Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν ἁγίαν Θεοτόκον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Προφητικά σύμβολα της αειπαρθενίας και η κιβωτός του αγιάσματος

Η άφθορος κυοφορία ερμηνεύεται μέσα από τα σύμβολα της φλεγομένης βάτου, της κεκλεισμένης πύλης, του κεκλεισμένου κήπου και της ψαλμικής κιβωτού του αγιάσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 4

Τὴν σφραγῖδα τῆς γαστρὸς ἠσφαλίζετο, θεὸς καὶ Λόγος ὑπάρχων ὁ σαρκούμενος οὐδαμῶς θύρας πρὸς τὴν εἴσοδον ἢ τὴν ἔξοδον ἔχρῃζε. Σοὶ μὲν οὖν, ὦ παρθένε, τοὺς ἐπαίνους οἱ προφῆται μερίζονται, καὶ λέγει τῶν θεοφόρων ἕκαστος ὅσα τῶν θαυμάτων ἐπιστεύθη μυστήρια. Καὶ ὁ μέν σε Ῥάβδον Ἰεσσαὶ καλεῖ, ἵνα τὸ ἄτρωτον καὶ ἀκαμπὲς τῆς παρθενίας αἰνίξηται. Ὁ δὲ Βάτῳ παραβάλλει καιομένῃ καὶ μὴ κατακαιομένῃ, ἵνα τὴν σάρκα τοῦ μονογενοῦς καὶ τὴν παρθένον τὴν θεοτόκον αἰνίξηται· ἡ μὲν γὰρ ἐκαίετο καὶ οὐ κατεκαίετο, ἐπειδήπερ ἔτεκε καὶ τὴν γαστέρα οὐκ ἤνοιξεν, συνέλαβε καὶ τὴν μήτραν οὐκ ἔφθειρεν, ἐξήγαγε τὸ βρέφος καὶ τὴν κοιλίαν ἐσφραγισμένην κατέλιπεν, ἐχορήγησε γάλα καὶ τοὺς μασθοὺς ἀψηλαφήτους ἐφύλαξεν, ἐβάστασε παιδίον καὶ τοῦ παιδίου πατέρα οὐκ ἐγίνωσκεν, ἐγένετο μήτηρ καὶ οὐκ ἐγένετο νύμφη.

Υἱὸς ἐτρέφετο καὶ πατὴρ οὐχ ηὑρίσκετο· ὁ ἀγρὸς ἐκαρποφόρει καὶ ὁ καρπὸς γεωργὸν οὐκ ἐκέκτητο, θέρος ἀπέδωκε καὶ σπόρον οὐκ ἐδέξατο· ποταμὸς ἔτρεχε καὶ ἡ πηγὴ πανταχόθεν ἐκέκλειστο, εἰς ἔνδειξιν ὅτι καὶ μήτηρ ἐγένου καὶ τὰ μητέρων οὐκ ἔπαθες· ἔτεκες ὡς γυνὴ καὶ οὐκ ἐφθάρης ὡς γυνή· κατὰ νόμον ἐκυοφόρεις τῆς φύσεως, ἐπειδὴ τὸν τεταγμένον καιρὸν τῶν ὠδίνων ἀνέμενες· ἀλλὰ γὰρ καὶ συνέλαβες παρὰ νόμον τῆς φύσεως. Ἕτερός σε Πύλην κεκλεισμένην, ἐν ἀνατολαῖς δὲ κειμένην προσηγόρευσε καὶ τὸν βασιλέα, τῶν θυρῶν κεκλεισμένων, εἰσάγουσαν. Οὕτω δὴ καὶ ἐκφέρουσαν Πύλην σε κέκληκεν, ἐπειδὴ θύρα τοῦ παρόντος βίου τῷ μονογενεῖ γέγονας, Πύλην ἐν ἀνατολαῖς κειμένην, ἐπειδὴ «τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» ἐκ τῆς σῆς γαστρὸς καθάπερ ἔκ τινος παστάδος βασιλικῆς προέρχεται.

Σὺ τὸν βασιλέα, τῶν θυρῶν κεκλεισμένων, εἰσήγαγες, ἀλλὰ πάλιν ἐξήγαγες· οὔτε γὰρ συλλαμβανόμενος, οὔτε ὅλως τικτόμενος ὁ βασιλεὺς τῆς δόξης τὰς θύρας τῆς σῆς μήτρας ἠνέῳξεν, οὔτε τῆς παρθενίας τοὺς συνδέσμους ἐχαύνωσεν. Σὲ «Κῆπον κεκλεισμένον» ὠνόμασε καὶ «Πηγὴν ἐσφραγισμένην» ὁ ἐκ σοῦ νυμφίος, προεῖπεν ἐν τοῖς ᾌσμασι «Κῆπον κεκλεισμένον», ἐπειδὴ σοῦ μὲν δρεπάνη φθορᾶς ἢ τρύγητος οὐχ ἥψατο, ἄνθος δὲ τὸ ἐκ τῆς ῥάβδου τοῦ Ἰεσσαὶ καθαρῶς τῷ γένει τῶν ἀνθρώπων καὶ καθαρῶς παρίστησιν, ὑπὸ μόνου γεωργηθέν σοι τοῦ καθαροῦ καὶ ἀκηράτου Πνεύματος· «Πηγὴν ἐσφραγισμένην», ὅτι ποταμὸς ζωῆς ἐκ σοῦ προελθὼν τὴν οἰκουμένην ἐπλήρωσεν, ἀλλὰ κλάδος γαμικὸς τὴν σὴν πηγὴν οὐκ ἤντλησε.

Περὶ σοῦ Δαυὶδ τὸν ἐκ σοῦ κιθαρίζων οὐ παύεται· «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.» «Ἀνάστηθι»· Πόθεν; Ἐκ τῶν κόλπων τοῦ Πατρός, οὐχ ἵνα χωρισθῇς τοῦ Πατρός—τοῦτο γὰρ οὐ θέμις ἢ νοεῖσθαι ἢ λέγεσθαι—, ἵνα δὲ τὴν οἰκονομίαν πράξῃς ἥτις ἄνωθέν σοι πρὸ αἰώνων καὶ πρὸ τῶν γενεῶν προώριστο. «Ἀνάστηθι», ἵνα τοὺς πεσόντας ἐγείρῃς, ἵνα τοὺς σκελισθέντας ὀρθώσῃς, ἵνα τὸ σὸν ἀναλάβῃς κτῆμα, παρὰ τοῦ ἐχθροῦ μέχρι τοῦ νῦν τυραννούμενον. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου», ἣν ἐπὶ τῆς γῆς ὥρισας καὶ εἰς τὴν Βηθλεὲμ ἔταξας, τὸ σπήλαιον καὶ τὴν φάτνην καὶ τὰ σπάργανα· ἐν οὐρανοῖς γὰρ οὐ χρῄζεις ἀναπαύσεως, αὐτὸς δὲ ἀνάπαυσις ὑπάρχεις ὅλης τῆς κτίσεως· ἐπὶ γῆς δὲ δι᾽ ἡμᾶς τὰ τῆς σαρκὸς πάσχεις· ἢ γὰρ οὐχὶ καὶ πείνης καὶ δίψης καὶ κόπου ἠνέσχου; Ἀλλὰ γὰρ καὶ πεινῶν ἄρτος ὑπάρχεις ζωῆς, καὶ διψῶν αὐτὸς εἶ τῶν διψώντων παράκλησις—ποταμὸς γὰρ ἀφθαρσίας καθέστηκας—, καὶ κοπιῶν τοῖς περιπάτοις τῆς ξηρᾶς πεζεύεις κόπου χωρὶς τῆς θαλάσσης τὰ κύματα. «Ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου»· ἡ παρθένος, ἡ θεοτόκος εὔδηλον.

Εἰ γὰρ σὺ μαργαρίτης, εἰκότως ἐκείνη κιβωτός· ἐπειδὴ σὺ τυγχάνεις ἥλιος, οὐρανὸς ἀναγκαίως ἡ παρθένος κληθήσεται· ἐπειδὴ σὺ ἄνθος τυγχάνεις ἀμάραντον, ἄρα ἡ παρθένος ἀφθαρσίας φυτόν, ἀθανασίας παράδεισος.