Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν ἁγίαν Θεοτόκον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η προφητεία του Ησαΐα και ο Ευαγγελισμός

Ανάλυση της προφητείας για την εκ Πνεύματος σύλληψη του Εμμανουήλ και παράθεση του διαλόγου της Μαρίας με τον αρχάγγελο Γαβριήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 4

Εἰς ἣν Ἠσαΐας ταῦτα θεόθεν ἀρτίως προανεφώνησε λέγων· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» «Ἰδοὺ ἡ παρθένος»· Ποία; —Ἡ τῶν γυναικῶν ἔγκριτος, ἡ τῶν παρθένων ἐξαίρετος, τὸ σεμνὸν τῆς ἡμετέρας φύσεως ἐγκαλλώπισμα, τὸ τοῦ πηλοῦ τοῦ ἡμετέρου καύχημα, ἡ τῆς αἰσχύνης τὴν Εὔαν καὶ τῆς ἀπειλῆς τὸν Ἀδὰμ ἀπαλλάξασα, ἡ τὴν παρρησίαν ἀποτεμοῦσα τοῦ δράκοντος· ἧς καπνὸς ἐπιθυμίας οὐχ ἥψατο, οὐδὲ σκώληξ αὐτὴν ἡδυπαθείας ἔβλαψεν. «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται»· Πόθεν, ὦ προφῆτα; «Οὐ λέγω», φησί· «τοῦτο γὰρ τῷ Γαβριὴλ πεφύλακται. Πολλοὶ τῆς θεοτόκου διαιροῦνται τὰ θαύματα, πολλὰ δὲ ὅμως καὶ ἐξ αὐτῶν παραλέλειπται· πλὴν ἐγὼ τὸν τόκον τῆς ἀειπαρθένου πεπίστευμαι, Μιχαίας τὸν χῶρον ἐν ᾧ τὸ θαῦμα πέπρακται, Δαυὶδ τὸν καιρόν· αὐτὸς γὰρ τό »Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» τῇ τῶν ψαλμῶν προφητείᾳ ἐνέθηκεν. Γαβριὴλ τοίνυν ἐρεῖ τὸ πόθεν· ἐκεῖνος γὰρ ἐξ οὐρανοῦ κατέρχεται, ἐκεῖνος ἐπ᾽ αὐτὸ τοῦτο πρὸς τὴν παρθένον πέμπεται, ἐκεῖνος ἐν καιρῷ τοῦ τόκου παραγίνεται καὶ τοῦ τόκου τὴν ὑπόστασιν ἀναγκαίως ἑρμηνεῦσαι πιστεύεται. Εἰ δὲ καὶ παρ᾽ ἐμοῦ μανθάνειν θέλεις, τὰ ἑξῆς τῆς προφητείας ἔπελθε· Καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Τί δέ ἐστιν Ἐμμανουήλ; «Μεθ᾽ ἡμῶν ὁ θεός.»

Μὴ τοίνυν θεὸς ἀπὸ γάμου καὶ φθορᾶς συλλαμβάνεται, καὶ ἐξ ἀνδρὸς καὶ κοίτης τεχθῆναι ἢ σαρκωθῆναι δύναται;

Οὐδαμῶς, ἀλλ᾽ ἐξ ἐνεργείας θεοῦ, ἐξ ἐπιφοιτήσεως ὑψίστου, ἐκ παρουσίας Πνεύματος. Τοιγαροῦν ἡνίκα ἡ παρθένος πρὸς τὸν Γαβριὴλ ἔλεγε· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» τουτέστιν· «Ἐκπλήττει με τὸ θαῦμα, καταπλήττει με τὸ ῥῆμα», καὶ ὁ τοῦ ἀγγέλου χρηματισμὸς τὴν παρθένον ἐξίστησιν. «Θαυμαστὰ λέγεις, ἐμοὶ δὲ διὰ τὸ ξένον ὕποπτα. Δέδοικα τοῦ εὐαγγελισμοῦ τὸ καινόν, θορυβοῦμαι πρὸς τὸ λίαν τῶν λεγομένων ἄηθες. ‘Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;’ Πῶς ἔσομαι μήτηρ, μὴ γενομένη νύμφη; Οὐκ ἔφθειρα τὸ τῆς ὥρας ἄνθος, τὸν ζωστῆρα τῆς παρθενίας οὐκ ἔλυσα, τὸν δεσμὸν τῆς μήτρας οὐκ ἐχαύνωσα, τὴν σφραγῖδα τῆς γαστρὸς οὐ παρέλυσα.» Ὁ δὲ ἄγγελος παραχρῆμα ἐπήγαγε· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι» τουτέστιν· «Εἰ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν ἔτεκες θεόν, δούλου μορφὴν λαβεῖν ἐκ σοῦ διὰ σὲ χωρὶς φθορᾶς εὐδοκήσαντα, οὐκ ἂν ὄργανον ἐγένου τῆς τοῦ πάντα παραγαγόντος σαρκώσεως. Ἀλλ᾽ ἐπειδὴ καθαρὰ τυγχάνεις κοίτης γαμικῆς, ἐπειδὴ τὸν ναὸν ἄφθαρτον καὶ τὴν σκηνὴν ῥύπου παντὸς ἐλευθέραν ἐτήρησας, καὶ ὁ Πατὴρ ἐπιδημεῖ σοι καὶ τὸ Πνεῦμα ἐπισκιάζει καὶ μετὰ σαρκὸς ἐκ σοῦ ὁ Μονογενὴς τίκτεται.