γὰρ αὐτῆς ὑποθέσεως ἔχεται, ἱστορῶν ἐν μέρει τὰ γενόμενα τοῖς Ἰουδαίοις θαύματα. «Πεινῶντες καὶ διψῶντες.» Ὅταν γὰρ ψυχὴ λιμώξῃ καὶ διψήσῃ ἀκοὴν λόγου τοῦ Θεοῦ, διδασκαλίας οὐκ ἔχουσα, ἀναγκαίως ἐκλείπει καὶ ἐλαττοῦται· ἐπειδὴ τροφὴ ψυχῆς ὁ τῆς θεογνωσίας ἄρτος. «Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ.» Ἐλέη καὶ θαυμάσια τοῦ Θεοῦ τὰ αὐτοῦ προσηγόρευσεν.
Ὅσα γὰρ ἐθαυματούργησεν, οὐκ ἐνδείξεώς τινος ἢ φιλοτιμίας παρήγαγεν ἕνεκα, ἐλέους δὲ πάντως καὶ φιλανθρωπίας χάριν τὴν πρὸς ἐκείνους ὑπὲρ ὧν ἐπράχθη καὶ τὰ θαύματα. «Ὅτι ἐχόρτασε ψυχὴν κενήν.» Καὶ μὴν τὴν αὐτὴν καὶ πεινῶσαν εἰπών, ἔδειξεν ὡς ἁμαρτωλοί τινες ἦσαν οἱ λιμώττοντες. Τὸ γὰρ κενὸν ἀντὶ τοῦ ματαίου παρείληπται. «Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας.» Ὁδὸν ἀνομίας ἀναγκαίως προσαγορεύει τὸν θάνατον.
Αἰτία γὰρ τῷ θανάτῳ ἡ παρακοὴ τοῦ νόμου τοῦ δοθέντος ἐν παραδείσῳ γεγένηται. Ἀλλ’ ὅμως Χριστὸς ἡμᾶς ἐκ τοῦ θανάτου ἀντελάβετο, μέσον τῶν νεκρῶν ἡ ζωή, ἵνα λύσῃ τοῦ θανάτου τὴν τυραννίδα γενομένος. «Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχή.» Βρῶμα τὴν τροφὴν ἐνταῦθα τὴν λογικὴν νοήσομεν· περὶ ἧς ὁ Κύριος τοῖς ἀποστόλοις ἔλεγεν· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Ταύτης πᾶν εἶδος ὁ ἄνθρωπος ἐβδελύξατο. Οὔτε γὰρ φυσικὸν νόμον οὔτε γραπτὸν ἐφύλαξαν, καὶ διὰ τοῦτο ἤγγισαν ἔως τῶν πυλῶν τοῦ θανάτου. Πύλαι δὲ θανάτου τὰ ἁμαρτήματα οἷς δέον αὐτοὺς μακρύνεσθαι. Ὅσον γὰρ ταύταις ἤγγισαν, τοσοῦτον πόῤῥω τῶν πυλῶν τῆς ζωῆς ἀναγκαίως ἐγένοντο. Ἀλλ’ ὁ Χριστὸς αὐτοὺς καὶ μακρὰν ὄντας ἐγγὺς διὰ τοῦ αἵματος τοῦ οἰκείου πεποίηκεν. «Καὶ ἐκέκραξαν πρὸς Κύριον.» Κραυγὴν ὁ Θεὸς οὐ τὴν διὰ φωνῆς γενομένην, ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας λογίζεται· ἐπεὶ καὶ Μωϋσέως σιωπῶντος ἔλεγε, Τί βοᾷς πρός με; «Ἀπέστειλε τὸν Λόγον αὐτοῦ.» Τί τούτου σαφέστερον πρὸς ἔνδειξιν τῆς τοῦ Σωτῆρος σαρκώσεως; ἀποσταλέντα γὰρ Λόγον τὸν σαρκωθέντα λέγει, τὸν λέγοντα· Ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με. Ὅσπερ ἡμῶν τὸ γένος ἰασάμενος, ἐκ τῶν διαφθορῶν ἡμᾶς δηλαδὴ τῶν ἁμαρτημάτων ἐῤῥύσατο. Φθορὰ γὰρ παντὸς ἀνθρώπου τὰ ἁμαρτήματα.
Ἐπειδὴ εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. «Οἱ καταβαίνοντες εἰς θάλασσαν.» Ἐνταῦθα θάλασσαν νοῆσαι χρὴ τὸν βίον τὸν ἡμέτερον, πλοῖα τὰς Ἐκκλησίας· περὶ ὧν ὁ Θεὸς τοιαῦτα πρὸς τὸν Ἰὼβ διαλέγεται· Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ· καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴ αὐτοῦ. Λέγει δὲ τὸν διάβολον, ὡς πρὸς αὐτὸν πᾶσα μὲν ἀνθρώπων ἡττᾶται μηχανή, ὥστε μηδὲ βύρσαν οὐρᾶς αὐτοῦ βαστάζειν ἢ ὑφίστασθαι· ἀλλ’ ὅμως αὐτοῦ τὴν κεφαλήν, δηλαδὴ τὴν εἰδωλολατρίαν, ἤτις πάσης αὐτοῦ τῆς πονηρίας ὑπῆρχε κεφάλαιον, ἐν τοῖς πλοίοις τῶν Ἐκκλησιῶν ἐνέκρωσαν οἱ ἀπόστολοι. Οὗτοι ἐργασίαν ἐν ὕδασι πολλοῖς, ἐν τῷ πλήθει δηλαδὴ τὴν τῶν ἀνθρώπων σωτηρίαν πεποίηνται. Ἴδοσαν δὲ καὶ τοῦ Θεοῦ τὰ ἔργα, τουτέστι τὰ δημιουργήματα καὶ τὰ θαυμάσια, δηλαδὴ τὰ σημεῖα, ὅσα τὴν σωτηρίαν οἰκονομῶν τὴν ἡμετέραν ἔθετο ἐν τῷ βυθῷ, τουτέστιν ἐν τῇ σοφίᾳ· μεθ’ ἧς ὁ Θεὸς οἰκονομεῖ τὰ ἡμέτερα. Βάθος γὰρ ἡ τοῦ Θεοῦ σοφία, διὰ τὸ ἀνείκαστον αὐτῆς καὶ ἀμέτρητον.
Τοὺς πειρασμοὺς λέγει (γέμει γὰρ αὐτῶν ὁ βίος ὁ ἀνθρώπινος)· ἐγείρει δὲ αὐτοὺς καὶ τὸ πνεῦμα τῆς καταιγίδος, δηλαδὴ τὸ πνεῦμα τὸ ἀντικείμενον· οὐ μὴν ἀπὸ τῆς οἴκοθεν ἐξουσίας, ἐπιτρέψαντος δὲ τοῦ Θεοῦ εἰς τὴν τῶν δικαίων γυμνασίαν καὶ φανέρωσιν· δηλοῖ δὲ αὐτὸς ὁ Θεὸς [ἡνίκα] τῷ διαβόλῳ πειρᾶσαι τὸν Ἰὼβ ἐπιτρέψας. Καλῶς δὲ κύματα τοὺς πειρασμοὺς ἐκάλεσεν· ἐπειδὴ καθάπερ γαλήνη τὰ κύματα, οὕτως καὶ τοὺς πειρασμοὺς εἰρήνη διαδέχεται. «Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν.» Τὰ κακὰ δὲ ἐνταῦθα οὐ φαῦλα, ἀλλὰ τὰ κακωτικὰ λέγει. Ὅθεν Ἀμώς φησιν· Εἰ ἔσται κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησε; τὰς παιδείας λέγων ἂς ἐπιφέρει τοῖς ἀνθρώποις εἰς διόρθωσιν. Ἐν τούτοις ἡ ψυχὴ ἀναγκαίως ἐτήκετο. Ὅπερ γάρ ἐστι τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο ταῖς ψυχαῖς οἱ πειρασμοὶ τυγχάνουσι, τήκοντες αὐτάς, οὐχ ὥστε διαφθαρῆναι, ἀλλ’ ὥστε φανερωθῆναι πῶς λαμπρότητος ἔχουσι.
Ἐλέγχουσι γὰρ οἱ πειρασμοὶ τὰς ἀνθρώπων δυνάμεις. Διόπερ ὁ Κύριος ἔλεγε· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ἀλλὰ μὴν καὶ Πέτρος εἰς τοσοῦτον ἐταράχθη καὶ ἐσαλεύθη τῷ πειρασμῷ τῆς ἀρνήσεως, ὥστε περὶ τοῦ Κυρίου λέγειν· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Μεθύοντος δὲ ἴδιον οὐκ εἰδέναι καὶ τὸν τυχόντα γνώριμον. Τότε καὶ πᾶσα αὐτοῦ σοφία κατεπόθη. «Καὶ ἐκέκραξαν πρὸς Κύριον.» Οὐκοῦν καθάπερ οἱ ναῦται ὑπὸ χειμῶνος ἀποληφθέντες πάσης τέχνης καὶ ἐπινοίας κρείττονος διὰ τῆς εἰς τὸν Θεὸν ἐπικλήσεως σώζονται· οὕτω χρὴ καὶ τοὺς πειραζομένους οἰκείᾳ μὲν δυνάμει μὴ θαῤῥεῖν, μόνῃ δὲ τῇ πρὸς τὸν Θεὸν πεποιθήσει χρῆσθαι. «Καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν.» Ἐπειδὴ τὸ εὐαγγελικόν, καθάπερ ἔφημεν, ᾐνίξατο κήρυγμα, ἀναγκαίως Ἐκκλησίας ᾐνίξατο, οὐ λαοῦ, μήποτε δόξῃς τὴν Συναγωγὴν λέγεσθαι, λαῶν δὲ τῶν ἐθνῶν ἐμνημόνευσεν· ἐν οἷς καὶ καθέδρα πρεσβυτέρων, αἰνούντων τὸν Θεὸν ταῖς διδασκαλικαῖς γλώσσαις· περὶ ὧν Παῦλος ἔλεγεν· Οἱ πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν· μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. «Ἔθετο ποταμοὺς εἰς ἔρημον.» Τὴν παρ’ Ἕλλησιν ἐνταῦθα σοφίαν ᾐνίξατο.
Ἐζήλουν γὰρ ποταμοὺς διὰ τὴν ῥέουσαν γλῶτταν φιλόσοφοι, καὶ σοφισταί, καὶ ῥήτορες· ἀλλ’ ἔρημον τούτοις ἐλέγξας αὐτῶν τὸ ψεῦδος καὶ πεπλασμένον, ἔθετο καὶ τὰς διεξόδους τῶν λόγων (τούτους γὰρ διὰ τὴν βιαίαν ὁρμὴν προσηγόρευσεν ὕδατα) εἰς δίψαν.
Ἀκυρώσας γὰρ αὐτῶν τὴν χρῆσιν μεταβέβληκεν. «Τῆν καρποφόρον εἰς ἅλμην.» Τοῦτο σαφῶς εἰς τὴν Ἰουδαίαν γῆν καρποφόρον γινομένην διὰ τοὺς ἐξ αὐτῆς προφήτας καὶ τοὺς δικαίους εἴρηται, ἤτις εἰς ἅλμην ἀπὸ κακίας τῶν ἐν αὐτῇ κατοικούντων Γραμματέων καὶ Φαρισαίων, καὶ πάντων τῶν ἀσεβησάντων εἰς Χριστὸν μεταβέβληται.
Οὐκέτι γὰρ ἐν αὐτοῖς ἱερεύς, οὐ προφήτης· ἀλλ’ οὐδὲ καρπὸς ἕτερος τῆς ἀρχαίας πολιτείας εὑρίσκεται. «Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων.» Εἰπὼν ὅσα τοῖς ἀπίστοις Ἕλλησιν, ἔτι δὴ καὶ Ἰουδαίοις ἔμελλε συμβαίνειν (ἔβλεπε γὰρ αὐτὰ τοῖς ὀφθαλμοῖς τοῦ πνεύματος), ἰδοὺ νῦν τὰ περὶ τῆς Ἐκκλησίας συμφώνως τῷ Ἡσαΐᾳ ἐκτίθεται· φησὶ γὰρ κἀκεῖνος· Θήσω τὴν ἔρημον εἰς ἔλη, καὶ τὴν διψῶσαν γῆν εἰς ὑδραγωγούς. Οὗτος δὲ λίμνην ὑδάτων τὰς κολυμβήθρας ἐνόησε τοῦ βαπτίσματος· ὥσπερ αὐτὰς καὶ Σολομῶν ἐν τοῖς ᾌσμασιν, ἡνίκα τὸν Χριστὸν πρὸς τὴν ἑαυτοῦ νύμφην εἰσήγαγε τὴν Ἐκκλησίαν λέγοντα· Οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβῶν ἐν πύλαις θυγατρὸς πολλῶν· θυγατέρα πολλῶν τὴν Ἐκκλησίαν νενοηκώς· οὐ γὰρ μόνων τῶν ἀποστόλων, ἀλλὰ καὶ προφητῶν θυγάτηρ ἐγένετο.
Οὐκ ἦν δὲ ἐν αὐτῇ πρότερον Λόγος Θεοῦ, νῦν δὲ τοσοῦτον πλουτεῖ· ὥστε εἰς πᾶσαν αὐτῆς τὴν οἰκουμένην διαβαίνειν τὰ δόγματα· ἐν οἷς φυτευθῆναι μακάριον. Ξύλον γάρ τι εὑρίσκεται ἐν καιρῷ τὸν καρπὸν ποιοῦν, καὶ μήποτε τὸ φύλλον ἀποβάλλον, ὡς ἐν τοῖς προοιμίοις τῶν Ψαλμῶν ἀναγέγραπται. «Καὶ συνεστήσαντο πόλεις κατοικεσίας.» Οὐ πόλιν, ἀλλὰ πόλεις. Διαφόρους γὰρ πολιτείας ὁ ἐξ ἐθνῶν λαὸς ἔχει, ἐν αἷς κατοικίαι τῶν ἀρετῶν, αἵτινες τὸν ἔσωθεν ἡμῶν ἄνθρωπον σκέπουσι, κέκτηται. «Καὶ ἔσπειραν ἀγρούς.» Ἀγρὸς μὲν οὖν ἐστιν ἡ φιλοσοφία ἡ πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν ἀπάγουσα. Φησὶ γὰρ οὕτως ὁ Κύριος· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ ἐν ἀγρῷ κεκρυμμένῳ· ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. Τὴν αὐτὴν καὶ ἀμπελῶνα διὰ τῆς παραβολῆς τῶν ἐργατῶν τῶν μισθωθέντων ἔδειξε. καρπὸν δὲ γεννήματος τὸν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἑκατὸν εὔδηλον ὡς γεωργοῦσιν οἱ τὴν ἐν Χριστῷ φιλοσοφίαν μελετήσαντες, καὶ ἀρετὰς ἐν αὐτῇ καταφυτεύσαντες. «Καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληθύνθησαν.» Ἀπὸ γὰρ δώδεκα ἢ τυχὸν ἑβδομήκοντα εἰς χιλιάδας τρεῖς, εἶτα πέντε, εἶτα μυρίας ὅσας ὁρῶμεν προέκοψαν· οὕστινας κτήνη τῶν ἀποστόλων εἰκότως, ὡς ὑπ’ αὐτῶν μαθητευθέντας, ἐκάλεσεν. «Ἐξεχύθη ἐξουδένωσις ἐπ’ ἄρχοντας αὐτῶν.»
Τοὺς ἀσεβεῖν προτρεπομένους τοὺς μάρτυρας.
Ἐνισταμένων γὰρ αὐτῶν τῷ ζήλῳ τῆς πίστεως, ἡ τῶν ἀρχόντων ἐξουδένωσις, τουτέστιν ὁ φαυλισμὸς καὶ ἡ εὐτέλεια, ἐξεχεῖτο, καὶ ἐπλεόναζεν. Οὐκ ἦν ὁδὸς ἡ τῶν ἀσεβῶν ἀρχόντων πρόθεσις· οὐδὲ γὰρ Χριστὸν τὴν ὄντως ὁδόν, καὶ ζωήν, καὶ ἀλήθειαν, ὥδευον.
Διόπερ ἄβατος αὐτῶν ὁ σκοπὸς ὑπῆρχεν· ἀκανθῶν γὰρ τῶν ἐξ ἀσεβείας καὶ τριβόλων πεπλήρωτο· ἐν ᾗ ὁ Θεὸς αὐτοὺς ἐπλάνησεν. Οἰόμενοι γὰρ πλατυνομένην τὴν πίστιν καὶ τρέχουσαν ἀνακόπτειν διὰ τῆς τῶν μαρτύρων ἀναιρέσεως, ἐπλανῶντο· ἐπειδὴ πρὸς δόξης αὐτῇ καὶ προκοπῆς τοῦ μυστηρίου ὁ ζῆλος τῶν μαρτύρων ἐγένετο. «Καὶ ἐβοήθησεν πένητι ἐκ πτωχείας.» Πένητι, τουτέστι, τῷ διωκομένῳ λαῷ. Πένης γὰρ ἦν οὐδεμίαν ἔχων ἐν ἀνθρώποις ἐπικουρίας ὕπαρξιν· ἀλλ’ ἐκ ταύτης αὐτῷ τῆς πτωχείας ἐβοήθησεν. Ἐπειδὴ γὰρ ἀνθρώπων οὐκ εἶχε ῥοπήν, πάντες δὲ αὐτὸν ἐπολέμουν, δῆμοι καὶ βασιλεῖς καὶ ἄρχοντες, ὁ Θεὸς ἦν βοηθός· ἐφ’ ᾧ καὶ πάντας τοὺς πολέμους νενίκηκεν. «Καὶ ἔθετο ὡς πρόβατα πατριᾶς.» Τὰ συστήματα τῶν μαρτύρων ἐκάλεσεν· ἐπειδήπερ ἐκ διαφόρων ἐπιτηδευμάτων ἢ ἀξιωμάτων ἐτύγχανον.
Τούτους ὡς πρόβατα ἔθετο, τὸν θάνατον αὐτῶν ἀντὶ θυσίας δεξάμενος. «Τίς σοφός, καὶ φυλάξει ταῦτα;» Ἑνὸς σοφοῦ ταῦτα φυλάττοντος πολλὴ σύνεσις δι’ αὐτοῦ καὶ ἐπίγνωσις γίνεται. Σὺ τοίνυν μαθὼν ὅτι σοφὸν τὸν φύλακα τοῦ νόμου προσηγόρευσεν, εἰ σοφίας ἐπιθυμεῖς, ἐργάζου τὸν νόμον· προκοπὴ γὰρ τοῖς συνετοῖς ἡ πρᾶξις. Τὸ κέρδος δὲ οὐ μικρόν, ἐπειδὴ σοῦ τὸν νόμον φυλάττοντος ἕτεροι τὰ ἐλέη τοῦ Θεοῦ συνήσουσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.