Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὴν ἁγίαν Θεοτόκον (Νόθος)
Έλεγχος της ιουδαϊκής απιστίας
Ρητορικός έλεγχος των Ιουδαίων για την ιστορική τους στάση και την απόρριψη του Χριστού παρά τα επιτελεσθέντα θαύματα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Έλεγχος της ιουδαϊκής απιστίας
Ρητορικός έλεγχος των Ιουδαίων για την ιστορική τους στάση και την απόρριψη του Χριστού παρά τα επιτελεσθέντα θαύματα.
Οὓς τὰ μὲν ἔθνη ἐζήλωσαν· Ἰουδαῖοι δὲ ἀκαμπεῖς, μᾶλλον δὲ σκληροτράχηλοι ὄντες, οὐδὲ τὸν «ἥλιον τῆς δικαιοσύνης» ἐν τοῖς οἰκείοις τόποις φανέντα πρὸς ἐπίγνωσιν ἐσπούδασαν μιμήσασθαι τοὺς ὑπὸ ἀστέρος μακρόθεν ὁδηγηθέντας. Ἐγὼ δέ, ἀγαπητοί, πρὸς τὸ πρόθυμον ὑμῶν τῆς ἀκροάσεως τῶν θείων λογίων ὁρῶν καὶ τὸ περὶ τοὺς ἐξηγουμένους φιλόστοργον, τῇ φιληκοΐᾳ ὑμῶν νικώμενος πρὸς τὸν τῆς διδασκαλίας διανίσταμαι πόθον, τῇ τῆς ἀγάπης ὑμῶν συγκροτήσει τερπόμενος· ὑμεῖς γὰρ τοὺς λέγοντας, ὡς πολυΐστορες μαθηταί, συνεχῶς συγκροτεῖτε, ὑμεῖς τὸν κυβερνήτην ὡς ἐπιβάται ῥυθμίζετε, ὑμεῖς τὰ τῆς γλώττης πηδάλια προσευχαῖς διακρατεῖτε. Τίς τὸν ζῆλον ὑμῶν ἀπαγγεῖλαι ἐπαξίως δυνήσεται; Τίς τὸ καθ᾽ Ἑλλήνων ὑμῶν ἐξηγήσεται μῖσος; Τίς τὸ καθ᾽ αἱρετικῶν ὑμῶν ἀναπετάσει θράσος; Τίς τὸ πρὸς Ἰουδαίους ὑμῶν δυσμενὲς δυνήσεται ἀναγγεῖλαι;
Βδελυκτοὶ γὰρ μετὰ τῶν ἄλλων ἀληθῶς Ἰουδαῖοι, οὐδὲν πεινῶντες καὶ διψῶντες ἀεὶ ἀλλ᾽ ἢ φόνους ἀθῴους, οὐδενὶ χαίροντες ἢ τὸ λάκκοις, ἐρρίπτειν τοὺς προφήτας, τὸ κατ᾽ ἐδάφους ἕλκειν καὶ λιθάζειν δικαίους, τὸ μαχαίραις ἐκκεντεῖν καὶ μερίζειν πρίοσι τοὺς τῆς εὐσεβείας κήρυκας, τὸ κόπτειν χειρῶν καὶ ποδῶν μέρη τῶν εὐσεβῶν, καὶ ταῖς χερσὶν ᾑμαγμέναις κρατεῖν τὰ πρὸς ἄμυναν ὄργανα, τὸ τὰς παλάμας φοινίσσειν τῇ συνεχεῖ ἀναιρέσει τῶν δικαίων· οἵτινες τοσοῦτον πρὸς δυσσεβεστάτην κατὰ τοῦ σωτῆρος ἡμῶν ἐληλάκασι τόλμαν ὡς ἀνέδην ἐπὶ τοῦ παρόντος πρὸς αὐτὸν ἀνακράζειν· «Ἡμεῖς οἴδαμεν ὅτι Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὢ τῶν τολμηρῶν πραγμάτων. Ὢ μίσους πρὸς Ἰουδαίους πρὸς φυγὴν ἀτονοῦντος. Ὁσάκις γὰρ ἂν τὴν πρὸς αὐτοὺς δραπετεῦσαι βουληθῶ βδελυρίαν, τοσαυτάκις μοι φανερῶς ἀπαντῶσιν, ἢ προφητῶν ἐγκαλούμενοι λόγοις, ἢ ταῖς τοῦ νόμου συλλαβαῖς ὑβριζόμενοι, ἢ ταῖς τῶν προσκυνουμένων εὐαγγελίων ἐνειλούμενοι βίβλοις, ὡς καὶ νῦν αἱ θεῖαι σελίδες ὑπ᾽ ὄψιν ἡμῖν αὐτοὺς παρήγαγον, τὰς ἀναισχύντους περὶ τὸν δεσπότην τῶν ὅλων προβαλλομένους φωνὰς καὶ λέγοντας τολμηρῶς ἅπερ ἠκούσατε· «Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὢ τῆς φανερᾶς ἀναιδείας. Ὢ τῆς ἀνακεκαλυμμένης τῶν λῃστῶν γλωσσαλγίας.
Ὢ τῆς τυφλῆς τῶν λόγων ἐναντιότητος. Ὅτε μὲν γὰρ Ἡρῴδης «παρ᾽ αὐτῶν ἐπυνθάνετο ποῦ ὁ Χριστὸς γεννᾶται», παρρησιωδέστερον ἔλεγον· «Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας», καὶ τὴν τῆς προφητείας ἐπεδείκνυον χρῆσιν καὶ τὸν ἱεροφάντην μαρτυροῦντα παρῆγον· «Προφήτης μέγας ἐγήγερται» ἐν τῷ Ἰσραήλ. Καὶ νῦν κεκαλυμμένῳ προσώπῳ κεκράγασι· «Μωυσῇ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.» Ὄντως «οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται.» Ἀληθῶς οὗτος «λαὸς μωρὸς καὶ οὐχὶ σοφός.» Εἰκότως ὁ Χριστὸς πρὸς αὐτοὺς ἀνεβόα· «Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε.» Τίς πρὸς τὴν οὕτως κατ᾽ αὐτῶν παρατάξηται ἀγνώμονα γνώμην; Τίς τὴν φιλόνεικον αὐτῶν δυσμένειαν διελέγξει;
Τοσαύτας αὐτοῖς θαυματουργίας ὁ Χριστὸς περιήντλησε, τοὺς παραλελυμένους νευρῶν, τοὺς λεπροὺς καθαρίζων, τοὺς κακωμένους ὑγιάζων, τοὺς δαιμονιῶντας ἰώμενος, ἀνοίγων τῶν ὀμμάτων τὰ βλέφαρα, τοὺς νεκροὺς αὐτῶν ἀνιστῶν ἐκ τάφων, ὕδωρ εἰς οἶνον μεταποιῶν, καὶ ἄλλα μυρία παρέχων ἅπερ ἐργῶδες λαλεῖν. Καὶ πίστεως παρ᾽ αὐτοῖς οὐδαμοῦ κἂν βραχύ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.