Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Λογγῖνον τὸν ἑκατόνταρχον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η τύχη της τιμίας κεφαλής και τα θαύματα στην τυφλή χήρα

Η μεταφορά της κεφαλής του μάρτυρα στον Πιλάτο και η απόρριψή της, η θαυμαστή ανεύρεσή της από την πενθούσα τυφλή χήρα, η ανάβλεψή της και η μετακομιδή των ιερών λειψάνων στην Καππαδοκία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 5

Λαβόντες δὲ οἱ δήμιοι τὴν κεφαλὴν τοῦ ἁγίου Λογγίνου ταύτην προσφέρουσιν τῷ Πιλάτῳ· καὶ γὰρ πρὸς χάριν τῶν Ἰουδαίων καὶ περὶ ὧν ἔλαβεν χρημάτων τοῦτο πεποίηκεν. Ὡς δὲ ἤνεγκαν οἱ δήμιοι εἰς Ἰερουσαλὴμ τὴν κεφαλὴν τοῦ ἁγίου, προστάσσει ὁ Πιλᾶτος ἐπιδειχθῆναι αὐτὴν τοῖς Ἰουδαίοις, τοῖς διψῶσιν τὸν θάνατον Λογγίνου, καὶ πολλοῦ χρυσίου τὸ δρᾶμα πωλήσας τοῖς εἰωθόσι χρήμασιν ὠνεῖσθαι τὰ τῶν δικαίων αἵματα.

Τότε ῥιφῆναι τὴν τιμίαν τῷ θεῷ καὶ φοβερὰν τοῖς δαίμοσι, τοῖς δὲ ἀγγέλοις ἐπέραστον καὶ στοιχείοις θαυμαζομένην κεφαλὴν τοῦ ἁγίου Λογγίνου προστάττει ὁ Πιλᾶτος ἔξω πρὸ τῆς πύλης τῆς πόλεως. Ἔκειτο τοίνυν πρὸ τῆς πύλης ὥσπερ τις θησαυρὸς ἄσυλος· κόπρου δὲ πλείστης οὔσης ἐκεῖσε, ἀβλαβὴς διεφυλάχθη ὁ πολυτίμητος τοῦ Χριστοῦ μαργαρίτης, καὶ τάφος αὐτῷ τέως μᾶλλον δὲ κιβωτὸς ἡ κόπρος ἦν, μακροθυμοῦντος τοῦ φιλανθρώπου θεοῦ καὶ ἐν τούτῳ οἰκονομίας χάριν.

Χήρα γάρ τις γυνὴ τῆς αὐτῆς τῶν Καππαδοκῶν χώρας, μονογενοῦς τέκνου μήτηρ, τοὺς ὀφθαλμοὺς τοῦ σώματος ἀποβαλοῦσα, πίστει τὸ πάθος νικήσασα, μετὰ τοῦ μονογενοῦς τέκνου τὴν Ἰερουσαλὴμ κατέλαβεν, ἐνθάδε προσδοκῶσα τῇ προσκυνήσει τῶν ἁγίων τόπων τοὺς ὀφθαλμοὺς ἀπολαβεῖν. Ὡς οὖν χειραγωγουμένη ὑπὸ τοῦ ἰδίου τέκνου συνῆγεν τὸν χοῦν τῆς γῆς καὶ τοῖς ἰδίοις ὀφθαλμοῖς ἐσκέπτετο καταπλάσασθαι τοῦτον, ἴσως ἐν αὐτῷ εὑρίσκειν προσδοκῶσα τοῦ φωτὸς τὸ κολλύριον πρὸς τὸ ἀναβλέψαι, ἀθρόον δὲ νόσος ἐπῆλθεν τῷ μονογενεῖ αὐτῆς υἱῷ καὶ ἐκ τῶν μητρικῶν χειρῶν αὐτὸν ἀφήρπασεν, τότε διπλοῦν αὐτῇ τὸ σκότος τῶν ὀφθαλμῶν ἐπῆλθεν καὶ ἀπεσβέννυτο τῷ δριμυτάτῳ πάθει τῆς συμφορᾶς. Ἡ δὲ οἰκτρὰς φωνὰς βοῶσα πρὸς τὸν θεὸν ἔλεγεν· «Ἕως πότε, κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὰ ἑξῆς. Μὴ μόνη ἐγώ», φησίν, «ἁμαρτωλὸς τυγχάνω, ὅτι τὰς δίκας οὕτω δριμυτάτως εἰσπράττομαι;

Μὴ χείρων εἰμὶ τῆς πόρνης ἣν προσεδέξω μύρον σοι προσκομίζουσαν; Ἐμὲ δὲ καὶ τὸ φῶς ἐστέρησας καὶ τὸν μονογενῆ μου ἔλαβες· καὶ οὐκ ἔστι μοί ποθεν ἐλπὶς σωτηρίας». Ὡς δὲ ἦν ἐν πολλῇ θλίψει καὶ ἀπαραμυθήτῳ πένθει, φαίνεται αὐτῇ καθ᾽ ὕπνον ὁ μακάριος Λογγῖνος καὶ πάντα αὐτῇ τὰ καθ᾽ ἑαυτὸν διηγήσατο· «Ἐγώ εἰμι», λέγων, «Λογγῖνος ὁ ἑκατόνταρχος, ὁ ὁμολογήσας ἐπὶ τοῦ σταυροῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὅτι »ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.» Ὅθεν ἀποκαλύπτω σοι καὶ ὅπως Πιλᾶτος κατ᾽ ἐμοῦ ψευδῆ δημηγορήσας ἐρεθίζει τὸν Καίσαρα καὶ ἀποτέμνει μου τὴν κεφαλὴν καὶ ἐνταῦθα κομίζει καὶ ῥίπτει ἔξω τῆς πόλεως· Ἰουδαίων γὰρ παῖδες χρημάτων ὠνῇ καὶ τούτῳ συνεφώνησαν. Κόπρος δὲ πλείστη ἐπ᾽ αὐτῇ σεσώρευται, ὥστε σοι ἔδει φυλαχθῆναι τὸν κλῆρον τοῦτον πρὸς ἰατρείαν· ἅμα γὰρ αὐτὴν ἀνακαλύψεις, τοὺς ὀφθαλμούς σου ἀπολήψει· εἶθ᾽ οὕτως παραστήσω δέ σοι καὶ τὸν παῖδα μετὰ δόξης, ὅστις σου τὸ πένθος παρακαλέσει.» Τούτοις δὲ τοῖς λόγοις παρακληθεῖσα ἡ γυνή, ὁμοῦ καὶ νευρωθεῖσα ὡς ἀνδρεία καὶ πιστή, πρὸς τὸ ἔργον ἠπείγετο, χειραγωγηθεῖσα πρὸς τὸν χῶρον ἐν ᾧ κόπρον σωρευθῆναι ἐμάνθανε παρὰ τῶν αὐτὴν ὁδηγούντων καὶ αὐτῶν πιστῶν ὄντων· ἤδη δὲ φθασάντων εἰς τὸν προκείμενον τόπον, ἄρχεται ὀρύγειν ταῖς ἰδίαις χερσίν· προνοίᾳ δὲ θεοῦ τάχιον εὑροῦσα τὴν τιμίαν τῷ θεῷ κεφαλήν, παραχρῆμα τὰς ἡλιακὰς ἀκτῖνας ἐθεάσατο.

Περιπτυξαμένη δὲ καὶ πλύνασα μετὰ πάσης σπουδῆς καὶ μύροις ἐντίμοις ἐπαλείψασα, ἐπανέρχεται φέρουσα τὸν μαργαρίτην ἔνθα ἐξενίζετο. Πάλιν δὲ τῇ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῇ ὁ μακάριος Λογγῖνος ἔχων τὸν αὐτῆς υἱὸν παρὰ τὴν ἑαυτοῦ πλευράν, λαμπρὸν καὶ μειδιῶντα καὶ ὥσπερ νυμφίου στολὴν ἔχοντα, λέγει· «Ἰδὲ ὃν ἐπόθεις, ὦ γύναι. Οὗτός ἐστιν ὃν ἁρπασθῆναι τῶν σῶν χειρῶν ἐνόμισας. Θεὸς δὲ αὐτὸν ἐλευθερώσας εἰς τὴν ἄνω βασιλείαν ἐστράτευσεν. Καὶ νῦν σὺν ἐμοὶ ἔχω αὐτόν· παρὰ γὰρ τοῦ σωτῆρος ἔλαβον αὐτὸν καὶ τῆς ἐμῆς δεξιᾶς οὐδέποτε ἀποστήσεται.

Λαβοῦσα τοίνυν τὴν ἐμὴν κεφαλὴν καὶ τοῦ σοῦ παιδὸς τὸ σῶμα, ἐν μιᾷ λάρνακι παράδος καὶ μηκέτι τὸν μονογενῆ σου δάκρυε· μεγάλη γὰρ αὐτῷ σὺν ἐμοὶ δόξα δεδώρηται καὶ βωμὸς ἱερὸς καὶ θυσίαι μυστικαὶ καὶ πολυύμνητοι χορεῖαι καὶ πανηγύρεις πάνδημοι, ἄλλα τε πολλὰ πρὸς τούτοις ἃ οὐ δυνατὸν ἐπὶ τῆς γῆς τελεῖσθαι, ἐν οὐρανῷ δὲ »ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη«, ἅπερ ἡμῖν ὁ θεός, ἔργῳ καὶ λόγῳ τὴν πρὸς ἡμᾶς ἐνδειξάμενος ἀγάπην, παρεσκεύασεν.» Τούτους τοὺς λόγους ἡ τοῦ νεανίσκου μήτηρ ὡς ἱεροπροφήτου δεξαμένη προστάγματα, εὐθέως ἀναστᾶσα εἰς τὴν πατρίδα ὥρμησεν. Ἔλαβεν δὲ τὴν πάντιμον καὶ ἱερὰν κεφαλήν, καὶ ἀπεκατέστησε τῇ ἰδίᾳ πατρίδι, καὶ τὸν αὐτῆς παῖδα παρὰ τὸ ἱερὸν τοῦ ἁγίου Λογγίνου λείψανον ἀπέθετο φαιδρῶς καὶ περιχαρῶς, καθὼς αὐτῇ προσέταξεν ὁ ἅγιος Λογγῖνος, ἐν κώμῃ λεγομένῃ Σανδράλις—ἐκεῖθεν γὰρ ἦν ὁ ἅγιος Λογγῖνος—, πρὸς ἑαυτὴν ἀναφωνοῦσα καὶ λέγουσα ἐν τῇ καρδίᾳ καὶ τῇ γλώττῃ κηρύττουσα· «Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὀφθαλμοὺς ἐζήτουν σαρκός, σὺν αὐτοῖς δὲ καὶ τοὺς τοῦ πνεύματος ἔλαβον. Ἐλύπει με ζημία τέκνου, ἀλλ᾽ ἰδοὺ τὸν κληρονόμον ἔχω μετὰ δόξης βασιλικῆς τῷ θεῷ παριστάμενον. Πορφυροφόρον τὸν νεανίαν ὁρῶ, πολυευπρεπῆ κατοπτεύω τὸν μείρακα.

Ἀστεροπρόσωπος ὁ παῖς καὶ τῇ μητρὶ προσγελῶν καὶ παρὰ τὴν πλευρὰν Λογγίνου ἀστράπτων ὡς ἑωσφόρος παρὰ τὴν ἡλιακὴν ἀκτῖνα, πολλάκις μὲν νύκτωρ, πολλάκις δὲ μεθ᾽ ἡμέραν φαινόμενος, καὶ οὐ κατ᾽ ὄναρ μόνον, ἀλλὰ μὴν καὶ φανερῶς ἐμφανίζεταί μοι μαρτύρων τρόπῳ. Κλῆρος δὲ αὐτοῦ μετὰ προφητῶν, καίτοι βίον τῶν προφητῶν οὐ ζήσαντος, καὶ μετὰ Λογγίνου σταυροφορεῖ, καὶ τὸ σεμνὸν τῆς τῶν οὐρανῶν βασιλείας ἐπιφέρεται τρόπαιον, καὶ μεταξὺ ἀγγέλων κηρύττει, καὶ μέσον τοῦ δήμου τῶν ἀρχαγγέλων κέκραγεν ὡς Λογγίνου μαθητὴς ὅσα τὰ σεραφὶμ Λογγίνῳ παραχωρεῖ δοξάζειν καὶ οὐκ ἀντικρούει τὰ χερουβὶμ ὑμνολογοῦντι, φθέγγεται καὶ αὐτὸς φωνὴν ἱεράν, ὑμνολόγον, τροπαιοῦχον, μυστικήν, ἐπινίκιον· ‘Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος’ καὶ ἔστι καὶ ἔσται· ὅπερ ἐστὶ πρὸ τῶν αἰώνων ἔχει καὶ εἰς αἰῶνας ἕξει. Αὐτὸς παλαιοῖ τοὺς αἰῶνας, μένει δὲ αὐτὸς ἀπαλαίωτος· ἡ γὰρ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.