Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ψαλμούς (ἐκ τοῦ μεγάλου ἑρμηνευτικοῦ)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στους Ψαλμούς ΡΖ΄-ΡΘ΄

Προφητική αναφορά στην Ανάσταση, την Ανάληψη, την αποστολή του Αγίου Πνεύματος, το σταυρικό πάθος και τη συντριβή των νοητών εχθρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 10 από 11

ΨΑΛΜΟΣ ΡΖʹ. «ᾨδὴ ψαλμοῦ τῷ Δαυΐδ.» ᾨδὴν ψαλμοῦ τὴν ἐν συνέσει δοξολογίαν λέγει· τοῦτο γὰρ καὶ τοῖς ἑξῆς δειχθήσεται. «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός.» Μακάριον ἑτοιμάζειν Θεῷ τὴν καρδίαν· ἕξει γὰρ αὐτὸν ὁ ἑτοιμάζων ἔνοικον. Ἐπειδὴ δὲ τὸν Λόγον ὁ Προφήτης διέσωσεν, ἄρα διπλῆν αὐτῷ τὴν ἑτοιμασίαν προσφέρειν ὀφείλομεν. Καὶ καθάπερ οἱ βασιλέα μέλλοντες ὑποδέχεσθαι ἑτοιμάζουσι τὸν οἶκον, πρῶτον μὲν ἐκκαθαίροντες, δεύτερον δὲ σκεύη ἐν αὐτῷ τὰ πρὸς τὴν χρείαν ἀποτιθέμενοι· οὕτω καὶ ἡμεῖς διπλῆν ἑτοιμασίαν τῷ Θεῷ παρασκευάζειν χρῄζομεν· μίαν μέν, καθαίροντες τὸν τῆς καρδίας ναόν· δεύτερον δέ, ἀρετὰς αὐτῇ καὶ πράξεις ἀγαθὰς ἐπεισφέροντες.

Οὕτω γὰρ ἡμῖν ὁ Θεὸς οὐκ ἐνδημήσει μόνον, ἀλλὰ καὶ ἐγχρονίσει. Δόξαν ἑαυτοῦ ὁ Προφήτης τὸν Χριστὸν προσηγόρευσεν· ἐπειδὴ συμμόρφους ἡμᾶς τῆς δόξης τῆς οἰκείας, ἀναλαβὼν τὰ ἡμέτερα, πεποίηκεν. Ἐν τούτῳ τοίνυν ᾄδειν καὶ ψάλλειν φησί, τουτέστι, σὺν αἰνέσει δοξολογεῖν. Τί δὲ ἐν τῷ Χριστῷ δοξολογεῖν καὶ ψάλλειν; τὰ περὶ αὐτοῦ δηλονότι μυστήρια. «Ἐξεγέρθητι, ἡ δόξα μου.» Πόθεν; ἐκ τῶν ταπεινῶν τῆς ἀνθρωπότητος μυστηρίων, ἐκ τῶν νεκρῶν οὓς κατελθὼν ὁ Χριστὸς ἐπεσκέψατο· ἐκεῖθεν αὐτὸν ἐξαναστῆσαι, ἵνα καὶ ἀναληφθῇ, ὡς μελλόντων ἡμῶν κοινωνεῖν αὐτῷ τῆς δόξης τῆς εἰς οὐρανοὺς βούλεται. Οὐδὲ γὰρ μόνον συνήγειρεν ἡμᾶς, ἀλλὰ καὶ συνεκάθισεν ἐν δεξιᾷ ἑαυτοῦ ἐν τοῖς ἐπουρανίοις. Παλαιὰν ἐνταῦθα καὶ Καινὴν Διαθήκην ἐξεγερθῆναι, εἰς τὰς περὶ Θεοῦ μαρτυρίας παρακαλεῖ, ὥστε δι’ αὐτῶν πιστευθῆναι τοῦ Χριστοῦ τὴν ἀνάστασιν. Ἡ μὲν γὰρ προλέγει τοὺς καιροὺς καὶ τοὺς τόπους· ἡ δὲ ἐπὶ τῆς ἱστορίας τὰ προλεχθέντα δείκνυσιν. «Ἐξεγερθήσομαι ὄρθρου.» Ἀπόκρισιν εἰσήγαγε τοῦ Χριστοῦ τῇ δεήσει τοῦ Προφήτου συμβαίνουσαν· ὁ μὲν γὰρ αὐτὸν ἐξεγερθῆναι ἱκέτευσεν εἰπών, Ἐξεγέρθητι, ἡ δόξα μου.

Ὁ δὲ καὶ τὸν καιρόν, καθ’ ὃν οἰκονομεῖν μέλλει τοῦτο, κατήγγειλεν· Ἐξεγερθήσομαι γάρ, φησίν, ὄρθρου. Ἐξ αὐτῆς λέξεως τὸ τῷ Λουκᾷ περὶ τῆς ἀναστάσεως ἱστορημένον φθεγξάμενος· Ὄρθρου βαθέος ἦλθον γυναῖκες ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα· οἷς καὶ τὰ ἄλλα τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἐπήγαγεν. «Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν.» Ἔλεος καὶ ἀλήθεια τῆς οἰκονομίας τοῦ Χριστοῦ τὸ μυστήριον· ὥστε τὸν Προφήτην τοῦτον ἀλλαχόσε λέγει· Ἔλεος καὶ ἀλήθεια συνήντησαν. Εἰς ἓν γὰρ ἡ τοῦ Χριστοῦ θεότης καὶ ἀνθρωπότης τῇ τοῦ λόγου σαρκώσει κατήντησαν. Ἀλλὰ τὸ μὲν ἔλεος ἁρμόττει τῇ τοῦ σαρκωθέντος λόγου θεότητι (αὐτὴ γὰρ τὸ πλάσμα τὸ οἰκεῖον ἐλέησεν), ἡ ἀλήθεια δὲ τῇ σαρκί. (Οὐδὲ γὰρ κατὰ φαντασίαν, ὥς τινες τῶν αἱρετικῶν δοκοῦσιν, ἀλλὰ κατ’ ἀλήθειαν ὁ Θεὸς Λόγος σεσάρκωται.) Τοῦτο γὰρ εἰς ἑρμηνείαν καὶ σύστασιν ὁ Δαβὶδ πάλιν ἔλεγεν, Ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, τὴν ἀνθρωπότητα τοῦ Κυρίου λέγων· τὴν ἀπὸ τῆς ἡμετέρας γῆς, δηλαδὴ τῆς ἀνθρωπίνης φύσεως, ἀνατείλασαν. Μέγα τοίνυν ἐπάνω τῶν οὐρανῶν ἡ τοῦ Χριστοῦ θεότης διὰ τὴν δόξαν, ἣν παρὰ τῶν οἰκείων δυνάμεων ἐδοξάζετο· ἐπὶ γῆς γὰρ ἠγνοεῖτο, καὶ τῇ σαρκὶ συνεσκιάζετο. «Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός.» Θεωρεῖς ὅτι τοῦ Χριστοῦ τὴν ἀνάληψιν ὁ Δαβὶδ προφητεύων, τῶν νεφελῶν ἔμπροσθεν ἐμνημόνευσεν;

Ἰδοὺ γὰρ καὶ νῦν ὅμοιον ὑποτίθεται, ὑψωθῆναι τὸν Θεὸν ἐπὶ τοὺς οὐρανοὺς πρεσβευόμενος· καίτοι διαπαντὸς ἐν ὑψηλοῖς ὄντα, καθά φησιν ὁ Ἡσαΐας· Ἅγιος Κύριος ὁ ἐν ὑψηλοῖς κατοικῶν. Καὶ Δαβὶδ δὲ οὕτως· Σὺ μόνος ἐπὶ πᾶσαν τὴν γῆν. Ἀλλ’ ὕψωσιν ἐπὶ τοὺς οὐρανοὺς τοῦ Θεοῦ, καλεῖ τὴν εἰς οὐρανὸν τοῦ Μονογενοῦς μετὰ σαρκὸς ἄνοδον. «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου.» Ἀγαπητοὶ τοῦ Θεοῦ οἱ σωθέντες αὐτοῦ διὰ τῆς ἀγάπης τῆς πρὸς τὸ γένος τὸ ἡμέτερον ἄνθρωποι· οὕσπερ καὶ ἀνυψωθεὶς εἰς οὐρανὸν ἀπὸ τῆς ἀρχαίας αἰχμαλωσίας ἐῤῥύσατο· καθά φησιν ὁ Παῦλος, Ἀναβὰς εἰς ὕψος ἠχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις. Δεξιὰν δὲ τοῦ Θεοῦ οὐκ ἄν τις ἁμάρτοι τὸ Πνεῦμα προσαγορεύων τὸ ἅγιον· ἐπειδὴ καὶ Θεοῦ δάκτυλος ὀνομάζεται, ὡς τῆς Τριάδος μίαν ἐχούσης οὐσίαν δύναμίν τε καὶ ἐνέργειαν.

Σωθῆναι τοίνυν ἡμᾶς ὁ Προφήτης καὶ ἐπακουσθῆναι παρακαλεῖ τῷ Πνεύματι, ἵνα πνευματικοὶ γενώμεθα καὶ τῆς χάριτος τῆς ἐκεῖθεν κατερχομένης μέτοχοι. Ἀπὸ γὰρ κοινοῦ τῶν ἀνθρώπων προσώπου τὰ εἰρημένα πρεσβεύεται. «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ.» Ὁ Χριστὸς ἐν τῷ χορῷ τῶν ἀποστόλων, εὔδηλον.

Δηλοῖ δὲ τὰ ἑπόμενα, ἐν οἷς τὸν Κύριον περὶ πόδα τῆς τοῦ Προφήτου δεήσεως ἀποκρινόμενον ἔγραψεν. Τούτοις τοῖς ὀνόμασι τὴν δωρεὰν χαρακτηρίζει τοῦ Πνεύματος· κοιλάδα μὲν τῶν σκηνῶν, τῶν Ἐκκλησιῶν δηλονότι, τυγχάνουσαν· ἐπειδὴ τὴν τῶν νοητῶν ὑδάτων συναγωγήν, φημι δὴ τοῦ βαπτίσματος, ἐν τῇ κοιλάδι ταύτῃ τῇ χορηγίᾳ τῇ τοῦ Πνεύματος κέκτηνται· περὶ οὗ ἀλλαχοῦ φησιν ὁ Δαβίδ, Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· ἐπειδὴ τῆς ἡμετέρας σωτηρίας ὁ καρπός. Σίκιμα δὲ ὠμίασις ἐρμηνεύεται, τουτέστιν ἐξοχή· τοῦτο γὰρ ὁ ὦμος παρὰ τῇ θείᾳ Γραφῇ δηλοῖ· ὅθεν περὶ τοῦ Σαούλ φησιν, Ὑψηλὸς ὑπερωμίαν καὶ ἐπάνω. Τί δὲ τοῦ Πνεύματος ὑψηλότερον; ἢ ποία τις ὑπεροχὴ κατὰ τὴν δωρεὰν τὴν ἐκεῖθεν εὑρίσκεται, ἣν ὑψούμενος ὁ Χριστὸς διαμερίζει;

Ἀλλὰ μὴν καὶ διαμετρεῖ, τουτέστι, πρὸς μέτρον διαιρεῖ. Ἑκάστῳ γὰρ ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον δίδοται. «Μωὰβ λέβης τῆς ἐλπίδος μου.» Διὰ τοῦ Μωὰβ τὰ ἔθνη αἰνίττεται· λέβητα δὲ ἐλπίδος αὐτὰ καλεῖ, τουτέστι θερμαίνοντας καὶ ἀναζωπυροῦντας τὴν εἰς αὐτὸν ἐλπίδα. Πῶς δὲ θερμαίνοντας; τῷ νοητῷ πυρὶ τῆς ἐνεργείας τοῦ Πνεύματος.

Πυρὶ γὰρ ὁρᾷς τὸν λέβητα θερμαινόμενον. «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημα.» Δείκνυσιν ὁ Χριστὸς ὅπως τὴν τῶν ἐθνῶν Ἐκκλησίαν ἔμπροσθεν ἐξ Ἰσραὴλ ὑποταγεῖσαν ἐποίησεν, ἐκτείνας καὶ μέχρις αὐτῶν τὸ ὑπόδημα, δηλαδὴ τὸ Εὐαγγέλιον· ὅπερ μηνύων Ἰωάννης ὁ Βαπτιστὴς ἔλεγεν, Ἔρχεται μετ’ ἐμέ, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Οὕπω γὰρ εἶχε καιρὸν ἐκφρασθῆναι τὸ Εὐαγγέλιον. Οὕτω δὲ αὐτὸ καλεῖ καὶ Παῦλος· φησὶ γάρ· Ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης. Διὰ τοῦτο τοίνυν αὐτῷ τοὺς ἀλλοφύλους, δηλαδὴ τοὺς ἐξ ἐθνῶν, ὁ Ἰησοῦς ὑπέταξε, καὶ ὡς ὑποταγέντας εἰς τὴν τοῦ Ἰσραὴλ κληρονομίαν συνήγαγεν. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Πόλιν περιοχῆς τὴν Ἐκκλησίαν καλεῖ· ἐν ταύτῃ γὰρ ὅλα περιέχεται τοῦ Χριστοῦ τὰ μυστήρια· καὶ νόμος καὶ προφῆται διὰ τῆς αὐτῆς πολιτείας περιέχονται.

Τὴν αὐτὴν δὲ καὶ Ἰδουμαίαν καλεῖ. Μόνου τοῦ Χριστοῦ τὸν Ἰσραὴλ πρὸς τὴν Ἐκκλησίαν ὁδηγῆσαι καθέστηκεν, ὃς ἀπώσατο τοὺς Ἰουδαίους ὡς εἰς αὐτὸν μὴ πιστεύσαντας· ἀλλ’ οὐ πάντας· οὐδὲ ἐξῆλθεν αὐτῶν ἐν ταῖς δυνάμεσιν· τουτέστι, τοὺς ἐν αὐτοῖς δυνατούς, δηλαδὴ τοὺς μὴ πιστεύσαντας, οὐκ ἀπέβαλε διὰ τοὺς πιστεύσαντας. «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως.» Βοήθειαν ἐκ θλίψεως τῷ λαῷ τῶν Ἰουδαίων πίστιν ἐξ ἀπιστίας πρεσβεύεται. Σωτηρίαν δὲ ἀνθρώπου τὴν ἐξ ἀνθρωπίνης διδασκαλίας προσδοκωμένην νόησον· οἵα τις ἦν ἡ τῶν Ἰουδαίων διδασκαλία. Πρὸς γὰρ τὸ αὐτοῖς δοκοῦν ἐγίνετο.

ΨΑΛΜΟΣ ΡΗʹ. «Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυΐδ.» Ἀναγκαίως τὸν ψαλμὸν Εἰς τὸ τέλος τὸν παρόντα ἔγραψεν· ἔχει γὰρ ὅσα τῷ τέλει τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως, δηλαδὴ πρὸς αὐτῷ τῷ πάθει τῷ Δεσποτικῷ, πέπρακται· διόπερ καὶ τὸν ψαλμὸν ἐμελῴδησεν. Εἰκόνα γὰρ φέρειν τοῦ Χριστοῦ τὸν Δαβὶδ εἰρήκαμεν φθάσαντες. «Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς.» Τὸν Ἰούδαν αἰνίττεται· περὶ γὰρ αὐτοῦ τῆς ψαλμῳδίας τὸ πλεῖστον τῆς προκειμένης γέγραπται· οὗ τὸ στόμα πρότερον ὡς ἀμαρτωλοῦ, δεύτερον δὲ ὡς δολίου κατὰ τοῦ Κυρίου ἀνοιγῆναι εὑρήσομεν· ὡς γὰρ ἁμαρτωλὸς καὶ παράνομος τοῖς Ἰουδαίοις ἔλεγε·

Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; ὡς δόλιος Χαῖρε, Ῥαββί, πρὸς Ἰησοῦν εἶπε, καὶ κατεφίλησεν αὐτόν· ἀῤῥαβῶνα τοῖς λαμβάνουσι δεδωκὼς τῆς προδοσίας τὸ φίλημα. «Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ.» Οὐδεμίαν γὰρ ἔχοντες ἔχθρας ἢ μίσους ὑπόθεσιν, ἐμίσουν ὅμως αὐτὸν θανατῶσαι βουλόμενοι· καὶ λόγοις μίσους ἐκύκλωσαν, ἡνίκα ἐν τῷ συνεδρίῳ τῆς αὐλῆς τοῦ Καϊάφα περιστάντες ἤγειραν ψευδομαρτυρίας.

Ἐλάλησαν δὲ κατ’ αὐτοῦ γλώσσῃ δολίᾳ, ὅτε ὁ ἀρχιερεὺς ἀναστὰς ἔλεγε πρὸς αὐτόν· Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Οὐδὲ γὰρ βουλόμενοι μαθεῖν, ἀλλὰ βλασφημίας, ὡς ἐδόκουν, ἔγκλημα πλέξαι, τοιαῦτα ἐπύνθανον. «Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με.» Δίκαιον γὰρ αὐτὸν ἀγαπᾷν, ὑπὲρ ὧν αὐτῶν τὰς νόσους ἰάσατο, πεινῶντας πολλάκις ἔθρεψεν· ἀλλ’ ἄτινα παρέσχεν εὐεργεσίας ἐνέχυρα αὐτοὶ πρὸς τὸν Πιλᾶτον διέβαλον. «Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλόν.» Ὥσπερ ὁ Θεὸς δίκαιος προσηγόρευται, καὶ χαίρειν δικαιοσύνῃ λέγεται (Δίκαιος γὰρ Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν)· οὕτως ἁμαρτωλὸς ὁ διάβολος, ὡς φιλαμαρτήμων· καὶ οὐ μόνον αὐτὸς ἁμαρτάνων, ἀλλὰ καὶ τοῖς ἀνεχομένοις εἰσηγούμενος.

Τοῦτον ἐπὶ τὸν Ἰούδαν καταστῆναι βούλεται, ὥστε ἄρχειν αὐτοῦ καθάπερ καὶ τῶν δαιμόνων· ἐπειδὴ τῆς αὐτοῦ μερίδος καθάπερ ἐκείνων ὁ προδότης ἐγίνετο. «Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ.» Οὐ μόνον μαθητὴς ὢν προέδωκε τὸν διδάσκαλον, ἀλλ’ οὐδὲ τῆς φιλαργυρίας προβαλέσθαι τὸ πάθος ἠδύνατο· αὐτῷ γὰρ τὸ γλωσσόκομον ὁ Χριστὸς συγκαταβαίνων αὐτοῦ τῇ ἀσθενείᾳ ἐπίστευσεν, ὥστε οὔτε ἐνδεὴς χρημάτων ὁ προδότης ἐτύγχανε. «Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι.» Χειροτονηθεὶς γὰρ δι’ αἰῶνος ἀπόστολος ὥσπερ καὶ οἱ λοιποὶ ἀπόστολοι, ἡμέρας ὀλίγας τὰς μέχρι τῆς προδοσίας ἐφύλαξε τὸ ἀξίωμα. «Σαλευόμενοι μεταναστήτωσαν.» Σαλευθέντες γὰρ ἀπὸ τῆς τοῦ Θεοῦ γνώσεως, μετανάσται τῆς ἀρχαίας Ἰερουσαλὴμ τῆς ἑαυτῶν πατρίδος ἐγένοντο· καὶ πανταχοῦ γῆς ἐπαιτοῦσι, τόπον οὐδαμοῦ κατοικίας εὑρίσκοντες· ὅπερ ἐπαιτῶν ἴδιον. «Μηδὲ γενηθήτω οἰκτίρμων.» Θεοῦ γὰρ αὐτοὺς ἀποστραφέντος τοῦ οἰκτίρμονος καὶ εἰπόντος· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε·

Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Τίς αὐτοὺς οἰκτείρειν ἔτι, τίς συμπάσχειν ἔμελλεν; «Καὶ ἐξολοθρευθείη ἐκ γῆς.» Ποίας γῆς; τῆς τῶν ζώντων· περὶ ἧς αὐτὸς ὁ Δαβὶδ ἔλεγε· Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. «Ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος.» Τίνι; δῆλον ὡς ἑαυτῷ· οὐδὲ γὰρ εἰς μετάνοιαν εἶδεν, ὅθεν ἐλέους τυχεῖν καὶ φιλανθρωπίας ἀπολαῦσαι ἠδύνατο. Ὁ δὲ ἑαυτὸν μὴ ἐλεήσας, πῶς παρὰ τοῦ Κριτοῦ ἐλεηθῆναι δύναται; «Καὶ κατεδίωξεν ἄνθρωπον πένητα.» Πένης καὶ πτωχὸς ὁ Κύριος· ἐπειδὴ πλούσιος ὤν, ὑπὲρ ἡμῶν ἐπτώχευσεν· οὐ μόνον δὲ ἐπτώχευσεν, ἀλλὰ καὶ εἰς τοσοῦτον διὰ τὴν τῶν Ἰουδαίων ἀνηκοΐαν πένης ἐγένετο, ὥστε λέγειν· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Ὅπερ ἐστὶ πενίας ὑπερβαλλούσης ἀπόδειξις. «Καὶ κατανενυγμένον τῇ καρδίᾳ.» Ὁ δὲ αὐτὸς καὶ τῇ καρδίᾳ δι’ ἡμᾶς κατανενυγμένος· διόπερ ἔλεγε· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. «Καὶ ἠγάπησε κατάραν.» Ποίαν τὴν τοῦ Μονογενοῦς ἤκουσεν, ἡνίκα τὴν προδοσίαν ἐμελέτησε λέγοντος· Ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. «Καὶ οὐκ ἠθέλησεν εὐλογίαν.»

Εὐλογίαν τὴν τῶν ἀποστόλων λέγει, ἣν αὐτοῖς ὁ Χριστὸς ἐξεφώνησεν· Ἀμὴν λέγω ὑμῖν, ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, καθίσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. «Καὶ ἐνεδύσατο κατάραν.» Ταῦτα γὰρ τοῦ ἀνθρώπου τυγχάνει τὰ ἐνδόσθια· ὥστε καὶ δυνάμεις τῆς ψυχῆς εἶναι τὰ μὲν ἔγκατα τὰς λογικάς, ἐπειδὴ τὰ ἔγκατα οὐ τὴν αὐτὴν κατέχει τροφήν, ἀλλὰ καὶ νῦν μὲν δέχεται, νῦν δὲ ἐκβάλλει· ὥσπερ καὶ οἱ λογισμοὶ οὐκ ἐπὶ τῶν αὐτῶν ἑστήκασι· συνεχῶς γὰρ μεταβάλλονται. Τὰ δὲ ὀστᾶ, τὰς πρακτικάς, ὡς ἰσχυρά, νοήσωμεν. Ἐπειδὴ δὲ τὸ μὲν ὕδωρ τοῖς ἐγκάτοις (ὡς ἐν ὑγρότητι τρεφομένοις) κατάλληλον, τὸ δὲ ἔλαιον τοῖς ὀστέοις (σφόδρα γὰρ χαίρει τῇ δι’ ἐλαίου ἀλοιφῇ)· εἰκότως τὸ ὕδωρ τοῖς ἐγκάτοις, τὸ ἔλαιον τοῖς ὀστέοις ἀποδέδωκεν, ὡς δεῖξαι ὅτιπερ αὐτῷ τὰ τῆς κατάρας ἥρμοσεν, ὡς κατάλληλον αὐτῇ πονηρίαν μεταδιώξαντι. «Καὶ σύ, Κύριε, ποίησον μετ’ ἐμοῦ.» Εἴρηται πολλάκις, ὅτι τῷ προσώπῳ τοῦ Χριστοῦ ἁρμόττει τὰ ταπεινὰ διὰ τὴν ἀνθρωπότητα· ἀλλὰ καὶ οὕτω τὰ ὑψηλὰ τοῖς ταπεινοῖς συνέζευκται. Εἰπὼν γάρ, Ποίησον μετ’ ἐμοῦ, προσέθηκεν ἕνεκεν τοῦ ὀνόματός σου, ἕνεκεν τῆς ἐμῆς ἀξίας. Ὄνομα γὰρ τοῦ Πατρὸς ὁ Υἱός· διόπερ καί, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου λέγεται, ὡς ἴσος αὐτῷ τυγχάνων καὶ ἀπαράλλακτος, καὶ διὰ τοῦτο τοῦ Πατρὸς ἀναλαμβάνων τὸ ὄνομα.

Καὶ εἰ οὕτως ἀξίας ἔχεται, τίνος χάριν προσεύχεται; Ὅτι χρηστόν, φησί, τὸ ἔλεός σου· ἔλεος πάλιν τοῦ Πατρὸς ἑαυτὸν καλῶν· ἕλεος μὲν ἐπειδὴ διὰ τῆς αὐτοῦ παρουσίας ἠλεήθημεν· ἔλεος δὲ τοῦ Πατρὸς εἰκότως· γνώμῃ γὰρ αὐτοῦ ἡ σωτηρία ἡμῶν πέπρακται. Ἐπειδὴ τοίνυν οὕτω χρηστός εἰμι, ὥστε καὶ ἄνθρωπος διὰ τὴν πρὸς ἀνθρώπους γενομένην συμπάθειαν, ποίησον μετ’ ἐμοῦ. Πρέπει γάρ πως σαρκωθέντι καὶ προσεύχεσθαι, καὶ βοήθειαν αἰτεῖν παρὰ Θεοῦ, καὶ τὰ ταπεινὰ ἀναλαμβάνειν, ὅσα τῇ ἀνθρωπότητι πρέποντα. «Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμί.» Πτωχείαν αὐτοῦ τὴν ἑκούσιον προσαγορεύει, δηλονότι ταπείνωσιν· πενίαν πάλιν ἰδίαν, τὴν τῶν Ἰουδαίων παρακοήν. Εἰ γὰρ αὐτοῦ πλάσμα ἦσαν διὰ τὴν ἐξ αὐτῶν ληφθεῖσαν σάρκα, ἀναγκαίως αὐτοῦ πενίαν τὴν ἐκείνων πλάνην λογίζεται. «Ὠσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτήν.» Ἡ τοῦ ἠλίου σκιὰ πρὸς δυσμαῖς αὐτοῦ γεγονότος, ἐπὶ πολὺ κλίνεται· δύναντος δὲ αὐτοῦ, καὶ αὐτὴ συναπέρχεται.

Ὅτε τοίνυν ἡ κακία ἐπλεόνασεν, ὥστε καὶ κατ’ αὐτοῦ τοῦ Θεοῦ, δηλαδὴ τοῦ Χριστοῦ, χεῖρας ἐπᾶραι τὸ γένος τὸ ἀνθρώπινον, τότε ἀνταναιρεῖται ὁ Χριστός, καὶ ὑπομένει θάνατον, ἵνα ἡ κακία καὶ ἡ ἁμαρτία νεκρωθῇ, καθάπερ Παῦλός φησιν·

Ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, καὶ τὰ ἑξῆς. «Τὰ γόνατά μου ἠσθένησαν.» Εἰ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ὥς φησι Ἰωάννης, κάθηται ὁ Χριστός, οὐδὲν θαυμαστόν, καὶ ὑπὸ νηστείας αὐτοῦ ἀσθενῆσαι τὰ γόνατα· εἰς βεβαίωσιν γὰρ τῆς σαρκὸς ἣν ἐσαρκώθη ὑπέμεινε χωρὶς ἁμαρτίας τὰ ἀνθρώπινα. «Κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς.» Ταῦτα τῇ λέξει γεγονότα Ματθαῖος παραδέδωκεν·

Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες· Οὐαὶ ὁ καταλύων τὸν ναὸν τοῦ Θεοῦ, καὶ ἐν τρισὶν ἠμέραις οἰκοδομῶν αὐτόν, σῶσον σεαυτόν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. «Βοήθησόν μοι, Κύριε, ὁ Θεός μου.» Ἑαυτοῦ βοήθειαν καὶ σωτηρίαν τὴν ἡμετέραν τίθεται, ὡς μεσίτης ἡμῶν καὶ ἀρχιερεὺς πρὸς τὸν Πατέρα γενόμενος· διόπερ φησὶν ἑαυτοῦ καὶ Κύριον καὶ Θεὸν τὸν Πατέρα· ὃ τοῖς προσώποις ἁρμόττει τοῖς ἡμετέροις. Τοῦτο δὲ μεσίτου καὶ ἀρχιερέως οἰκεῖον ἀναλαμβάνειν, τούτων ὑπὲρ ὧν ἱερουργεῖ καὶ μεσιτεύει τὰ πρόσωπα. «Καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη.» Ποίαν δὲ χεῖρα λέγει; Δῆλον ὅτι τὴν οἰκονομίαν τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως διὰ τῆς χειρὸς ἐνταῦθα σημαίνει. Ἐπειδὴ γὰρ τὰ μεγάλα τῶν θαυμάτων ἔθος δάκτυλον Θεοῦ προσαγορεύεσθαι, ἀναγκαίως πρὸς σύγκρισιν τῶν εἰρημένων, ἐπειδὴ μέγιστον ὑπῆρχε τὸ θαῦμα τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως, χεῖρα αὐτὴν καλεῖ. Ὃ δὴ καὶ γνῶναι τοὺς ἀνθρώπους βούλεται, καὶ ὅτι αὐτὴν ἐποίησε· τουτέστιν, αὐτοῦ γνώμῃ καὶ εὐδοκίᾳ πέπρακται, ἵνα συμφωνίαν Πατρὸς καὶ Υἱοῦ μαθόντες, τὸ τῆς θεογνωσίας παιδευθῶσι μυστήριον. «Καταράσονται αὐτοί.» Κατάραν ἐνταῦθα τὸν σταυρὸν καλεῖ· ἐπειδὴ ἐν τῷ νόμῳ γεγραμμένον ἦν· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.

Διόπερ αὐτὸν οὐδὲ ἄλλως ἀναιρεθῆναι, ἀλλὰ διὰ τοῦ σταυροῦ ἐζήτησαν, ὑβρίσαι τῇ κατάρᾳ τῇ γεγραμμένῃ ἐν τῷ νόμῳ βουλόμενοι· ἀλλ’ ὅμως ὁ Πατὴρ αὐτὸ εἰς εὐλογίαν ἐξέλαβεν.

Οὐδὲ γὰρ ἄλλως εἰ μὴ διὰ σταυροῦ ἀνέχεται προσκυνεῖσθαι, ἢ ὅλως πιστεύεσθαι. «Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν.» Αἰσχυνθήτωσάν, φησιν, οἱ Ἰουδαῖοι, τὸν παρ’ αὐτῶν σταυρωθέντα παρὰ πάντων ὁρῶντες προσκυνούμενον.

Αὐτὸς δὲ οὐ τοσοῦτον διὰ τὴν τῶν Ἰουδαίων αἰσχύνην, ὅσον διὰ τὴν σωτηρίαν τῆς οἰκουμένης εὐφραίνεται. «Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν.» Ἐντροπὴν λέγει τῶν Ἰουδαίων τῶν διαβαλλόντων καὶ βλασφημούντων τὸν Χριστόν, ὅτι τὸν ἐξ αὐτῶν ὄντα κατὰ σάρκα, καὶ σῶσαι αὐτοὺς ἐλθόντα ἐσταύρωσαν.

Ἀλλ’ ὅμως ταύτην τὴν ἐντροπὴν ἐνδύονται· οὐδὲ γὰρ ἀρνοῦνται τὸ γεγονός, ἀλλὰ καὶ σφόδρα οἰκειοῦνται τοῦ σταυροῦ τὸ τόλμημα. Τὴν γοῦν εἰρημένην αἰσχύνην ὡς διπλοΐδα περιβάλλονται· ἐπὶ γὰρ τῷ τολμήματι τοῦ σταυροῦ, ὅπερ ἱμάτιον κέκληται, ἀρνοῦνται τὸν διὰ τῆς οἰκείας ἐγέρσεως τὴν οἰκουμένην ἐγείραντα. Τοῦτο δὲ αὐτοῖς ὡς αἰσχύνη διπλῆ διπλοΐδος αὐτοῖς εἰκότως περιβόλαιον γίνεται. «Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου.» Στόμα τοῦ Χριστοῦ ἡ Ἐκκλησία· ἐπειδὴ καὶ αὐτὸς αὐτῆς κεφαλὴ ἀναγκαίως καθέστηκε· διὰ ταύτης τοίνυν ἐξομολογήσασθαι τῷ Πατρὶ ἐπαγγέλλεται.

Τοῦτο γὰρ εἰς σαφήνειαν ἐπήγαγε τὸ ἑπόμενον. «Ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν.» Οὐκοῦν τὴν ἡμετέραν δοξολογίαν, οἰκείαν ἐξομολόγησιν, τουτέστιν εὐχαριστίαν, ἀναγκαίως κατὰ λόγον ὡς ποιμὴν ποίμνης, καὶ ὡς ἀπαρχὴ φυράματος τίθεται. «Ὅτι παρέστη ἐκ δεξιῶν πένητος.» Ἐν γὰρ τοῖς Ἰουδαίοις αὐτὸν διὰ τὴν ἐκείνων ἀπιστίαν πενόμενον πλουτεῖν πεποίηκεν ἐν τοῖς ἔθνεσιν, ἐκ δεξιῶν αὐτοῦ παραστάς· ὅπερ σὺ μὲν δοκεῖς εἶναι ταπεινόν, ἔστι δὲ σφόδρα ὑψηλόν, καὶ περὶ μόνου Υἱοῦ ὡς Θεοῦ καὶ ὁμοουσίου δυνάμενον λέγεσθαι. Ὥσπερ γὰρ Υἱὸς οὐ μόνον ἐκ δεξιῶν κάθηται τοῦ Πατρός, ἀλλὰ καὶ ἐκ δεξιῶν ἵσταται. (φησὶ γὰρ ὁ Στέφανος· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ Ἰησοῦν ἐστῶτα ἐκ δεξιῶν τῆς δυνάμεως)· οὕτω καὶ ὁ Πατὴρ ἐκ δεξιῶν ἵστασθαι λέγεται τοῦ Υἱοῦ, ἵνα μίαν ἡμεῖς ἀξίαν Υἱοῦ καὶ Πατρὸς μάθωμεν.

ΨΑΛΜΟΣ ΡΘʹ. «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου.» Ἵνα δειχθῇ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ ἐν πᾶσιν ὁμότιμον, καὶ ὅτι οὐκ αὐτὸς ἑαυτῷ ὁ Υἱὸς ἁρπάζει βασιλείας ἢ θεότητος ἀξίαν (διό φησιν ὁ Παῦλος, Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ)· ἀλλ’ εὐδοκοῦντος τοῦ Πατρὸς καὶ χαίροντος τῇ τοῦ Υἱοῦ ἀξίᾳ τὴν βασιλείαν τὴν ὁμότιμον πρὸς τὸν Πατέρα κέκτηται. Ἐπειδὴ τὸ ἐκ δεξιῶν τῆς πρὸς ἡμᾶς ἕνεκα συγκαταβάσεως λέγεται (εἰ γὰρ ἔχει δεξιὰ ὁ Θεός, ἔχει καὶ ἀριστερά)· ταῦτα δὲ ἐπὶ τοῦ ἀμεροῦς καὶ ἀσχηματίστου καὶ πάντα πληροῦντος καιρὸν οὐκ ἔχει λέγεσθαι· λέγεται δέ, ἐπειδήπερ νῦν ἡμεῖς ἄλλως ἀκούειν καὶ παιδεύεσθαι τὴν περὶ Πατρὸς καὶ Υἱοῦ δοξολογίαν οὐ δυνάμεθα, ἀναγκαίως προσέθηκεν·

Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τουτέστι, Μέχρις ἂν ὁ παρὼν συντελεσθῇ βίος. Ἐν γὰρ τῷ παρόντι βίῳ καὶ ὁ Πατὴρ ὑποτάττει τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ὑποτάττει τῷ Πατρὶ τὴν ἀνθρωπότητα. Ἐπὰν δὲ οὗτος ὁ αἰὼν συντελεσθῇ, καὶ ὁ Θεὸς πάντα ἐν πᾶσι προκόπτουσι γένηται, τότε εἰς τέλειον θεωρίας ἀνελθόντες καὶ γνώσεως, τὸν Πατέρα ἐν τῷ Υἱῷ, καὶ τὸν Υἱὸν ἐν τῷ Πατρὶ ὀψόμεθα. Διόπερ καὶ τότε ἐν τῇ δόξῃ τοῦ Πατρὸς ἥξειν ἑαυτὸν ὁ Κύριος ἔλεγεν. «Ῥάβδον δυνάμεως ἐξαποστελεῖ.» Ῥάβδος δυνάμεως ὁ Σωτήρ· περὶ οὗ καὶ ἀλλαχοῦ ἐπάγει· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ.

Ἐπειδὴ δὲ ἡ ῥάβδος διπλῆν ἐνέργειαν κέκτηται· καὶ γὰρ μαστίζει καὶ χειραγωγεῖ· καὶ ὁ σταυρὸς δὲ ἡμᾶς χειραγωγεῖ, καὶ μαστίζει τοὺς δαίμονας· ἀναγκαίως καὶ ῥάβδος δυνάμεως, ὡς τοιαῦτα ἐνεργήσασα εἴρηται. Ταύτην δὲ τῷ Χριστῷ πόθεν ἐξαπέστειλεν;

Ἐκ τῆς Σιών, φησίν. Ἐκεῖ γὰρ ἑαυτὸν ὁ Μονογενὴς ἔθυσεν· ἐκεῖ τῷ πάθει δέδωκεν ἀρχήν· ἐκεῖ τὰ παρ’ αὐτοῦ πρὸς ἀνάμνησιν τοῦ πάθους παραδοθέντα μυστήρια. «Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεως.» Ἀρχὴν μὲν ἐνταῦθα τοῦ Χριστοῦ τὸν σταυρὸν καλεῖ· ὡς ἐν αὐτῷ τῆς οἰκουμένης ἄρχοντος καὶ βασιλεύοντος ἠττηθέντος· ἡμέραν δὲ δυνάμεως αὐτοῦ τὴν ἡμέραν εἰκότως τοῦ σταυροῦ· τοῦτο δὲ διὰ τὰ ἐν αὐτῇ πραχθέντα σημεῖα, τὸν σάλον τῆς γῆς, τὴν ἀναχώρησιν τοῦ ἡλίου, τὸ ἀπὸ ὥρας ἕκτης μέχρις ἐννάτης σκότος· ἔπειτα ὡς ἐν αὐτῇ τῆς ἁμαρτίας σκιασθείσης τοῦ διαβόλου καταγωνισθέντος. Ἐν ταύτῃ τοίνυν τὴν ἀρχήν, τουτέστι τὸν σταυρόν, μεθ’ ἑαυτοῦ εἶχεν, οὐ μόνον ὡς ἐν αὐτῷ καταπαγείς, ἀλλὰ καὶ ὡς ἐπὶ τῶν ὤμων βαστάσας. Τοῦτο γὰρ σαφέστερον Ἡσαΐας ἐκθέμενος ἔλεγεν· Οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ. «Κύριος ἐκ δεξιῶν σου.» Ὁρᾷς ὅτι τό, Κάθου ἐκ δεξιῶν μου, οὐ τόπου τινός ἐστι δηλωτικόν, ἀλλὰ τῆς πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ ἑνώσεως, καὶ κατὰ πάντα ἰσότητος. Εἰ γὰρ ὁ Υἱὸς ἐκ δεξιῶν καθέζεται, πῶς αὐτοῦ πάλιν ὁ Πατὴρ εἶναι ἐκ τῶν δεξιῶν λέγεται; Ὃς ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ συνθλάσει βασιλεῖς τῆς γῆς, καὶ τοὺς ἄρχοντας οἳ συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· Ἡρώδην καὶ Πιλάτον, Ἄνναν καὶ Καϊάφαν, καὶ τοὺς σὺν αὐτοῖς βασιλεῖς λέγων. «Κρινεῖ ἐν τοῖς ἔθνεσι.»

Οὐκ εἶπε, Κρινεῖ τὰ ἔθνη, ἀλλά, Κρινεῖ (τουτέστι κατακρινεῖ) ἐν τοῖς ἔθνεσι, δηλαδὴ τὸν διάβολον· περὶ οὗ αὐτὸς ὁ Κύριος μέλλων σταυροῦσθαι τοῖς ἀποστόλοις ἔλεγεν· Ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. Κατέκρινε τοίνυν αὐτόν, ἐλέγξας αὐτοῦ τὴν δύναμιν ἐν τοῖς ἔθνεσι· καὶ ἐπλήρωσε πτώματα τῶν δαιμόνων· σὺν αὐτῷ γὰρ καὶ τὴν αὐτοῦ στρατιὰν καταβέβληκεν. Γενόμενος γὰρ εἰς γῆν διὰ τοῦ οἰκείου θανάτου, καὶ καταργήσας τὸν θάνατον, τῶν νοητῶν δρακόντων τὰς κεφαλὰς συνέθλασεν.