Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ψαλμούς (ἐκ τοῦ μεγάλου ἑρμηνευτικοῦ)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ερμηνεία στους Ψαλμούς ΝΑ΄-ΝΕ΄

Προφητική ανάλυση του πάθους του Χριστού, της προδοσίας του Ιούδα και της μετανοίας του αποστόλου Πέτρου, καθώς και της πνευματικής πάλης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 11

ΨΑΛΜΟΣ ΝΑʹ. «Τί ἐγκαυχᾷ ἐν κακίᾳ;» Θαυμάζοντος καὶ ἀποροῦντος, ὡς εἰκός, τὸ προοίμιον· ὅτι τοσοῦτόν τινες εἰς κακίαν προέκοψαν, ὥστε ἐφ’ οἷς δεῖ πενθεῖν, ἐπὶ τούτοις καυχῶνται. Πλὴν ὅτι τὸν μὲν Δωὴκ ἡ ἱστορία περιέχει, Ἰούδαν δὲ τὸν προδότην αἰνίττεται ὁ Ψαλμῳδός, δυνατὸν λίαν ἐν κακίᾳ γενόμενον, ὥστε τὸν εὐεργέτην καὶ τροφέα, καὶ διδάσκαλον προδοῦναι, καὶ μηδὲ τοὺς συνεχεῖς ἐλέγχους, μηδὲ τὰς παραινέσεις αἰσχύνεσθαι. «Ἀνομίαν ὄλην τὴν ἡμέραν.» Ἡνίκα τοῖς Φαρισαίοις ὁ Ἰούδας ἔλεγε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ λʹ ἀργύρια, καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Ὥστε ὄλην τὴν ἡμέραν μελετῶν τὴν ἁμαρτίαν τῆς προδοσίας ἔμεινεν, μέχρις ἡ νὺξ ἐπέστη, καθ’ ἣν τὸ δράμα ἔπραξε. «Ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου.» Τὸ δὲ ὡσεὶ ξυρόν, τουτέστιν ἀναισθήτως τέμνοντα.

Τί γὰρ ἐκείνου τοῦ δόλου ὀξύτερον, ὃν τῇ γλώσσῃ τῆς προδοσίας πρὸς τοὺς συλλαβόντας τὸν Ἰησοῦν συνέθετο· Ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν; «Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην.» Κακία ὁ διάβολος, ὡς κακὰ πάντα καὶ πᾶσι βουλόμενος.

Ἀγαθωσύνη δὲ ὁ Χριστός, Θεοῦ γὰρ ἡ ἀγαθότης κατὰ φύσιν. Ἴδιον ἀφεὶς τοίνυν τὸν Χριστὸν ὁ Ἰούδας, τὸν Σατανᾶν ἠγάπησεν· ἀλλὰ καὶ ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην εἵλατο. Ἐξὸν γὰρ αὐτῷ τὴν ὄντως δικαιοσύνην λαβεῖν, καὶ μετὰ τῶν λοιπῶν ἀποστόλων κηρύττειν τὸ Εὐαγγέλιον· εἰς τὴν ἀδικίαν δὲ ἑαυτὸν τῆς προδοσίας ἐνέβαλε. Τὸ δὲ αὐτὸ πάσχει πᾶς ὅστις κατηγορίᾳ χαίρει, καὶ λοιδορεῖ τὸν ἀδελφόν, ἡδύτερον τὴν ἀδικίαν, τουτέστι τὸ ψεῦδος λαλῶν, καὶ τὴν δικαιοσύνην σιωπῶν, δηλαδὴ τὴν ἀρετήν, ἣν ὁ πλησίον κέκτηται. «Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε.» Ταῦτα παντὶ μὲν δολίῳ, πολὺ δὲ μᾶλλον πρὸς τὸν προδότην λέγεται· καθεῖλεν γὰρ αὐτὸν ὁ Θεὸς εἰς τέλος, καὶ ἀπὸ τῆς σκηνῆς, τουτέστιν ἐκ τοῦ τόπου τῆς μαθητείας μετέστησεν, καὶ τὴν ῥίζαν ὡς ἀκανθώδους φυτοῦ ἐκ γῆς ζώντων, ἐκ τοῦ γεωργίου τῶν ἀποστόλων ἐξέτιλεν. «Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ.» Ἁρμόττει ταῦτά γε τὰ ῥήματα Πέτρῳ εἰς ἀνάμνησιν ἐρχομένῳ τῆς οἰκείας ἀρνήσεως, ὅστις ὡς ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, τουτέστι, τῇ πίστει διηνεκῶς ἱστάμενος, εἰ καὶ πρὸς μικρὸν ὑπέστη τὸν καύσωνα τῆς ἀρνήσεως, ἀλλ’ ὅμως οὐκ ἐξηράνθη. Τῷ γὰρ δακρύῳ τῆς μετανοίας τὴν ῥίζαν ἐπότισεν. Διὰ τοῦτό φησιν, Ἐξομολογήσομαί σοι, ὅτι ἐποίησας. Τί ἐποίησας; Ἔλεος, χρηστότητα, συμπάθειαν.

Ὅτι τὸν ἀρνησάμενον κήρυκα τῶν μυστηρίων ἐποίησας, στύλον τὸν σαλευθέντα κατέστησας, καὶ ποιμένα τῶν ἀμνῶν τὸν πλανηθέντα ἐποίησας. Χρηστὸν δὲ οὐκ Ἰουδαίοις, οὐδὲ εἰδωλολατρείαν νοσοῦσιν, ἀλλ’ ἐναντίον τοῖς ὁσίοις, τοῖς διὰ χάριτος καὶ εὐφροσύνης δικαιωθεῖσι. Παρὰ τούτοις γὰρ τὸ ὄνομα αὐτοῦ χρηστόν. Τί γὰρ τοῦ Ἰησοῦ προσηγορίας χρηστότερον; Ὑπομένω δέ· διὰ τί; Ἐπειδὴ ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

ΨΑΛΜΟΣ ΝΒʹ. «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ.» Τίνος γὰρ ἦν τοῦτο λέγειν, ἀλλ’ ἢ ἄφρονος; περὶ οὗ Ἡσαΐας ἔλεγεν· Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια φρονήσει. Ποῖα ταῦτα; Ὅτι φαῦλά τινα καὶ ἄτοπα ἐργαζόμενοι, καὶ τὴν ἐπ’ αὐτοῖς τοῦ Θεοῦ μακροθυμίαν βλέποντες, δέον εὐχαριστεῖν καὶ δοξάζειν ὡς χρηστόν, καὶ ἀνεξίκακον, εἰς παραφροσύνην ἐκτρέπονται, οὐ νομίζοντες Θεὸν ἐφορᾷν τὰ ἀνθρώπινα, ἀκρίτως δὲ καὶ αὐτομάτως φέρεσθαι. «Διεφθάρησαν καὶ ἐβδελύχθησαν.» Ἡ τοῦ βλασφήμου διαδοθεῖσα νόσος τοὺς ἄλλους ἐν ἀνομίαις παρασκευάζει φθείρεσθαι, βδελυκτούς τε εἶναι τῷ Κτίσαντι, ἀπραξίαν τῆς ἀρετῆς τοσαύτην νοσοῦντας, ὥστε μηδὲν αὐτοὺς ἀγαθὸν ἐργάζεσθαι.

Ἀλλὰ γὰρ διὰ τοῦ ἄφρονος τὴν τῶν εἰδωλολατρῶν μανίαν αἰνίττεται. Λέγοντες γὰρ ἐν καρδίᾳ οὐκ εἶναι Θεόν, εἴδωλα ξυλίνων θεῶν καὶ λιθίνων ἐποίησαν. Διὰ δὲ τῆς ἀνομίας, ἥτις ἦν τοῦ νόμου παράβασις, τοὺς Ἰουδαίους αἰνίττεται, οὓς τῇ ἀπιστίᾳ φθαρέντας, ὁ Θεὸς ἐβδελύξατο. «Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν.» Τοσοῦτον γὰρ ὁ Θεὸς ἀληθείας ἐφίεται, ὅτι πάντα γινώσκων ἀκριβῶς τὰ ἡμέτερα, ὅμως διακύπτει, καθάπερ ἀπό τινος θυρίδος τῆς πρὸς ἡμᾶς συγκαταβάσεως, διαγνῶναι θέλων ἀκριβῶς τὰ ἀνθρώπινα.

Ἀλλὰ γὰρ σαφῶς Χριστοῦ τὴν ἐπιδημίαν λέγει, ὃς ἐκ τοῦ οὐρανοῦ διέκυψεν, ἡνίκα ἡμῖν μετὰ σαρκὸς ἐπεδήμησεν. Ὥσπερ γὰρ ὁ παρακύπτων ἀφ’ ὑψηλοῦ τόπου, ἄνω μένων, κάτω τῇ ἐνεργείᾳ γίνεται, οὕτω καὶ ὁ Χριστὸς ἐν τοῖς κόλποις τοῦ Πατρὸς μένων, τῇ γῇ διὰ σαρκὸς ἐπεδήμησε. Τίνος χάριν; Τοῦ ἰδεῖν, εἰ ἔστι συνιών, ἢ ἐκζητῶν τὸν Θεόν. Οὐκοῦν οὐ τὰς πράξεις τοσοῦτον τῶν ἀνθρώπων κατῆλθεν ἐπισκέψασθαι, ὅσον ἰδεῖν εἴ τινα ὅλως θεογνωσίαν ἔχουσιν, εἰ ἐν πίστει τὸν Θεὸν ἐκζητοῦσι. «Οὐχὶ γνώσονται πάντες.» Πάντες μὲν οἱ τοὺς πένητας ἀδικοῦντες, καὶ τὰ τοῦ πλησίον ἁρπάζοντες, βρώσει ἄρτου τὸν λαὸν τοῦ Θεοῦ ἐσθίειν εἰκότως λέγονται· τροφὴν γὰρ τῆς ἑαυτῶν πλεονεξίας τὴν ἀδικίαν, τὴν εἰς ἐκείνους ἔχουσι. Νομίσεις δὲ μάλιστα τοὺς διδασκάλους τῶν Ἰουδαίων λέγεσθαι. Ὑπὲρ γὰρ ἀγνωσίας τὸν νόμον ὡς ἐδόκουν ἐκδικοῦντες, τῇ δὲ ὕβρει τοῦ νομοθέτου ἀνομίαν ἐργαζόμενοι, οὗτοι τὸν λαὸν τοῦ Θεοῦ ἤσθιον βρώσει ἄρτου, ἔνεκα πλησμονῆς καὶ γαστριμαργίας προσωποληπτοῦντες, καὶ τὸν νόμον ἐν τῷ διδάσκειν παραβαίνοντες.

Περὶ τῶν Ἰουδαίων λέγει· τὸν γὰρ ἀληθῶς Θεὸν τὸν Χριστὸν οὐκ ἐπεκαλέσαντο, καὶ ἐφοβήθησαν φόβον περιττόν, ἔνθα οὐκ ἦν φόβος, ὅτε πρὸς ἀλλήλους ἔλεγον· Ἐὰν ἐάσωμεν τὸν ἄνθρωπον τοῦτον, ἥξουσιν οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸν τόπον καὶ τὸ ἔθνος. Καίτοι οὐκ ἂν τοῦτο ἐγίνετο, εἰ τὴν εἰς αὐτὸν πίστιν ἐφύλαξαν. Ὁμοίως δὲ καὶ πάντες ἄνθρωποι ὅσοι τὸν Θεὸν ἐπικαλεῖσθαι ῥᾳθυμοῦσιν, ὃν μὲν δεῖ φόβον οὐ φοβοῦνται, τῇ εἰς Θεὸν ἀπιστίᾳ. Φοβοῦνται δὲ μάτην τὰς τῶν ἀνθρώπων ἀπειλάς, καὶ τὰς τῶν ἐχθρῶν δυναστείας, οὐκ εἰδότες ταῦτα μηδὲν ἡμᾶς, ὅταν ἔχομεν τὴν εὐμένειαν τοῦ Θεοῦ, παραβλάπτοντα. Ἀνθρωπαρέσκων δὲ περὶ τούτων λέγει· ἀεὶ γὰρ τοῖς ἀνθρώποις ἀρέσκειν παρὰ τὸν Θεὸν βούλονται, ὧν ὁ Θεὸς τὰ ὀστᾶ, δηλαδὴ τὰς φυλὰς διεσκόρπισε. Κατησχύνθησαν. Ὃν γὰρ νεκρὸν καλοῦσιν, ὑπὸ τούτου διώκονται. Τὰ δὲ αὐτὰ καὶ τοῖς τυχοῦσιν ἀνθρωπαρέσκοις ἐπέρχεται· τὰ γὰρ ὀστᾶ αὐτῶν, τουτέστιν ὁ πλοῦτος καὶ ἡ δόξα ὑπὸ Θεοῦ σκορπίζεται.

Διὰ τί ἀπὸ τῆς Σιών, καὶ οὐκ ἀπὸ τοῦ οὐρανοῦ, οὐκ ἀπὸ τοῦ ναοῦ, οὐκ ἀπὸ τῆς κιβωτοῦ, οὐκ ἀπὸ τῶν ἁγίων ὁ Προφήτης τὸ σωτήριον εὔχεται; Ἐπειδὴ ἐκεῖ ἡμῖν ἀπέδωσεν ὁ Χριστὸς τὸ ἀρχαῖον ἐμφύσημα. Ὅπερ δῆλον ἐπήγαγεν· Ἐν τῷ ἐπιστρέψαι Κύριον. ᾘχμαλώτευσεν γὰρ ἡμῶν ὁ Σατανᾶς δι’ ἀπάτης τὴν κοινωνίαν τοῦ Πνεύματος· ἀλλ’ ὁ Χριστὸς αὐτὴν ἐν τῇ Σιὼν ἀπέδωκε διὰ τοῦ τῶν ἀποστόλων ἐμφυσήματος.

Διὰ τί δὲ Ἰακώβ, ἀγαλλιάσεται πρότερον, καὶ τότε Ἰσραὴλ εὐφρανθήσεται, ἑνὸς ὄντος; Ἐπειδὴ Ἰακὼβ πτερνιστὴς ἑρμηνεύεται, Ἰσραὴλ δὲ νοῦς ὀρῶν Θεόν. Χρῄζομεν δὲ πτερνισταὶ γενέσθαι πρότερον, τουτέστι διαβόλου, καὶ τότε ἡμῶν ὁ διορατικὸς νοῦς τῇ κατὰ τὴν δύναμιν τοῦ Θεοῦ θεωρίᾳ εὐφραίνεται.

ΨΑΛΜΟΣ ΝΓʹ. «Ὁ Θεός, ἐν τῷ ὀνόματί σου.» Μὴ διὰ πράξεις, φησίν, οὐδὲ γὰρ ἀξιοχρέους ἔχω, μὴ διὰ πατέρων εὐγένειαν (ἄλλος γὰρ ἄλλον διασώζειν οὐ δύναται), ἀλλ’ ἐν τῷ ὀνόματί σου· εἰ γάρτοι αὕτη σωτηρία διηνεκὴς καὶ ἄσυλος ἵσταται. Εἰ γὰρ λῃσταῖς τινες ἢ βαρβάροις περιπεσόντες, εἶτα ὄνομα δυναστῶν παραγαγόντες, ὡς ἐκείνων οἰκεῖοι τοὺς κινδύνους ἐκφεύγουσι, πῶς οὐ πολὺ μᾶλλον ἐν τῷ ὀνόματι τοῦ Θεοῦ ἀπὸ πάσης ἐπιβουλῆς δαιμόνων σωζόμεθα; «Καὶ ἐν τῇ δυνάμει σου κρίνον με.» Κρίσιν, οὐχ ὅτι κατακριθῶμεν, ἀλλ’ ὥστε ἐλευθερωθῆναι τοῦ τυραννοῦντος βουλεύεται· διόπερ ἐν δυναστείᾳ κριθῆναι προσηύξατο· ἵνα τοῦ ἀντιδίκου εἴτε τοῦ αἰσθητοῦ, εἴτε τοῦ νοητοῦ τῇ δυναστείᾳ τοῦ Θεοῦ χειρωθέντος, ἡμεῖς γενώμεθα τῶν ἐπηρεαζόντων ἀλλότριοι. «Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου.» Οὐδὲν γὰρ ὅπλον πρὸς τοὺς ἐχθροὺς ὑπὲρ τὴν εὐχὴν ἰσχυρώτερον ἔχομεν, μόνον ἐὰν τοῦ ἄξια τοῦ Θεοῦ προσευξόμεθα, ὅπερ ὁ Προφήτης ἑαυτῷ συνειδὼς ἐνωτίσασθαι τὸν Θεὸν τὰ ῥήματα τοῦ στόματος βούλεται, ἵνα διαγνούς, ὅτι οὐδὲν ἀνθρώπινον ζητεῖ, τὴν θυσίαν τῆς προσευχῆς προσδέξεται. «Ὅτι ἀλλότριοι ἐπανέστησαν.» Ἀλλότριοι πάντες οἱ μὴ φρονοῦντες τὰ τοῦ Θεοῦ, κἂν συγγενεῖς, κἂν φίλοι, κἂν ἀδελφοὶ τυγχάνωσι.

Διὸ καὶ ἐπιβουλεύειν ἡμῖν ὡς ἀλλότριοι ἀλλοτρίοις, καὶ συγγενεῖς ὄντες, πολλάκις οὐκ αἰσχύνονται. Οἱ γὰρ ἑαυτοὺς ἀλλοτριώσαντες τοῦ Θεοῦ, πῶς πολὺ μᾶλλον καὶ τοῦ νόμου τῆς φύσεως ἀλλότριοι γίνονται; Κραταιοὺς δὲ τοὺς ἰσχυροὺς τῇ κακίᾳ λέγει, οἵτινες εἰς τοσοῦτον ἰσχυρὰν καὶ ἀνένδοτον τὴν πονηρίαν κέκτηνται, ὥστε καὶ εἰς ἑαυτὴν ἐπιβουλεύειν τὴν ψυχήν, οὐ μόνον τὸν αἰσθητὸν ἡμῖν, ἀλλὰ καὶ τὸν νοητὸν κατασκευάζοντες θάνατον. «Ἐξομολογήσομαι τῷ ὀνόματί σου.» Ἀκούσιον γὰρ θυσίαν ὁ Θεὸς οὐ προσδέχεται· οὐδέποτε γὰρ τῷ προσφέροντι, ἀλλὰ τῷ ἀναγκάζοντι τὴν προσφορὰν λογίζεται. Ὅπερ εἰδὼς καὶ Παῦλος ὁ ἀπόστολος, ἔλεγε· Μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δώτην ἀγαπᾷ ὁ Θεός. Σὺ δὲ καὶ ἀπὸ καιροῦ τὸ ἑκούσιον νόησον. Πολλάκις γὰρ θλίψει περιπεσόντες γινόμεθα ἑαυτῶν εὐλαβέστεροι. Χρὴ δὲ ἡμᾶς καὶ τῆς θλίψεως μεταβληθείσης παραπλησίως εὑρίσκεσθαι.

Τῶν πολεμίων τὸν ὄλεθρον θεασάμενος, ἐξομολόγησιν εἶπεν τὴν εὐχαριστίαν· ἀγαθὸν γὰρ τὸ ἐπ’ αὐτῇ κατόρθωμα· ὁ γὰρ εὐχαριστῶν τῷ εὐεργέτῃ, φιλοτιμώτερον αὐτὸν ἐν τοῖς ἑξῆς ἐργάζεται· ἡ δὲ τῶν ἁμαρτημάτων ὧν ἔχει καὶ τῶν μελλόντων λύτρωσις, αὐτῷ ἐργάζεται οἰκείωσιν Θεοῦ, ἐλπίδα τῶν μελλόντων ἀγαθῶν, πάσης θλίψεως ἀπαλλαγήν, ὥστε εἰς μακαριότητα τῷ τοιούτῳ ὁ βίος μεθίσταται.

ΨΑΛΜΟΣ ΝΔʹ. «Εἰς τὸ τέλος, ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ.» Σκοποῦ τοῦ αὐτοῦ καὶ ὁ ψαλμὸς ὁ ἐχόμενος ἔχεται· διαγράφει γὰρ τὸν ἐν πειρασμοῖς ἐξεταζόμενον ἄνθρωπον· διόπερ ὑμνεῖν μετὰ συνέσεως τὸν δυνάμενον ἐλευθερῶσαι πειρασμῶν ἐπαγγέλλεται. Σαφὴς δὲ καὶ τῶν Δεσποτικῶν παθῶν ἡ προφητεία πρόσκειται. «Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου.» Ταῦτα Χριστοῦ προσευξαμένου, καὶ ἡμεῖς προσευξώμεθα, καὶ τὸν Δεσπότην οἱ δοῦλοι, καὶ τὸν πλούσιον οἱ πτωχοὶ μιμησώμεθα· αὐτὸς τὴν ἡμῶν προσευχὴν εἰσακουσθῆναι βούλεται, καὶ μὴ παρωφθῆναι τὴν δέησιν ὑπὲρ τῆς σωτηρίας τοῦ γένους οὖσαν, ὡς ἀπαρχὴ τυγχάνων ὧν πρεσβεύεται. Ὁμοῦ καὶ τίνα δεῖ προσεύχεσθαι, τρόπον δεῖξαι βουλόμενος, Ἐνώτισαί, φησι, καὶ μὴ ὑπερίδῃς. Πολλάκις γὰρ ἡμῶν τὴν προσευχὴν ἀκούσας, ὡς περιττὴν καὶ ἀναξίαν τῆς ἀκοῆς αὐτοῦ, παρορᾷ καὶ παραπέμπεται. «Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου.» Λόγισαί, φησι, τίς οὗτος ὁ εὐχόμενος, ὅτι Υἱὸς τοῦ Πατρός, ὁμοούσιος βασιλεύς, ἀλλὰ δούλου μορφὴν φέρων, ἵνα σώσῃ τὸ πλάσμα τὸ ἡμέτερον.

Ἀδολεσχίαν τὸν ἐν θεωρίᾳ μετεωρισμὸν λέγει, ὃν ὑπέμεινεν ὁ Κύριος, τὰ καθ’ ἡμᾶς λογιζόμενος, ἐφ’ ἃ καὶ ἐταράττετο, ὅτι τοσοῦτον ἀνοίας προεκόψαμεν, ὥστε σκελίζειν τὸν ὑπὲρ ἡμῶν τρέχοντα, καὶ τὸν παραγενόμενον σῶσαι, τιθέναι προσκόμματα. Ταῦτα καὶ Καϊάφας, καὶ Ἰούδας, καὶ οἱ συνεργοὶ διεπράττοντο, περὶ ὧν κατὰ λόγον ἐπήγαγεν· Ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἀμαρτωλοῦ· ἐχθρὸν τὸν Καϊάφαν λέγων, ὡς ἀφιέναι φωνὴν κατὰ τοῦ Σωτῆρος ἐν τῷ καιρῷ τοῦ κριτηρίου τοιαύτην τετολμηκότα· Ἐβλασφήμησε· τί ἔτι ζητεῖτε; ἁμαρτωλὸν δὲ τὸν Ἰούδαν.

Πῶς γὰρ οὐχ ἁμαρτωλὸς ὁ προδιδοὺς τὸν διδάσκαλον; Ἐφ’ ᾧ καὶ σφόδρα ὡς μαθητῇ καὶ προδότῃ θλιβόμενος, ἐπιφέρει τὰ ἐχόμενα. «Φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμέ.» Τοῦτο τῶν ἐν πειρασμοῖς καὶ θλίψεσιν ἴδιον, μὴ μόνον φόβῳ καὶ τρόμῳ, ἀλλὰ καὶ σκότῳ τὸ κατὰ ψυχὴν ἀποῤῥουμένους συνέχεσθαι. Ἀλλ’ ὁ Χριστός, ὡς ποιμὴν ἀληθινὸς καὶ γνήσιος, ὑπὲρ τῆς ἑαυτοῦ ποίμνης ἐδειλία καὶ ἔτρεμεν· τὸν γὰρ ἀδημονοῦντα καὶ λυπούμενον οὐδὲν ἦν ἀπεικὸς φοβεῖσθαι καὶ τρέμειν, πάντα χωρὶς ἁμαρτίας τὰ ἡμέτερα πάσχοντα· οὐκοῦν καὶ σκότος αὐτὸν ἐκάλυψε τὸ ἡμέτερον. Μᾶλλον δὲ σκότος ἐκεῖνο λέγει, ὅπερ τὸν κόσμον ἐκάλυψε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ, ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης γενόμενον. «Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας;» Πτέρυγας τοὺς ἀποστόλους καλεῖ· ἐν αὐτοῖς γὰρ ἐπὶ τὴν οἰκουμένην ὅλην τοῦ Χριστοῦ τὸ μυστήριον ἔπτη, καὶ καθάπερ ἐν νεοσσιαῖς Ἐκκλησίαις κατέπαυσε· τούτοις οἷα πτέρυγας περιστερᾶς, τουτέστι πλήρεις τῆς χορηγίας τοῦ Πνεύματος, βούλεται. Τὸ δὲ τίς οὐκ ἀποροῦντος ἐνταῦθα, ἀλλὰ τὸ μᾶλλον ἐπιθυμοῦντος καὶ κατεπείγοντος. «Προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος.» Ὀλιγοψυχίαν τὴν λοιδορίαν καλεῖ, καταιγίδα δὲ τὴν ἀκμὴν τοῦ πειρασμοῦ, καὶ βίαν, καὶ σφοδρότητα· ὧν ἐξ ἑκατέρας χρὴ παρὰ Θεοῦ προσδέξασθαι τὴν βοήθειαν.

Ὁ Χριστὸς δὲ οὐχ ὡς ἑαυτῷ τοῦτο προσεύχεται, ἀλλὰ τοῖς ἀποστόλοις ὀλιγωροῦσι κατὰ τὸν καιρὸν τοῦ πάθους· ὥστε καὶ πρὸς αὐτοὺς ἐπιτιμῶν εἶπεν· Οὕτως; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι;

Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Εἰ ἐπὶ κακῷ συμφωνία δεινόν, καὶ ἐκ τοῦ ἐναντίου μέγα ἀγαθὸν ἡ τῶν ἐπὶ κακῷ συμφωνησάντων διάλυσις. Καὶ οἱ ὁμονοήσαντες γοῦν ἐπὶ τῇ πυργοποιίᾳ, τὸ ἔχειν φωνὴν μίαν καὶ χεῖλος ἕν, πάντες ἐνεποδίσθησαν, μεγίστῃ δυσσεβείᾳ συγχυθέντες, ὡς μηκέτι ὁμοφωνίαν ἔχειν.

Ὅταν ἡ κακία καθ’ ἑαυτὴν μερισθῇ, ἔχομεν τὸ ἀσφαλὲς οἱ παρ’ αὐτῆς πολεμούμενοι· οὐκέτι γὰρ αἱ ἐξ αὐτῆς ἐπιβουλαὶ πιστεύονται. Τοιγαροῦν τοῦ Χριστοῦ θαυματουργοῦντος τῶν Ἰουδαίων αἱ γλῶσσαι διῃρέθησαν· καὶ οἱ μὲν ἔλεγον· Οὐκ ἔστι παρὰ Θεοῦ ὁ ἄνθρωπος οὗτος, ὅτι οὐ τηρεῖ τὸ Σάββατον· ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. «Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν.» Τοῦ Χριστοῦ κρινομένου ἀνόμως, ἀντιλογία τῶν κρινόντων, Πιλάτου δηλαδὴ καὶ τῶν Ἰουδαίων ἀρχιερέων ἐγένετο· τοῦ μὲν λέγοντος, Οὐδὲν αἴτιον εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ· ἐκείνων δέ· Ἡμεῖς νόμον ἔχομεν, καὶ οἴδαμεν, ὅτι κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν. «Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, ἀνομία καὶ πόνος ἐν μέσῳ αὐτῆς.» Ἠμέρας μέν, κατὰ τὸν καιρὸν τοῦ σταυροῦ· νυκτὸς δέ, κατὰ τὸν καιρὸν τῆς προδοσίας· ἐπὶ τὰ τείχη, δηλαδὴ ἐπὶ τοὺς ἱερεῖς· αὐτοὶ γὰρ τείχη τοῦ λαοῦ τυγχάνουσιν· ἰσχυρὰ μέν, κατὰ τὸν νόμον τῆς ἱερωσύνης ζῶντες· σαθρὰ δὲ πεπτωκότα, ὅταν ἀλλότρια τοῦ προσχήματος πράττουσιν. Ἀνομίαν δὲ καὶ κόπον ἐν μέσῳ αὐτῆς, καὶ ἀδικίαν λέγει τὴν δουλείαν τοῦ γράμματος· ἀνομίαν, ὅτι τὸν νόμον πνευματικῶς οὐκ ἐφύλαττον· ἀδικίαν, ὅτι τοσαύτας παρὰ τοῦ Πατρὸς εὐεργεσίας δεξάμενοι, σταυρῷ τὸν ἰατρὸν καὶ τὸν τροφέα παρέδωκαν.

Οὐκ ἐξέλειπε δὲ ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Ἴσως μὲν καὶ τὴν τῶν Ἰουδαίων φιλαργυρίαν διαβάλλει· οἵτινες, τοκίζειν αὐτοῦ τοῦ νόμου κωλύοντος, δόλῳ τοὺς τόκους δι’ ἐπινοιῶν ἑτέρων ἐκέρδαινον. Πλὴν τόκος τῆς ἀπάτης ἡ ὑπόκρισις· αὕτη μετὰ δόλου τὰς τῆς Ἱερουσαλὴμ πλατείας οὐκ ἐπέλειπε· σφόδρα γὰρ ἐπ’ αὐτοῖς ὡς ἐπ’ ἀρεταῖς ἐπαῤῥησιάζοντο. Πλὴν καὶ ἡμεῖς φυλαξώμεθα, καὶ μήτε ἡμέρας μήτε νυκτὸς ἐπὶ τὰ ἡμέτερα τείχη, δηλαδὴ τὰς ἀρετάς, ἀνομίαν ἔχειν ἢ ὅλως ἀντιλογίαν καρτερήσωμεν· ἀλλὰ μηδὲ τόκον ἢ δόλον ἐν πλατείαις ταῖς ἡμετέραις ἔχωμεν. Πλατεῖαι γὰρ καὶ εὐθυνοῦσαι αἱ ὁδοί, ἐν αἷς τὰ πλημμελήματα οὐ μὴν εἰς ζωήν, ἀλλ’ εἰς ἀπώλειαν ἄγουσιν. «Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με.» Φορητὰ τὰ παρὰ τῶν ἐχθρῶν ἀποκεκαλυμμένων διὰ τοῦτο νομίζεται, ἐπειδήπερ εὐχερὲς ταῦτα φυλάξασθαι· οἱ δὲ φίλοι δοκοῦντες, τὰ τῶν ἐχθρῶν λογιζόμενοι, οὐκ εἰσὶ φορητοί· μέλιτι γὰρ τὸν ἰὸν κεράσαντες λανθάνοντα, κατασκευάζουσι θάνατον. Τοῦτο καὶ τῷ Ἰούδᾳ ὁ Χριστὸς διὰ τῆς παρούσης προφητείας ὠνείδισεν. Ὧν ἵνα παραστήσῃ σαφέστερον, τὰ ἐχόμενα ὁ Προφήτης ἐπήγαγεν· «Σὺ δέ, ἄνθρωπε ἰσόψυχε.» Ἰσόψυχε, διὰ τὴν ἀγάπην, ἣν περὶ τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ἐπεδείκνυτο, ὥστε τῷ Πατρὶ λέγειν·

Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὓς δέδωκάς μοι· ἵνα ὦσιν ἕν, καθὼς καὶ ἡμεῖς. Ἡγεμών, ἐπειδὴ τὸ γλωσσόκομον τῶν χρημάτων βαστάζων αὐτός, ἴσως τὴν ἐξουσίαν τῆς οἰκονομίας ἐκέκτητο. Γνωστέ, πάντα γὰρ ὡς μαθητῇ ἀπεκάλυψεν.

Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκυνάς μοι τὰ ἐδέσματα. Μόνος γὰρ μετὰ τοῦ Ἰησοῦ ἐνέβαπτεν εἰς τὸ τρυβλίον. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Οἶκον Θεοῦ τὴν Σιὼν λέγει· ἐκεῖ γὰρ ἐν ὁμονοίᾳ τὸ δεῖπνον τοῦ Πάσχα μετὰ τῶν μαθητῶν ὁ Χριστὸς ἐπετέλεσεν· οὐ μὴν ἐφύλαξε Ἰούδας τοῦ δείπνου τὸ μυστήριον· ἐκεῖθεν γὰρ ἐξελθὼν τὴν προδοσίαν ἔπραξεν. Ὥστε ταῦτα τῷ προδότῃ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ πρὸ πολλῶν γενεῶν ὀνειδίζων ἐφθέγγετο. «Ἐλθέτω δὴ θάνατος ἐπ’ αὐτούς.» Τοῦτο πεπλήρωται μὲν ἐπὶ τῷ Ἰούδᾳ· τὴν γὰρ προδοσίαν ἀγχόνῃ διεδέξατο. πεπλήρωται δὲ καὶ ἐπὶ τῶν ἄλλων Ἰουδαίων· Χριστὸν γὰρ τὴν ζωὴν τὴν ἀληθινὴν ἔχοντες, ἀσεβήσαντες εἰς αὐτόν, ὑπὸ τὴν φοβερὰν τοῦ θανάτου κατάραν ἐγένοντο. Παροικία δὲ ὁ βίος ὁ ἀνθρώπινος λέγεται. Οὐδὲ γὰρ οἰκεῖν ἐνταῦθα μέχρι πολλοῦ δυνάμεθα, ἀλλ’ ὡς πάροικοι, ὅταν οἰκοδεσπότης προστάξῃ, παραχρῆμα ἐκβαλλόμεθα.

Ἐπειδὴ δὲ παροικίας ὁ Προφήτης πολλὰς ἀντὶ μιᾶς εἶπε, τὰς πολλὰς τῶν ἀνθρώπων κατὰ τὸν βίον διαφορὰς αἰνίττεται. Οἱ μὲν γὰρ τυχὸν ἀπορίαν, οἱ δὲ γεωργίαν, οἱ δὲ τὴν ἐν τοῖς θείοις λειτουργίαν μετέρχονται.

Ἀλλ’ ἐν πᾶσι τούτοις οἱ τῶν Ἰουδαίων παῖδες ἐπονηρεύοντο· οὐ γὰρ μόνον ὁ ἄλλος δῆμος, ἀλλὰ καὶ οἱ κατ’ ἐξοχὴν αὐτῶν, εἴτε ἄρχοντες, εἴτε ἱερεῖς, τὴν πονηρίαν μέσην αὐτῶν ὥσπερ ἀπολαβόντες, μετήρχοντο. «Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα.» Ὁ Χριστὸς καὶ ταῦτα λέγει· πρὸς γὰρ τὸν Θεὸν ἑαυτοῦ Πατέρα ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ. Εἴτε τὸ Πνεῦμα λέγοις (ὁ γὰρ Κύριος τὸ Πνεῦμά ἐστιν), εἴτε τὸν Κύριον αὐτὸν ἑαυτοῦ εἰσακούσαντα· οὐκοῦν ἐντεῦθεν δῆλον, ὡς προσεύχεται μὲν ὁ Χριστὸς φυλάξαι τὸν νόμον τῆς ἀνθρωπότητος βουλόμενος, ἀλλ’ ὅμως αὐτὸς ἑαυτοῦ εἰσακούει· αὐτὸς γὰρ τὴν οἰκείαν ἐπιτελεῖ προσευχήν, ἅπερ ἂν ὡς ἄνθρωπος εὔξεται, ταῦτα ὡς Θεὸς ἐπιτελῶν. «Ἑσπέρας, καὶ πρωΐ, καὶ μεσημβρίας.» Ἢ ἀπαγγέλλει τὰ κατὰ τοὺς εἰρημένους καιροὺς πεπραγμένα μυστήρια. Ἑσπέρας μέν, ὅπως αὐτὸν ἔθαπτεν Ἰωσήφ, καὶ ἐκήδευσε Νικόδημος· καὶ πάλιν, ὅπως τῶν θυρῶν τῆς Σιὼν κεκλεισμένων, εἰσήρχετο δεύτερον. Πρωῒ δέ, ὅπως ἀπηνέχθη εἰς τὸ Πιλάτου πραιτόριον, καὶ ὅπως ἐκ νεκρῶν ἀναστὰς ταῖς γυναιξὶν ἑαυτὸν ἐνεφάνισε. Μεσημβρίας, ὅπως ἐσταυρώθη, καὶ τὴν κτίσιν ἐσάλευσεν, οὐκ ἀπολέσαι ταύτην, ἀλλ’ ἀνακαινίσαι καὶ διορθῶσαι βουλόμενος. Καὶ διὰ τί ταῦτα διηγεῖσθαι ὑπέσχετο; Ἐπειδὴ περιεκτικὰ καὶ τῶν λοιπῶν τοῦ Μονογενοῦς θαυμάτων ἐτύγχανεν.

Ὅθεν αὐτοῦ φησι καὶ τὸν Πατέρα τῆς φωνῆς εἰσακούσεσθαι, τῇ διηγήσει τῶν μυστηρίων τῶν εἰρημένων χαίροντα. «Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου.» Εἴτε τῶν στρατιωτῶν, οἵτινες αὐτοῦ τὸν τάφον ἐκύκλωσαν· εἴτε τῶν ψευδομαρτύρων, ὑπὲρ αὐτὸν συκοφαντοῦντες, περιέστησαν ἐν τῷ καιρῷ τῆς κρίσεως· εἴτε τῶν ἐν ᾅδῃ δυνάμεων, αἳ περὶ αὐτὸν ὁμοῦ μὲν ἐκπληττόμεναι, ὁμοῦ δὲ καὶ φρουροῦσαι, ὥστε μὴ πᾶσαν τῶν νεκρῶν τὴν αἰχμαλωσίαν ἀναγαγεῖν. «Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι.» Θαυμάσαι τὴν ἀκρίβειαν τῆς προφητείας ἄξιον.

Αὐτοῖς γὰρ ἔργοις τοῦτο ἐπὶ τὸν Ἰούδα καταλαμβάνεται, ὅτε τὸ ἀργύριον τῆς προδοσίας τοῖς ἀρχιερεῦσιν ὑποστρέψαι βουληθείς, ἀναγκαίως τὴν χεῖρα ἐξέτεινεν. «Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον.» Λόγους, φησίν, εἶχον οἱ Ἰουδαῖοι ἁπαλούς, καὶ χρηστότητα κατὰ τὸ δοκοῦν ἅπασαν ὑπερβαίνοντας, ἐν οἷς τὴν τοῦ Θεοῦ σοφίαν ἐπείραζον· ὥσπερ οἱ ναῦται πειράζουσι διὰ βολίδων τὴν θάλατταν· οὐ μὴν ἔφθανον. Τί γὰρ βολὶς ἐν ἀβύσσῳ ποιῆσαι δυνήσεται;

Ἄβυσσος δὲ ἡ τοῦ Θεοῦ σοφία· περὶ ἧς καὶ Παῦλος ἔλεγεν· Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! αὐτὸς δὲ οὗτος ὁ Προφήτης· Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ· τὰ κρίματά σου ἄβυσσος πολλή. Ἀλλὰ τῶν ἀντιγράφων ἔνια ἔχει, Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ.

Ὥστε τὴν προφητείαν εἰς τὸν Ἰούδαν ἐκφέρεσθαι· οὗτος γὰρ ἑαυτοῦ τοὺς λόγους διὰ τῶν εἰδώλων ἡπάλυνεν, ποτὲ μὲν τῶν πτωχῶν προσποιουμένους κήδεσθαι, ἵνα κλέπτῃ τὸ γλωσσόκομον· ποτὲ δὲ διὰ φιλήματος καὶ ἀσπασμοῦ τὸν Χριστὸν εἰρωνευόμενος. «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου.» Εἰρῆσθαι μὲν αὐτὰ καὶ πρὸς ἡμᾶς πιστεύομεν· ἐὰν γὰρ τῷ Θεῷ τὰς ἡμετέρας φροντίδας ἐπιῤῥίψωμεν, αὐτὸν τροφέα καὶ στηριγμόν, ὥστε μηδαμῶς σαλευθῆναι, εὑρήσομεν. Δοκεῖ δέ μοι τοῦ Ἰούδα μνησθεὶς ὁ Προφήτης, ἀναγκαίως καὶ τὸν Πέτρον ᾐνίξασθαι, ἵνα σφάλματος ἀκουσίου καὶ παραπτώματος ἑκουσίου διαφορὰν ἐνδείξηται. Τὸν γὰρ Πέτρον ἕνεκα τοῦ σφάλματος τῆς ἀρνήσεως παραθαῤῥύνων, καὶ προτρέπων εἰς μετάνοιαν, ἐπιῤῥίψαι τῷ Θεῷ τὴν ὑπὲρ τούτων προτρέπεται μέριμναν, διατρέψαι τὸν μαθητὴν τῇ συγγνώμῃ δυνάμενον, καὶ μὴ συγχωροῦντα εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ γενέσθαι· ἀλλὰ κἂν ὑπομένῃ πρὸς καιρόν, εὐθέως τοῦτον εἰς γαλήνην μεταβάλλοντα. «Ἐγὼ δέ, Κύριε, ἐλπιῶ ἐπὶ σέ.» Ὁ πιστὸς λεγέτω τοῦτο· ἡ γὰρ εἰς Θεὸν ἐλπὶς τῶν κακῶν ἐλευθερίαν ἀγαθῶν τε πάντων παρουσίαν χαρίζεται.

ΨΑΛΜΟΣ ΝΕʹ. «Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου,» κ. τ. λ. Δοκεῖ πως ἐναντία εἶναι τῆς προγραφῆς τὰ ῥήματα. Ἐπεδήμησε μὲν γὰρ ὁ Δαβὶδ τῇ Γέθ, ἡνίκα ἀπὸ Σαοὺλ ἐδραπέτευσεν· οὐ μὴν ἐπέσχον τὸν προφήτην οἱ ἀλλόφυλοι, ἀλλὰ καὶ μᾶλλον ἀπώσαντο, ἐπειδὴ ἐξεστηκότα καὶ παράφορον ἐν ταῖς θύραις κιθαρίζοντα, καὶ σίελον ἀποῤῥίπτοντα τοῦ στόματος ὑπεκρίνατο, ὡς ἡ βίβλος τῶν Βασιλειῶν δείκνυσι.

Τινὰ δὲ καὶ λαὸν μεμακρυμμένον ἀπὸ τῶν ἁγίων, ὑπὲρ οὗ τὸν ψαλμὸν ὁ Δαβὶδ ἔγραψε, ζητοῦντες κατὰ τὴν ἱστορίαν, οὐχ εὑρήσομεν. Οὐκοῦν ἀνάγκη νοητῶς ταῦτα, ὥσπερ δὴ τῷ Πνεύματι γέγραπται, παραδέχεσθαι. Ὑπὲρ γὰρ τοῦ λαοῦ τῶν ἐθνῶν τὸν ψαλμὸν ὁ Προφήτης συνέγραψεν, ὅστις μεμακρυμμένος ἀπὸ τῶν ἁγίων ἐτύγχανεν· οὐδεμιᾶς γὰρ κοινωνίας πρὸς πατριάρχας ἢ προφήτας ἐκέκτηντο. Ἀλλ’ ὅμως οἱ μακρὰν ἐγγύς, καθά φησιν ὁ Παῦλος, ἐγένετο, ὅτε τὸν νέον Δαβὶδ ἐκράτησαν οἱ ἀλλόφυλοι ἐν Γέθ, τουτέστιν ἐν τῇ ληνῷ (ληνὸς γὰρ ἡ Γὲθ ἑρμηνεύεται)· ληνὸς δὲ καὶ ἡ Ἐκκλησία, διὰ τὸν Θεόν, τὸν ἐν αὐτῇ ληνοβατοῦντα τὸ μυστήριον, λέγεται, ὡς διὰ τῆς Ἡσαΐου προφητείας, Ληνὸν ἐπάτησα μόνος, βοήσας εὑρίσκεται· ὥστε πρὸς αὐτὸν τὰς τῶν οὐρανῶν δυνάμεις τὰ τῆς αὐτῆς προφητείας ἀντιφθέγγεσθαι·

Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου, ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρης καταπεπατημένου; «Ἐλέησόν με, ὁ Θεός, ὅτι κατεπάτησέ με.» Πολλάκις δὲ καὶ ὁ ἡμῶν ἄνθρωπος τὸν χαλεπὸν τοῦτον ὑφίσταται πόλεμον, ὅλην τὴν ἡμέραν παρὰ τοῦ Σατανᾶ πολεμούμενος, καὶ παρ’ αὐτοῦ πατούμενος.

Εἰ γὰρ καὶ ἀνθρώπου ὁ ψαλμὸς ἐμνημόνευσεν, ἀλλ’ ὅμως τὸν Σατανᾶν αὐτόν, οὕτως ἐν τῇ θείᾳ Γραφῇ πολλάκις ὀνομαζόμενον, ἤ τινα τῶν ἐκείνῳ στρατευομένων αἰνίττεται. Πλὴν καὶ τὸν λαὸν τῶν ἐθνῶν ταῦτα ὑποψάλλειν ἁρμόδιον, χρόνῳ πολλῷ ὑπὸ τοῦ Σατανᾶ ἀπατηθέντα, καὶ τὸν παρ’ αὐτοῦ πόλεμον διὰ τῆς τῶν δαιμόνων ἐπιβουλῆς ὑπομείναντα, οὓς ἐν τοῖς ἑξῆς σαφέστερον ἔφησεν αἰνιττόμενος. «Κατεπάτησάν με, οἱ ἐχθροί μου.» Οὐ μίαν ἡμέραν λέγει, ἀλλὰ τοῦ χρόνου παντὸς τοῦ φθάσαντος τὸ διάστημα, ἐν ᾧ οἱ ἐχθροὶ ἡμῶν οἱ νοητοὶ ἀφ’ ὕψους ἡμᾶς πολεμοῦντες καὶ πατοῦντες οὐκ ἐπαύσαντο. Κατεπάτουν δέ· πῶς; Διὰ τῆς εἰδωλολατρίας καὶ τῶν ἡδονῶν, τῶν ἄλλων σκελίσαντες, καὶ μετὰ τοῦτο κειμένοις ἐπεμβαίνοντες. Μὴ τοίνυν ἡμεῖς σκελισθῶμεν εἰς γῆν, τουτέστιν, εἰς τὰ γήϊνα· καὶ οὐδεὶς ἡμᾶς καταπατῆσαι δυνήσεται· ἀλλὰ μηδὲ τοὺς ἐχθροὺς ἡμῶν ὑψηλοτέρους γενέσθαι συγχωρήσωμεν, ἀλλὰ τῶν ἀρετῶν ἀναβάντες ἐπὶ κλίμακα, κατωτέρους ἑαυτῶν τοὺς ἐπιβούλους ποιήσωμεν. «Ἡμέρας οὐ φοβηθήσομαι.» Ἐὰν γάρ, φησιν, ἐν τῷ φωτὶ περιπατῶμεν, καὶ ἐν ἡμέρᾳ, καθά φησιν ὁ Παῦλος, εὐσχημόνως περιπατήσωμεν, οὐδένα τῶν ἐπιβούλων εἰκότως φοβούμεθα, ὅπλῳ πρὸς αὐτοὺς πίστει τῇ εἰς Θεὸν καὶ ἐλπίδα χρώμενοι. «Ἐν τῷ Θεῷ ἐπαινέσω.»

Ἐπειδὴ πᾶς λόγος θεογνωσίαν ἔχων, ἐπαίνου καὶ εὐφημίας ἄξιος, αὐτῷ, φησίν, ὡς χορηγοῦντι τοὺς ἐπαίνους παράσχωμεν· καὶ ὅσα ἐν αὐτῷ λαλοῦμεν, ταῦτα κατευοδοῦται, καὶ εἰκότως ἀποδοχῆς καθέστηκεν ἄξια. Σάρκα δὲ πολλάκις τὰ σαρκικὰ πάθη λέγεσθαι καὶ τὰς ἡδονὰς εὑρήσομεν· ὡς ὅταν ὁ Παῦλος·

Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν, ἐν τῇ σαρκί μου, ἀγαθόν· πολλάκις δὲ καὶ τὸν ἄνθρωπον· ὥσπερ δὴ καὶ Δαβὶδ ἔλεγε· Πρὸς σὲ πᾶσα σὰρξ ἥξει. Ἡ τοῦ Θεοῦ τοίνυν ἐλπὶς καὶ τὴν ἡδονὴν χαλινοῖ, καὶ τὸν ἐχθρὸν ἄνθρωπον συμποδίζει, καὶ ἀφοβίαν ἡμῖν ἐξ ἑκατέρου δίδωσιν. «Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου.» Σαφῶς καὶ νῦν τοὺς Ἰουδαίους αἰνίττεται· οὗτοι γὰρ τοὺς λόγους τῶν πιστῶν, ὡς ἔλεγχον ἔχοντας τῆς αὐτῶν ἀπιστίας, διαπαντὸς ἐβδελύττοντο· ἀπὸ πρωῒ τοιγαροῦν ἕως ἑσπέρας τοῦ Παύλου πρὸς αὐτοὺς ῥητορεύοντος, ἐκεῖνοι τὴν ἀλήθειαν τοῦ λόγου βδελυξάμενοι, ἀσύμφωνοι, καθά φησιν ὁ Λουκᾶς. Ἀνεχώρησαν κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν. Οὐδὲν γὰρ ἀγαθὸν περὶ τῶν ἐθνῶν οἱ παῖδες τῶν Ἰουδαίων λογίζονται (ἐπειδὴ πᾶς ἄνθρωπος πονηρὸς προφέρει τὸ πονηρὸν), καὶ πάντα τρόπον ἡμᾶς ἀπατῆσαι πειράζουσιν.

Οὐδὲν ἄρα τῆς προφητείας ταύτης σαφέστερον. Ἐκβληθέντες γὰρ τῆς Ἱερουσαλὴμ οἱ τῶν Ἰουδαίων παῖδες, καὶ πάροικοι πάσης τῆς γῆς διὰ τὴν εἰς Χριστὸν ἁμαρτίαν γενόμενοι, τὴν αἰτίαν ἐρωτώμενοι, κρύπτουσι, καὶ ἁμαρτίας ἑτέρας, τὴν κατὰ τὸν Χριστὸν σιωπῶντες, προβάλλονται. Καίτοι μήτε εἰδωλολατροῦντες νῦν, μήτε προφήτας φονεύοντες. Κρύπτουσι δὲ τίνος χάριν; Ἵνα μὴ συγκρότησις τῆς ἡμετέρας πίστεως ἡ παρ’ αὐτῶν ὁμολογία γένηται.

Αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι, φησίν. Ἐρευνῶσιν γὰρ ἡμῶν Ἰουδαῖοι καὶ τὸ τυχὸν πλημμέλημα· καὶ οὕτω νοήσεις ὅπερ ὁ Θεὸς πρὸς τὸν ὄφιν ἐφθέγγετο· Αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Ἡμεῖς δὲ αὐτοῦ τὴν κεφαλήν, δηλαδὴ τὴν εἰδωλολατρίαν, τηρεῖν πρὸ πάντων κελευόμεθα, φυλάττεσθαι δὲ ὅμως καὶ τὰ λοιπὰ ἁμαρτήματα, κἂν ἔσχατα τυγχάνῃ, κἂν εὐτελῆ εἶναι δοκῇ, ὥστε πτέρναν νομίζεσθαι· ἐπειδήπερ παρατηρεῖ ταῦτα ὁ ἐχθρός, διαβάλλειν ἡμᾶς τῷ κριτῇ, καὶ διὰ τῶν τυχόντων βουλόμενος. Οὐκοῦν οὐ περὶ τῶν Ἰουδαίων μόνων, ἀλλὰ καὶ περὶ τῶν ὄντως ἐχθρῶν τῶν δαιμόνων τοῦτον ἁρμόττει τὸν στίχον ἐκλαμβάνεσθαι· καθ’ ὃν ἁρμόττει καὶ τὰ ἑξῆς ἐπιφέρεσθαι. «Ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου.» Μακάριοι ὧν ὁ Θεὸς τὰ δάκρυα δέχεται· παρακαλεῖ γὰρ αὐτῶν τὰ πάθη, καθάπερ διὰ τῆς οἰκείας ἐπαγγελίας ὑπέσχετο. Τίς δὲ ἡ ἐπαγγελία; Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.