Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον καὶ εἰς τὰ βαΐα (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Εισαγωγή: Η πνευματική ευφροσύνη της εορτής

Ο συγγραφέας καλεί τους πιστούς σε δοξολογία, εξαίροντας την άφατη φιλανθρωπία του Κυρίου και την πνευματική σημασία της εορτής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 5

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, λόγος εἰς τὸν Λάζαρον καὶ εἰς τὰ βάϊα. Ὥσπερ ἡ ἀμέτρητος ἄβυσσος βρύει ἀφθόνως τὰς πηγὰς τῶν ὑδάτων καὶ αἱ πηγαὶ πάλιν ἀπολύουσιν ἀκρατήτους ποταμούς, οἱ δὲ ποταμοὶ ἐπισκέπτουσι τὴν γῆν καὶ μεθύσκουσιν αὐτήν, τοῦ καρποφορῆσαι ἄρτον εἰς βρῶσιν καὶ οἶνον εἰς εὐφροσύνην τῶν ἀνθρώπων, οἱ δὲ ἄνθρωποι ἀπολαύοντες πληροῦσι τὸ γεγραμμένον· «Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν»· οὕτως καὶ ἡ ἄφατος φιλανθρωπία τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς ἀμετρήτου ἀβύσσου τῆς ἀγαθότητος καὶ φιλανθρωπίας αὐτοῦ, πηγάζει ἡμῖν τὰς ἁγίας αὐτοῦ ἑορτὰς ἐν αἷς τὴν σωτηρίαν ἡμῶν εἰργάσατο.

Καὶ αὐτὸς μὲν ἑορτὴν πηγάζει, ἡ δὲ χάρις τοῦ ἁγίου Πνεύματος ἡ ἐνεργοῦσα ἐν τῇ ἑορτῇ «τὰ ὁρμήματα τοῦ ποταμοῦ» πληροῖ, λέγω δὴ τοὺς θεοφόρους ἄνδρας, τοὺς «διδασκαλίαν ἐν τῇ διδασκαλίᾳ» κεκτημένους· καὶ αὐτοὶ ἐπισκέπτονται τὴν νοητὴν καὶ λογικὴν γῆν τῆς ἀνθρωπότητος, εὐφραίνοντες τὴν ἁγίαν ἐκκλησίαν, ἥτις ἐστὶ «πόλις τοῦ μεγάλου βασιλέως» Ἰησοῦ Χριστοῦ, κατὰ τὸ γεγραμμένον· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ.» Ἡ δὲ ἐκκλησία, εὐφραινομένη καὶ ἡδυνομένη ἀπὸ πιότητος καρδίας, αἰνεῖ καὶ δοξολογεῖ κύριον τὸν ἐν αὐτῇ βασιλεύοντα. Φέρε δὴ καὶ σήμερον εἴπωμεν ὃ προανεφώνησεν αὐτὸς περὶ ἑαυτοῦ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν· ἑρευνήσωμεν πρὸς τὴν δύναμιν ἡμῶν τὴν σωτηρίαν, ἣν ὁ βασιλεὺς ἡμῶν ἐπραγματεύσατο ἡμῖν ἐν ταύτῃ τῇ ἑορτῇ· φέρε κατανοήσωμεν ἕνεκεν τίνος βασιλέα αὐτὸν ὕμνησαν οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ καὶ αἱ ἀγγελικαὶ δυνάμεις.