Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸ ἅγιον πάσχα (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ο θρίαμβος της Αναστάσεως και η Ανάληψη του Κυρίου

Περιγραφή της καθόδου στον Άδη, της ήττας του διαβόλου, της ζωογόνησης των νεκρών και της θριαμβευτικής ανόδου του Χριστού στους ουρανούς, με καταληκτική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 4

Νικητήριον ἡ παροῦσα πανήγυρις, ἀδελφοί, νικητήριον τοῦ παμβασιλέως υἱοῦ τοῦ θεοῦ. Σήμερον γὰρ ὁ διάβολος διὰ τὸν σταυρωθέντα ἡττήθη, τὸ δὲ ἡμέτερον γένος εὐφραίνεται διὰ τὸν ἀναστάντα. Βοᾷ γὰρ ἡ σήμερον ἡμέρα τῇ ἐγέρσει μου καὶ λέγει· «Ἐν τῷ ἐμῷ δρόμῳ εἶδον θέαμα καινόν, μνημεῖον ἀνοιγόμενον καὶ ἄνθρωπον ἐγειρόμενον καὶ 〈ὀστέα ἀγαλλιώμενα〉 καὶ ψυχὰς χαιρομένας καὶ ἀνθρώπους 〈πλασσομένους〉 καὶ οὐρανοὺς 〈σχιζομένους〉 καὶ δυνάμεις κραζούσας· “Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν” καὶ τὰ ἑξῆς. Σήμερον εἶδον τὸν ἐπουράνιον βασιλέα ἀναβαίνοντα, περιεζωσμένον φῶς, ὑπὲρ ἀστραπὴν καὶ ἀκτῖνας, ὑπὲρ ἥλιον καὶ πηγὰς ὑδάτων, ὑπὲρ νεφέλας καὶ πνεῦμα δυνάμεως καὶ ζωὴν αἰώνιον.» Οὗτος γὰρ ἐκρύβη πρῶτον μὲν ἐν κοιλίᾳ σαρκός, ἔπειτα δὲ ἐν κοιλίᾳ τῆς γῆς, ὅπου μὲν ἁγιάζων τοὺς γεννωμένους διὰ τῆς κυήσεως, ὅπου δὲ ζωογονῶν τοὺς τεθανατωμένους διὰ τῆς ἀναστάσεως· «Ἀπέδρα γὰρ ὀδύνη καὶ λύπη καὶ στεναγμός.» «Τίς γὰρ ἔγνω νοῦν θεοῦ, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο», ἀλλ᾽ ἢ ὁ Λόγος ὁ σαρκωθεὶς καὶ ξύλῳ 〈προσηλωθεὶς〉 καὶ ἐκ 〈νεκρῶν ἀναστὰς〉 καὶ εἰς οὐρανοὺς ὑψωθείς;

Αὕτη ἡ ἡμέρα χαρᾶς εὐαγγελισμός· ἐν τῇ γὰρ ἡμέρᾳ ταύτῃ ἀνέστη ὁ κύριος συνεγείρας τὴν τοῦ Ἀδὰμ ἀγέλην· ἐγεννήθη γὰρ διὰ τὸν ἄνθρωπον καὶ ἀνέστη ἐν τῷ ἀνθρώπῳ. Σήμερον διὰ τὸν ἀναστάντα παράδεισος ἀνέῳκται καὶ Ἀδὰμ ζωογονεῖται καὶ Εὔα παρηγορεῖται καὶ κλῆσις πληθύνεται καὶ βασιλεία ἑτοιμάζεται καὶ ἄνθρωπος σῴζεται καὶ Χριστὸς προσκυνεῖται· καταπατήσας γὰρ τὸν θάνατον καὶ αἰχμαλωτίσας τὸν τύραννον καὶ σκυλεύσας τὸν ᾅδην, ἀνέβη εἰς οὐρανούς, ὡς βασιλεὺς νενικηκώς, ὡς ἡγεμὼν ἔνδοξος, ὡς ἡνίοχος ἄλειπτος, λέγων τῷ Πατρί· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι δέδωκας, ὦ θεός», καὶ τὰ ἑξῆς. Καὶ ἤκουσεν παρὰ τοῦ Πατρός· «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Αὐτῷ ἡ δόξα, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.