Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν Ὑπαπαντήν (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η προφητεία του Συμεών και το μυστήριο της θείας οικονομίας

Ο φωτισμός των εθνών, η θεολογική εξήγηση της πατρότητας του Ιωσήφ, ο Σταυρός ως σημείο αντιλεγόμενο και η ρομφαία των λογισμών της Θεοτόκου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 4

Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν», ἀλλὰ πάντων, ἐπειδὴ πάντων ὑπάρχων δημιουργὸς πᾶσι προέθηκας τὸ τῆς σωτηρίας ἀναγκαίως μυστήριον. «Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ»· πρότερον τὰ ἔθνη φωτίζεται καὶ μετὰ τοῦτο Ἰσραὴλ δοξάζεται· ἐτέχθη γὰρ οὗτος ἐφ᾽ οὗ πρῶτοι μὲν οἱ ἔσχατοι, ἔσχατοι δὲ οἱ πρῶτοι, τὰ πρεσβεῖα τῶν ἔμπροσθεν διὰ ῥαθυμίαν ζημιωθέντων, γεγόνασιν. «Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.» Τίνος χάριν πατέρα τὸν Ἰωσήφ, ὦ τῆς θείας γενεαλογίας εὐαγγελιστὰ καὶ συγγραφεῦ, καλεῖς;

Αὐτὸς γὰρ εἰπόντα τὸν Γαβριὴλ πρὸς τὴν παρθένον ἀπέδειξας, ἡνίκα πῶς ἡ σύλληψις ἔσται καὶ τίνα τρόπον ἡ παρθένος τέξεται μεθωδεύετο· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» — «Οὐκ ἐπιλέλησμαι τῶν ἐμαυτοῦ», φησίν· «εἰ γὰρ καὶ λήθην ἐλάμβανον, τὸ Πνεῦμα ἂν ἐμίμνησκεν.

Ἀλλ᾽ οὕτω τότε καλεῖσθαι τὸν Ἰωσὴφ ὁ σαρκωθεὶς ἐβούλετο, ὅπως ἀπατηθῇ ὁ ἐνεδρεύων τὸ τῆς σωτηρίας τῆς ἡμετέρας μυστήριον.» «Ἐθαύμαζον δὲ ἐπὶ τοῖς λεγομένοις περὶ αὐτοῦ», ἐπειδὴ βρέφος ὁ πρεσβύτης ἐβάσταζεν, θεοῦ δὲ ὕμνους ἐφθέγγετο. «Καὶ εὐλόγησεν αὐτοὺς Συμεών»· ἐχρῆν γὰρ εὐλογεῖσθαι τοὺς τὴν εὐλογίαν τοῖς ὑπὸ κατάραν πράττουσιν διακονήσαντας. «Καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ»· οὗτος γάρ ἐστι περὶ οὗ Πέτρος ἀναλαβὼν τὴν Ἠσαΐου προφητείαν ταῖς ἐκκλησίαις ἐπέστελλεν· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ» οὐ καταισχυνθήσεται.

Εἶτα ἐπιφέρει τὴν προφητείαν ἑρμηνεύων καὶ σύμφωνα τῷ Συμεὼν φθεγγόμενος· «Ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· ὅσοι προσκόπτουσιν, τῷ λόγῳ ἀπειθοῦντες.» Οὐκοῦν εἰς πτῶσιν τοῖς ἀπίστοις ἔκειτο καὶ τοῖς πιστοῖς εἰς ἀνάστασιν· ἐκεῖνοι γὰρ ἑστάναι κατὰ τὸν νόμον δοκοῦντες ἑαυτοὺς τῇ ἀπιστίᾳ κατέβαλον· οὗτοι δὲ διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων μεταξὺ τῶν πεπτωκότων ὑπάρχοντες, τῇ βακτηρίᾳ τῆς πίστεως προσδραμόντες, ἑαυτοὺς ἐξανέστησαν. «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον.» Τί τοῦτο; — Τὸν σταυρόν· ἐκεῖνο γὰρ τὸ σημεῖον, ἐπειδὴ μετὰ τῶν παθῶν ἔγεμε καὶ θαυμάτων, ἀντελέγετο· γυμνὸς γὰρ ὑπῆρχεν καὶ τὸν ἥλιον ἔκρυπτεν, τοῖς ἥλοις κατεπέπαρτο καὶ τὰς πέτρας ἐσάλευεν, ἠνοίγετο λόγχῃ τὴν πλευρὰν καὶ τὰ μνήματα τῶν τεθνηκότων ἤνοιγεν. Ἔνθεν τὸ σημεῖον ὑπῆρχεν ἀντιλεγόμενον· οἱ μὲν γὰρ ἄπιστοι ταῦτα καταλιπόντες ἐκεῖνα ἀπέβλεπον· οἱ πιστοὶ δὲ μετὰ τῶν παθῶν ἐθεώρουν τὰ θαύματα. Οὕτως πλάνον μὲν αὐτὸν τότε ὁ δῆμος τῶν Φαρισαίων ἀπέσκωπτον, υἱὸν δὲ θεοῦ ὁ ἑκατόνταρχος ἔλεγεν καὶ εἰπὼν προσεκύνησεν.

Τούτοις ἐστὶ τὰ ἑπόμενα σύμφωνα· «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί». «Ῥομφαία σοῦ τὴν ψυχήν», ἡ διάκρισις, κατὰ τὸν καιρὸν τοῦ σταυροῦ διαβήσεται· θαυμάσεις γὰρ ὁρῶσα ἐπὶ σταυροῦ κρεμάμενον τὸν χωρὶς φθορᾶς τεχθέντα, τὸν χωρὶς ἀνδρὸς συλληφθέντα, τὸν οὐκ ἀνοίξαντα τὴν μήτραν καὶ τὴν οἰκείαν γέννησιν ἀπαθῶς ἀφθάρτως ἐνεργήσαντα.

Τί δὲ ἐντεῦθεν συμβήσεται; «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί»· ἴσως μὲν καὶ ἑτέρων, πολὺ δὲ μᾶλλον τῶν μαθητευθέντων τῷ κυρίῳ, καὶ θεωρησάντων τὰ περὶ αὐτὸν πάθη καὶ τὰ παρ᾽ αὐτοῦ θαύματα, καὶ χειμῶνα ἐκ τῶν λογισμῶν ἑκατέρωθεν ὑπομεινάντων, οἷον Κλεόπας ἔπασχεν 〈ἐξ〉 ὧν ὁ Χριστὸς συναντήσας κατὰ τὴν Ἐμμαοῦς αὐτῷ ἀπεκάλυψεν· ἐρωτηθεὶς γὰρ ὁ Κλεόπας ἐπὶ τίνι σκυθρωπάζουσιν καὶ τὴν καρδίαν συγκέχυνται, μικρὰ περὶ τοῦ Χριστοῦ καὶ ὅσα ἐπέτρεπεν ὁ καιρός, οὐκ εἰδὼς πρὸς τίνα λέγει, φθεγξάμενος ἐπιφέρει· «Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ», τουτέστιν ἀλλότρια ἐπ᾽ αὐτῷ τῆς ἡμετέρας ἐλπίδος ἐκβέβηκεν.