Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Λογγῖνον τὸν ἑκατόνταρχον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ομολογία στο πάθος, δράση στην Καππαδοκία και καταδίκη

Η θαρραλέα στάση του Λογγίνου κατά τη Σταύρωση, η άρνηση συμμετοχής στη συγκάλυψη της Αναστάσεως, η ιεραποστολική του δράση στην Καππαδοκία και η καταδίκη του σε θάνατο από τον Καίσαρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 5

Λογγίνου δὲ ἄρα γραφὴν σοφοῦ τε καὶ ἀνδρείου, ἐξαιρέτως τῆς ὑπὲρ τοῦ Χριστοῦ μαρτυρίας ἧς ἤρξατο ὁμολογήσας αὐτόν, πῶς ἐπαξίως ἱστορήσαιμι; Ὅτε γὰρ τῷ φόβῳ συγχυθεὶς ἐξηρνήσατο αὐτὸν ὅλος ὁ χορὸς τῶν ἀποστόλων, χωλοὶ δὲ οὓς ἤγειρεν, τυφλοί τε οὓς ἐφώτισεν, λεπροί τε μετὰ τούτων οὓς τῆς πολυστίκτου δορᾶς καὶ τῆς σαρκὸς τῶν μωμημάτων ἠλευθέρωσεν, καὶ ἄλλοι ὧν τὰς συμφορὰς ἔπαυσεν καὶ τὰς νόσους ἐχώνευσεν καὶ πρὸς τὸ κρεῖττον τὴν φύσιν μετεσκεύασεν, οὗτοι πάντες πρὸς τὸ δρᾶμα τοῦ σταυροῦ καταπλαγέντες χειμῶνος μεστὸν ναυάγιον ὑπέμειναν, ἡ ὁμολογία τοῦ θεοσεβοῦς ἑκατοντάρχου Λογγίνου ὑπῆρχεν εἰς τὰς ἀκοὰς τῆς λυκόφρονος συναγωγῆς τῶν Ἰουδαίων, ὅτε ἔλεγεν· «Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος». Οὔτε γὰρ Πιλᾶτον κατὰ τοῦ Χριστοῦ μεμισθωμένον ᾐσχύνετο, οὔτε μὴν φόβον τοσούτων δήμων ᾐδεῖτο ἢ ἐνάρκησε τὸ πλῆθος τῶν ἀπείρων μυριάδων ἐκείνων. Λεγέσθω τοιγαροῦν καὶ γραφέσθω ἡ καλλίστη ἄθλησις αὐτοῦ ἣν οἱ ἀπ᾽ ἀρχῆς αὐτόπται διηγήσαντο καὶ τῇ μετὰ ταύτην γενεᾷ παρέδωκαν· ἀπ᾽ ἐκείνης δὲ εἰς τὴν ἑξῆς καὶ οὕτω μέχρις ἡμῶν καταβάντες, οἱ τῆς Λογγίνου μαρτυρίας λόγοι ὡς μαργαρῖταί τινες ἄμωμοι τὸν ἱερὸν τοῦ Χριστοῦ νυμφῶνα κοσμοῦντες διεφυλάχθησαν.

Ὅτε τοίνυν κουστωδίαν αἰτηθεὶς ὁ Πιλᾶτος εἰς φυλακὴν τοῦ τάφου τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἔδωκεν, Λογγῖνος ἦν αὐτῶν ἔξαρχος· αὐτὸς γὰρ ἦν καὶ τὸν σταυρὸν τοῦ Χριστοῦ φυλάξας μετὰ τῶν ὑπ᾽ αὐτοῦ στρατιωτῶν. Ἀλλὰ τοῦ Χριστοῦ πραχθείσης τῆς ἀναστάσεως, ὥσπερ ἡμῖν αἱ τῶν θείων εὐαγγελίων γραφαὶ παρέδωκαν, καὶ τῶν στρατιωτῶν ἀπαγγειλάντων τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις τῆς ἰουδαϊκῆς συμμορίας τὰ γενόμενα θαύματα, ἐκεῖνοι μὲν αἰσχυνθέντες τὸν λαὸν καὶ σβέσαι τὸ θαῦμα βουλόμενοι ἀργύρια ἱκανὰ τοῖς στρατιώταις ἔδωκαν, ὥστε συκοφαντῆσαι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· οὕτω δὲ καὶ τὸν Πιλᾶτον δέξασθαι τὴν συκοφαντίαν χρήμασι πολλοῖς ἔπεισαν. Οὐ μὴν ὁ Λογγῖνος προκρίνει τὸν δόλον τῆς ἀληθείας, οὐδὲ κατὰ τοῦ Χριστοῦ λαμβάνει χρυσόν, οὐδὲ τὸν μαμωνᾶν τοῦ θεοῦ προτιμῆσαι ὑπέμεινεν, οὐδὲ τῇ πλεονεξίᾳ δουλωθεὶς εἰς τὸν ταύτης βυθὸν τὸν πολυθάνατον ὤλισθεν, οὐ κατὰ Χριστοῦ συκοφαντίας τοῦ ψεύδους ἠνέσχετο, τοῦ τὸν Ἀδὰμ ἐγείραντος καὶ τὸν θάνατον σφάξαντος καὶ τοὺς θνητοὺς ζωώσαντος.

Πρὸς ταῦτα ὁ Πιλᾶτος καὶ οἱ δυνάσται τῶν Ἰουδαίων κεντούμενοι ἐζήτουν ἐπιβουλὴν κατὰ τοῦ μακαρίου Λογγίνου καὶ καιρὸν οὐκ εἶχον· ἦν γὰρ ὁ Λογγῖνος ὅλης τῆς στρατιωτικῆς φάλαγγος ἐπισημότερος. Ἐπειδὴ δὲ ἐβουλήθη ὅλως Χριστοῦ γενέσθαι, ἀποδύεται τὴν ζώνην τοῦ Καίσαρος· καὶ λοιπὸν ἐν οἴκῳ κάθηται μετὰ τῶν δύο στρατιωτῶν, οἵτινες σὺν αὐτῷ καὶ τῆς μακαρίας ἐγένοντο ἀθλήσεως συγκληρονόμοι, κήρυκες γενόμενοι ὧν εἶδόν τε καὶ ἀκηκόασιν. Καὶ τὴν Ἰερουσαλὴμ καταλιπὼν ἀνέστρεψεν σὺν αὐτοῖς καὶ γίνεται τῇ Καππαδοκῶν χώρᾳ κῆρυξ, ὥσπερ Θωμᾶς τοῖς Ἰνδοῖς, Ῥωμαίοις δὲ Πέτρος, Ἀσιανοῖς δὲ Ἰωάννης, Παῦλος «ἀπὸ Ἰερουσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ», καὶ ἄλλος ἄλλοις, εὐαγγελιζόμενος τὸν Χριστὸν καὶ τὰ παρ᾽ αὐτοῦ καὶ ἐπ᾽ αὐτῷ πεπραγμένα μυστήρια.

Ἰουδαῖοι δέ, καιόμενοι τῷ ζήλῳ καὶ τῷ θυμῷ κεντούμενοι, τὴν τοῦ Λογγίνου μαρτυρίαν, πολυμερῶς ἤδη τῆς γῆς διαδραμοῦσαν, καρτερεῖν οὐκ ἠδύναντο. Τότε τὸν Πιλᾶτον πείθουσι ψευδῆ κατὰ Λογγίνου γράψαι τοῦ μακαρίου τῷ Καίσαρι, ὅτι τῆς Ῥωμαίων βασιλείας ἀλλότρια φρονεῖ καί, τῶν ὅπλων ἀμελήσας, τὸν Χριστὸν κηρύττει βασιλέα τοῖς ἔθνεσιν· ἤδη δὲ τῶν περὶ τούτου λόγων τὴν ἑαυτοῦ πατρίδα καὶ χώραν ἐπλήρωσεν.

Πρὸς τούτοις τοῖς γράμμασι συναποστέλλουσι χρήματα καὶ τὸν Λογγίνου θάνατον ἐξωνοῦνται, τὰς ἀκοὰς Καίσαρος ὑφαρπάσαντες. Βασιλικὰ δὲ γράμματα εἰς τὴν Ἰουδαίαν τῷ Πιλάτῳ κομίζεται κατὰ Λογγίνου καὶ τῶν σὺν αὐτῷ· οἵτινες ὡς τὰ τῶν ὅπλων ἀμελήσαντες ξίφει τὰς κεφαλὰς ἀποθέσθαι προστάττονται.