Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν Ὑπαπαντήν (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Προοίμιο και η συνάντηση του δίκαιου Συμεών με το θείο βρέφος

Εισαγωγικά ερωτήματα για τη δράση του Αγίου Πνεύματος, έπαινος της ευλάβειας του Συμεών και η υποδοχή του βρέφους στο ναό με την ευχαριστήρια ωδή της απολύσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 4

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Μὴ ἀγνοεῖτε ὅτι τὸ Πνεῦμα προφήτην τὸν Συμεῶνα κατέστησεν καὶ χρηματισμὸν αὐτῷ «μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν» προσεφώνησεν; «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» Οὐχὶ παρ᾽ αὐτοῦ χορηγηθεὶς τὸν Ἰωσὴφ καὶ Μαριὰμ εὐλόγησεν; Οὐ παρ᾽ αὐτοῦ προσταχθεὶς τῇ Μαριὰμ προσεφώνησεν· «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ»; Οὐ δι᾽ αὐτοῦ κάτοχος ἡ Ἅννα ὡς προφῆτις ἐτύγχανεν; Οὐκ ἐξ αὐτοῦ μεστωθεῖσα τὴν ἐσομένην λύτρωσιν διὰ τοῦ βρέφους κατήγγειλεν;

Τούτων ὑμῖν ἔδει κατὰ μέρος ὑφᾶναι τὴν ἐξήγησιν, ἀλλ᾽ ἴσως ὁ καιρὸς δεδαπάνηται καὶ τὸν λόγον ἐπιτεμεῖν φειδοῖ τῆς ὑπακοῆς τῆς ὑμετέρας προσῆκεν. Εἰ δὲ οὐκ ἀνεκτὸν ὑμῖν τὸ ῥῆμα ἐπειδὴ συμποσιασταὶ τῆς τραπέζης ἐστὲ τῶν λογίων τῶν ἱερῶν ἀκόρεστοι, ὅθεν ὑμῖν ὁ τῶν εὐαγγελίων συγγραφεὺς τὴν ἱστορίαν ἤρξατο, ἐκεῖθεν ὡς ἔνι καὶ ἡμᾶς ἐπιτεμεῖν τὴν ἑρμηνείαν προσῆκεν, ὥστε καὶ τῷ καιρῷ γενέσθαι καὶ τῷ πόθῳ τῷ ὑμετέρῳ τὰ πρόσφορα. «Καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ ᾧ ὄνομα Συμεών.» Οὐ μικρὸν ἐγκώμιον τὸ Πνεῦμα τούτῳ γε τῷ Συμεὼν ἐν προοιμίοις ὕφαινεν· «Ἰδοὺ γάρ, φησίν, ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ» ὃν πάλαι μὲν ἐζήτουν οἱ προφῆται καὶ ὁ νόμος ἐπόθει, εὗρεν δὲ ἡ χάρις καὶ εὑροῦσα τοῖς ἑξῆς ἐστεφάνωσεν. Ὁ στέφανος πόθεν πλέκεται; Πρόσεχε· «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ.» Ζηλῶσαι τὸν Συμεῶνα καὶ μακαρίσαι προσῆκεν ὅτι οὐ μόνον δίκαιος ἦν ἀλλὰ καὶ εὐλαβὴς κακίας πάσης ἀπείχετο· ὡς δὲ «προσδεχόμενος παράκλησιν τῷ Ἰσραήλ», οὔτε περὶ τὰς ἀρετὰς κοπιῶν ἐνάρκα, οὐδὲ κακίας ἀπεχόμενος ἔκαμεν. «Καὶ Πνεῦμα ἦν ἅγιον ἐπ᾽ αὐτόν.» Θαυμαστὸν καὶ τοῦτο καὶ τοῖς ἔμπροσθεν εἰρημένοις ἁρμόδιον· ναὸς γὰρ ὑπῆρχεν, καθαρὸν εἶχεν τὸν νυμφῶνα τῆς σαρκός, καὶ τῆς ψυχῆς ἡ παστὰς πάσης βιωτικῆς ἀράχνης ἐκαθάρευεν· ἐκεῖθεν πρὸς ἑαυτὸν εἵλκυσε τὴν κατοικίαν τοῦ Πνεύματος. «

Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου.» Ὁρᾷς πηλίκον ἐστὶν εἶναι ναὸν θεοῦ· ἀπὸ ζωῆς εἰς ζωὴν οἱ τὸν βίον οὕτως ἀσκηθέντες μετέρχονται.

Ὅθεν καὶ τῷ Συμεὼν «κεχρηματισμένον ἦν μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν κυρίου», τουτέστι πρὶν ἴδῃ τὸν καταργοῦντα τὸν θάνατον, πρὶν ἴδῃ τὸν τοὺς νεκροὺς ἐγείροντα, πρὶν ἴδῃ τὸν εἰς νυμφῶνα τοὺς τάφους μεταβάλλοντα, πρὶν ἐκεῖνον θεάσηται ὅστις ἄφοβον αὐτῷ τὴν ἐντεῦθεν ἀποδημίαν ἐργάζεται. «Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν.» Οὐδὲ τοῦτο παρελθεῖν ἢ παραδραμεῖν ἄξιον· ἀπόδειξις γὰρ ὅτι κατὰ πρόσταξιν τοῦ Πνεύματος τοῦ ἐνοικοῦντος ἔπραττε καὶ οὔτε εἰς ἀγορὰς οὔτε τινὰς πράξεις χωρὶς αὐτοῦ ὅλως ἐνέβαλλεν· ὅπου γε εἰς τὸ ἱερόν, οὐκ ἄλλως, ἀλλὰ γὰρ αὐτοῦ χειραγωγοῦντος ἔρχεται. «Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τῷ νόμῳ περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας.» Τίνος αὐτῷ τὸ βρέφος ὅπερ ἠγνόει μηνύσαντος; Ἀλλὰ γὰρ δῆλον τοῦ κατοικοῦντος ἐν αὐτῷ καὶ χρηματίζοντος Πνεύματος καὶ πάντως που πρὸς τὸν Συμεῶνα λέγοντος· «Δράμε, πρεσβῦτα, δράμε, σπεῦδε ἤδη, τάχος τὴν εὐλογίαν ἅρπασον, πρὶν ὁ ἀστὴρ φανῇ, πρὶν οἱ Μάγοι παραγένωνται, μή ποτε ὑβρισθῶμεν.

Τὸ γὰρ ἐξ ἐμοῦ φῶς προλαβεῖν χρὴ τοῦ ἀστέρος τὴν εἰς Βηθλεὲμ ἄφιξιν, ὥστε γνωσθῆναι ὅτι παρ᾽ ἐμοῦ καὶ τὸν δρόμον ὁδηγεῖται καὶ τὴν ἀκτῖνα δανείζεται. Ἀλλὰ σὺ μὴ ζημιωθῇς ἂν ἀκρόβυστοι τὴν ἀπαρχὴν τῆς εὐλογίας θερίσωσιν.» «Καὶ εὐλόγησεν τὸν θεὸν καὶ εἶπεν· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.» Εὐλόγησεν τὸν θεὸν τὸν Πατέρα σὺν τῷ Υἱῷ, τὸν Υἱὸν σὺν τῷ Πνεύματι, ἐπειδὴ τὸ Πνεῦμα μὲν τὸ χρηματίζον ἐτύγχανεν, τὸν Υἱὸν δὲ μετὰ χεῖρας ἐβάσταζεν, σαρκὶ φανῆναι καὶ βρέφος δι᾽ ἡμᾶς γενέσθαι εὐδοκήσαντα· ὁ δὲ Πατὴρ καὶ αὐτὸς ἐνεργῶν ἦν τὰ τοσαῦτα καὶ τηλικαῦτα μυστήρια. Ἀλλὰ τὴν εὐχαριστίαν ἐπὶ τίνι προσέφερεν; «Νῦν», φησίν, «ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα», ὅτε μοι φόβος οὐκ ἔστι θανάτου, μετὰ χαρᾶς δὲ πρὸς τοὺς νεκροὺς τὴν ζωὴν αὐτοῖς καταγγελῶν ἀπέρχομαι. «Ἀπολύεις δὲ κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ», ἐκεῖνο ὅπερ Δαυὶδ ὁ προφήτης παρὰ σοῦ δανεισάμενος ἔλεγεν· «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω.» «Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου», ὃ πολλοὶ μὲν τῶν προφητῶν ἐπεθύμησαν ἰδεῖν· νῦν δὲ αὐτῇ τῇ πειρᾷ τῷ γένει τῶν ἀνθρώπων παρέστησας τὸν ὕψιστον δι᾽ ἡμᾶς τοσοῦτον ὥστε βρέφος γενέσθαι ταπεινούμενον· οὔτε γὰρ ἄλλως σῶσαι τὸν φθαρέντα πηλὸν ὁ κεραμεύς, ἀλλ᾽ αὐτὸς αὐτῷ συναναφυρεὶς ἔμελλεν. «