Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον α΄

Ἡσύχιος ὁ Πρεσβύτερος

Το πνευματικό συμπόσιο και η κλήση του Λαζάρου

Η ομιλία ξεκινά με την περιγραφή του πνευματικού δείπνου που παραθέτει ο Λάζαρος και αναπτύσσει τη θεολογική σημασία της κλήσης του Χριστού προς τον νεκρό να εξέλθει από το μνήμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 4

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὸν τετραήμερον Λάζαρον. Δεῖπνον ἡμῖν πολυτελὲς Λάζαρος αὖθις ἰδοὺ σήμερον παρατίθησιν, δεῖπνον ἐν ᾧ πάντα θαυμαστά, πολυανθῆ καὶ λαμπρά, θείας ἀληθῶς φιλοτιμίας καὶ βασιλικῆς τινος ἀγερωχίας ἐχόμενα· ὁ Πατὴρ γὰρ τραπεζοποιεῖ, ὁ Υἱὸς οἰνοχοεῖ καὶ τὸ Πνεῦμα μυρίζει τὸ συμπόσιον· ἄγγελοι δὲ φύλακες τοῦ νυμφῶνος ἑστήκασιν, οὔτε τὸν Ἰούδαν εἰσελθεῖν ἐπιτρέποντες, οὔτε παρακύψαι Καϊάφαν ἀνεχόμενοι, τοὺς ὑποκριτὰς ἐλαύνοντες ἔτι πόρρω τυγχάνοντας, τοὺς κυριοκτόνους μετὰ πικρῶν τινων μαστίγων καὶ χαλεπῶν ἐξωθούμενοι, τοὺς θεοβλασφήμους μετὰ ῥομφαίας παρασκευασμένης διώκοντες, χειραγωγοῦντες δὲ τὸν λῃστήν, τὴν πόρνην δορυφοροῦντες, τοὺς Μάγους μετὰ χαρᾶς εἰς τὸ δεῖπνον εἰσπέμποντες, τοῖς τελώναις τὰ πρωτεῖα τοῦ νυμφῶνος παρέχοντες.

Ἀλλὰ τίνες οἱ συμποσιασταί; Τοῦτο γὰρ ἡμῖν τοῦ λόγου τὸ κεφάλαιον. Οἱ νεκροὶ πάντες, στολὴν νυμφικήν τινα καὶ καθαρὰν ἠμφιεσμένοι ἕκαστος, μέσους δὲ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν μεμερισμένους ἔχοντες. Ἀγαθὰ γὰρ τῷ γένει τοιαῦτα καὶ τούτων ἔτι μείζονα φιλοτιμεῖται τῶν νεκρῶν ἡ ἀνάστασις, ἧς τὸ προοίμιον ὁ πάντα μέγας κατεπιστεύθη Λάζαρος, τὸ λίαν εὐθαλὲς τῶν ἀρετῶν γεώργιον, ὁ πολυφόρος ἀμπελὼν τῆς πίστεως, τὸ ῥόδον τῆς βασιλείας τοῦ Χριστοῦ, τὸ πρωτότοκον ὅπερ ἡ φωνὴ τοῦ μονογενοῦς ἔθρεψεν, ἡ γλῶττα τοῦ Λόγου, τῆς σοφίας ἡ σάλπιγξ, ὁ αὐλὸς ὁ ἀσίγητος, ἡ πατρόχορδος λύρα, ἡ θεόνευρος κιθάρα, τὸ θεόπληκτον ὄργανον, τὸ αὐτογενὲς τῆς θεογενοῦς ἁρμονίας ψαλτήριον. Ἡ φωνὴ δὲ τίς; «Λάζαρε, δεῦρο ἔξω.» Ἧς ἀκουσθείσης, ὅλος μὲν τῶν νεκρῶν ὁ δῆμος ἀνεπτέρωτο, κεκάρωτο δὲ τῇ δειλίᾳ ὁ θάνατος καὶ τῷ φόβῳ σκελισθεὶς ἔκειτο πρηνὴς ὑπὸ τῶν οἰκείων αἰχμαλώτων πατούμενος. «Λάζαρε, δεῦρο ἔξω»· σοῦ γὰρ τὸ παρὸν τῆς παρουσίας χρῄζομεν. Μήπω μοι, φησίν, οἱ δῆμοι τῶν νεκρῶν ἀνερχέσθωσαν· οὔπω καιρὸς ὅλῳ τὴν ἐλευθερίαν μηνυθῆναι τῷ πλάσματι, οὔπω τὸ γένος ἀναβῆναι, πρὶν ὁ τοῦ γένους καταβῇ δημιουργός. «

Λάζαρε, δεῦρο ἔξω»· σοῦ γὰρ τὸ τάχος χρῄζομεν, ἵνα μάθωσιν οἱ ζῶντες πόσον οἱ νεκροὶ τὸν ἐκ Μαρίας τρέμουσιν, ἵνα γνῷ Πιλᾶτος τίνος φωνὴ τοὺς νεκροὺς ἐλευθεροῖ, συλᾷ τὴν φθοράν, εἰς νυμφῶνας μεταποιεῖ τὰ μνήματα. «Λάζαρε, δεῦρο ἔξω.» Ἔξιθι τῶν δεσμῶν καὶ τοῦ σκότους μετάστηθι. Ἐλθὲ πρὸς τὴν ἡμέραν καὶ τὴν νύκτα κατάλιπε.

Σπεῦδε πρὸς τὴν ζωὴν παρὰ τῆς ζωῆς καλούμενος. Γενοῦ χορευτὴς τῆς χαρᾶς· πέπαυται γὰρ τοῦ πένθους ἡ ὑπόστασις. «Λάζαρε, δεῦρο ἔξω.» Μὴ φρόντιζε τῶν δεσμῶν· αἱ γὰρ ἁλύσεις ἔπεσαν. Μὴ λογίζου τοὺς μοχλούς· ἀφ᾽ ἑαυτῶν γὰρ συντρίβονται.

Μὴ εὐλαβοῦ τοὺς πυλωρούς· πύλαι γάρ σε χαλκαῖ καλούμενον παρ᾽ ἐμοῦ κατέχειν οὐκ ἀνέχονται. «Λάζαρε, δεῦρο ἔξω.» Ἴδωσί σε οἱ οὐρανοί, καὶ «τὴν δόξαν τοῦ θεοῦ διηγοῦνται» λαμπρότερον. Ἴδῃ σε ἡ γῆ, καὶ δορυφορεῖν τῆς Βηθλεὲμ τὸ σπήλαιον ὑπὲρ τὰς αὐλὰς τὰς βασιλικὰς ἄρχεται καὶ τῇ φάτνῃ καθάπερ τῷ θρόνῳ τῶν κερουβὶμ σεμνύνεται. Ἴδῃ σε ὁ ἥλιος, καὶ λαμπροτέραν ἐπὶ σοὶ τὴν ἀστραπὴν ἀφίησι. Ἴδῃ σε Πέτρος, καὶ τῇ φωνῇ τοῦ ἀλεκτρυόνος πείθεται καὶ θερμότερα στάζει τῆς μετανοίας τὰ δάκρυα. Ἴδῃ σε Ἰούδας, καὶ σύμφωνον προστίθησιν· μαθὼν ὃν πωλεῖ τὸ τῆς προδοσίας ἀργύριον κατέχειν οὐκ ἀνέχεται, μαθὼν ὃν πωλεῖ θεὸν εἶναι τὸν παρ᾽ αὐτοῦ προδοθέντα μαρτύρεται, μαθὼν ὃν πωλεῖ προστρέχει τῷ βρόχῳ καὶ τὸ τῆς ἀγχόνης σχοινίον ἑαυτῷ περιτίθησι. Κημὸς δὲ τοῦτο τοῖς θεολοιδόροις σκληρὸς καὶ χαλινὸς τοῖς θεομερισταῖς εἰκότως αὐστηρός τε καὶ φοβερὸς εὑρεθήσεται. «Λάζαρε, δεῦρο ἔξω.» Ἴδῃ σε, φησίν, ἡ τῶν Ἰουδαίων συναγωγή, καὶ τὸ προικῷον προδίδωσι, τὸν νυμφικὸν αὐτῆς χιτῶνα χερσὶν οἰκείαις ῥήγνυσι καὶ τὸ ἀποστάσιον μήπω τῶν ἐπ᾽ αὐτῷ καλάμων γεγλυμμένων φαντάζεται. Ἴδῃ σε τῶν ἐθνῶν ἡ ἐκκλησία, καὶ πίστιν ἐπὶ πίστιν προστίθησιν, ζῆλον ἐπὶ ζῆλον, ἐλπίδα ἐπ᾽ ἐλπίδα, ἀγάπην ἐπ᾽ ἀγάπην, καὶ τῇ προσθήκῃ τῶν ἀρετῶν τὸ γαμικὸν κορυφοῦται συμβόλαιον.