Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν νηστείαν

Ἡσύχιος ὁ Πρεσβύτερος

Η νηστεία του Μωυσέως, τελική προτροπή και δοξολογία

Η τεσσαρακονθήμερη νηστεία του Μωυσέως ως προϋπόθεση της θεοπτίας, συνοδευόμενη από ηθικές παραινέσεις για ειλικρινή νηστεία και την τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 5

Νηστεύσας Μωυσῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας εἰς ἐκεῖνον εἰσῆλθεν τὸν γνόφον, καὶ εἶδεν θεὸν ὡς οὐδενὶ ἀνθρώπων ἐγγέγονεν, κατὰ τὴν αὐτοῦ τοῦ θεοῦ περὶ αὐτοῦ μαρτυρίαν λέγοντος· «Ἐὰν γένηται προφήτης ἐν ὑμῖν τῷ κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ.

Οὐχ ὣς ὁ θεράπων μου Μωυσῆς, στόμα κατὰ στόμα», πρόσωπον πρὸς πρόσωπον, «ὡς ἐάν τις λαλήσῃ πρὸς τὸν ἑαυτοῦ φίλον.» Ταύτην ἐξαίρετον θέαν ἡ νηστεία τῷ προφήτῃ κεκόμικεν δῶρον καὶ τὸ πρόσωπον τοῦ νηστεύσαντος εἰς θειοτέραν τινὰ φωτὸς ἀπροσίτου ἀστραπὴν μετέθηκεν καὶ δέδωκεν τῷ προφήτῃ δέλτους δακ〈τύλῳ〉 θεοῦ γε〈γραμμένας〉 Προσερχώμεθα τοίνυν αὐτῇ μετὰ φαιδροῦ τοῦ προσώπου, ἱλαροὶ ταῖς ψυχαῖς αὐτὴν ἀσπασώμεθα καὶ μὴ βρωμάτων μὲν ἀπεχώμεθα, ἁμαρτημάτων δὲ ἀντεχώμεθα· μηδὲ ταπεινοὶ τῷ προσώπῳ τοῖς ἀνθρώποις δεικνύμενοι, ὑπερήφανοι τῇ ψυχῇ τῷ δεσπότῃ φανῶμεν· καὶ πένησιν διδόντες, μὴ ἄλλους ἁρπάσωμεν· καὶ θεὸν κολακεύοντες λόγοις, μὴ ἔργῳ τοὺς ἀδελφοὺς ἡμῶν κατασφάξωμεν, μνημονεύοντες ἀεὶ τοῦ ἀποστόλου λέγοντος· «Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον.» 〈Ἀλ〉λ᾽ ἐκ πάντων τῶν κακῶν μετὰ βρωμάτων νηστεύ〈ον〉τες, λέγωμεν πρὸς αὐτόν· «Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν»· ὅτι σοι πρέπει πᾶσα δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.