Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον καὶ εἰς τὰ βαΐα (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Το θαύμα του Λαζάρου ως προτύπωση της καθολικής αναστάσεως

Η έγερση του Λαζάρου ερμηνεύεται θεολογικά ως αποκάλυψη της επικείμενης αναστάσεως και της οριστικής λυτρώσεως της ανθρώπινης φύσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 2 από 5

Ἡ αἰτία οὖν τῆς ὑμνῳδίας ἡ ἔγερσις Λαζάρου ἦν κατὰ τὸ φαινόμενον, καθώς φησι τὸ εὐαγγέλιον· «Ἐβουλεύσαντο δὲ ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.» Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς δοξολογίας τῶν πιστῶν κατὰ τὸ φαινόμενον, λεληθότως δὲ καὶ κρυπτῶς ἡ ἔγερσις πάσης τῆς ἀνθρωπίνης φύσεως.

Καὶ ὥσπερ τὸ τοῦ Λαζάρου σημεῖον καὶ ἡ ἔγερσις ἐκείνη ὑμνολογεῖν ἐποίησε τοὺς ἀνθρώπους τὸν Ἰησοῦν, οὕτως καὶ τοὺς ἁγίους ἀγγέλους δοξολογεῖν παρεσκεύασε τὸ σημεῖον τῆς ἐγέρσεως πάσης τῆς ἀνθρωπίνης φύσεως· καὶ ὅσον μείζων ἡ τῶν πάντων ἔγερσις τῆς ἐγέρσεως Λαζάρου, τοσοῦτον καὶ ἡ δόξα τότε μειζοτέρα. Καὶ ἡ μὲν συνείδησις τῶν βοώντων, ἐξισταμένη τῷ θαύματι, ἐκίνει αὐτοὺς δοξάζειν· ἡ δὲ θεία οἰκονομία διὰ τὴν ἔγερσιν πάσης τῆς ἀνθρωπίνης φύσεως λεληθότως ἐκίνει οὐ μόνον τοὺς ἀνθρώπους ἀλλὰ καὶ τοὺς ἁγίους ἀγγέλους θαυμάζειν καὶ δοξάζειν τὸν Ἰησοῦν. Εἶδον γάρ, ἀληθῶς εἶδον καὶ ἔμαθον καὶ κατεσοφίσθησαν σοφίαν, ἣν οὐκ ᾔδεισαν, αἱ ἀγγελικαὶ δυνάμεις διὰ τῆς ἐκκλησίας τῶν πιστῶν ἐκφαινομένην ἀπὸ τοῦ θεοῦ τοῦ τὰ πάντα κτίσαντος, τὴν πρὸ τῶν αἰώνων ἐν αὐτῷ κεκρυμμένην, λέγω δὴ τῶν διδαχῶν καὶ ἐπαγγελιῶν καὶ θαυματουργιῶν τοῦ κυρίου Ἰησοῦ, καθώς που ὁ θεσπέσιος Παῦλός φησιν· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ.» Μανθάνουσι γὰρ αἱ ἄνω δυνάμεις, ἅπερ οὐδέπω εἶδον, οὐδὲ ἤκουσαν· κτίσματα γάρ εἰσι, καὶ τὸ κτίσμα οὐκ ἔστιν μὴ χρείαν ἔχον μαθεῖν, ἀλλ᾽ οὐδὲ τὰ μέλλοντα γενέσθαι γινώσκουσιν, εἰ μή τι δἂν ὑπὸ τῆς ἁγίας καὶ σεπτῆς καὶ προσκυνητῆς τριάδος μυηθῶσιν.

Ἔμαθον οὖν καὶ ἐβεβαιώθησαν τὴν ἀνάστασιν τοῦ Ἀδάμ, θεωρήσαντες τὸν κύριον ἐγείραντα τὸν υἱὸν τῆς χήρας· ὡς χήρα γὰρ ἐγένετο ἡ γῆ, ἀποθανόντος τοῦ πρωτοπλάστου αὐτῆς υἱοῦ. Ἰδόντες δὲ αὐτὸν πάλιν ἐγείραντα τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου, κατεσοφίσθησαν ὅτι καὶ τὴν Εὔαν μετὰ τοῦ Ἀδὰμ ἐγερεῖ.

Πάλιν ἀναστήσαντος 〈αὐτοῦ〉 τὸν παῖδα τοῦ ἀλλοφύλου ἑκατοντάρχου, ἐδιδάχθησαν καὶ εἰς τοῦτο ὅτι καὶ τὰ ξένα ἔθνη ἐγερεῖ. Ἰδοὺ τρεῖς διαφοραὶ τῶν νεκρῶν. Ἐγείραντος δὲ τὸν Λάζαρον τὸν τεταρταῖον νεκρὸν ἐκ τοῦ μνημείου, τὸν ὑπὸ τεσσάρων στοιχείων συσταθέντα, τὸν ὀζέσαντα, τὸν σαπέντα, τὸν ὑπὸ σκωλήκων κυριευθέντα, ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ταῖς ἐπουρανίοις καὶ τοῖς ἐπιγείοις, ὅτι πᾶσαν τὴν ἐκ τῶν τεσσάρων συσταθεῖσαν ἀνθρωπότητα ἐγερεῖ, κἂν ὤζεσεν ἐν τῇ ἁμαρτίᾳ τῆς παραβάσεως, κἂν ἐσάπη ἐν τῇ ἀσεβείᾳ τῆς εἰδωλολατρείας, κἂν ὡς ὑπὸ σκωλήκων, ὑπὸ δαιμόνων κατεκυριεύθη καὶ ἐζωγρεύθη εἰς τὸ ἐκείνων θέλημα. Ταῦτα οὖν ἰδόντες οἱ ἄγγελοι κρυπτῶς καὶ οἱ ἄνθρωποι φανερῶς ἐξέστησαν, καὶ ἐξεθαμβήθησαν, καὶ ἤρξαντο βοᾶν καὶ λέγειν· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» Οὐχ ὡς σημειοφόρον δὲ μόνον ἐπῄνουν, ἀλλὰ καὶ ὡς βασιλέα τὸν αἰχμαλωτίσαντα πᾶσαν τὴν ἀπ᾽ αἰῶνος ὑπὸ τοῦ διαβόλου καὶ τοῦ θανάτου αἰχμαλωτισθεῖσαν αἰχμαλωσίαν. Ἕνεκεν τούτων καὶ τῶν τοιούτων βασιλέα αὐτὸν κηρύττουσιν οἱ θεῖοι προφῆται.