Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Προοίμιο και τα θαύματα της παρουσίας του Σωτήρος

Εγκώμιο της εκκλησιαστικής σύναξης και αναφορά στις ιάσεις που συνόδευσαν την έλευση του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 5

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὸν τετραήμερον Λάζαρον. Φιλῶ τὸ τῆς ἐκκλησίας χωρίον, τὸ πνευματικόν μοι τοῦτο συναγούσης συμπόσιον· συμπόσιον γὰρ θεοῦ τῆς ἐκκλησίας ὁ σύλλογος, κρατῆρι μὲν μυστικῷ ποτιζόμενος, ἀμνῷ δὲ ζωοποιῷ σιτιζόμενος· ἐπειδὴ γὰρ ὁ τῶν ἀγγέλων βασιλεὺς τῇ γῇ ἐπεδήμησεν, συμπόσια τοῖς πιστοῖς καὶ τρυφαὶ συγκεκρότηνται καὶ τὸ τῆς φύσεως πένθος εἰς τὸν πρόξενον τοῦ πένθους ἀνέστραπται ἐκ τῶν τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐναρξαμένων χρόνων· ἡ γὰρ φύσις, εὐθέως τοῦ δεσποτικοῦ φέγγους λαβοῦσα τὴν αἴσθησιν, χαρᾶς ἦν ἐκ προοιμίων καὶ σκιρτημάτων ἀνάπλεως. Ἔτικτον στεῖραι προδρόμους τῆς χάριτος, ἐν αὐταῖς ἔπαιζον ἀγαλλιῶντα ταῖς μήτραις τὰ ἔμβρυα· «Ἐσκίρτησε γὰρ τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς ἐν ἀγαλλιάσει.» Ἐπ᾽ ἀλοχεύτῳ παρθένος ἐμακαρίζετο τόκῳ, οὐρανὸς ἄνωθεν δι᾽ ἀστέρος Μάγους ἐκάλει, ἀγγέλων πλήρης ἡ γῆ τοῖς ἐν τῇ γῇ συγχαιρόντων, ἠφίεσαν οὓς εἶχον οἱ δαίμονες, ἀπέλυον αἱ νόσοι τὰ σώματα· ἔνθεν τρέχων ἀπήντα παράλυτος, ἐκεῖθεν τυφλὸς ἐξανίστατο βλέπων, ἐνταῦθα λεπρὸς ἀπενίπτετο λέπραν, ἐκεῖ πολυαιμάτου πάθους ἐξηραίνετο λίμνη, οὗτος ἐκ μογιλάλου κατεσκεύαστο λάλος, ἄλλος πρὸς ἀκρόασιν τῶν ὤτων ἀνάκτησιν εἰς δεξίωσιν λόγων πεφραγμένων τὸ πρὶν ἐκαρπίζετο σύντομον.