Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Λογγῖνον τὸν ἑκατόνταρχον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ο διωγμός, η φιλοξενία των στρατιωτών και το μαρτύριο του Λογγίνου

Η έκδοση εντάλματος από τον Ηρώδη, η άφιξη των στρατιωτών στην Καππαδοκία, η φιλοξενία τους από τον άγιο και η εκούσια παράδοσή του προς αποκεφαλισμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 5

Καὶ μαθὼν παρὰ τοῦ ἐπάρχου Λουκίου τὸ ἀκριβὲς καὶ τὰ τῆς ὁμολογίας τοῦ ἑκατοντάρχου καὶ τὰ τῆς ὑπομονῆς, διωγμὸν ἤγειρεν κατὰ τῶν χριστιανῶν· καὶ ἐζητεῖτο ὁ ἅγιος Λογγῖνος ὑπὸ τῶν εἰδωλολατρῶν. Τοῦ δὲ ἁγίου Λογγίνου ἐλθόντος ἐν τῇ χώρᾳ τῇ ἰδίᾳ, ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις λεηλασία κατὰ πάντων τῶν εὐσεβούντων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς τρεῖς πρίγκιπας μετὰ δυνάμεως πολλῆς ἀναζητῆσαι τὸν ἅγιον Λογγῖνον.

Προσκαλεσάμενος δὲ ὁ Ἡρῴδης τοὺς τρεῖς πρίγκιπας καὶ τοὺς στρατιώτας, ἐντολὰς ἔδωκεν αὐτοῖς λέγων οὕτως ὅτι «Ἐὰν μὴ ἐνέγκητέ μοι τὴν κεφαλὴν Λογγίνου τοῦ ἑκατοντάρχου, καὶ ὑμῶν αἱ κεφαλαὶ ξίφεσιν ἀποτέμνονται.» Ταύτας οὖν λαβόντες τὰς ἐντολὰς ἐπορεύοντο εἰς τὴν ἐπιζήτησιν λυπούμενοι σφόδρα· ἀπὸ γὰρ Ἀντιοχείας καὶ μέχρι Ῥώμης καὶ τοῦ Ἰλλυρικοῦ περιελθόντες, οὐχ εὕρισκον αὐτόν.

Ὀδυρόμενοι δὲ καὶ ὑποστρέψαντες ἐπὶ τὴν Καππαδοκίαν περιεπάτουν καὶ ἐλθόντες ἐγγὺς Τυάνων ἐζήτουν τὸν ἅγιον Λογγῖνον· ἐλθόντες δὲ ἐν τῇ κώμῃ Ἀνδραλεσῶν, ἐπυνθάνοντο παρὰ τῶν ἐκεῖσε καὶ οὐδεὶς ἀπόκρισιν ἐδίδου περὶ αὐτοῦ· ἠγάπησαν γὰρ αὐτὸν σφόδρα. Καὶ μὴ τυχόντες ἀποκρίσεως οἱ στρατιῶται ἐξῆλθον ἐκ τῆς κώμης ἐν λύπῃ μεγάλῃ. Ἦν δὲ ὁ ἅγιος Λογγῖνος ἔγγιστα τῆς ὁδοῦ νέμων πρόβατα δι᾽ ἧς διώδευον οἱ ἀπεσταλμένοι· καὶ ἦν καθεζόμενος ἐν τῇ ὁδῷ ὁ ἅγιος Λογγῖνος.

Ἰδὼν δὲ αὐτοὺς πόρρωθεν ἐρχομένους ἐπέγνω καὶ ἀνέστη· ἐλθόντων δὲ αὐτῶν πρὸς αὐτὸν εἶπεν αὐτοῖς· «Καλῶς ἥκατε, ἀδελφοί.» Μὴ ἐπεγνωκότων δὲ αὐτῶν τίς ἂν εἴη ὁ λαλῶν αὐτοῖς, εἶπεν πρὸς αὐτοὺς ὁ Λογγῖνος· «Ἵνα τί, ἀδελφοί, σκυθρωποὶ καὶ ὡς ἐκ μεγάλης ὁδοιπορίας κεκοπιακότες ἐστέ;» Οἱ δὲ εἶπον· «Ἄκουσον, ἀδελφέ, τὴν ἡμετέραν πικρίαν, ὅτι πρόσταγμα ἐξῆλθεν κατὰ Λογγίνου τοῦ ἑκατοντάρχου ὑπὸ Ἡρῴδου τοῦ βασιλέως περιέχον οὕτως ὅτι ἐὰν μὴ ἀγάγητε αὐτοῦ τὴν κεφαλήν, αἱ ὑμῶν κεφαλαὶ ξίφει παραδοθήσονται.

Ἡμεῖς οὖν, ἄνθρωπε, ἐννέα μῆνας ἔχομεν ζητοῦντες αὐτὸν καὶ οὐχ εὕραμεν. Ἰδοὺ ἤκουσας τὰ κακὰ τὰ κατειληφότα ἡμῖν. Εἰ οὖν οἶδάς τινα λεγόμενον Λογγῖνον ἐκατόνταρχον, ἀνάγγειλον ἡμῖν.» Ὁ δὲ ἅγιος Λογγῖνος εἶπεν· «Οὐκ οἶδα τὸν ἄνδρα. Εἰσελθόντες δὲ εἰς τὸν οἶκόν μου μείνατε καὶ αὔριον ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν.» Καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ τοῦ μεῖναι μετ᾽ αὐτοῦ. Ἐγένετο δὲ πρωΐα καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Τίς ἡ αἰτία τοῦ Λογγίνου, ὅτι μετὰ τοσαύτης σπουδῆς ζητεῖτε αὐτόν;» Εἶπαν δὲ οἱ ἄνδρες πρὸς αὐτὸν ὅτι ζητεῖται παρὰ τοῦ βασιλέως ὅτι αὐτὸς ἀνάστατον ποιεῖ τὴν βασιλείαν αὐτοῦ, πείθων προσκυνεῖν τῷ σταυρωθέντι Χριστῷ καὶ βασιλεῖ τῶν αἰώνων.

Καὶ ἦσαν λυπούμενοι καὶ διαλογιζόμενοι πρὸς ἀλλήλους καὶ λέγοντες· «Τί ποιήσωμεν;» Εἶπεν δὲ πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Μὴ ταράσσεσθε, ἀδελφοί, μηδὲ ἀθυμεῖτε· ἐγὼ γάρ εἰμι ὃν ζητεῖτε, ὁ δοῦλος τοῦ θεοῦ καὶ Ἰησοῦ Χριστοῦ Λογγῖνος, πρὸς ὃν ἀπεστάλητε.» Οἱ δὲ ἄνδρες ἀκούσαντες ἐταράχθησαν καὶ ἐγένοντο ἐννεοί, λαλῆσαι μὴ δυνάμενοι. Καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἅγιος Λογγῖνος· «Μὴ ἀθυμεῖτε, ἀδελφοί, ἀλλὰ φάγωμεν καὶ πίωμεν καὶ ἀπέλθωμεν πρὸς τὸν ἀποστείλαντα ὑμᾶς.

Ἐγὼ γὰρ πέπρακά μου τὸ σῶμα τῷ Χριστῷ, ἵνα ἀγοράσω τὴν ψυχήν μου παρ᾽ αὐτοῦ.» Οἱ δὲ ταῦτα ἀκούσαντες εἶπαν αὐτῷ μετὰ δακρύων· «Μή, ἀλλ᾽ ἡμεῖς ἀπελθόντες ἀπολογησόμεθα ὑπὲρ σοῦ τῷ πέμψαντι ἡμᾶς· εἰ γὰρ ὄντως σὺ εἶ ὁ Λογγῖνος, ἀποθνῄσκομεν καὶ ἡμεῖς σὺν σοί. Καὶ τοῦτο οὐ πράττομεν εἰς σὲ τοῦ ἀπαγαγεῖν σε πρὸς τὸν πέμψαντα ἡμᾶς.» Ἰδὼν δὲ ὅτι κατηνύγησαν ὑπὸ τοῦ πνεύματος τοῦ θεοῦ, εἶπεν πρὸς αὐτούς· «Εἰ ποιεῖτε ἔλεος μετ᾽ ἐμοῦ, οὕτως ποιήσατε· λάβετε τὴν κεφαλήν μου καὶ ἀπενέγκατε τῷ βασιλεῖ, καὶ ἀμέριμνοι ἔσεσθε πάσας τᾶς ἡμέρας τῆς ζωῆς ὑμῶν.» Οἱ δὲ φοβηθέντες οὐκ ἤθελον ἀνέχεσθαι. Ὁ δὲ ὥρκισεν αὐτοὺς δὶς παρακαλῶν τοῦτο ποιῆσαι. Οἱ δὲ ἐπὶ πολὺ παρακληθέντες τοῦτο ποιῆσαι, εἶπαν πρὸς αὐτόν· «Πρέσβευε οὖν ὑπὲρ ἡμῶν ἐν τῇ στρατιᾷ σου, τοῦ μὴ λογισθῆναι ἡμῖν εἰς ἁμαρτίαν.» Τοῦ δὲ φήσαντος αὐτοῖς τοῦτο ποιῆσαι, ἀπέτεμον αὐτοῦ τὴν κεφαλήν.

Ἀποκεφαλίσαντες τοίνυν τὸν ἅγιον Λογγῖνον, ἐκόμισαν τὴν κεφαλὴν τῷ βασιλεῖ· καὶ ἐπαύσατο ὁ θόρυβος τῶν παρανόμων. Ἦν δὲ ἡ κεφαλὴ τοῦ ἁγίου Λογγίνου φυλαττομένη παρὰ τῷ ἐπάρχῳ Λουκίῳ. Οἱ δὲ ἄνδρες τῆς κώμης, ἔνθα ἦν ὁ ἅγιος τοῦ θεοῦ, λαβόντες τὸ σῶμα ἔθηκαν ἐν τῇ κώμῃ ἐκείνῃ.