Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν Ὑπαπαντήν

Ἡσύχιος ὁ Πρεσβύτερος

Εισαγωγή στο μυστήριο της Υπαπαντής

Εισαγωγή στη σημασία της εορτής της Υπαπαντής και αναφορά στη θεία συγκατάβαση του Δημιουργού, με βάση τη διήγηση του κατά Λουκάν Ευαγγελίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 4

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἡ μὲν ἑορτὴ λέγεται καθαρσίων, ἣν οὐκ ἄν τις ἁμάρτοι ἑορτῶν εἰπὼν ἑορτήν, σαββάτων σάββατον, ἁγίων ἁγίαν προσαγορεύσας· ὅλον γὰρ ἀνακεφαλαιοῦται τὸ τῆς σαρκώσεως τοῦ Χριστοῦ μυστήριον, ὅλην διαγράφεται τὴν τοῦ μονογενοῦς υἱοῦ παράστασιν. Ἐν ᾗ βρέφος ὁ Χριστὸς ἐβαστάχθη καὶ θεὸς ὡμολογήθη, καὶ ἐν ἀγκάλαις προσηνέχθη ὡς ἐπὶ θρόνου ὁ τῆς ἡμετέρας φύσεως ποιητὴς καθήμενος, καὶ ζεῦγος τρυγόνων λογικῶν τῷ Συμεὼν καὶ τῇ Ἅννᾳ προσέφερεν. Αὐταῖς δέ, εἰ δοκεῖ, ταῖς εὐαγγελικαῖς παρεμβάλωμεν λέξεσι· θεοῦ γὰρ ἐκεῖ παρεμβολὴν ὀψόμεθα. Οὕτω τοίνυν ἡμῖν τῆς ἑορτῆς ὁ Λουκᾶς τὴν ἱστορίαν ἐξέθετο· «Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ κυρίου ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, καὶ τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.» Ἐχρῆν τὸν δουλεύσαντα δι᾽ ἡμᾶς προσφέρειν ὑπὲρ ἡμῶν καθάρσια, τὸν αἵματος οἰκείου μὴ φεισάμενον ζεύγους τρυγόνων μὴ φείσασθαι.