Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Λογγῖνον τὸν ἑκατόνταρχον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Η ομολογία του Λογγίνου ενώπιον του Ηρώδη, τα βασανιστήρια και η απελευθέρωσή του

Η αποστολή του Λογγίνου στη Βηθλεέμ, το θεϊκό όραμα, η μεταστροφή του, καθώς και οι αλλεπάλληλες ανακρίσεις, η φυλάκιση και η θαυματουργική αποφυλάκισή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 5

Τοῦ γὰρ δεσπότου ἡμῶν «Ἰησοῦ Χριστοῦ καὶ σωτῆρος γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας», ἀνηγγέλη τῷ βασιλεῖ Ἡρῴδῃ ὅτιπερ γεγέννηται βασιλεὺς τοῦ Ἰσραήλ. Ὁ δὲ Ἡρῴδης δεξάμενος τὴν εὐαγγελίαν, πρὸς ὀλίγον μὲν ταμιευσάμενος ἐπὶ τῇ ἐλπίδι τῶν Μάγων, μετέπειτα δὲ θυμομαχήσας, ἀπέστειλεν Λογγῖνον τὸν ἑκατόνταρχον λέγων· «Ἄπελθε, μάθε ἀκριβῶς εἰ γεγέννηται βασιλεύς, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ, ὅτι ἐνεπαίχθην ὑπὸ τῶν Μάγων ἐκείνων.» Ὁ δὲ Λογγῖνος ἀπερχόμενος εἰς Βηθλεὲμ τῆς Ἰουδαίας εἶδεν ἐν τῇ ὁδῷ φῶς μέγα περιλάμψαν αὐτόν, ἤκουσεν δὲ φωνῆς λεγούσης πρὸς αὐτόν· «Δεῦρο, Λογγῖνε, ὁ ἀγαπητός μου, καὶ ποιήσω σε ἑκατόνταρχον ἁγίων μαρτύρων.» Ὁ δὲ πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησεν τῷ δεδωκότι αὐτῷ τὴν φωνὴν καὶ εἶπεν· «Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, κύριε, ὁ θεός», καὶ ἀπῆλθεν εἰς Βηθλεὲμ τῆς Ἰουδαίας προσκυνῆσαι τῷ παιδίῳ, τῷ κυρίῳ Ἰησοῦ Χριστῷ. Καὶ εἶπεν πρὸς αὐτόν· «Χαῖρε, βασιλεῦ τοῦ κόσμου».

Καὶ ἀναλύσας πρὸς Ἡρῴδην εἶπεν πρὸς αὐτόν· «Ὄντως ὁ γεννηθεὶς θεοῦ υἱός ἐστιν, βασιλεὺς καὶ λυτρωτὴς παντὸς τοῦ κόσμου.» Θυμωθεὶς δὲ ὁ Ἡρῴδης εἶπεν πρὸς αὐτόν· «Σὺ μαρτυρεῖς περὶ αὐτοῦ ἐνόρκως;» Ὁ δὲ ἑκατόνταρχος Λογγῖνος λέγει δευτερώσας· «Ἀληθῶς θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου.» Εἶπεν δὲ ὁ Ἡρῴδης πρὸς Λογγῖνον· «Ποίαν δύναμιν ἑωρακὼς γινομένην ὑπ᾽ αὐτοῦ ταῦτα λέγεις καὶ αὐτὸν θεοῦ υἱὸν εἶναι νομίζεις;» Ὁ δὲ ἅγιος τοῦ θεοῦ Λογγῖνος εἶπεν πρὸς τὸν Ἡρῴδην· «Πορευόμενος ἐγὼ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας καὶ διαλογιζόμενος ἐν ἑαυτῷ τίς ἂν εἴη ἄρα ὁ γεννηθείς, καὶ ἰδοὺ ἐν τῇ ὁδῷ ἐξαίφνης περιήστραψέν μοι φῶς μέγα καὶ γέγονα ὥσπερ ἐν ἐκστάσει, καὶ ηὑρέθην ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, καὶ ἐθεώρουν »τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν» νήπιον καὶ σεβομένους αὐτόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον ἐπ᾽ αὐτῷ καὶ δύναμιν καὶ δόξαν ἐπισκιάζουσα〈ν〉 ἐπ᾽ αὐτῷ, καὶ ἐγὼ ἔγνων καὶ ἐπείσθην καὶ ἐπίστευσα ὅτι ὄντως θεοῦ υἱός ἐστιν καὶ λυτρωτὴς τοῦ κόσμου ὁ Χριστός.» Ὁ δὲ βασιλεὺς Ἡρῴδης εἶπεν πρὸς Λογγῖνον· «Τὸ ἥμισυ τῆς βασιλείας μου δίδωμί σοι, ἐὰν δῷς μοι αὐτὸν εἰς τὰς χεῖράς μου.»

Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν πρὸς Ἡρῴδην· «Ἐγὼ μετεστρατευσάμην εἰς τὴν τοῦ αἰωνίου βασιλέως στρατιὰν καὶ οὐ δύναμαι τοῦτο ποιῆσαι· ἐὰν δὲ θέλῃς, πίστευσον καὶ σύ, καὶ γενήσει κληρονόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας· τούτου γὰρ ἕνεκεν ἀπολύσας εἶπον· ἀπελθὼν πρὸς αὐτὸν εὐαγγελιοῦμαι αὐτῷ, ὅπως γένηται κληρονόμος τῆς αἰωνίου ζωῆς καὶ βασιλείας, καὶ τιμῆς πολλῆς ἀξιωθῶ, ὅτι προσήνεγκά σοι εὐαγγελίαν ἀγαθήν.» Θυμομαχήσας δὲ κατ᾽ αὐτοῦ ὁ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἐπειδὴ περιέθηκα αὐτῷ πλείστην τιμὴν καὶ ἐποίησα αὐτὸν ἑκατόνταρχον, διὰ τοῦτο οἴεται εἶναί τι, μηδὲν ὤν. Ἐκδύσατε οὖν αὐτὸν τὴν χλαμύδα, καὶ τὸν μανιάκην ἀφέλετε ἀπ᾽ αὐτοῦ, καὶ τὴν σπάθην ἄρατε ἀπὸ τῆς ὀσφύος αὐτοῦ, ὅτι ἔδειξεν αὐτὸν ἀκαθοσίωτον, καὶ ἐμβάλετε αὐτὸν εἰς τὴν ἐσωτέραν φυλακήν, περιθέντες αὐτῷ κλοιὰ στιβαρὰ κατὰ τοῦ τραχήλου καὶ τῶν μέσων, μέχρις οὗ ἐπινοήσω αὐτῷ βασάνους πολλάς. Καὶ μετὰ τοῦτο κελεύσω τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι.» Καὶ εὐθέως τῇ ὥρᾳ ἐκείνῃ ἐξέθετο δόγμα τοιοῦτον, λέγων τοῖς ἑαυτοῦ στρατιώταις· «Τὰ νήπια τὰ ἐν Βηθλεὲμ ‘ἀπὸ διετοῦς καὶ κατωτέρω’ ἕως αὐθημερινοῦ ἀνέλετε αὐτά.» Καὶ ἐξῆλθον οἱ στρατιῶται κατὰ τὸ δόγμα τοῦ βασιλέως καὶ ἀνεῖλον πάντα τὰ νήπια.

Ὁ δὲ Ἡρῴδης, θυμομαχῶν διὰ τὸν σωτῆρα ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, μετακαλεσάμενος τὸν ἅγιον Λογγῖνον, προκαθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν αὐτὸν ἀχθῆναι. Ἀγομένου δὲ αὐτοῦ, εἶδεν ὁ βασιλεὺς μανιάκην χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ καὶ χλαμύδα βασιλικὴν περικειμένην τῷ ἁγίῳ καὶ σπάθην περὶ τὴν ὀσφῦν αὐτοῦ· ἔβρυξεν δὲ ὡς λέων καὶ ἐμαίνετο ὡς θηρίον κατὰ τῶν μεγιστάνων αὐτοῦ, λέγων· «Οὐχὶ εἶπον ὑμῖν, ὦ κάκιστοι στρατιῶται, ἄρατε ἀπ᾽ αὐτοῦ τό〈ν〉 τε μανιάκην καὶ τὴν σπάθην καὶ τὴν ἐσθῆτα;» Καὶ εἶπαν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα· «Μὰ τὴν σὴν ὑγίειαν, βασιλεῦ, κατὰ τὸ σὸν πρόσταγμα ἐποιήσαμεν, καὶ ἀποδύσαντες αὐτὸν οὕτως ἐβάλομεν εἰς τὴν φυλακήν· πόθεν δὲ αὐτῷ ἡ στολὴ αὕτη ἢ τίς ὁ ἐνδύσας αὐτόν, ἡμεῖς οὐκ οἴδαμεν.» Ὁ δὲ Ἡρῴδης εἶπεν πρὸς τὸν ἅγιον Λογγῖνον· «Ἄθλιε, ὁ ἑαυτὸν ἀπὸ δόξης καταβαλών, ὁμολόγησόν μοι πρὸ βασάνων τίς ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Ὡς ἐπ᾽ ἀληθείας λέγω καὶ οὐ ψεύδομαι, οὐκ ἔλαβον παρ᾽ ἑτέρου τινὸς εἰ μὴ παρὰ τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ.» Εἶπεν δὲ ὁ Ἡρῴδης· «Οὗτός ἐστιν ὁ ἐνδύσας σε τὴν στολὴν ταύτην;» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Αὐτὸς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ περιέθηκέν μοι τὴν ἐσθῆτα ταύτην καὶ ἐσφραγίσατό με τῇ σφραγῖδι τοῦ αἰωνίου βασιλέως Ἰησοῦ Χριστοῦ.»

Ὁ δὲ Ἡρῴδης εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἐπειδὴ μάλα ψεύδεται, οἰόμενος παρὰ τοῦ βασιλέως αὐτοῦ δεδωρῆσθαι τὰ προσόντα αὐτῷ, ἐπάραντες οὖν ἀπ᾽ αὐτοῦ τὴν ἐσθῆτα τὴν περικειμένην αὐτῷ πυρὶ κατακαύσετε.» Οἱ δὲ μεγιστᾶνες προσῆλθον ποιῆσαι τὸ προσταχθὲν αὐτοῖς καὶ οὐδὲν ηὕρισκον ψηλαφῆσαι ἢ ἀφελεῖν ἀπ᾽ αὐτοῦ. «Τί», εἶπαν οὖν οἱ μεγιστᾶνες πρὸς τὸν βασιλέα, «ἰδοὺ ὡς σκιὰν ὁρῶμεν περιβεβλῆσθαι αὐτῷ τὴν ἐσθῆτα, καὶ οὐ δυνάμεθα ἆραί τι ἀπ᾽ αὐτοῦ.» Εἶπεν δὲ Ἡρῴδης· «Μὰ τὴν Ἀδραστείαν τὴν ἐν ἀνθρώποις, νῦν ἐπίσταμαι ὅτι μάγος ἐστὶν ἐν τῷ τὸ περιβόλαιον ἀφανὲς καθιστᾶν.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Μὰ τὸν ἐπουράνιον βασιλέα τὸν κατελθόντα νῦν ἐκ τῶν οὐρανῶν, τί ἐστιν μαγεία οὐκ οἶδα· καὶ γὰρ καὶ αὐτὸς μισεῖ τοὺς μάγους καὶ τοὺς φαρμάκους. Καὶ πῶς ἐγώ, δοῦλος αὐτοῦ ὤν, δύναμαι κεκτῆσθαι καρδίαν ῥυπαρὰν μαγείας καὶ δόλου;

Ἀλλὰ εἶπόν σοι ὅτι δύναμις θεοῦ περιήστραψέν με καὶ αὕτη με φυλάττει.» Ὁ δὲ Ἡρῴδης, ταραχθεὶς ἐπὶ ταῖς ἀποκρίσεσιν Λογγίνου, προσέταξεν τοῖς ἑαυτοῦ στρατιώταις πλουμβατίζεσθαι αὐτόν. Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Νῦν ἀναπέπαυμαι πάσχων ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, αὐτοῦ φίλος γενόμενος καὶ ὑπ᾽ αὐτοῦ ἀγαπηθείς· πολλῷ γὰρ φόβῳ ἤμην κατεχόμενος διὰ τὰς κακομηχανίας σου.» Ὁ δὲ Ἡρῴδης βρύξας τοὺς ὀδόντας κατὰ τοῦ Λογγίνου λέγει τοῖς μεγιστᾶσιν αὐτοῦ· «Λογγῖνον τὸν ἀκαθοσίωτον στρατιώτην εἰς τρία κεντήματα βαλόντες τοῦ ξύλου, περίθετε αὐτῷ σίδηρα βαρέα, ὅπως τηκόμενος καὶ διασπώμενος ἀτονήσῃ τῇ δυνάμει καὶ τῷ κάλλει δυσειδὴς γένηται, ἵνα ἰδόντες αὐτὸν στενάξωσιν πάντες οἱ ἄνθρωποι οἱ γνωρίζοντες αὐτὸν τὸ πρῶτον.» Καὶ ἐποίησαν τὰ προσταχθέντα αὐτοῖς. Ποιήσαντος δὲ αὐτοῦ ἐν τῇ φυλακῇ ἡμέρας τριάκοντα, τῶν κλοιῶν ἀβαρῶς αὐτῷ ἐπικειμένων, πάλιν ἐπεζήτησεν ὁ Ἡρῴδης τὸν ἅγιον Λογγῖνον, λέγων τοῖς μεγιστᾶσιν αὐτοῦ· «Παραστήσατέ μοι τὸν δέσμιον Λογγῖνον ἐπὶ τοῦ βήματος, ὅπως ἰδὼν αὐτὸν σκυθρωπὸν καὶ μεμαραμμένον, ἀναπαύσωμαι.»

Οἱ δὲ μεγιστᾶνες, ἀπελθόντες ἐν τῷ δεσμωτηρίῳ καὶ ἰδόντες τὸ πρόσωπον αὐτοῦ ἐξαστράπτον, ἐφοβήθησαν τοῦ προσαγαγεῖν αὐτὸν ἐπὶ τοῦ βήματος· πλὴν παραλαβόντες αὐτὸν διὰ τὸ προσταχθὲν αὐτοῖς ὑπὸ Ἡρῴδου, ἤγαγον ἐπὶ τοῦ βήματος τὸν καλὸν ἀγωνιστὴν τοῦ Χριστοῦ.

Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου, ἔβρυξεν τοὺς ὀδόντας αὐτοῦ κατὰ τῶν μεγιστάνων αὐτοῦ καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· «Ἀντὶ τιμωριῶν παρεστήσατέ μοι τὸν δέσμιον τοῦτον.» Καὶ μανεὶς ὁ Ἡρῴδης κατὰ τῶν μεγιστάνων αὐτοῦ ἐξώρισεν αὐτούς, τοὺς δὲ καπικλαρίους ἀποκεφαλισθῆναι προσέταξεν, τοὺς δὲ στρατιώτας τοὺς παρεστηκότας αὐτῷ ἀπεδεκάτωσεν· καὶ κατὰ τῆς στρατιᾶς αὐτοῦ ἔβρυχεν καὶ ἐμαίνετο, ὡς οἰόμενος ἐπιβουλίαν τινὰ κατασκευάζεσθαι κατ᾽ αὐτοῦ. Πρὸς δὲ τὸν ἅγιον Λογγῖνον εἶπεν· «Ὄμοσόν μοι κατὰ τῆς σωτηρίας τῶν θεῶν τοῦ μηκέτι λαλῆσαι ἢ ὀμόσαι ἐπὶ τῷ γεννηθέντι μηδὲ εἰπεῖν αὐτὸν βασιλέα, ὅπως τοῦτο ἐὰν ποιήσῃς διαφύγῃς τὰς βασάνους καὶ τὰς τιμωρίας τὰς μενούσας σε.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν πρὸς τὸν βασιλέα· «Μὰ τὴν δόξαν Ἰησοῦ Χριστοῦ τοῦ σῴζοντος τοὺς εἰς αὐτὸν πιστεύοντας, οὐ μὴ πείσῃς με ἀπαρνήσασθαι τὸν θεόν μου· ἐπ᾽ αὐτὸν γὰρ ἐλπίζων, οὐ φοβηθήσομαι τὰς βασάνους σου.» Ὁ δὲ Ἡρῴδης ἐκέλευσεν αὐτὸν μάστιξιν ἐτάζεσθαι. Ἦν δὲ ὁ ἅγιος αἰνῶν καὶ λέγων· «Κύριε, ὁ θεός, ὁ αἰώνιος βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ καθιζάνων βασιλεῖς ἐπὶ ἐδάφους καὶ ἀνυψῶν ἀπὸ γῆς πένητα, ὁ μόνος ἐλεήμων, αὐτὸς ἀπόστειλον τὸν ἄγγελόν σου ἐνισχύοντά με.»

Ὁ δὲ Ἡρῴδης, ἑωρακὼς τὸν ἅγιον Λογγῖνον μὴ αἰσθόμενον τῶν βασάνων, εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ· «Ἀπαγαγόντες αὐτὸν εἰς τὴν φυλακήν, δήσατε αὐτὸν ἁλύσεσιν καὶ τιμωρήσαντες ἀγάγετέ μοι, ἵνα πολλῆς τιμῆς ἀξιώσω ὑμᾶς.» Οἱ δὲ παραλαβόντες τὸν ἅγιον Λογγῖνον ἤγαγον μετὰ πολλῆς λύπης εἰς τὴν φυλακὴν καὶ ἐποίησαν αὐτῷ τὰ διατεταγμένα αὐτοῖς.

Ποιήσαντος δὲ αὐτοῦ ἡμέρας τρεῖς ἐν τῇ φρουρᾷ καὶ πολλῆς ἀμηχανίας οὔσης τῷ Ἡρῴδῃ διὰ τὸν τεχθέντα βασιλέα, ηὔχετο ἐν τῇ νυκτὶ ὁ ἅγιος Λογγῖνος λέγων· «Κύριε, Ἰησοῦ Χριστέ, ἐξαπόστειλον τὸν ἄγγελόν σου, καὶ ἐρῦσαι τοὺς δούλους σου τοὺς τιμωρουμένους ἐνταῦθα.» Καὶ εὐξαμένου αὐτοῦ, σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὸ δεσμωτήριον, καὶ φῶς περιέλαμψεν τῷ ἁγίῳ Λογγίνῳ καὶ φωνὴ ἠκούσθη λέγουσα πρὸς αὐτόν· «Ἀνάστα ἐν τάχει· οὐ γάρ ἐστιν νῦν καιρὸς τελειῶσαί σε τὴν μαρτυρίαν.» Καὶ εὐθέως πάντων τὰ δεσμὰ ἐξέπεσαν καὶ ἀνεῴγη τὸ δεσμωτήριον καὶ ἐξῆλθον ἄνδρες ὡσεὶ χίλιοι καὶ ἔφυγον ἐκ τῆς πόλεως· καὶ θόρυβος ἐγένετο μέγας ἐν τῇ πόλει. Καὶ ἤκουσεν ὁ βασιλεὺς τὰ γενόμενα ἐν τῷ δεσμωτηρίῳ· καὶ ἐλθὼν ἐπὶ τὸν τόπον καὶ μὴ εὑρὼν τὸν ἅγιον Λογγῖνον ἐκεῖ, διηπόρει τί ἄρα ἐγένετο. Ὁ δὲ ἅγιος Λογγῖνος ἦν διακινῶν ἐν τῇ πόλει καὶ οὐδεὶς ἠδύνατο ἰδεῖν, ὅτι ἠμαυρώθησαν αὐτῶν οἱ ὀφθαλμοί. Ὁ δὲ Ἡρῴδης ἐζήτει αὐτόν· καὶ ἦν θόρυβος μέγας καὶ ἦχος πολὺς ἐν τῇ πόλει καὶ ἐλάλησαν κατὰ τῶν εὐσεβούντων. Ὁ δὲ Ἡρῴδης ὑπομνήματα κατέπεμψε τοῖς ἔθνεσιν, ὥστε δέσμιον τὸν ἅγιον Λογγῖνον ἀγαγεῖν, νομίζων ἐκ τῆς πόλεως ἐκπεφευγότα αὐτὸν εἶναι τὸν δοῦλον τοῦ θεοῦ· ἀορασίᾳ γὰρ πληγεὶς κατέκειτο καὶ οὕτως «σκωληκόβρωτος γενόμενος ὁ Ἡρῴδης ἐξέψυξεν».

Καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἀρχέλαος ὁ υἱὸς Ἡρῴδου τὴν προσωνυμίαν ἔχων τοῦ πατρός. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἐν τῇ ἁγίᾳ πόλει ἀπεκδεχόμενος τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ. Τελευτήσαντος δὲ τοῦ Ἀρχελάου, ἐβασίλευσεν Ἡρῴδης, ὁ ἀδελφὸς Φιλίππου, τῆς Ἰουδαίας καὶ Γαλιλαίας. Καὶ ἐδέχθη Λογγῖνος ἐπὶ τὴν ἰδίαν τάξιν· καὶ ἦν θεωρῶν τὰ μεγαλεῖα τοῦ θεοῦ καὶ τὰ θαύματα τὰ γινόμενα κατὰ πᾶσαν ἡμέραν ὑπὸ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἕως ὅτε ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς βασιλείας Τιβερίου Καίσαρος βασιλέως Ῥωμαίων καὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου διὰ Ἡρῳδιάδα ἀποτεμόντος τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ, ὃς καὶ αὐτὸς κακιγκάκως ἀποδώσας τὸ πνεῦμα ἐξέψυξεν. Καὶ βασιλεύει Ἡρῴδης υἱὸς Ἡρῴδου, ἀδελφὸς Ἀρχελάου, ἀντὶ Ἡρῴδου τοῦ ἀδελφοῦ Φιλίππου, τῆς Γαλιλαίας· ἐν ἔτει δὲ εἰκοστῷ πέμπτῳ τῆς ἀρχῆς αὐτοῦ, τῇ πρὸ ὀκτὼ καλανδῶν Ἀπριλίου, ἥτις ἐστὶν εἰκὰς πέμπτη Μαρτίου, ἐν ὑπατείᾳ Ῥούφου καὶ Ῥουβελλίωνος, ἐν τῷ τετάρτῳ ἔτει τῆς δευτέρας ὀλυμπιάδος, ἐπὶ ἀρχιερέως τῶν Ἰουδαίων Ἰωσίππου καὶ Καϊάφα, τῶν καὶ παραδεδωκότων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τῷ Πιλάτῳ εἰς τὸ σταυρωθῆναι.