Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸ ἅγιον πάσχα (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Το μυστήριο και το εγκώμιο του Τιμίου Σταυρού

Τυπολογική προσέγγιση του Σταυρού ως λυχνίας του Λόγου, αναιρετικού του πταίσματος του Αδάμ, και προτροπή προς μίμηση της πίστεως του ληστή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 4

Μή τις τοίνυν ἀπιστείτω τοῖς τοῦ σταυροῦ συμβόλοις, ἀλλὰ τὸ μακάριον καὶ τρισμακάριον ξύλον τοῦ σταυροῦ προσκυνείτω, καὶ τοῖς τοῦ σταυροῦ συμβόλοις τοῦ θύρας οὐρανοῦ ἡμῖν ἀνοίξαντος. Οὐκέτι «καίουσι λύχνον καὶ ὑπὸ τὸν μόδιον τιθέασιν», μόδιον δέ φημι τὸν Νόμον, «ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν», λύχνον δὲ τὸν Λόγον· ὑπὸ τὸν Νόμον δὲ ἐτύγχανεν καὶ ἐκρύπτετο τοῖς ἀπίστοις ὁ Λόγος ὡς ὑπὸ τὸν μόδιον· ὅτε δὲ ἦλθεν ἐπὶ σταυροῦ καὶ ἐπὶ τὴν λυχνίαν ἐτέθη, τότε τῷ τῆς οἰκουμένης κύκλῳ κατέλαμψεν.

Ἰδέ μοι, ἀγαπητέ, τὴν βασιλεύουσαν Ῥώμην σταυροῦ συμβόλοις ἐν μέσῳ τῆς ἀγορᾶς σεμνυνομένην. Ἰδέ μοι Παῦλον ἀθανάτους ἐπιστολὰς συγγραφόμενον καὶ δοῦλον τοῦ σταυροῦ ἑαυτὸν καταγράψαντα· οὐκ ἐπῃσχύνθη τὸν σταυρόν, 〈τὸ σκάνδαλον τῶν Ἰουδαίων· τὴν τῶν ἐθνῶν μωρίαν σοφίας〉 ἐπεσπάσατο φυλακτήριον· ἐν σταυροῦ ξύλῳ τὰς τῆς οἰκουμένης ἐκκλησίας διήγειρεν. Μία ῥάβδος μωσαϊκὴ τὰς τῶν Αἰγυπτίων μάστιγας ἀπήλασεν, ῥάβδος δὲ συγγενείᾳ πρὸς τὸ τοῦ σταυροῦ ξύλον παύει τὰ τῶν ἀνθρώπων ἁμαρτήματα.

Ἐκεῖ Φαραὼ 〈καταποντοῦται〉 τὸν Ἰσραὴλ 〈καταδιώκων,〉 ἐνταῦθα δὲ διάβολος καταλύεται, οἱ δὲ τοῦ σωτῆρος προσκυνηταὶ σῴζονται. Ἐκεῖ τὰς 〈χεῖρας ἐκτείνας〉 ὁ Ἀδὰμ θάνατον ἡμῖν ἐπεσπάσατο, ὁ δὲ ἡμέτερος δεσπότης τῇ τῶν χειρῶν ἐκτάσει τὰ πάντα διέσωσεν.

Ἀλλ᾽ ὦ ξύλον μεγαλοπρεπέστερον οὐρανοῦ καὶ τὰς οὐρανίους ἁψῖδας ὑπερβάλλον, ὦ ξύλον τρισμακάριστον τὰς ἡμετέρας ψυχὰς διαπορθμεῦον εἰς οὐρανόν, ὦ ξύλον τῷ κόσμῳ τὴν σωτηρίαν πορισάμενον καὶ στρατὸν διαβολικὸν ἐκδιῶξαν, ὦ ξύλον λῃστὴν εἰς παράδεισον ἀκοντίσαν καὶ μετὰ Χριστοῦ χορεύειν πεποιηκός· «Ἀμήν, ἀμὴν γὰρ λέγω σοι ὅτι σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Μιμησώμεθα τοῦ ἀνδροφόνου τὴν ἀγαθὴν γνώμην, μᾶλλον δὲ τοῦ πνευματοφόρου διὰ τὴν μετὰ ταῦτα πίστιν. Τί γὰρ καί φησιν; — «Μνήσθητί μου, κύριε, ἐν τῇ βασιλείᾳ σου.» Καὶ ἐν μιᾷ συγκαταθέσει πίστεως παράδεισον οἰκεῖ καὶ οὐρανοὺς περιπολεῖ. «Ἀμὴν γὰρ λέγω σοι, φησίν, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Παραμείνωμεν καὶ ἡμεῖς τῷ τοῦ σωτῆρος σταυρῷ, λέγοντες αὐτὰς τὰς φωνάς· «Κύριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου», ἵνα καὶ ἡμεῖς τοῦ παραδείσου μέτοχοι γενώμεθα καὶ βασιλείας οὐρανῶν ἀπολαύσωμεν.