Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ψαλμούς (ἐκ τοῦ μεγάλου ἑρμηνευτικοῦ)
Ερμηνεία στους Ψαλμούς ΛΒ΄-Ν΄
Υπομνηματισμός περί της θείας φιλανθρωπίας, του μυστηρίου του βαπτίσματος και αναλυτική ερμηνεία του πεντηκοστού ψαλμού της μετανοίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία στους Ψαλμούς ΛΒ΄-Ν΄
Υπομνηματισμός περί της θείας φιλανθρωπίας, του μυστηρίου του βαπτίσματος και αναλυτική ερμηνεία του πεντηκοστού ψαλμού της μετανοίας.
ΨΑΛΜΟΣ ΛΒʹ. «Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν.» Ἐλεημοσύνην τὴν φιλανθρωπίαν λέγει, ἣν τῆς κρίσεως διὰ τοῦτο προέταξεν, ἐπεὶ προτέρᾳ τῇ φιλανθρωπίᾳ ὁ Θεός, μετὰ δὲ ταῦτα τῇ κρίσει κέχρηται κατὰ τῶν ἐπιμεινάντων τῇ ἁμαρτίᾳ. «Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα.» Ἀβύσσους δὲ τὰ πλήθη τῶν ὑδάτων λέγει, ἄπερ ἐν ἀποκρύφοις ὑπὸ τὴν γῆν ὁ Δημιουργὸς ἔταξεν, ὥστε καὶ κατὰ τοῦτο τὴν αὐτοῦ σοφίαν θαυμάζεσθαι.
Ὥστε τὴν ξηρὰν ἐπάνω τῆς ὑγρᾶς ἐθεμελίωσε, καὶ τὸ βαρὺ ὑπὸ τοῦ ἐλαφροτέρου βαστάζεσθαι δέδωκεν. «Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν.» Ὥστε μάτην τῆς τοῦ σώματος ἰσχύος ἐπιμελούμεθα, εἰκῆ δὲ δύναμιν ἑαυτοῖς τὴν ἀπὸ συγγενῶν, καὶ φίλων, καὶ πλούτου περιβάλλομεν· οὐδὲν ἕτερον γὰρ σῶσαι δίχα τῆς συνεργείας τῆς ἄνωθεν δύναται.
Ὑπόδειγμα δὲ τὸν Γολιὰθ καὶ τὸν Φαραὼ λάμβανε. Ὁ μὲν γίγας ὑπάρχων ἰσχυρός, ἀπὸ τοῦ Δαβὶδ ἁπλοῦ παιδαρίου νενίκηται· ὁ δὲ μετὰ πλήθους ἁρμάτων τὸν Ἰσραὴλ διώξας τάφον ἔσχε τὴν θάλασσαν.
ΨΑΛΜΟΣ ΛΓʹ. «Δεῦτε, τέκνα, ἀκούσατέ μου.» Δεῦτε, λέγει τοῖς ἐγγύς, καὶ τοῖς πόῤῥωθεν, ἵν’ οἱ μὲν μακρὰν ἐγγίσωσιν, οἱ δὲ ἐγγὺς ἐγγύτερον γένωνται, ὑπακοὴν ὡς πατρὶ τῷ Θεῷ προσκομίζοντες, καὶ φόβον θεῖον διδαχθῶσιν, ἀπαλλαγὴν τοῦ φόβου τῶν δαιμόνων παρέχοντα, ὅθεν ἐπιφέρει· Φόβον Κυρίου διδάξω ὑμᾶς.
ΨΑΛΜΟΣ ΛΔʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Δήλη μὲν ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ· εἰς Δαβὶδ δὲ ὅμως τὸν νοητὸν ἀναφέρεται, ὃς καὶ προσευχῆς ὑποκρίνεται ῥήματα, οὐ τῇ ἀξίᾳ ταύτῃ τῆς θεότητος, ἀλλὰ τῇ ταπεινώσει τῆς ἀνθρωπότητος προσήκει λογίζεσθαι.
Εἰ γὰρ ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβών, εἰκότως ἐν τῷ καιρῷ τοῦ πάθους προσεύχεται, ὁμοῦ καὶ προσεύχεσθαι διδάσκων ἐν ταῖς θλίψεσι. «Δίκασον, Κύριε.» Τοὺς μὲν ἀδικοῦντας Ἰουδαίους λέγει, δαίμονας δὲ τοὺς πολεμοῦντας· οἵτινες δι’ ἡμᾶς τὸν Χριστὸν ἐπολέμησαν.
Τούτους πολεμηθῆναι, τουτέστι καταργηθῆναι, βούλεται. «Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει.» Εἰς Ἰούδαν τὸν προδότην τοῦτο, ἀλλὰ μὴν καὶ εἰς τὸν λαὸν τῶν Ἰουδαίων, ἔτι δὲ καὶ εἰς αὐτὸν τὸν διάβολον εἴρηται. Ὁ μὲν γὰρ Ἰούδας εἰς τὴν παγίδα τῆς ἀγχόνης ἐνέπεσεν· ὁ δὲ λαὸς τῶν Ἰουδαίων, παγιδεύειν νομίσας, παγιδεύεται, καὶ ὑπὸ τὴν αὑτοῦ συνελήφθη θήραν. Ὡσαύτως ὁ διάβολος, τὴν παγίδα τοῦ σταυροῦ μελετήσας, διὰ τοῦ σταυροῦ τῆς ἑαυτοῦ βασιλείας ἐξέπεσεν. «Ἀνταπεδίδοσάν μοι πονηρά.» Ἑαυτῷ γὰρ τὴν τῶν Ἰουδαίων ἀκαρπίαν, ὡς οἰκοδεσπότης καὶ γεωργός, ἐλογίζετο. «Ὡς πλησίον, καὶ ὡς ἀδελφόν.» Τὴν πρὸς τὸν Ἰούδαν λέγει συμπάθειαν, ὅπως αὐτῷ καὶ τὸ γλωσσόκομον βαστάζειν, καὶ μόνον συμβάπτειν εἰς τρυβλίον ἐπέτρεψεν, ὡς ἀδελφὸν καὶ πλησίον.
Ἀδελφὸς εὐαρεστῶν, τουτέστιν ἀρέσκων αὐτῷ, καὶ καλῶς ἐν ἄπασι χρώμενος. «Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμῷ.» Ἴσως μὲν καὶ τοὺς ὀδόντας ἐξ ὠμότητος ἔβρυχον, μονονουχὶ μάσασθαι τὸν Ἰησοῦν βουλόμενοι. Πλὴν βρυγμὸς ὀδόντων καὶ ἡ κακία ἡ ἐν λόγοις λέγεται.
Τὸν Πατέρα οὖν ἐβούλετο μάρτυρα κατὰ τῶν εἰς αὐτὸν βλασφημούντων ἐσόμενον. Ὅθεν ἐπιφέρει· Κύριε, πότε ἐπόψῃ;
ΨΑΛΜΟΣ ΛΕʹ. «Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν.» Οὐχ ἀπλῶς παράνομον, ἀλλὰ τὸν ὑποκριτὴν καὶ δόλιον ὁ ψαλμὸς ὑποτίθεται, τὸν πολὺν ἐν τῇ ψυχῇ βόρβορον παρανομίας ἔχοντα, καὶ διὰ τοῦτο λέγοντα ἐν ἑαυτῷ τοῦ ἁμαρτάνειν ἀποτιθέμενον. Διὰ τί δέ, ἐν ἑαυτῷ, λέγει; Ἐπειδὴ ταῦτα λογίζεται ἅπερ φανερῶς εἰπεῖν ἢ φοβεῖται ἢ αἰσχύνεται. «Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου.» Οἶκος τοῦ Θεοῦ, τὸ σῶμα αὐτοῦ, πιότης τὸ ἐκχυθὲν ἀπὸ τῆς πλευρᾶς αἷμα καὶ ὕδωρ, ἐξ οὗπερ οἱ πιστοὶ πάντες μέθην σωτήριον ἐμεθύσθημεν. Χείμαῤῥος γὰρ τρυφῆς τὰ τοῦ Χριστοῦ πάθη. Χείμαῤῥος μέν, ἐπειδὴ ἐν ἀκμῇ τοῦ χειμῶνος τῆς ἡμετέρας ἁμαρτίας ἐπράττετο, ὅτε πᾶσα μὲν ἀρετή, ἀγάπη δὲ μάλιστα ἡ πρὸς Θεὸν ψυγήσασα ἐνενέκρωτο. Ὥστε τὸν προφήτην Ζαχαρίαν περὶ τῆς ἡμέρας τοῦ σταυροῦ λέγειν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς· ψύχος καὶ παγετὸς ἔσται· ἡμέρα μεγάλη ἐστί.
Τρυφῆς δὲ εἰκότως ἐλέγετο. Σφόδρα γὰρ ὁ Χριστὸς ἐνετρύφα τοῖς ὑπὲρ ἡμῶν πάθεσιν, τοῦ τε διαβόλου καταπαίζων, καὶ ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡδόμενος. Τοῦτον ἡμᾶς τὸν χειμάῤῥουν τῆς τρυφῆς μυστικῶς ποτίζει. Τὸ γὰρ τοῦ Δεσπότου πάθος μαρτύριον τοῖς δούλοις γεγένηται.
ΨΑΛΜΟΣ ΛϚʹ. «Νεώτερος ἐγενόμην.» Καλῶς ἡμᾶς ἀναμιμνήσκει τῆς κρίσεως, ἵνα μὴ πρὸς τὴν ἐνταῦθα θεωρήσαντες σύγχυσιν, ἀρετῆς ἀμελήσωμεν· ὁρῶντες τοὺς ἐν ἀρεταῖς, ἐν ἀδοξίᾳ τῇ παρὰ ἀνθρώποις, καὶ πόνοις τυγχάνοντας. Οὐκ ἐγκαταλείψει γὰρ αὐτοὺς ὁ Θεός, τουτέστιν οὐχ ὑπερόψεται· φυλάττει δὲ αὐτοὺς εἰς τὸν αἰῶνα τὸν μέλλοντα, ἔνθα τῶν ἀγαθῶν ἡ δόσις ἀτελεύτητος.
ΨΑΛΜΟΣ ΛΖʹ. «Ὅτι τὰ βέλη σου ἐνεπάγησαν.» Οὐ μάτην ὁ Χριστὸς καὶ ταῦτα τῷ Πατρὶ αὐτοῦ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων προσεύχεται. Ἀλλ’ ἐπειδὴ τὰ κατ’ αὐτῶν βέλη, φησίν, ὅσας πληγὰς διὰ τὸν Ἀδὰμ ἐπῆλθεν κατὰ τῆς κοινῆς φύσεως, ἐμοὶ ἐνεπάγησαν. Ἐπειδὴ γὰρ ἐγὼ τὰς ὑπὲρ τοῦ γένου; τῶν ἀνθρώπων ἁμαρτίας ἀνέλαβον, ἀναγκαίως καὶ τὰς ὑπὲρ αὐτῶν παιδείας ὑφίσταμαι. Διὸ καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου τὴν παιδευτικήν, περὶ ἧς Ἰὼβ ἔλεγε· Χεὶρ Κυρίου ἡ ἁψαμένη μού ἐστιν.
ΨΑΛΜΟΣ ΛΗʹ. «Εἶπα· Φυλάξω τὰς ὁδούς μου.» Παντὶ τοῦτο προφήτῃ καὶ διδασκάλῳ πρέπει, τὰς οἰκείας φυλάττειν ὁδούς, δηλαδὴ τοὺς δρόμους καὶ τὰς πορείας τῶν πράξεων, ὥστε μὴ ἐκκλῖναι εἰς κακίαν, μηδ’ ἁμαρτάνειν ἐν γλώσσῃ, ἐναντία τοῖς ἑαυτοῦ λόγοις διαπραττόμενον. Ἁμαρτάνει γὰρ ἀληθῶς τῇ γλώττῃ ὁ τῷ λόγῳ κατηγορῶν τῆς κακίας, ἔργῳ δὲ ταύτην συνιστῶν, ἀφ’ ὧν αὐτὴν μετέρχεται, καὶ τὴν ἑαυτοῦ διδασκαλίαν τῇ πολιτείᾳ ψευδόμενος. «Ἐκωφώθην, καὶ ἐταπεινώθην.» Ὁρᾷς ὅτι πρῶτον διὰ παρακοῆς ἐκωφώθη, καὶ κωφωθεὶς ἐταπεινώθη. Οὐδὲν γὰρ οὕτω ταπεινοῖ τὸν ἄνθρωπον ὡς ἀναισθησία, καὶ παρακοὴ μετὰ τοῦτο.
Ἢ καὶ διὰ τοῦτο ἐσίγησεν, ἐξ ἀγαθῶν, τῆς μελέτης δηλαδὴ τοῦ νόμου, τοῦ ἀγαθοῦ διδασκάλου, παυσάμενος. Ὅθεν ἀνεκαινίσθη εἰκότως τὸ τῆς ἁμαρτίας ἄλγημα· βαρύτερον γὰρ τὸ συμβὰν ἐξ ἁμαρτίας ἡμῖν τραῦμα, ὅταν τῆς τοῦ νόμου μελέτης ἑαυτοὺς ἀποστήσωμεν.
Γίνεται καὶ νόμων ὥσπερ οὐδενὸς ἀπὸ τῆς θείας ἐντολῆς ἐπιτιθεμένου φαρμάκου ἡ σηπεδὼν ὑφίσταται. Διόπερ οὐκ ἐπέμενεν τὴν σιωπήν, ἀλλ’ ἀνανήψας αὐτήν, ὡς ψυχοφθόρον ἀπώσατο. Δηλῶν τοῦτο, τοιγαροῦν ἐπήγαγεν· Ἐθερμάνθη ἡ καρδία μου.
ΨΑΛΜΟΣ ΛΘʹ. «Εὐαγγελισάμην δικαιοσύνην.» Μεγάλην φησὶν Ἐκκλησίαν, οὐ μόνον τὴν σύστημα πολυάνθρωπον ἔχουσαν, ἀλλὰ καὶ πολλῷ μᾶλλον τὴν τὰ ὑψηλὰ καὶ μεγαλοπρεπῆ δόγματα τῆς θεολογίας παραδέξασθαι δυναμένην. Χείλη δὲ τῆς Ἐκκλησίας, καὶ οἱ ὀφθαλμοὶ τροπικῶς ληφθεῖεν ἂν οἱ πανεύφημοι ἀπόστολοι, καὶ πάντες οἱ μετ’ ἐκείνους διδάσκαλοι, οὓς τὸ λοιπὸν σῶμα τῆς Ἐκκλησίας, οὐ μόνον οὐ κωλύει τὴν αὐτοδικαιοσύνην εὐαγγελίζεσθαι τὸν Χριστόν, ἀλλὰ καὶ μᾶλλον παρορμᾷ τὴν ἀνάλογον συνεργίαν αὐτοῖς παρεχόμενον.
ΨΑΛΜΟΣ Μʹ. «Εἰς τέλος.» Εἰ καὶ πολλάκις τοὺς ψαλμοὺς ὁ Προφήτης εἰς τὸ τέλος ἐπέγραψε, δεῖ δὲ νομίζειν ὅμως, ὡς οὐ μάτην τοῦτον ἑκάστῳ τῶν ψαλμῶν τὸν τίτλον ἐπιτίθησι. Τίς δὲ νῦν ἡ αἰτία; Ἐπειδὴ τὰ πρὸς τῷ τέλει τῆς οἰκονομίας τοῦ Χριστοῦ διαλέγεται, ὃν Δαβὶδ οὐ μόνος ὁ προφήτης οὗτος, ἀλλὰ καὶ ἄλλος ἐκάλεσεν, Ὠσηὲ δὲ οὗτος· Μετὰ ταῦτα, φήσας, ἐπιστρέψουσιν υἱοὶ Ἰσραήλ, καὶ ζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν· καίτοι Δαβὶδ πρὸ πολλῶν γενεῶν τοῦ προφήτου τούτου τελευτήσας ἐτύγχανεν· ἐν ἡμέραις γὰρ Ἐζεκίου τοῦ βασιλέως τὴν προφητείαν ἐξέθετο. Ἀλλὰ τὸν νέον λέγει Δαβίδ, πρὸς ὂν οἱ σωθέντες ἐπέστρεψαν. «Κύριος βοηθήσαι αὐτῷ.» Εὕρηται καὶ μέχρι τοῦ παρόντος πολλάκις ἡ τῆς προφητικῆς ἐπαγγελίας ἀλήθεια. Πολλοὶ γὰρ νοσηλευόμενοι, καὶ χαλεπῶς κάμνοντες, εἶτα κενώσαντες εἰς τοὺς πτωχοὺς καὶ πένητας τὸν πλοῦτον, εὐθὺς μετεβλήθησαν πρὸς τὸ κρεῖττον. Εἰ γὰρ κἀπὶ τῆς μελλούσης ἡμέρας κατακαυχᾶται ἔλεον κρίσεως, τί θαυμαστόν, εἰ κἀνταῦθα τὸν προσδοκώμενον θάνατον ὁ δαψιλὴς ἔλεος ἀνατρέπει, καὶ πρὸς ῥῶσιν μεταβάλλει;
Πλὴν ἔστι καὶ τῆς ψυχῆς ἀῤῥωστία, λαμβανομένη κατὰ τὸν ἔνδοθεν ἄνθρωπον, καθ’ ἣν ἀνειμένας ἔχουσα χεῖρας, ἤτοι τὰς πρακτικὰς δυνάμεις. Εὑρίσκεται καὶ γόνατα παραλελυμένα, καὶ διὰ τοῦτο μὴ δυνάμενα πορεύεσθαι τὴν ἀπάγουσαν ὁδὸν πρὸς ζωήν. Τηνικαῦτα γὰρ οἱονεὶ τὴν ψυχὴν δυσφορήτῳ νόσῳ τῆς ῥᾳστώνης κατεχομένην, καὶ διὰ τοῦτο πρὸς τὸν θάνατον τῆς ἁμαρτίας ἐπειγομένην, ἡ πρὸς τοὺς πτωχοὺς ἐλεημοσύνη ἐξιᾶται καὶ μεταβάλλει. Διόπερ ἀμέσως ἐπήγαγεν· Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. «Σὺ δέ, Κύριε, ἐλέησόν με.» Οὐ διὰ τὸ πεπονθέναι τὸν θάνατον παρ’ αὐτῶν, ἐφιέμενος αὐτοῖς ἀνταποδοῦναι τὴν τιμωρίαν τοῦτό φησιν (αὐτὸς γὰρ ἔλεγεν ἐν τῷ καιρῷ τοῦ σταυροῦ, Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν)· ἀλλ’ ἐπειδὴ τὴν ἀπροσωπόληπτον καὶ δικαίαν κρίσιν τοῦ Πατρὸς ἔβλεπε καταψηφιζομένην τοῖς μιαιφόνοις, τούτου χάριν, ὡς τῷ Θεῷ καὶ Πατρὶ ταυτουργείς, εἶπε·
Καὶ ἀνταποδώσω αὐτοῖς ἵνα δείξῃ μίαν ἐπ’ ἀμφοῖν τὴν ἐνέργειαν. Οὐδὲ γὰρ δύναται ὁ Υἱός, φησί, ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν. Ἃ γὰρ βλέπει τὸν Πατέρα ποιοῦντα ταῦτα καὶ ὁ Υἱὸς ὀμοίως ποιεῖ· τὴν ταυτοβουλίαν καὶ ταυτουργίαν ἐντεῦθεν ἑκατέρων παρεμπεδῶν.
ΨΑΛΜΟΣ ΜΑʹ. «Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ.» Ψαλτῳδοὶ καὶ οὗτοι, ψαλμοὺς παρὰ τοῦ Δαβίδ, οὓς αὐτὸς προεφήτευσε, δανειζόμενοι. Εἰς σύνεσιν δὲ ἴσως ὁ ψαλμὸς ἐπιγράφεται, ἐπειδὴ πρόγονος αὐτοῖς ὁ Κορὲ ἐγεγόνει παράνομος, ὁ τῷ Μωσῇ μετὰ Δαθὰν καὶ Ἀβειρὼν ἐπαναστάς. Οὗτοι δὲ πάντως τὸν πρόγονον οὐκ ἐζήλωσαν, ἀλλ’ οὐδὲ οἱ τούτων πατέρες, ὅθεν πάσης τῆς τοῦ Κορὲ συναγωγῆς ἀπολλυμένης, εὐφορίσαντες ἑαυτούς, ὡς εἰκώς, ἐκεῖνοι τῆς τοῦ Κορὲ κακίας, ἐσώθησαν. Τοῦτο γὰρ κατ’ ἐκεῖνον τὸν καιρόν, ὥστε μὴ ἀπολέσθαι, καὶ ἄλλῳ ὁ Μωϋσῆς τῷ λαῷ διετάξατο. Τὸ δὲ ἀληθέστερον εἰς τὸ τέλος εἰς σύνεσιν ὁ ψαλμὸς ἐπιγέγραπται, ἐπειδὴ προμηνύει τὸ βάπτισμα, ὃ πρὸς τῷ τέλει μὲν καὶ μετὰ τοὺς Ἰουδαϊκοὺς καθαρισμοὺς νενομοθέτηται.
Προελθεῖν δὲ τούτῳ σοφία τις ἀληθῶς ὑπάρχει καὶ σύνεσις.
ΨΑΛΜΟΣ ΜΔʹ. «Περίζωσαι τὴν ῥομφαίαν.» Ῥομφαίαν καλεῖ τὸν σταυρόν· αὐτῷ γὰρ καθάπερ ῥομφαίᾳ χρησάμενος, ἐχθροὺς δύο ἀνεῖλε, διάβολόν τε καὶ θάνατον. Μηρὸν δὲ τὴν σάρκα ἀπὸ μέρους τὸ πᾶν φησι. Ὡς τό, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ. Ζώσασθαι τοίνυν τὸν σταυρὸν ἐν τῇ σαρκὶ τὸν ὄντως δυνατὸν τῇ ὡραιότητι καὶ τῷ κάλλει, τουτέστι τῇ θεότητι καὶ τῇ ἀνθρωπότητι παρακαλεῖ· ἵνα τῇ μὲν ἀνάσχηται τὰ περὶ ἡμῶν πάθη, τῇ δὲ τῶν παθῶν ὡς ἀπαθὴς περιγένηται. Ἢ καὶ φιλανθρωπίαν τὴν ὡραιότητα καὶ τὸ κάλλος νοήσαιμεν. Οὐδὲν γὰρ οὕτως εὐπρεπὲς τῷ Θεῷ, ὡς τὸ σῶσαι τὸ ἴδιον πλάσμα. Καὶ ἔντεινε κατὰ τῶν ἐχθρῶν, καὶ κατευοδοῦ κατὰ τῶν πιστῶν, καὶ βασίλευε ἑκατέρων, ἵνα τοὺς μὲν ὑποτάξῃς τοὺς ἐχθρούς, τοὺς δὲ στεφανώσῃς τοὺς πιστούς. Τοῦτο γὰρ κριτοῦ καὶ βασιλέως ἴδιον. Ἀλλὰ καὶ ἀληθείας ἕνεκεν ὁ Χριστὸς τὴν τῶν Ἰουδαίων ὑπόκρισιν ἔλεγχε, καὶ πραότητος δὲ χάριν ἐκαρτέρει πειραζόμενος.
Ἀλλὰ καὶ δεξιὰ τοῦ Υἱοῦ ὁ Πατήρ, ὥσπερ τοῦ Πατρὸς ὁ Υἱός. Παρὰ τοῦ Πατρὸς τοίνυν ὁ Χριστὸς ὁδηγεῖται, οὐχ ὁδηγοῦ χρῄζων, ἀλλ’ ὥσπερ κοινὴν ὁδὸν εἶναι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν καθ’ ἡμᾶς οἰκονομίαν ἣν ὁδεύει μὲν ὁ Υἱὸς (οὗτος γὰρ ἐνεργεῖ τὸ μυστήριον), ὁδηγεῖ δὲ ὁ Πατήρ, ὅτι αὐτοῦ εὐδοκίᾳ ἐπράττετο.
ΨΑΛΜΟΣ ΜΘʹ. «Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται.» Τί δὲ ἐκείνης τῆς καταιγίδος ἢ τοῦ χειμῶνος σφοδρότερον ὅταν ὑπὸ τοῦ ἡμετέρου συνειδότος μαστιζόμεθα, καὶ ὑπὸ τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων κυμάτων δίκην τυπτόμεθα. «Προσκαλέσεται τὸν οὐρανόν.» Οὐρανὸν καλεῖ τοὺς φρονοῦντας τὰ οὐράνια, περὶ ὧν ἔλεγεν ὁ Παῦλος· Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Γῆν καλεῖ τοὺς φρονοῦντας τὰ γήϊνα, τοὺς τῷ πηλῷ καὶ τῇ πλινθίᾳ δουλεύοντας.
Τούτους τοίνυν συναγαγεῖν ἐπαγγέλλεται, ἵνα τὸν ἑαυτοῦ διακρίνῃ λαόν, καὶ ἑκάστῳ ἀποδῷ κατὰ τὰ ἔργα αὐτοῦ. «Συνάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ.» Περὶ τοῦ λαοῦ τῶν Ἰουδαίων ἐνταῦθα διαλέγεται· τούτους γὰρ ὁσίους διὰ τοὺς πατέρας καλεῖ, οἵτινες τοῦ Θεοῦ τὴν διαθήκην ἐπὶ θυσίαις ταῖς νομικαῖς ὁρίζονται, ἀγνοοῦντες ὅτι θυσίᾳ μιᾷ ὁ Θεὸς τῇ λογικῇ, οὐχὶ ταῖς πολλαῖς ταῖς ἀλογίστοις ἀρέσκεται.
Διόπερ καὶ συνελθεῖν αὐτούς, ὥστε τοῦτο διδαχθῆναι προσέταξεν. «Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε.» Ἠπίστουν ἴσως ταῦτα οἱ τῶν Ἰουδαίων παῖδες ἀκούοντες, καὶ ἠπόρουν εἰ τὸ παντελῶς συμβῆναι δυνήσεται, νῦν δὲ ἔργον ὁ λόγος ὤφθη· οὐκέτι γὰρ αὐτῶν ἐνεργοῦσιν αἱ θυσίαι τοῦ ναοῦ λυθέντος, πεπτωκότος τοῦ βωμοῦ, καὶ πάσης τῆς ἐπ’ αὐτοῦ πολιτείας διαφθαρείσης, ἀλλὰ μὴν καὶ τῆς πόλεως, ἔνθα ἔδει μόνον τὰς θυσίας τὰς κατὰ νόμον πράττεσθαι.
Οὐ χρῄζω, φησί, θυσιῶν ἀλόγων, ἐπεὶ τί τὸ κωλύον τὰ θηρία καὶ τὰ κτήνη προσφέρεσθαι; Ἴσως δὲ θηρία καὶ κτήνη τὰ ἔθνη λέγει· βόας τοὺς ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων πιστεύσαντας λέγει, ὧν τὴν προσφορὰν κεκτημένος οὐκέτι τὰ παρὰ τοῦ λαοῦ τῶν Ἰουδαίων, ὡς περιττὰ προσδέχεται· περὶ γὰρ αὐτῶν καὶ τὰ ἑπόμενα λέγεται.
Πετεινὰ δὲ τοῦ οὐρανοῦ τοὺς παρθενίαν φιλοσοφοῦντας ἢ ἐγκράτειαν νόησον· ἐπειδήπερ ἄνω περὶ τὸν οὐρανόν, ἴσα τοῖς ἀγγέλοις φιλοσοφοῦντες, ἵπτανται. Αὐτὴν τὴν Ἐκκλησίαν λέγει ὡραιότητα τοῦ ἀγροῦ, δηλαδὴ τοῦ κόσμου τυγχάνουσαν· εὐπρεπὴς γὰρ ἐγένετο τῇ τοῦ βαπτίσματος χάριτι· ὅθεν οὐκ εἶπεν, παρ’ ἐμοί ἐστιν, ἀλλά, μετ’ ἐμοῦ ἐστιν, ὡς νύμφη νυμφίου· τούτου γὰρ εἶναι ἡ Ἐκκλησία τοῦ Χριστοῦ νομίζεται. «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως.» Γενοῦ, φησί, τοῖς ἀγγέλοις ἐφάμιλλος· μίμησαι τῇ δοξολογίᾳ τὰ Σεραφίμ· διήγησαι καθάπερ οἱ οὐρανοὶ δόξαν Θεοῦ· θύσον θυσίαν ἥνπερ πᾶσα ἡ κτίσις προσφέρει δοξάζουσα διηνεκῶς. Ἴσως δὲ καὶ θυσίαν αἰνέσεως τὰς ἀρετὰς λέγει, δι’ ὧν ὁ Θεὸς αἰνεῖται, τουτέστιν εὐφημεῖται καὶ δοξάζεται· μάλιστα διόπερ τοῖς ἀποστόλοις ἔλεγεν· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάζουσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Θλίψιν δὲ τὸν πειρασμόν, τὸν παρὰ ἀνθρώπων, ἢ τοῦ Σατανᾶ γινόμενον νόησον. Ἂν τοίνυν τότε τὸν Θεὸν ἐπικαλεσώμεθα, ἐξελεῖται ἡμᾶς, ὥσπερ ποτὲ τὴν Σουσάναν ἐξείλετο· καὶ εἰκότως αὐτὸν παράδοξον ἡμῖν οἰκονομουμένων πραγμάτων δοξάζομεν. «Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι.» Τὴν ἡμέραν ὑπογραφεῖ τοῦ θανάτου, ἐν ᾗ καλούμενος ἕκαστος μετὰ τάχους ἁρπάζεται. Ὥστε χρὴ πρὸς ἀλειφὴν τῶν ἁμαρτημάτων ἰδεῖν, ἕως ἡμῖν εἰς μετάνοιαν καιρὸς δαψιλεύεται. «Θυσία αἰνέσεως δοξάσει με.» Τίς αὕτη καὶ ποία ὁδός; Ἡ κοινωνία τοῦ Δεσποτικοῦ σώματός τε καὶ αἵματος, ἣν αὐτὸς ἡμῖν πρῶτος ἐν τῇ Σιὼν καταρξάμενος ἔδειξεν. Ἐπειδὴ τοίνυν εἰς λύτρωσιν τῶν ἁμαρτημάτων τοῖς λαμβάνουσι δέδοται, εἰκότως ἐστὶ σωτήριον τοῦ Θεοῦ· εἰκότως δὲ καὶ ὁδὸς πῶς εἰς οὐρανὸν ὁδεῦσαι τοῖς ὃν δεῖ τρόπον προσευχομένοις δεικνύουσα.
ΨΑΛΜΟΣ Νʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυῒδ ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ.» Σαφέστερον τὴν ἱστορίαν ἡ βίβλος τῶν Βασιλέων κέκτηται. Τὴν Βηρσαβεὲ γὰρ Οὐρίου τοῦ Χετταίου γυναῖκα τυγχάνουσαν λουομένην ἀπὸ τοῦ δώματος τότε Δαβὶδ θεασάμενος, εἶτα ἐρασθεὶς καλέσας συνεγένετο.
Ἐν γαστρὶ δὲ λαβούσης αἰσχυνθείς, τὸν Οὐρίαν, πεσεῖν ἐν τῷ πολέμῳ παρατάξαντος Ἰωὰβ τοῦ στρατηγοῦ παρεσκεύαζε πρόμαχον στῆσαι τὸν Οὐρίαν, οὕτως καὶ ὑπὸ τῶν ἀλλοφύλων ἀπέκτεινεν. Ἐπὶ τούτοις ὁ Θεὸς ὀργισθείς, Νάθαν αὐτῷ τὸν προφήτην ἀπειλοῦντα διὰ τὸν φόνον καὶ τὴν μοιχείαν ἔπεμψεν.
Ὁ δὲ εἰς μετάνοιαν ὁρῶν ψαλμὸν τὸν ἐχόμενον ἔγραψεν οὐκ αἰσχυνθεὶς δημοσιεῦσαι τὸ τραῦμα, ἵνα τοῖς ἁμαρτωλοῖς ἀποδείξῃ τῆς μετανοίας τὸ φάρμακον. Ἐξαλειφθῆναι τὴν ἀνομίαν, ὥστε μὴ μόνον ἰαθῆναι τὸ τραῦμα, ἀλλὰ μηδὲ μώλωπα περιλειφθῆναι βούλεται, ἐφ’ ᾧ καὶ τῶν οἰκτιρμῶν τὸ πλῆθος προτείνει.
Οὐδὲ γὰρ ἀφ’ ἑνὸς οἰκτιρμοῦ, τουτέστιν, ἀπὸ συγγνώμης τῆς ἐφ’ ἑνὶ παραπτώματι σωθῆναι ἁμαρτωλὸς δύναται, πολλῶν δὲ καὶ ἐπὶ πολλοῖς οἰκτιρμοῖς, ὥστε διαφυγεῖν τὴν ἀπειλήν, καὶ τὴν κόλασιν χρῄζομεν. Οὐχ ἁπλῶς πλῦναι, ἀλλ’ ἐπὶ πλεῖον ἱκέτευσεν ἀναλόγως τῷ πταίσματι παρακαλῶν γενέσθαι τὴν κάθαρσιν.
Ὥσπερ γὰρ τὸ μὲν ῥυπωθὲν συμμέτρως ἱμάτιον εὐκόλως πλύνεται καὶ καθαίρεται· τὸ δὲ ἄγαν καὶ πολλάκις, σπουδαιοτέρας χρῄζει καὶ ἐπιπόνου πλύσεως, τὸν αὐτὸν δὴ τρόπον ψυχή, ἡ μὲν ἅπαξ ἡμαρτηκυῖα καὶ μέτρια, συμμέτρῳ μετανοίᾳ καθαίρεται· πολλὰ δὲ ὅταν αὐτῇ καὶ χαλεπὰ ἁμαρτήματα γένηται, οὐ χρὴ πάρεργον εἶναι, ἀλλὰ μετὰ πόνου πολλοῦ καὶ πράξεων ἀγαθῶν τὴν μετάνοιαν.
Ταύτῃ γὰρ ὁ Θεὸς πλύνει τὰ ἡμέτερα πταίσματα. Καλῶς δὲ τὴν ἁμαρτίαν ἀνομίαν ἐκάλεσε, δεῖξαι βουληθείς, ὅτι οὐδὲ αὐτῷ νόμον παραβαίνειν ἐξῆν, εἰ καὶ βασιλεὺς ἐτύγχανε. Βασιλεῖ γὰρ τῷ πάντων ὑψηλοτέρῳ προσέκρουσεν. «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω.» Μακάριον ὅταν τις οἰκείαν ἁμαρτίαν ἐπίσταται, ἐν ὀφθαλμοῖς δὲ ἔχει διαπαντὸς τὰ πταίσματα. Ὁ μὲν γὰρ γινώσκων, καὶ μεμνημένος, καὶ τοῖς ὀφθαλμοῖς τῆς ψυχῆς κατανοῶν τῶν ἑαυτοῦ πταισμάτων τὰ τραύματα, αἰσχύνεται, τῇ μνήμῃ τὴν ψυχὴν νύττεται, καὶ ὑπὲρ τῆς αἰσχύνης ἀναγκασθεὶς εἰς μεταμέλειαν ἔρχεται. Ὁ δὲ λήθην παθών, εἰς ἕτερα πάλιν ἁμαρτήματα (ὡς μηδενὸς αὐτῷ κακοῦ πραχθέντος) προσάγεται. «Σοὶ μόνῳ ἥμαρτον.» Οὐχ ὅτι πάντας ἀνθρώπους ἔλαθεν, ὥσπερ τινὲς νομίζουσιν· οὐδὲ γὰρ αὐτὴν Βηρσαβεὲ τὴν μοιχευθεῖσαν, ἀλλ’ οὐδὲ τοὺς κεκληκότας αὐτὴν λαθεῖν τὸ δράμα τῆς μοιχείας ἠδύνατο. Ἰωὰβ δὲ τὸν φόνον ὡσαύτως τῷ βασιλεῖ συμπράξας ἐπίστατο. Ἀλλ’ οὐδὲ αὐτὸς ἐν ἐξουσίᾳ τὴν ἁμαρτίαν διὰ τὴν βασιλείαν ἐνόμιζεν. Ἀνάξιον γὰρ τοῦτο προφήτου καὶ βασιλέως εἰκότως εὐσεβοῦς ἐτύγχανεν. Ἀλλὰ σοὶ μόνῳ ἥμαρτον, ἔλεγεν· ἐπειδὴ μόνῳ τῷ Θεῷ μὴ ἁμαρτάνειν ἡμᾶς μέλει ὡς δημιουργῷ φειδομένῳ τοῦ πλάσματος.
Ἴσως δέ, Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅτι πάντων ὡς βασιλεῖ χαριζομένων, καὶ τῇ σιωπῇ κρυπτόντων τὸ ἁμάρτημα, ὁ Θεὸς τὸν Νάθαν ἔπεμψε καὶ πονηρὰν οὖσαν τὴν πρᾶξιν ἐξήλεγξε, καὶ τίνος τοῦτο χάριν, τὰ ἑξῆς ἀκόλουθα δείκνυσιν. «Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην.» Ταῦτα οὐ μόνον διὰ τὸν ῥύπον τὸν ἐκ τοῦ Ἀδὰμ καταγόμενον λέγεται· αὐτοῦ γὰρ ἕνεκα ῥυπαροὶ νομιζόμεθα γίνεσθαι, ὥστε καὶ πρὶν ἐλθεῖν εἰς ἕξιν ἡλικίας καλοῦ καὶ κακοῦ δεχομένης διάκρισιν, καθάρσεως ὡς ἐκ πατέρων ἐῤῥυπωμένοι χρήσομεν. Τοῦτο γὰρ καὶ παρὰ τῷ Ἰὼβ εἰρημένον εὑρήσομεν· Τίς, φησι, καυχήσεται καθαρὸς εἶναι ἀπὸ ῥύπου; ἀλλ’ οὔτε βρέφος, κἂν ᾖ μία ἡμέρα ἡ ζωὴ αὐτοῦ. Πρὸς τούτοις μητέρα τῆς ἁμαρτίας τὴν ἐπιθυμίαν ἡ Γραφὴ καλεῖν ἡ θεόπνευστος εἴωθεν. Ἔγγονον δὲ πάλιν ἑκατέρας τὸν θάνατον καὶ μαρτυρεῖ ὁ Ἰάκωβος λέγων·
Ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Ὥστε ὅταν ἁμαρτάνωμεν, ἐν ἁμαρτίαις συλλαμβανόμεθα. «Ῥαντιεῖς με ὑσσώπῳ.» Ὥσπερ καὶ ἡμεῖς ἐν τῇ δωρεᾷ τοῦ βαπτίσματος, τῷ μὲν ὕδατι πλυνόμεθα, τῷ δὲ πνεύματι λαμπρυνόμεθα. «Ἀκουτιεῖς με ἀγαλλίασιν.» Ταπεινοῦνται μὲν τὰ τῆς ψυχῆς ὀστέα, τουτέστιν αἱ δυνάμεις, ὑπὸ τῆς ἁμαρτίας, καὶ συντρίβονται· ἀλλὰ τῇ μετανοίᾳ σωθέντα ἀναθάλλει, καὶ εἰς τὴν χαρὰν τὴν ἀρχαίαν ἐπανέρχεται. «Ἀπόστρεψον τὸ πρόσωπόν σου.» Ἐὰν γὰρ μὴ παραβλέψηται ἡμέτερα πταίσματα, σωθῆναι οὐ δυνάμεθα. Πῶ, δὲ τοῦτο κατορθοῦται;
Ὅταν ἡμεῖς ἀγαθὰς πράξεις καὶ ἀρετὰς ἀσκήσωμεν, ἵνα τοῦ κριτοῦ τὸν ὀφθαλμὸν εἰς αὐτὰς μετενέγκωμεν· οὕτω γὰρ καὶ τῆς τῶν ἡμετέρων ἁμαρτημάτων θεωρίας αὐτὸν ἀποστῆσαι δυνάμεθα. «Καὶ πάσας ἀνομίας μου ἐξάλειψον.» Οὐ μίαν, ἀλλὰ πάσας· ἱκανὴ γὰρ καὶ ἡ μία παραπέμψαι πρὸς γέενναν. Μὴ τοίνυν ἡμεῖς τῆς τυχούσης ἁμαρτίας ἀμελήσωμεν. Ἐὰν γὰρ ἐσπιλωμένος, οὗτινος ἦν ῥύπου, ὁ χιτὼν εὑρεθῆ ὁ ἡμέτερος, εἰς τὸν νυμφῶνα εἰσελθεῖν τοῦ βασιλέως, ἢ πατῆσαι τὴν αὐλὴν οὐ δυνάμεθα. Τοῦτο ὁ Παῦλος ἐπισφραγίζων ἔλεγε· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μαλακοί, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσι. «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί.» Οὐχ ἵνα τὴν φύσιν ἀμείψει (οὐδὲν γὰρ αὕτη φαῦλον ἐκέκτητο)· ἀλλ’ ἵνα τὸν λογισμὸν τῆς ψυχῆς καθάρῃ, καὶ διορθώσηται ῥυπαρὸν ταῖς ἡδοναῖς καὶ ταῖς ἐπινοίαις τοῦ διαβόλου γενόμενον· κτίσαι γὰρ παρὰ τῇ θείᾳ Γραφῇ πολλάκις τὸ διορθώσασθαι λέγεται. «Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον.» Θεωρεῖς ὡς οὐ τὴν φύσιν ἀμεῖψαι ὁ προφήτης, ἀλλὰ τὴν χάριν ἐλθεῖν, ἵνα τῇ καμνούσῃ τῇ φύσει, καὶ ὑπὸ τῆς ἁμαρτίας παλαιωθήσῃ προσεύχεται βοηθήσῃ. Πνεῦμα γὰρ εὐθὲς οὐ τὸ ἐν ἡμῖν τὸ ζωτικὸν τοῦτο λέγει, ἀλλ’ αὐτὸ τοῦ Θεοῦ τὸ Πνεῦμα, περὶ οὗ ἐν ἑτέρῳ ψαλμῷ ἐμελῴδησεν· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Τοῦτο ἐν τοῖς ἐγκάτοις ἔγκατα, τουτέστιν ἐν τοῖς ἀναγκαίοις καὶ λίαν καιρίοις τῆς ψυχῆς μορίοις ἐγκαινισθῆναι βούλεται, ὅσον μὲν καὶ πρὸ τούτων ἐν ἡμῖν τελείως οἰκοῦν, οὐδὲ ἐφ’ ἡμῖν ἀναπαυόμενον διὰ τὴν ἡμετέραν ἀσθένειαν ὑφ’ ἧς οὐκ ἦμεν ἱκανοὶ τὴν χάριν ὁλόκληρον δέξασθαι. Διόπερ αὐτὸ ἐγκαινισθῆναι ἵνα πάντως ἐν ἡμῖν ἀπαρτισθῇ προσεύχεται· οἶκος γὰρ ὁ συμπληρούμενος, ἐκεῖνος ἐγκαινίζεται.
Κακὸν μὲν οἰκέτῃ τὸ τοῦ δεσπότου ζημειωθῆναι πρόσωπον· ὡσαύτως καὶ υἱῷ τῷ τοῦ πατρός, καὶ στρατιώτῃ τῷ τοῦ βασιλέως· ἐξόριστος γὰρ ὁ τοιοῦτος εὑρίσκεται· ἐπὶ δὲ Θεοῦ ὄλεθρον τοῦτο παρασκευάζει τῷ πάσχοντι. Οὐδὲ γὰρ Πατὴρ μόνον καὶ Δεσπότης ἡμῖν Θεὸς καὶ Βασιλεύς, ἀλλὰ πᾶν ὅτιπερ ἂν εἴποις τῶν εἰς ζωὴν καὶ σωτηρίαν τὴν ἡμετέραν συντεινόντων καθέστηκεν. Ὥστε, ὅταν ἀφ’ ἡμῶν ἀποστρέφει τὸ πρόσωπον, παραχρῆμα ἀπολλύμεθα τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ πᾶσα ἡμῶν ἡ χορηγία τῶν ἀγαθῶν ζημειούμενοι. Διὰ τί δὲ ἀντὶ τοῦ εἰπεῖν, Μὴ ἀνέλῃς τὸ πνεῦμα, Μὴ ἀντανέλῃς ἔταξεν;
Ἐπειδήπερ ἅπαξ τῆς ἐν ἡμῖν ἐνεργείας τοῦ Πνεύματος πεῖραν διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, καὶ προφητικῆς χάριτος, ἢ διὰ πρακτικῆς ἀρετῆς οἱ τοῦ Θεοῦ φυλάττοντες τὰς ἐντολὰς ἐδέξαντο. Ὅπερ εἰκότως μὴ ἀνταναιρεθῆναι προσηύχετο, ὥστε μὴ καὶ δευτέραν αὐτοῦ ὑποστῆναι ἀφαίρεσιν. «Διδάξω ἀνόμους τὰς ὁδούς σου.» Ἐδίδασκε μὲν τὰς ὁδοὺς τοῦ Θεοῦ καὶ πρότερον, ἀλλ’ οὔτε τοὺς ἀνόμους ἴσως, οὐδὲ προσευχῇ τὴν διδασκαλίαν πρὸ τῆς ἁμαρτίας τοσοῦτον ἐτίθετο, τότε δὲ μᾶλλον ἀφ’ οὗπερ ἡμαρτηκὼς μετενόησεν. Ὥσπερ γὰρ ἐκεῖνος λέγειν περὶ θεραπείας πιστεύεται μάλιστα ὁ νενοσηκὼς αὐτός, καὶ πεῖραν τοῦ φαρμάκου δεξάμενος· οὕτω καὶ οἱ τῇ μετανοίᾳ σωθέντες, θύρα τοὶς ἄλλοις ἁμαρτωλοῖς ἐπιστροφῆς καὶ σωτηρία; εὑρίσκονται, ὥστε τὸν Παῦλον μετὰ παῤῥησίας βοᾷν·
Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Εἰ ἀπιστεῖτε τῷ κηρύγματί, φησιν, ἁμαρτωλῶν σωτηρίαν κηρύττοντι, ἀπ’ ἐμοῦ τοῦ κηρύττοντος μάθετε, ὅτι διώκτης ὢν ἐπιστεύθην Εὐαγγελίου γενέσθαι διάκονος. «Κύριε, τὰ χείλη μου ἀνοίξεις.» Ὁρᾷς ὅτι κεκλεισμένα τοῦ Δαβὶδ τὰ χείλη διὰ τὴν ἁμαρτίαν ἐτύγχανεν, ἀλλὰ πάλιν τῇ μετανοίᾳ ἀνοίγεται, καὶ τοῦ Θεοῦ διηγεῖσθαι τὴν αἴνεσιν. Ἄρχεται δὲ κεφάλαιον τῶν ὕμνων τοῦ ἁμαρτωλοῦ τὴν ἐπιστροφὴν ἔχουσα.
Τὴν ταπεινοφροσύνην θυσίαν ἀρεστὴν τῷ Θεῷ εἶναι τὸ Πνεῦμα ἐκτίθεται· Μακάριοι γὰρ οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Πῶς δὲ ἡμῶν τὸ πνεῦμα ἐπὶ τῷ ταπεινωθῆναι συντρίβομεν; Ὅταν καλὸν μὲν πράξαντες, μὴ ἐπαρθῶμεν, διηνεκῆ δὲ μνήμην τῶν ἁμαρτημάτων τῶν ἡμετέρων ἔχομεν.
Εὐδοκίαν δὲ τὴν τοῦ Μονογενοῦς προσαγορεύει σάρκωσιν. Δῆλον δὲ ἀφ’ ὧν Παῦλος πρὸς Ἐφεσίους ἔγραφε· φησὶ δὲ οὕτως· Γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ καὶ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν. Ἐν ταύτῃ τοίνυν ἡ Σιὼν ἀγαθύνεται, διὰ τὸ ἐπιτελεσθὲν αὐτῇ τοῦ θείου δείπνου μυστήριον ἕτερά τε πολλὰ τὰ παρ’ αὐτῇ πεπραγμένα καὶ προελθόντα θαύματα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.