Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν Ὑπαπαντήν

Ἡσύχιος ὁ Πρεσβύτερος

Ο δίκαιος Συμεών και η υποδοχή του σεσαρκωμένου Λόγου

Η καθοδήγηση του Συμεών από το Άγιο Πνεύμα, η προσέλευσή του στον ναό για την υποδοχή του Βρέφους, η θεολογική ανάλυση του «Νύν απολύεις» και η προσφορά της σωτηρίας σε Ιουδαίους και έθνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 4

Εἶτα ἑξῆς· «Καὶ ἰδοὺ ἄνθρωπος», φησίν, «ἐν Ἰερουσαλήμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ, καὶ Πνεῦμα ἅγιον ἦν ἐπ᾽ αὐτῷ· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον, πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου.» Πολὺς ὁ τοῦ Συμεὼν πλοῦτος, ποικίλα τοῦ στρατηγοῦ τὰ ὅπλα, γέμει καρπῶν τὸ φυτόν, γέμει βοτρύων ἡ ἄμπελος. Οὐ μόνον «ἦν ἄνθρωπος», ἀλλὰ καὶ «Συμεὼν ὠνομάζετο». Πρὸς τούτοις «δίκαιος» οὐ μόνον «δίκαιος», ἀλλὰ καὶ «εὐλαβής», ἀλλὰ καὶ παράκλησιν ἐζήτει τῷ Ἰσραήλ, ἀλλὰ καὶ «Πνεῦμα ἅγιον ἦν ἐπ᾽ αὐτῷ», ἀλλὰ καὶ «χρηματισθεὶς ὑπῆρχεν μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου.» «Ἰδοὺ ἄνθρωπος»· ποῦ; «Ἐν Ἰερουσαλήμ». Ἔκπληξιν ἡ λέξις ἔχει, γέμει τὸ ῥῆμα θαύματος· ἐν Ἰερουσαλὴμ ἄνθρωπος περὶ ἧς Σοφονίας ὁ προφήτης τὸν θεὸν αὐτὸν εἰσήγαγε λέγοντα· «Ἐξερευνήσω τὴν Ἰερουσαλὴμ μετὰ λύχνου καὶ οὐ μὴ εὕρω.» Καὶ λύχνου χρῄζει τὸ φῶς; Οὔ φησιν, ἀλλὰ λύχνον καλεῖ τὸν νόμον. «Καὶ ἰδοὺ ἄνθρωπος ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών.» Καὶ τίς ἡ ἑρμηνεία τοῦ δηλωθέντος ὀνόματος; «

Ἀκοὴ θεοῦ», ὥστε πρέπουσαν τῇ πολιτείᾳ τὴν προσηγορίαν ἐκ τῆς τοῦ πνεύματος οἰκονομίας ἐκτήσατο· ὅπου γὰρ «ἀκοὴ θεοῦ», ἐκεῖ πάντως ὑπακοὴ νόμου, τήρησις ἐντολῶν, ἀγαθοῦ βίου δρόμος, σκοπὸς σωτηρίας εἰς τέλος προσερχόμενος· ἐν οἷς ὁ ἀληθινὸς χαρακτηρίζεται ἄνθρωπος, περὶ οὗ ταῦτα κατὰ λόγον ἐπήγαγεν. «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ»· τοῦτο δικαίου σκοπὸς μὴ ζητεῖν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ ἑτέρου καὶ τῶν πολλῶν, τῆς κοινῆς σωτηρίας μὴ τῆς ἰδίας ἀπολαύσεως γίνεσθαι. «Καὶ Πνεῦμα», φησίν, «ἅγιον ἦν ἐπ᾽ αὐτῷ»· ὄχημα ὑπῆρχε δεσποτικὸν ὁ Συμεών, θρόνος θεοῦ, καὶ διὰ τοῦτο μετὰ χεῖρας τὸν βασιλέα τῶν αἰώνων ἐδέξατο. «Καὶ ἦν αὐτῷ κεχρηματισμένον μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν Χριστὸν κυρίου»· οὐκοῦν ὁ χρηματισμὸς ἀπὸ ζωῆς εἰς ζωὴν μεταβῆναι, ἀπὸ φωτὸς ὁδεῦσαι πρὸς φῶς, ἀπὸ ἡμέρας εἰς ἡμέραν μεταπηδῆσαι, μὴ παλαιωθῆναι, ἀλλ᾽ ἀνακαινισθῆναι, ἐν τῷ καιρῷ τῆς συντελείας τὴν ἀνανέωσιν δέξασθαι.

Οὗτος «ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν»· ἡ πηγὴ τὸν διψῶντα πρὸς τὴν πηγὴν ἀπήγαγεν. «Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτῷ κατὰ τὸ εἰθισμένον περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτοῦ.» Ἔφερεν ἐν ταῖς χερσὶν τὸν ἐν τῇ χειρὶ τὴν οἰκουμένην καὶ τὴν ἀοίκητον ἔχοντα, «τὸν μετρήσαντα τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί.» Καὶ πῶς ὁ Συμεὼν θυσίαν τὴν αὐτῷ μὴ προσήκουσαν ἀνήνεγκεν; Οὐδὲ γὰρ ἦν ἱερεύς· οὐ γὰρ τοῦτο εἴρηται, οὐδὲ λευίτης, οὐδὲ νεωκόρος, ἐπειδὴ μόνῃ τῇ φυλῇ τοῦ Λευὶ τὸ λειτουργικὸν κεκλήρωται.

Οὐκ ἦν ἱερεύς, ἦν δὲ «δίκαιος»· ἡ δικαιοσύνη δὲ τὴν ἱερωσύνην ὑπὸ τοὺς πόδας κέκτηται. Οὐκ ἦν λευίτης, ἀλλ᾽ «εὐλαβής»· ὁ δέ γε εὐλαβὴς ἀφ᾽ ἑαυτοῦ τὸ χρῖσμα ἔχει. Καὶ βαστάζων τὸ βρέφος ἔφη· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» «Νῦν ἀπολύεις»· ἦλθε γὰρ ὁ καιρὸς τῆς ἀφέσεως, ἀπήντησε τῶν αἰχμαλώτων ἡ λύτρωσις, τῶν χρεῶν ἡ συγχώρησις· ἐγεννήθη βασιλεὺς τοὺς ἐν φυλακαῖς ἐλευθερῶν, τοὺς ἐν δεσμοῖς ἀπαλλάττων, τοὺς ἐν θανάτῳ εἰς ζωὴν ἀνακαλούμενος, κουφίζων τὸν φόρτον τῆς γῆς. «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα.» Πῶς οἶδας; Ὁρῶ τὸν δεσπότην, φησίν, σχῆμα δούλου περικείμενον. Οὐκ ἂν δεσπότης ὢν δούλου μορφὴν ἐφόρεσεν, εἰ μὴ τὸν δοῦλον ἐνδῦσαι τοῦ δεσπότου τὴν μορφὴν ἐλογίσατο. Οὐκ ἂν τὴν τάξιν ἐνήλλαξεν, οὐδ᾽ ὑψηλὸς ὢν ἐταπεινώθη, εἰ μὴ τὸ ταπεινὸν εἰς ὕψος ἀναγαγεῖν ἠβουλήθη. Ἀλλὰ πῶς αὐτὸν «ἀπολύεις κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ;»· εἰ γὰρ ῥήματι τὴν κτίσιν παρήγαγες, ῥήματι πάντως ἐλευθεροῖς τὸν τῆς κτίσεως ἄρχοντα. «Ἐν εἰρήνῃ»· ποίᾳ; Τῇ τοῦ σταυροῦ· ἐκείνη γὰρ ἡ μάχαιρα τοῦ τυράννου τὴν κεφαλὴν ἀπέτεμε καὶ εἰρήνην τοῖς μετὰ Χριστοῦ στρατευομένοις ἔδωκεν. «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας.» Εἶδον ἃ πολλοὶ ἐπεθύμησαν ἰδεῖν καὶ οὐκ εἶδον, θεὸν ἐν σαρκί, ἥλιον ἐν νεφέλῃ φωτίζοντα. «

Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου», τουτέστιν εἶδόν σου τὴν σάρκωσιν, δι᾽ ἧς τὴν σωτηρίαν τῶν ἀνθρώπων ᾠκονόμησας· οὐ γὰρ εἶδον γυμνὴν θεότητα, ἐπειδὴ τὸν θεὸν καθώς ἐστιν οὐσίᾳ οὐδεὶς ἀνθρώπων ὄψεται. «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ.» Κοινὰ τοῖς Ἰουδαίοις καὶ τοῖς ἔθνεσι τὰ ἀγαθὰ καὶ ἀμέριστα. Μὴ τοίνυν φθονείτω ὁ Ἰουδαῖος, μήτε στενοχωρείσθω ὁ Φαρισαῖος, μήτε πειραζέτω ὁ γραμματεύς, μὴ εὐλαβείσθω περὶ τῆς αὐτοῦ βασιλείας ὁ Ἡρῴδης, μὴ δειλιάτω περὶ τῆς ἱερωσύνης Ἅννας καὶ Καϊάφας· ὁ ἐλθὼν πᾶσι δίδωσι, παρ᾽ οὐδενὸς λαμβάνει· ἀφθόνως φιλοτιμεῖται, χωρὶς μέτρου χαρίζεται.