Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸ ἅγιον πάσχα (λόγος δ΄)

Ἡσύχιος ὁ Πρεσβύτερος

Ο ζωηφόρος τάφος και η ενότητα της θεανδρικής υποστάσεως

Θεολογική αντιπαραβολή του θανάτου κατά τη σάρκα και της θείας δόξας του σαρκωθέντος Λόγου, παράλληλα με την αγγελική αναγγελία της Αναστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 4

Ποίᾳ δὲ αὐτὴν ψηλαφήσω χειρί; Ποίοις λόγοις ἀσπάσομαι τάφον γεννῶντα ζωήν, μνῆμα φθορᾶς 〈μὲν〉 ἐλεύθερον, ἀφθαρσίας δὲ πρόξενον, παστάδα 〈τριήμερον〉 τὸν νυμφίον κοιμήσασαν, νυμφῶνα τὴν νύμφην ἄφθορον μετὰ γάμον ἐγείραντα; Νεκρὸν ἡ θήκη φυλαττομένη καὶ θεὸν ἡ γῆ σαλευομένη· νεκρὸν μὲν γὰρ αὐτὸν τὸ σῶμα βοᾷ, τὸ δὲ θαῦμα θεόν· νεκρὸν ἡ ταφή, θεὸν ἡ ἀνάστασις· νεκρὸν τῶν γυναικῶν καὶ τὰ 〈δάκρυα,〉 καὶ θεὸν τῶν ἀγγέλων τὰ 〈ῥήματα.〉 Ὡς νεκρὸν αὐτὸν 〈Ἰωσὴφ〉 ἐκήδευσεν, ἀλλ᾽ ὁ κηδευθεὶς ὡς ἄνθρωπος οὗτος ὡς θεὸς τὸν θάνατον ἐσκύλευσεν.

Πάλιν ὡς νεκρὸν οἱ στρατιῶται ἐφρούρησαν καὶ ὡς θεὸν 〈οἱ πυλωροὶ τοῦ ᾅδου〉 θεωρήσαντες 〈ἔπτηξαν.〉 Τὸν αὐτὸν δὲ τοῦτον κἀκεῖνον ἐρεῖς, οὐκ ἄλλον καὶ ἄλλον, οὐδὲ ἄλλον ἐν ἄλλῳ, οὐδὲ ἄλλον δι᾽ ἄλλου· εἷς γὰρ ὢν 〈ὁ σαρκωθεὶς Λόγος〉 εἰς ἓν ταῦτα κἀκεῖνα ὡς ἠβουλήθη ἀρρήτῳ λόγῳ συνήγαγεν· καὶ τὴν μὲν σάρκα διακονῆσαι τοῖς πάθεσι δέδωκεν, τῇ θεότητι δὲ πρὸς τὰ σημεῖα καὶ τὰ θαύματα κέχρηται, ἀλλ᾽ ὥσπερ οὐ θεμιτὸν τὸν Λόγον ἐκ τῆς σαρκὸς χωρίζεσθαι, οὕτως ἀνάγκη τὰ παθήματα συμπεπλέχθαι τοῖς θαύμασιν. Ὁ γὰρ ὡς νεκρὸς 〈εἰς ᾅδου καταβάς,〉 οὗτος ὡς θεὸς τοὺς νεκροὺς ἠλευθέρωσεν, ἐπεί πως τάφῳ 〈διακονοῦσιν ἄγγελοι,〉 πὼς δὲ 〈λευχείμονες〉 ὡς ἐπὶ νυμφίῳ ταῖς γυναιξὶν ἐμφανίζονται, πὼς δὲ πρὸς αὐτὰς ἔλεγον· 〈«Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπεν.〉 Τουτέστιν οὐρανὸς αὐτῷ 〈τόπος,〉 ἐκεῖ τὰ 〈μύρα〉 πέμψατε. 〈Ἠγέρθη,〉 οὐχ ἡμεῖς αὐτὸν ἠγείραμεν. Ὑμῶν ἕνεκα 〈τὸν λίθον ἐκυλίσαμεν·〉 πρὶν γὰρ ἡμᾶς 〈καταβῆναι,〉 ὁ τάφος ἐκεκένωτο.