Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν Λάζαρον καὶ εἰς τὰ βαΐα (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Αλληγορική προσέγγιση των συμβόλων της εισόδου στα Ιεροσόλυμα

Εξετάζεται ο συμβολισμός του πώλου ως τύπου των εθνών, των ιματίων ως σύζευξης θείας χάριτος και αρετών, και των κλάδων ως εκπλήρωσης των μεσσιανικών προφητειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 4 από 5

Θυγατέρα δὲ ταύτης τῆς Σιὼν καλεῖ τοὺς ἐν κυρίῳ πιστούς, τοὺς διὰ τῆς πίστεως διψῶντας καὶ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ εὐαγγελίου ζητοῦντας εὑρεῖν τὸν κύριον, τὸν ἐν αὐτοῖς κεκρυμμένον, καθώς φησι τὸ ἅγιον Πνεῦμα· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.» Καὶ ὅταν ἐπιτύχωσιν, καλοῦνται θυγάτηρ τῆς προειρημένης Ἰερουσαλήμ, θεωροῦντες τὸν θεὸν καὶ σκοποῦντες τὴν πνευματικὴν γνῶσιν. Παρακαλῶν δὲ ὁ προφήτης διὰ τοῦ πνεύματος τὸν θεὸν ἀναδεῖξαι τὴν τοιαύτην Σιὼν καὶ Ἰερουσαλήμ, φησί· «Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾽ ἀρχῆς.» Οὐκοῦν μετὰ ταύτης τῆς μητρός σου Σιών, «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσαλήμ», ἐπουρανίως μετὰ τῆς μητρός σου βοῶσα· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» Καὶ τί φησι τὸ εὐαγγέλιον; «Ὅτε ἤγγισαν εἰς Ἰερουσαλὴμ καὶ ἦλθον εἰς Βηθφαγή». Ἵνα γὰρ φάγωσιν αὐτὸν οἱ πιστοί, ἤρχετο ἐν τῷ ὑπερῴῳ, «πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν», ὅ ἐστιν ἐκ τοῦ λαοῦ πιστὴ ἐκκλησία. «Τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο τῶν μαθητῶν» αὐτοῦ, οἵτινές εἰσι δύο χοροὶ τῶν προφητῶν καὶ ἀποστόλων· μαθητεύοντες γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι εἶχον μεθ᾽ ἑαυτῶν τὰ θεόπνευστα τῶν προφητῶν λόγια, τὰ μαρτυροῦντα τῷ Χριστῷ, ὃν τρόπον ἐθεώρησεν αὐτοὺς Ἰεζεκιὴλ ὁ μέγας ἐν προφήταις· «Τροχός», φησίν, «ἐν τροχῷ», πετόμενος καὶ τρέχων.

Λέγοντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ· «Πορευθέντες εἰς τὴν κατέναντι κώμην»· ἀπέστειλεν γὰρ αὐτοὺς εἰς πᾶσαν τὴν οἰκουμένην τῶν ἐθνῶν, ὅτι ἐναντίοι ἦσαν τέως τῆς ἐκ τοῦ λαοῦ πιστῆς ἐκκλησίας. Καιρῷ γὰρ εὐθέτῳ ἀπέστειλεν αὐτοὺς «εἰς τὴν κατέναντι κώμην» τῶν ἐθνῶν· ἑτοίμη γὰρ ἦν δέξασθαι τοὺς προειρημένους δύο χοροὺς τῶν ἀποστόλων καὶ προφητῶν. «Καὶ ἀγαγεῖν πρὸς αὐτὸν τὸν πῶλον», οἵτινές εἰσι τὰ ἔθνη, τοῦ ἐπιβῆναι καὶ βασιλεῦσαι ἐπ᾽ αὐτά, καθώς φησιν ὁ ψαλμῳδός· «Ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, κύριος κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ». «Ἐφ᾽ ᾧ οὐδείς ποτε ἀνθρώπων κεκάθικεν»· οὐδὲ γὰρ θεὸν εἶχον ἐπιβαίνοντα καὶ βασιλεύοντα ἐπ᾽ αὐτά, οὐδὲ νόμον οὐδὲ προφήτας. «Λύσαντες αὐτόν», φησίν, «ἀγάγετέ μοι»· ἔλυσαν γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι ἀπὸ τῆς σκοτίας, τουτέστι τῆς τοῦ θεοῦ ἀγνωσίας, ἀπὸ τῆς πλάνης, ἀπὸ τῆς ἁμαρτίας, ἀπὸ τῆς δουλείας τοῦ ἀλλοτρίου, ἀπὸ «τῆς ἐξουσίας τοῦ σκότους», «τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου». Καὶ ἤγαγον πρὸς τὸν κτίστην καὶ δημιουργὸν αὐτῶν κύριον.

Καὶ ἰδοὺ κάθηται ἐπ᾽ αὐτὰ καὶ βασιλεύει ὡς ἐπὶ τῶν χερουβίμ, κράζοντα καὶ λέγοντα· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις»· οὕτω γάρ φησιν ὁ Λουκᾶς. «Εἰρήνη ἐν τῷ οὐρανῷ», τίνος ἕνεκεν λέγει; Οὐκ εἶχον οἱ ἄγγελοι εἰρήνην ἐν τῷ οὐρανῷ;

Ναί, καὶ πάνυ εἶχον ἐν ἑαυτοῖς τὴν εἰρήνην, «εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν», καθώς φησιν ὁ σοφώτατος Παῦλος. Εἶχον εἰρήνην ἐν οὐρανῷ, ἀλλὰ μετὰ τῶν ἀνθρώπων οὐκ εἶχον· ὁ οὐρανὸς εἰρήνην λοιπὸν εἶχε καθ᾽ ἑαυτόν. Ὅταν δὲ εἶδον οἱ ἄγγελοι πᾶσαν τὴν ἀνθρωπότητα ἐγειρομένην διὰ τοῦ σημείου τοῦ Λαζάρου, καὶ τὰ ἔθνη λυόμενα δίκην τοῦ πώλου καὶ ἐρχόμενα εἰς τὸ βασιλεύεσθαι ὑπὸ τοῦ δημιουργοῦ αὐτῶν, τότε εἰρηνεύθη καὶ ὁ οὐρανὸς μετὰ τῶν ἀνθρώπων, καὶ ὁμοθυμαδὸν ἔκραζον καὶ ἔλεγον· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις». «Καὶ ἐπέθηκαν ἐπάνω τοῦ πώλου τὰ ἱμάτια», ἅτινα σημαίνουσι τὴν χάριν τὴν παρ᾽ αὐτοῦ δοθεῖσαν αὐτοῖς ἐν τοῖς ἔθνεσιν καὶ δι᾽ αὐτῆς «ἐπεβίβασαν τὸν Ἰησοῦν ἐπ᾽ αὐτά»· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ διὰ τὰς ἰδίας ἀρετάς, καθὼς σημαίνει ὁ εὐαγγελιστὴς λέγων· «Ἄλλοι δὲ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.» Εἰς τοῦτο δὲ τὰς ἰδίας ἀρετάς, ἃς συνέζευξαν τῇ χάριτι, αἰνίττεται, ὡς φανερῶς λέγει ὁ θεσπέσιος Παῦλος· «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾽ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ.» Ἕως ὧδε τὰ τῆς χάριτος. «

Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν ἡμῶν εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.» Τὸ δὲ «ἐν τῇ γῇ ὑπεστρώννυον», ὅτι σωματικῶς καὶ φανερῶς καὶ αἰσθητῶς ἐθεωροῦντο αἱ ἀρεταὶ αὐτῶν ἐνώπιον τῶν ἐθνῶν, καθὼς καὶ ἐν ἑτέρῳ τόπῳ φησὶ πρὸς ταῦτα λέγων ὁ ἀπόστολος· «Οἷα εἴδετε ἐν ἐμοὶ καὶ ἠκούσατε καὶ παρελάβετε, ταῦτα πράξατε.» Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. «Οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον», μετὰ αἴνων καὶ κλάδων ἐλαιῶν [καὶ βαΐων], οἵτινες σημαίνουσι τὴν πρακτικὴν ἐργασίαν τοῦ ἔξω ἀνθρώπου, καὶ βαΐων φοινίκων, οἵτινες μηνύουσι τὴν πνευματικὴν [καὶ πρακτικὴν] καὶ γνωστικὴν καὶ καθαρὰν τοῦ ἔσω ἀνθρώπου ἐργασίαν. «Ἔκραζον λέγοντες· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις». Ἐν ἀληθείᾳ γὰρ πάντες οἱ ὄχλοι τῶν δικαίων καὶ προφητῶν καὶ ἱερέων, οἵτινές εἰσιν οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες, πίστει κράζουσι καὶ λέγουσιν· «Ὠσαννὰ τῷ υἱῷ Δαυίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» Ὡς ὁ εὐαγγελιστής φησιν· «Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών.» Τίσι λέγεις «Εἴπατε», ὦ προφῆτα; Ἰδοὺ σὺ κηρύττεις, ἰδοὺ σὺ λέγεις.

Ἐγώ, φησίν, ἐπεθύμουν ἰδεῖν καὶ ἀκοῦσαι, οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πολλοὶ προφῆται καὶ δίκαιοι. Ἀλλὰ καὶ τοῖς εὑρισκομένοις καὶ μαθητευομένοις, θεωροῦντας καὶ ἀκούοντας τοῦ βασιλέως Σιὼν λέγω, ἵνα εἴπωσιν καὶ κηρύξωσιν· «Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι.» Καὶ οὐκ εἶπε ψιλῶς «ἔρχεται», ἀλλ᾽ «ἔρχεταί σοι», τουτέστι σοῦ γενέσθαι καὶ ἐν σοὶ οἰκῆσαι. «Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων», σῴζων ἀπὸ τῆς δουλείας τοῦ ἐχθροῦ τοὺς πιστεύοντας ἐπ᾽ αὐτόν. «Πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον, υἱὸν ὑποζυγίου», τουτέστι ταπεινόφρων καὶ ἐν τῇ ταπεινοφροσύνῃ αὐτοῦ «ἐξολοθρεύων τὰ ἅρματα τῆς βασιλείας Ἐφραΐμ», τουτέστι τοῦ διαβόλου ὃς ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ τὰ ἔθνη. Ἐξωλόθρευσε δὲ καὶ κατὰ τὸ γράμμα καὶ τὴν βασιλείαν τοῦ λαοῦ τῶν Ἰουδαίων· μέχρι γὰρ τοῦ Χριστοῦ ἦλθεν τὸ χρῖσμα καὶ ἡ βασιλεία τῶν Ἰουδαίων, καὶ ἐπαύθη. «Καὶ ἵππον», φησίν, «ἐξ Ἰερουσαλήμ», τουτέστι πᾶσαν τὴν ὑπερηφανίαν τῆς αὐτῶν ἀρχῆς, διὰ τοῦ ταπεινοῦ αὐτοῦ πώλου. Ὁ δὲ πατριάρχης Ἰακώβ, εὐλογῶν τὸν Ἰούδαν καὶ ἐκφαίνων τὴν εὐλογίαν τὴν πρὸς τοὺς πατέρας αὐτοῦ Ἀβραὰμ καὶ Ἰσαάκ, ἥτις ἐστὶν ὁ Χριστός, λέγει· «Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ».

Πρὸς γὰρ τὴν ἄμπελον τὴν μεταστᾶσαν ἐξ Αἰγύπτου, τὴν πληρώσασαν πᾶσαν τὴν γῆν ἀπὸ τῆς διδαχῆς τῶν προφητῶν αὐτῆς καὶ δικαίων, ἐδέσμευσε τὰ ἀκάθαρτα ἔθνη· ὁ γὰρ πῶλος ἀκάθαρτός ἐστιν ἐν τῷ νόμῳ, οὕτω καὶ τὰ ἔθνη. «Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ.» Διὰ τί; Ἵνα δέξωνται παρ᾽ αὐτῆς τὸν νόμον καὶ τοὺς προφήτας καὶ τὴν ἐν αὐτοῖς θεογνωσίαν, τουτέστι τὸν Χριστόν, ὅς ἐστιν εὐλογία τῶν ἐθνῶν καὶ κάθαρσις. Φησὶ γάρ· «Καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ», ἕλικι τουτέστι τὸ βλάστημα τὸ ἐξ ἀμπέλου, ὅς ἐστιν ὁ Χριστός, ἐξ ἀμπέλου τῆς συναγωγῆς τῆς ἐξ Αἰγύπτου βλαστήσας, καθὼς αὐτὸς ὁ Ἰακώβ φησι πρὸς αὐτόν· «Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης.» Καὶ ἐδεσμεύθησαν τὰ ἔθνη ἐν αὐτῷ ἀλύτως.