Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν ἁγίαν Θεοτόκον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Εγκωμιαστικοί τίτλοι και η προεικόνιση της κιβωτού

Η Παρθένος υμνείται με ποικίλα ονόματα και αντιπαραβάλλεται με την κιβωτό του Νώε ως δοχείο του Δημιουργού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 4

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον Πᾶσα μὲν εὐγνώμων γλῶττα τὴν παρθένον εἰκότως καὶ θεοτόκον ἀσπάζεται καὶ τὸν Γαβριὴλ μιμεῖται τὸν ἄρχοντα τῶν ἀγγέλων εἰς δύναμιν. Καὶ ὁ μὲν αὐτῇ χαίρειν λέγει, ὁ δὲ «Κύριος ἐκ σοῦ» προσφωνεῖ, διὰ τὸν ἐξ αὐτῆς τεχθέντα καὶ μετὰ σαρκὸς τῷ γένει τῶν ἀνθρώπων ἐπιφανέντα κύριον. Οὗτος αὐτὴν Μητέρα φωτὸς ἐπονομάζει, ἐκεῖνος Ἀστέρα ζωῆς, ἄλλος Θρόνον προσαγορεύει θεοῦ, ἄλλος Ναὸν οὐρανοῦ μείζονα, ἕτερος Καθέδραν τῆς τῶν χερουβικῶν καθέδρας οὐκ ἐλάττονα, ἕτερος πάλιν Κῆπον ἄσπορον, εὔφορον, ἀγεώργητον, Ἄμπελον εὔβοτρυν, εὐθαλῆ, ἀψηλάφητον, Τρυγόνα καθαράν, Περιστερὰν ἀμίαντον, Νεφέλην τὸν ὑετὸν χωρὶς φθορᾶς συλλαμβάνουσαν, Πήραν ἧς ὁ μαργαρίτης τοῦ ἡλίου λαμπρότερος, Μέταλλον ἐξ οὗ ὁ λίθος ὅλην καλύπτων τὴν γῆν οὐδενὸς αὐτὸν λατομοῦντος προέρχεται, Ὁλκάδα φόρτου γέμουσαν καὶ κυβερνήτου μὴ χρῄζουσαν, Θησαυρὸν πλουτοποιόν.

Ἄλλοι δὲ ὁμοίως ἄστομον Λυχνίαν ἀφ᾽ ἑαυτῆς ἅπτουσαν, Κιβωτὸν τῆς τοῦ Νῶε πλατυτέραν, εὐμηκεστέραν, ἐνδοξοτέραν· ἐκείνη ζῴων κιβωτός, αὕτη δὲ ζωῆς· ἐκείνη ζῴων φθαρτῶν, αὕτη δὲ ἀφθάρτου ζωῆς· ἐκείνη τὸν Νῶε, αὕτη δὲ τοῦ Νῶε τὸν ποιητὴν ἐβάστασεν· ἐκείνη διώροφα καὶ τριώροφα ἐκέκτητο, αὕτη δὲ ὅλον τῆς Τριάδος τὸ πλήρωμα, ἐπειδήπερ καὶ τὸ Πνεῦμα ἐπεδήμει καὶ ὁ Πατὴρ ἐπεσκίασε καὶ ὁ Υἱὸς ἐνεσκήνου κυοφορούμενος· «Πνεῦμα γὰρ ἅγιον», φησίν, «ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.» Ὁρᾷς ὅσον τὸ τῆς θεοτόκου παρθένου καὶ πηλίκον ἀξίωμα. Ὁ γὰρ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τοῦ κόσμου ποιητής, ὡς βρέφος παρ᾽ αὐτῆς ἐβαστάζετο, καὶ τὸν Ἀδὰμ ἀνέπλασε καὶ τὴν Εὔαν ἡγίασε καὶ κατήργει τὸν δράκοντα καὶ τὸν παράδεισον ἤνοιγε καὶ τὴν σφραγῖδα τῆς γαστρὸς ἠσφαλίζετο. Εἰκότως σφόδρα καὶ κατὰ λόγον, ἑκάτερον· τὸν γὰρ παράδεισον ἤνοιγεν, ἐπειδὴ λῃστὴν εἰσφέρειν καὶ πάντας εἰς αὐτὸν χειραγωγεῖν τοὺς κληρονόμους τῆς βασιλείας ἤμελλε.